De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[στ΄. Περὶ γύψου.] Γύψος καὶ αὐτὴ πρὸς τῇ κοινῇ πάντων τῶν γεωδῶν σωμάτων καὶ λιθωδῶν δυνάμει, καθ’ ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν, ὅτι ἐμπλαστικῆς τ’ ἐστὶ δυνάμεως. ἑνοῦται γὰρ αὐτὴ πρὸς αὑτὴν καὶ πήγνυται καὶ λιθοῦται βρεχεῖσα, διὸ καὶ τοῖς πρὸς αἱμοῤῥαγίαν ἁρμόττουσι φαρμάκοις ξηροῖς μίγνυται χρησίμως. αὐτὴ γὰρ μόνη καθ’ αὑτὴν λιθώδης γίγνεται καὶ σκληρὰ πηγνυμένη, καὶ διὰ τοῦτο ἐπενόησα δεύειν αὐτὴν ὠοῦ τῷ λεπτῷ καὶ λευκῷ, τῷ πρὸς τὰς ὀφθαλμίας χρησίμῳ, μιγνὺς ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσίζει τοῖς τοίχοις 

214
κατὰ τοὺς μύλωνας. ἀναλαμβάνειν δὲ χρὴ τὸ οὕτως φυραθὲν ἁπαλαῖς ταῖς θριξὶν λαγῴαις, ἢ καί τισι τῶν ὁμοίως μαλακῶν.