De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ε΄. Περὶ ἀφρολίτρου.] Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει. νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι. καὶ γὰρ καὶ λευκός ἐστιν, οὐχ ὥσπερ τὸ τῆς Ἀσίας πέτρας ἄνθος τεφρώδης. ἀφρόνιτρον δ’ οὐκ ἀλευρῶδες οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγός ἐστιν καὶ συνεστὸς, ᾧ πάντες οἱ ῥυπῶντες ἐν τοῖς βαλανείοις ὁσημέραι χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν, ὡς μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνησμὸν ἰάσασθαι, διαφορουμένων ὑπ’ αὐτοῦ τῶν ἐργαζομένων αὐτὸν ἰχώρων.

213
εἰκότως οὖν δι’ αὐτοῦ σκευάζουσιν ἰατροὶ πολλὰ τῶν διαφορούντων φαρμάκων. ὁ δ’ ἀφρὸς τοῦ νίτρου τῆς αὐτῆς μέν ἐστι φύσεως καὶ δυνάμεως τῷ νίτρῳ, λεπτομερεστέραν δ’ ἔχει τὴν οὐσίαν. ἐῤῥέθη γε μὴν ὀλίγον ἔμπροσθεν ἐν τῷ μεταξὺ κατὰ τὴν δύναμιν εἶναι τὸ ἀφρόλιτρον ἀφρονίτρου τε καὶ ἁλῶν. ἀφρολίτρῳ μὲν γὰρ ἡ ῥυπτικὴ δύναμις ὑπάρχει μόνη, τοῖς δ’ ἁλσὶ καὶ ἡ στυπτικὴ, πολὺ πλείων δὲ ἡ ῥυπτική.