De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[λα΄. Περὶ τιτάνου.] Τίτανος, ἡ μὲν ἄσβεστος καίει σφοδρῶς, ὡς ἐσχάραν ποιεῖν, ἡ σβεσθεῖσα δὲ παραχρῆμα μὲν ἐσχαροῖ καὶ αὐτὴ, μεθ’ ἡμέραν δὲ μίαν ἢ δευτέραν ἧττον καίει καὶ ἧττον ἐσχαροῖ, μετὰ δὲ χρόνον οὐδ’ ὅλως ἐσχάρας ἐργάζεται. θερμαίνει δ’ ἔτι καὶ διατήκει τὰς σάρκας. εἰ δὲ πλυθείη, τὴν μὲν δῆξιν ἐναποτίθεται τῷ ὕδατι καὶ ποιεῖ τὴν καλουμένην κονίαν, αὐτὴ δ’ ἀδήκτως ξηραίνει. καὶ εἰ δίς γε ἢ τρὶς ἢ πλεονάκις πλυθείη, τελέως ἄδηκτος γίγνεται καὶ ξηραίνει γενναίως ἄνευ δήξεως.

[λβ΄. Περὶ ὑδραργύρου.] Ὑδράργυρος οὐκ ἔστι τῶν αὐτοφυῶν φαρμάκων, ἀλλὰ τῶν σκευαζομένων, ὥσπερ ψιμμύθιόν τε καὶ ὁ ἰὸς καὶ ψωρικὸν καὶ λιθάργυρος. ἔχω δ’ αὐτῆς οὐδεμίαν πεῖραν οὔθ’ ὡς ἀναιρούσης, εἰ καταποθείη, οὔτ’ ἔξωθεν ἐπιτιθεμένης.

238

[λγ΄. Περὶ φύκους.] Φῦκος ὁποίας ἐστὶ δυνάμεως ἐν τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.

[λδ΄. Περὶ χαλκάνθου.] Χάλκανθος. ἱστόρηταί μοι καὶ περὶ χαλκάνθου κατὰ τύχην εἰς χαλκῖτιν μεταβάλλοντι. ἐκόμισα γὰρ καὶ τοῦτο τὸ φάρμακον ἐκ τῆς Κύπρου πάμπολυ. τὸ δ’ ἔξωθεν αὐτοῦ πᾶν, ὡς μετὰ ἔτη σχεδὸν κ΄ χαλκῖτις ἐγένετο, τοῦ ἔνδον ὄντος ἔτι χαλκάνθου. διὸ καὶ φυλάττω μέχρι νῦν ἔτι τὸ μεταβάλλον οὕτως ἐπιτηρῶν, ὅπως ἄχρι τοῦ βάθους ἡ μεταβολὴ προσέρχηται καθ’ ἕκαστον ἔτος, ὥσπερ τῆς χαλκίτεως εἰς τὸ μίσυ, ὡς προείρηται. θαυμάσαι δ’ ἔστιν ἐπὶ τοῦ φαρμάκου τούτου πῶς ἰσχυροτάτῃ στύψει μέμικται θερμότης οὐκ ἀγεννής. δῆλον οὖν ὅτι ταριχεῦσαι μάλιστα πάντων δύναται τὰς ὑγρὰς σάρκας ἐκδαπανῶν μὲν τῇ θερμότητι τὴν ὑγρότητα, τῇ στύψει δὲ συνάγον καὶ πιλοῦν τὴν οὐσίαν. ἐν τούτῳ γάρ τοι τῷ ἔργῳ προσεκθλίβει μέν τι καὶ αὐτῆς τῆς ὑγρότητος, σφίγγει δὲ καὶ ξηραίνει καὶ συνάγει πρὸς ἑαυτὴν ὅλης τῆς σαρκὸς τὴν 

239
οὐσίαν. ἐν δ’ οὖν τῇ Κύπρῳ, καθ’ ὃν ἐγὼ καιρὸν ἐγενόμην ἐν αὐτῇ, τὸ φάρμακον τοῦτο τόνδε τὸν τρόπον ἐθεασάμην ἀθροιζόμενον. οἶκος ἦν μέγας μὲν, οὐ μὴν ὑψηλός γε προκείμενος τῆς εἰς τὸ μέταλλον εἰσόδου. καὶ τούτου τοῦ οἴκου κατὰ τὸν ἀριστερὸν τοῖχον, ὅστις ἦν τοῖς εἰσιοῦσιν κατὰ χεῖρα δεξιὰν, ἐξεκεκόλαπτο διῶρυξ εἰς τὸν συνεχῆ λόφον, εὖρος μὲν ὡς ψαύειν ἀλλήλων τρεῖς ἄνδρας, ὕψος δὲ ὡς τὸν μακρότατον ἄνθρωπον ὀρθὸν δύνασθαι βαδίζειν. ἡ δὲ διῶρυξ αὕτη κατάντης μὲν, οὐ μὴν ὀξεῖά γε καὶ κριμνώδης. ἐπὶ τῷ τέλει δ’ αὐτῆς οὔσης ὡς σταδιαίας λάκκος ὕδατος χλωροῦ τε καὶ παχέος χλιαροῦ μεστὸς ἦν. ἐν ἁπάσῃ δὲ τῇ καταβάσει θερμασία παραπλησία τῇ κατὰ τοὺς πρώτους οἴκους τῶν βαλανείων, οὓς εἰώθασιν προμαλακτήρια καλεῖν. τὸ δὲ καθ’ ἑκάστην ἡμέραν ἀθροιζόμενον ὕδωρ πλῆθος ἦν ἀμφορέων Ῥωμαϊκῶν ὡς ὀκτὼ, κατὰ σταγόνας μικρὰς, ἐν ταῖς τέτταρσιν καὶ εἴκοσιν ὥραις ὅλης τῆς ἡμέρας καὶ νυκτὸς ἐκ τοῦ διατιτραμένου λόφου καταφερόμενον. ἀναφέροντες οὖν τὸ ὕδωρ τοῦτο πεδῆταί τινες ἐνέβαλον πυέλοις τετραγώνοις κατὰ τὸν προκείμενον οἶκον, ἐκ κεραμίων
240
γεγονυίαις, ἐν αἷς πηγνύμενος ἡμέραις ὀλίγαις ἐγίνετο χάλκανθος. ἐμοὶ δ’, ὁπότε κατέβην ἐπὶ τὸ πέρας τοῦ ὀρύγματος, ἔνθα τὸ χλιαρόν τε καὶ χλωρὸν ὕδωρ ἠθροίζετο, καὶ ἡ ὀδμὴ τοῦ ἀέρος ἐφαίνετο πνιγώδης καὶ δύσφορος, ὄζουσα χαλκίτεώς τε καὶ ἰοῦ. τοιαύτην δ’ εἶχε ποιότητα καὶ αὐτὸ τὸ ὕδωρ γευόμενον. ταῦτ’ ἄρα καὶ γυμνοὶ καὶ μετὰ σπουδῆς τοὺς ἀμφορέας ἀνεκόμιζον οἱ πεδῆται καὶ πλείω χρόνον οὐχ ὑπέμενον ἐνδιατρίβειν, ἀλλὰ ταχέως ἀνέτρεχον, ἑκατέρωθεν ἐν τοῖς τοίχοις τοῦ ὀρύγματος, λύχνων καιομένων ἐκ συμμέτρου διαστήματος, οἵτινες οὐδ’ αὐτοὶ χρόνον ἐξήρκουν μακρὸν, ἀλλ’ ἐσβέννυντο τάχιστα. τὸ δ’ οὖν ὄρυγμα τοῦτο κατὰ βραχὺ διωρύχθαι παρ’ αὐτῶν ἤκουον σὺν ἔτεσι πολλοῖς. τουτὶ γὰρ ἔφασαν, ὃ νῦν ὁρᾷς, ἀπὸ τοῦ λόφου καταφερόμενον εἰς τὸν λάκκον ὕδωρ χλωρὸν ἔλαττον εἴωθεν αὑτοῦ γίγνεσθαι κατὰ βραχὺ, κᾀπειδὰν ἐγγὺς ᾖ τοῦ παύσασθαι, πάλιν ὑπορύττουσιν οἱ πεδῆται τὸ συνεχὲς τοῦ λόφου. καί ποτε πρόσθεν ἔπεσεν ἀθρόως τὸ διορυττόμενον, ὡς ἀποκτεῖναι μὲν πάντας αὐτοὺς, ὅλην δὲ διαφθεῖραι τὴν ὁδόν.
241
ὅταν οὖν τοῦτο γένηται, πάλιν ἄλλην ὀπὴν ποιησάμενοι διορύττουσιν, ἄχρις ἂν ὑπακούσῃ τὸ ὕδωρ. ταῦτά σοι περὶ χαλκάνθου λέγειν εἶχον, ἴσως μὲν οὖν οὐκ ἀναγκαῖα, γινώσκεσθαι μέντοι μᾶλλον ἢ ἀγνοεῖσθαι βελτίω. μέμνησο δ’ ὅτι κατὰ τὴν ἀριστερὰν εἰσιόντων χεῖρα τὸ τοῦ σώρεως καὶ χαλκίτεως καὶ μίσυος ἔφην ἑωρᾶσθαί μοι μέταλλον, ὥστ’ ἐκ τούτων ἐπινοῆσαί μοι δύνασθαι τὸ διηθούμενον ὕδωρ ὄμβριον ἐν τῷ λόφῳ περικλύζειν τε καὶ περιπλύνειν ὅλην ἐκείνην τὴν γῆν, ἐξ ἧς αὐτοφυῶς μὲν ἐγένετο τὸ σῶρυ καὶ μίσυ καὶ χαλκῖτις καὶ καμινευόμενος δὲ χαλκὸς καὶ καδμεία καὶ πομφόλυξ καὶ, σπόδιον καὶ διφρυγές.

[λε΄. Περὶ χαλκίτεως.] Χαλκῖτις, εἴρηται περὶ αὐτῆς ἐν τῷ περὶ μίσυος λόγῳ, νῦν οὖν ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς μεμιγμένας ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ δ’ ἡ δριμεῖα σφοδρά τις οὖσα μέχρι τοῦ καίειν τε τὴν σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ τὸ φάρμακον τοῦτο δάκνει μὲν ἧττον, ξηραίνει δ’ οὐχ ἧττον, ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ

242
κρείττων ἐστὶν ἡ κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα μὲν, ὥσπερ καὶ τἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα δ’ οὐ προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτερά τε καὶ ἀδηκτότερα γίγνεται.

[λστ΄. Περὶ χαλκοῦ κεκαυμένου.] Χαλκὸς κεκαυμένος ἔχει μέν τι καὶ δριμὺ, καὶ στύψεως δὲ μετέχει, καὶ διὰ τοῦτο, εἰ πλυθείη, κάλλιστόν ἐστι φάρμακον εἰς συνούλωσιν ἑλκῶν, ἐργάζεσθαι δὲ τοῦτο δύναται καὶ πρὶν πλυθῆναι, καὶ μάλιστ’. ἐπὶ τῶν σκληροτέρων σαρκῶν. ταῖς δ’ ἁπαλαῖς ὁ πεπλυμένος χρησιμώτερος.

[λζ΄. Περὶ χαλκοῦ ἄνθους.] Χαλκοῦ ἄνθος λεπτομερεστέρας ἐστὶ τοῦτο δυνάμεως τοῦ τε κεκαυμένου χαλκοῦ καὶ τῆς λεπίδος. εἰκότως οὖν δι’ αὐτοῦ σκευάζοντες κολλύρια ῥύπτουσί τε καὶ ἀφαιροῦσιν τῶν βλεφάρων τὰς μεγάλας τραχύτητας, ἃς συκώσεις ὀνομάζουσιν.

[λη΄. Περὶ χρυσοκόλλης.] Χρυσοκόλλα. καὶ τοῦτο τὸ φάρμακον ἐκ τῶν τηκόντων σάρκας ἐστὶν, οὐ μὴν ἰσχυρῶς

243
γε δάκνει, διαφορητική γε μὴν ἱκανῶς ἐστιν καὶ ξηραντική. ἔνιοι μὲν οὖν τὸ μεταλλευόμενον μόνον οὕτως ὀνομάζουσιν, ἔνιοι δὲ τὸ σκευαζόμενον ἐν θυίᾳ χαλκῇ καὶ δοίδυκι χαλκῷ δι’ οὔρου παιδὸς, ὅπερ ἔνιοι κατὰ τὰς διαφορὰς τῶν ἰῶν ἀριθμοῦσιν. ἄμεινον δὲ θέρους αὐτὸ σκευάζειν, ἢ πάντως γε ἐν ἀέρι θερμῷ, τρίβοντας τὸ οὖρον ἐν τῇ θυίᾳ. κάλλιον δὲ ἐρυθρὸν εἶναι τὸ χαλκὸν, ἐξ οὗ κατασκευάζεις αὐτήν τε τὴν θυίαν καὶ τὸν δοίδυκα. πλέον γὰρ ἀποτρίβεται περιαγομένου τοῦ δοίδυκος, ὅταν ἁπαλώτερος ὁ χαλκὸς ᾖ. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστι κακοήθεσιν ἕλκεσιν, αὐτό τε καθ’ ἑαυτὸ καὶ μιγνύμενον ἑτέροις, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρμάκων εἰρήσεται. νυνὶ δὲ ἀρκεῖ τό γε γινώσκειν ὡς τῆς μεταλλευτῆς χρυσοκόλλης ὅσον τοι μᾶλλον ξηραίνει ἧττον δάκνει, τοσοῦτον αὐτῆς ὑπερέχει τῇ λεπτομερείᾳ. καὶ αὐτὴν μέντοι αὐτὴν χρυσοκόλλην ἐκείνην καύσας πολὺ λεπτομερεστέραν ἐργάσῃ.

[λθ΄. Περὶ ψιμμυθίου.] Ψιμμύθιον. καὶ τοῦτο τὸ φάρμακον μαρτυρεῖ τῇ προειρημένῃ πρὸ τούτου δυνάμει. ὑπὸ

244
γοῦν ὄξους δριμέος αὐτὸ διαλυόμενον γευόμενον ὅμως οὔτε δριμὺ οὔτε δακνῶδές ἐστιν οὔτε διαφορητικὸν, ἀλλ’ ἐμπλαστικόν τε καὶ ἐμψυκτικὸν, ἐναντιωτάτης ὂν ἰῷ δυνάμεως. καίτοι κᾀκεῖνος ὄξους διαλύοντος τὸν χαλκὸν γίγνεται. καιόμενον δὲ τὸ ψιμμύθιον εἰς τὴν καλουμένην σάνδικα μεταβαλὸν λεπτομερέστερόν γε αὐτοῦ φάρμακον, οὐ μὴν ἤδη γέ πω θερμαῖνον. τὸ δέ γε φῦκος, τὴν ψύξιν τοῦ ψιμμυθίου φυλάττον, λεπτομέρειαν προσείληφε, ὡς δύνασθαι δι’ αὐτὴν εἰς τὸ βάθος καταδύεσθαι τῶν ὁμιλούντων σωμάτων τὴν δύναμιν αὐτοῦ.

[μ΄. Περὶ ψωρικοῦ.] Ψωρικόν. λιθαργύρῳ μιγνυμένης διπλασίας χαλκίτεως γίνεται τὸ φάρμακον, ὄξει μὲν πρῶτα δριμυτάτῳ λειωθέντων ἀμφοῖν, εἶτ’ εἰς καινὴν χύτραν ἐμβληθέντων, ἣν καταχώσεις ἡμέρας μ΄. μέσου θέρους ἐν κοπρίᾳ τοῦτο τὸ φάρμακον ξηραντικώτερόν τε ἅμα καὶ ἀδηκτότερον γίνεται χαλκίτεως καὶ δηλονότι καὶ λεπτομερέστερον.

245

Οὐδὲν τῶν νῦν λεχθησομένων τοῖς ἀγνοοῦσι τὰ κατὰ τὴν ἀρχὴν τῆς πραγματείας ἐν τοῖς πρώτοις πέντε βιβλίοις εἰρημένα μεγάλην ὠφέλειαν οἴσει, τινὰ δ’ ἴσως καὶ βλάψει τὸν χρησόμενον τοῖς ἐν αὐτῷ γεγραμμένοις φαρμάκοις, οὐκ ἔχοντα μέθοδον. ὡς οὖν ἐκεῖνα μεμαθηκότι σοι διαλέξομαι, τὸ κεφάλαιον ἀναμνήσας ὅλης τῆς πραγματείας. ἐδείχθη τὰ φάρμακα κατὰ μὲν τὰς δραστικὰς ὀνομαζομένας

246
ποιότητας ἐνεργοῦντα θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, τῇ δὲ τούτων κράσει στρυφνὰ καὶ αὐστηρὰ καὶ ἁλμυρὰ καὶ ἁλυκὰ καὶ πικρὰ καὶ δριμέα καὶ γλυκέα γιγνόμενα, καὶ τὰ μὲν ῥυπτικὰ, τὰ δὲ ἀποκρουστικὰ, τὰ δὲ ἑλκτικὰ, τὰ δὲ μαλακτικὰ, τὰ δὲ καυστικὰ, τὰ δὲ σηπτικὰ, τὰ δὲ ἐσχαρωτικὰ, καὶ πρός γε τούτοις ἔτι κατ’ ἄλλας ἰδικωτέρας ἐνεργείας, σαρκωτικά τε καὶ συνουλωτικὰ καὶ κολλητικὰ συρίγγων ἢ ἑλκῶν, ἢ καθαιρετικὰ τῶν ὑπεραυξανόμενον σαρκῶν. ἐδείχθη δὲ καὶ ὡς ἡ καθόλου δύναμις ἐκ πείρας μιᾶς ἐνδεικτικῶς εὑρίσκοιτο, καὶ οὐ τῆς τυχούσης γε πείρας, ἀλλὰ μετὰ τῶν εἰρημένων διορισμῶν γιγνομένης· εὑρεθείσης δ’ ἅπαξ τῆς καθόλου δυνάμεως οὐδεμιᾶς ἔτι πείρας εἶναι χρείαν εἴς γε τὰς κατὰ μέρος ἐνεργείας, ὅτι μὴ πρὸς βεβαίωσιν μόνην ὧν ὁ λόγος εὗρεν. οὕτως οὖν καὶ νῦν ποιησαίμεθα τὴν κρίσιν τῆς προκειμένης ὕλης, αὕτη δ’ ἐστὶν ἡ ἐκ τῶν ζώων. ἐν μὲν γὰρ τοῖς μετὰ τὸ πέμπτον ἐφεξῆς τρισὶ βιβλίοις, ἕκτω καὶ ἑβδόμῳ καὶ ὀγδόω, τὴν περὶ τὰ φυτὰ διήλθομεν ὕλην, οὐ πᾶσαν δηλονότι τὴν καθ’ ὅλην τὴν
247
οἰκουμένην, ἀλλ’ ὅσης ἡμεῖς ἔχομεν πεῖραν. ἐν δὲ τῷ πρὸ τοῦδε, τῆς δ’ ὅλης πραγματείας ἐννάτῳ, τὴν περὶ τὰ γεώδη τε καὶ λιθώδη σώματα. λείπεται δ’ ἡμῖν ἔτι τὴν περὶ τὰ ζῶα διελεῖν ὕλην· εἶτ’ ἔτι τῶν ἐν θαλάττῃ καὶ λίμναις ἢ ὅλως ἐν ὕδατι γεννωμένων ἐστὶν ὑπόλοιπον, ἃ μήτε φυτὰ μήτε γῆ μήτε λίθος ἐστὶ μήτε ζῶον. ὀλίγιστα δὲ τὰ τοιαῦτα παντάπασίν ἐστι καὶ γεγράψεται τελευταῖα, μετὰ τὸ διελθεῖν ἡμᾶς τὰ κατὰ τὰ σώματα τῶν ζώων. ἔσται δὲ καὶ τούτων ἡ τάξις τῆς διδασκαλίας κατὰ τὴν τῶν πρώτων γραμμάτων τάξιν ἐν ταῖς προσηγορίαις αὐτῶν. ὥσπερ δ’ ἐν τῇ τῶν φυτῶν ὕλῃ καὶ περὶ τῶν ἐξ αὐτῶν γινομένων χυμῶν τὸν λόγον ἐποιησάμην, οὕτως καὶ νῦν οὐ μόνον τῶν στερεῶν μορίων ἐν τοῖς ζώοις ἡ διδασκαλία τῆς δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν αὐτοῖς περιεχομένων ἔσται, φλέγματος, χολῆς, αἵματος, οὔρου, κόπρου καὶ τῶν ὁμοίων. ἐν μὲν οὖν τοῖς ἔμπροσθεν εἰρημένοις οὐ πολλὰ τῶν κατὰ μέρος ἐν ταῖς ὑπὸ τῶν ἰατρῶν γεγραμμέναις ὕλαις ἄγνωστά μοι γέγονεν,
248
ἀλλ’ αὐτὸς ἐσπούδασα διὰ τῆς πείρας γνῶναι τὰς δυνάμεις αὐτῶν, εἴ τινος δ’ οὐκ ἔγνων, οὐδ’ ἔγραψα περὶ τούτου τὴν ἀρχὴν, οὐκ ἀξιῶν ἄλλοις πιστεύειν οὐδὲ περὶ ἑνὸς τοιούτου, διὰ τὸ καταμαθεῖν ἐνίους πολλὰ ψευδομένους. ἐπὶ δὲ τῆς νῦν προκειμένης ὕλης οὐχ οὕτως ἔχει. πάμπολλα ὁμολογῶ μορίων τε καὶ ὑγρῶν ἐν τοῖς τῶν ζώων σώμασι περιεχομένων, ὧν οὐδεμίαν αὐτὸς ἔσχηκα τοιαύτην πεῖραν, ὁποίαν ἔγραψάν τινες· ἔνια μὲν γὰρ αὐτῶν ἀσελγῆ τέ ἐστι καὶ βδελυρὰ, τινὰ δὲ καὶ πρὸς τῶν νόμων ἀπηγορευμένα, περὶ ὧν οὐκ οἶδα πῶς ἔγραψεν ὁ Ξενοκράτης, ἄνθρωπος οὐ πάλαι γεγονὼς, ἀλλὰ κατὰ τοὺς πάππους ἡμῶν, τῆς Ῥωμαϊκῆς βασιλείας ἀπηγορευκυίας ἀνθρώπους ἐσθίειν, ἀλλ’ ἐκεῖνός γε ὡς αὐτὸς πεπειραμένος ἀξιοπίστως πάνυ γράφει τίνα πάθη θεραπεύειν πέφυκεν ἐγκέφαλος ἐσθιόμενος ἢ σάρκες ἢ ἧπαρ ἀνθρώπου, τίνα δὲ τὰ τῆς κεφαλῆς ἢ κνήμης ἢ δακτύλων ὀστᾶ τὰ μὲν καυθέντα, τὰ δ’ ἄκαυστα πινόμενα, τίνα δ’ αὐτὸ τὸ αἷμα. ταῦτα μὲν οὖν εἰ καὶ
249
παρὰ τοὺς νόμους, ἀλλ’ οὐκ ἀσελγῆ γε. πόσις δ’ ἱδρῶτός τε καὶ οὔρου καὶ καταμηνίου γυναικὸς ἀσελγῆ καὶ βδελυρὰ, καὶ τούτων οὐδὲν ἧττον ἡ κόπρος, ἣν διαχριομένην τε τοῖς κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα μορίοις εἴς τε τὴν γαστέρα καταπινομένην ἔγραψεν ὁ Ξενοκράτης ὅ τί ποτε ποιεῖν δύναται· γέγραφε δὲ καὶ περὶ τοῦ κατὰ τὰ ὦτα ῥύπου καταπινομένου. ἐγὼ μὲν οὖν οὐδὲ τοῦτον ἂν ὑπέμεινα καταπιεῖν, ἐφ’ ᾧ γε μηδέποτε νοσῆσαι. πολὺ δ’ αὐτοῦ βδελυρώτερον ἡγοῦμαι τὴν κόπρον εἶναι. καὶ μεῖζόν γε ὄνειδός ἐστιν ἀνθρώπῳ σωφρονοῦντι κοπροφάγον ἀκούειν ἢ αἰσχρουργὸν ἢ κίναιδον, ἀλλὰ καὶ τῶν αἰσχρουργῶν μᾶλλον βδελυττόμεθα τοὺς φοινικίζοντας τῶν λεσβιαζόντων, ᾧ φαίνεταί μοι παραπλήσιόν τι πάσχειν ὁ καὶ καταμηνίου πίνων. οὔτ’ οὖν τούτων ὑπομείναι τις ἂν εἰς πεῖραν ἐλθεῖν ἄνθρωπος κατὰ φύσιν ἔχων οὔθ’ ὅσα μετριώτερα μὲν τούτων, ἔτι δ’ ἀσελγῆ, κόπρῳ καταχρίεσθαί τι τοῦ σώματος μέρος, ἕνεκα τοῦ κατ’ αὐτὸ πάθους, ἢ ἀνθρώπου σπέρματος. γόνον δὲ αὐτὸ καλεῖν 
250
εἴωθεν ὁ Ξενοκράτης, καὶ διορίζεταί γε μετὰ πάσης ἐπιμελείας τίνα μὲν αὐτὸς ὁ γόνος μόνος ὠφελεῖν πέφυκε καταχριόμενος, τίνα δὲ μετὰ τὴν ὁμιλίαν ἀνδρὸς καὶ γυναικὸς, ὅταν ἐκπέσῃ τοῦ γυναικείου κόλπου. μεγάλην γάρ τινα δεῖ γενέσθαι βοηθημάτων πενίαν, ἵνα τις χίμεθλα θεραπεύσῃ ὑπερεχούσας ἀνδρὸς σπέρμα μὴ μεῖναν ἔνδον, ἀλλ’ ἐκρυὲν τῆς γυναικὸς ἐπὶ τῇ συνουσίᾳ. πολὺ μὲν δὴ καὶ τὸ τοιοῦτο τῆς ὕλης εἶδός ἐστιν ἐν τοῖς περὶ τῆς ἀπὸ τῶν ζώων ὠφελείας ὑπ’ αὐτοῦ γεγραμμένοις. οὐ γὰρ ἀνθρώπου δηλονότι, τίνα δύναμιν ἔχει πινόμενον οὖρον ἢ καταπινομένοις τε καὶ διαχριομένοις τοῖς ἐν τὸ στόματι μέρεσι κόπρος, ἀλλὰ καὶ τῶν ἄλλων ζώων ἑκάστου διηγεῖται, πολὺ δ’ ἄλλο τῶν δυσπορίστων, οἷον ὅταν ἐλέφαντος ἢ ἵππου Νειλώου μνημονεύῃ. βασιλίσκον μὲν γὰρ τὸ θηρίον οὐδὲ εἶδον οὐδέποτε, καὶ εἰ ἀληθῆ τὰ λεγόμενα περὶ αὐτοῦ, κινδυνῶδές ἐστι καὶ τὸ πλησίον ἀφικέσθαι τῷ ζώῳ τούτῳ. παραπλήσια δὲ τῷ Ξενακράτει καὶ ἄλλοι τινὲς ἔγραψαν περὶ ζώων, ἐξ ὧν καὶ
251
αὐτὸς ὁ Ξενοκράτης ἐξεγράψατο τὰ πλεῖστα. πόθεν γὰρ ἂν ηὐπόρησε τοσούτων τε καὶ τοιούτων πραγμάτων αὐτὸς πειραθῆναι; ὁ γοῦν ἡμέτερος γενόμενός ποτε βασιλεὺς Ἄτταλος ἐλάττονα φαίνεται γράφων, καίτοι φιλοτιμότατα σχὼν περὶ τὴν τῶν τοιούτων πεῖραν. ἐπαινῶν δέ τις Ἀτευρίστου τὴν αὐτὴν πραγματείαν, ἔδωκέ μοι καὶ αὐτὴν διελθεῖν, ὥς γε ἐμοὶ δοκεῖ, χωρὶς αὐτοψίας ἰδίας τοῦ γράψαντος αὐτὴν γεγονυῖαν. ἐγὼ τοίνυν οὔτε βασιλίσκων οὔτε ἐλεφάντων οὔθ’ ἵππων Νειλώων οὔτ’ ἄλλου τινὸς οὗ μὴ πεῖραν αὐτὸς ἔχω μνημονεύσω, τῶν δὲ καλουμένων φίλτρων, ἀγωγίμων, ὀνειροπομπῶν τε καὶ μισήτρων, αὐτοῖς γὰρ τοῖς ἐκείνων ὀνόμασιν ἐξεπίτηδες χρῶμαι, τὴν ἀρχὴν ἂν, οὐδ’ εἰ πεῖραν ἱκανὴν εἶχον, ἐμνημόνευσα διὰ γραμμάτων, ὥσπερ οὐδὲ τῶν θανασίμων φαρμάκων ἢ τῶν ὡς αὐτοὶ καλοῦσιν παθοποιῶν. ἐκεῖνα μὲν γὰρ αὐτῶν καὶ γελοῖα, καταδῆσαι τοὺς ἀντιδίκους, ὡς μηδὲν ἐπὶ τοῦ δικανικοῦ δυνηθῆναι φθέγξασθαι, ἢ ἐκτρῶσαι ποιῆσαι τὴν κύουσαν, ἢ μηδέποτε
252
συλλαβεῖν, ὅσα τ’ ἄλλα τοιαῦτα. τὰ μέν γε πλεῖστα εἶναι τούτων ἐστὶ καὶ πρὸς τῆς πείρας ἀδύνατα ὑπάρχειν, ἔνια δὲ εἰ καὶ δυνατὰ, βλαβερὰ γοῦν γ’ ἐστὶ τῷ βίῳ τῶν ἀνθρώπων, ὥστ’ ἐγὼ νὴ τοὺς θεοὺς θαυμάζω κατὰ τίνα τὴν ἔννοιαν ἧκον ἐπὶ τὸ γράφειν αὐτά τινες. ἃ γὰρ καὶ τοῖς ζῶσιν ἀδοξίαν φέρει γνωσθέντα, πῶς ταῦτα μετὰ θάνατον εὐδοξίαν οἴσειν αὑτοῖς ἤλπισαν; εἰ μὲν οὖν βασιλεῖς ὄντες ἐν ἀνθρώποις ἐπὶ θανάτῳ κατακεκριμένοις ἐποιήσαντο τὴν πεῖραν αὐτῶν, οὐδὲν ἔπραξαν δεινόν. ἐπεὶ δ’ ἰδιῶται τοιαύτης ἐξουσίας ἐν ὅλῳ τῷ βίῳ γεγονότες ἐπὶ τὸ γράφειν ἧκον αὐτὰ, δυοῖν θάτερον, ἢ μὴ πειραθέντες αὐτοὶ γράφουσιν ὑπὲρ ὧν οὐκ ἴσασιν, ἢ εἴπερ ἐπειράθησαν, ἀσεβέστατοι πάντων ἀνθρώπων εἰσὶν, ἕνεκα πείρας ὀλέθρια δόντες φάρμακα τοῖς οὐδὲν ἠδικηκόσιν, ἐνίοτε δὲ καὶ καλοῖς τε καὶ ἀγαθοῖς ἀνδράσιν. ἰατροὺς γοῦν τις ἑστῶτας ἐπὶ ῥωποπώλαις θεασάμενος δύο, προσεκόμισεν αὐτοῖς μέλι πιπράσκων δῆθεν. οἱ δὲ ἐγεύσαντό τε καὶ περὶ τῆς τιμῆς διελέγοντο καὶ ὡς ὀλίγον αὐτῶν διδόντων, ὁ μὲν σπεύσας ἐχωρήθη, τῶν δ’
253
ἰατρῶν οὐδέτερος ἐσώθη. τὰ τοιαῦτ’ οὖν ἅπαντα τῶν πραξάντων τοὺς γράψαντας οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἄξιον μισεῖν, ὅσῳ καὶ μεῖόν ἐστιν ἀδίκημα μόνον τι ποιῆσαι κακὸν ἢ μετὰ πολλῶν. καὶ τῷ μὲν πράξαντι συναπέθανεν ἡ τῶν κακῶν θεωρημάτων ἐμπειρία, τῶν δὲ γραψάντων πάντων ἀθάνατός ἐστιν τοῖς πονηροῖς ὅπλα τῆς κακουργίας παρασκευάζουσα. λέγωμεν οὖν ἡμεῖς ἤδη περὶ τῶν χρησίμων ἀνθρώποις πραγμάτων, ὅσων πεῖραν ἔχομεν.

Περὶ τῶν ἐν τοῖς ζώοις ὑγρῶν. [α. Περὶ αἵματος.] Αἷμα, προσυπακούειν δηλονότι χρὴ τοῦ κατὰ φύσιν ἔχοντος ζώου, τοῦτο γὰρ καὶ ὄντως ἐστὶν αἷμα. τὸ δὲ μελαγχολικὸν ἢ πικρόχολον ἢ φλεγματῶδες ἢ ὀῤῥῶδες ἢ σηπεδονῶδες αἷμα μικτόν ἐστιν ἔκ τε τοῦ κατ’ ἀλήθειαν αἵματος καὶ τοῦ μεμιγμένου χυμοῦ τε καὶ ἰχῶρος αὐτῷ. καὶ αὐτοῦ δὲ τοῦ κατὰ φύσιν αἵματος ἐν ἑκάστῳ ζώῳ τὸ μὲν ὑγρότερόν ἐστι, τὸ δὲ ξηρότερον, καὶ τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον θερμὸν, ψυχρὸν γὰρ οὐδέν ἐστιν αἷμα.

254

[β΄. Περὶ ὑείου αἵματος.] Ὕειον μὲν οὖν ὑγρόν ἐστιν καὶ ἧττον θερμὸν, ἀνθρωπείῳ μάλιστα κατὰ τὴν κρᾶσιν ἐοικὸς, εἵπερ γε καὶ σάρκες τῶν ὑῶν ἐοίκασι ταῖς τῶν ἀνθρώπων. ἴσμεν γοῦν ἤδη πολλοὺς ἁλόντας πανδοκέας τε καὶ μαγείρους ἐν τῷ πιπράσκειν ὡς ὕεια τὰ τῶν ἀνθρώπων κρέα, καίτοι τῶν ἐσθιόντων αὐτὰ διαφορᾶς οὐδεμιᾶς οὐδεὶς ᾐσθάνετο. ἀλλὰ καὶ διηγουμένων τινῶν ἤκουσα πιστῶν ἀνθρώπων ἐδηδοκέναι μὲν ἔν τινι πανδοχείῳ ζωμὸν δαψιλῆ μετὰ κρεῶν ἡδίστων, ἤδη δὲ ἐμπεπλησμένων, εὑρεῖν ἐν αὐτῷ δακτύλου μέρος τὸ πρόσω κατ’ αὐτὸν τὸν ὄνυχα, φοβηθέντες δὲ τοὺς ἐν τῷ πανδοχείῳ μὴ καὶ αὐτοὺς φάγωσιν ὡς εἰθισμένοι τοῦ πράγματος, αὐτίκα μὲν ἐξελθεῖν, ἐμέσαντες δὲ τὰ ἐδηδεσμένα τῆς ὁδοιπορίας ἔχεσθαι. καὶ μέντοι καὶ φωραθῆναι τοὺς κατὰ τὸ πανδοχεῖον οὐ μετὰ πολὺν χρόνον ἔφασαν ἐφ’ οἷς ἔσφαττον ἀνθρώπους, ὥστ’ εἰκότως ἄν τις ὑπολάβοι καὶ τὸ αἷμα τῶν ὑῶν ὁμοιότατον εἶναι τῷ τῶν ἀνθρώπων. ἐκ γὰρ τοιούτου αἵματος ἥ τε πρώτη γένεσίς ἐστι καἰ ἡ μετὰ ταῦτα τροφὴ ταῖς σαρξὶν, ὥστε καὶ 

255
ὅστις ἀνθρώπειον αἷμά φησιν εἶναι πρός τι νόσημα χρήσιμον, ἐν ὑείῳ πρότερον ἐπιδειξάσθω, καὶ εἰ μὴ τὴν αὐτὴν, ἀλλ’ ὁμοίαν ἐνέργειαν. εἰ γὰρ καὶ κατά τι τῆς δυνάμεως ἀπολείποιτο ἀνθρωπείου αἵματος, παραπλήσιον γοῦν τι δράσει, δι’ οὗ γνωσθέντος ἐλπίσομεν ὑπ’ ἀνθρωπείου τελεώτερον ἔσεσθαι τὴν ὠφέλειαν. ὡς ἐάν γε μηδὲ μικρόν τι φαίνηται τῆς ἐπαγγελίας διασῶζον, οὐδ’ ἐπ’ ἀνθρωπείου λόγον ἔχει πειρᾶσθαι. τὰ μὲν γὰρ ὅμοια τῶν ὁμοίων εἶναι ποιητικὰ πεπειράμεθα. περιστερᾶς γοῦν αἷμα παρ’ ἡμῖν ἐν Περγάμῳ, σχεδὸν δὲ καὶ καθ’ ὅλην τὴν Ἀσίαν, εἰώθασιν οἱ ἀνατρήσαντες ὀστᾶ κεφαλῆς κατεαγότα κατασχεῖν τῆς παχείας μήνιγγος. εἶτά τις ἔχων μὲν κατὰ τύχην φάτταν, οὐκ ἔχων δὲ περιστερὰν, ἐχρήσατο τῷ τῆς φάττης αἵματι καὶ ὅμως ὁ ἄνθρωπος ἐσώθη. καὶ ἄλλος δὲ τρυγόνος ἐπ’ ἄλλῳ χρησάμενος, οὐδὲν ἔβλαψε τὸν ἄνθρωπον. τοῖς γὰρ ὁμοίοις ἐπὶ τῶν αὐτῶν χρῆσθαι παθῶν μὴ παρόντων τῶν προπεπειρασμένων ἕν τι τῶν ὁμολογουμένων ἐστὶ καὶ μαρτυρουμένων ὑπὸ τῆς ἐμπειρίας. καὶ τά γε πλεῖστα τοῦ τῶν ἀνθρώπων βίου κατὰ τοῦτον περαίνεται τὸν τρόπον.

256

[γ΄. Περὶ αἵματος περιστερᾶς.] Ἐπεὶ δ’ ὡς παραδείγματος ἐμνημόνευσα τοῦ τῶν περιστερῶν αἵματος, οὐδὲν ἂν εἴη χεῖρον ἤδη καὶ τοῦτο προχειρίσασθαι τῷ λόγῳ. καὶ γὰρ καὶ πρὸς ὑποσφάγματα κατὰ τοὺς ὀφθαλμοὺς γινόμενα χρῶνταί τινες αὐτῷ, παραχρῆμα δηλονότι λαμβάνοντες τὸ ἐκρέον τοῦ σφαττομένου ζώου. θερμὸν μὲν γὰρ κατὰ τῶν ὑποσφαγμάτων ἐγχέων αὐτὸ, τὰς κατὰ τὴν ἔκφυσιν τῶν πτερύγων διῄρει φλέβας, ὅπως ἐξαρκέσειεν αὐτὸ τὸ ζῶον εἰς πολλὰς χρήσεις. ἕτερος δὲ τῶν ἁπαλῶν νεοττῶν ἐξαίρων τὰ πτερὰ, μαλακὰ δ’ ἐστὶ ταῦτα καὶ τὰς σύριγγας ὑγροῦ πλήρεις ἔχει, τοῦτ’ αὐτὸ τὸ ὑγρὸν ἐκθλίβων, ἐνέσταξε τοῖς ὀφθαλμοῖς. ἑτέροις δὲ ἰατροῖς ἀμφισβήτησις ἐγένετο πότερον νεοττοῦ χρὴ τὸ αἷμα κατὰ τῆς μήνιγγος ἐπιστάζειν ἢ τελείας περιστερᾶς, καὶ πότερον ἄῤῥενος ἢ θήλεος. ἐγὼ δ’ ἐν Ῥώμῃ μυρίους οἶδα τῶν ἀνατρηθέντων ὀστᾶ κεφαλῆς οὐδὲν βλαβέντας ἐπὶ τῇ τοῦ ῥοδίνου χρήσει, χωρὶς αἵματος περιστερᾶς, εἶναι δὲ αὐτὸ χρὴ θερμὸν οὕτως ὡς τὸ τῆς περιστερᾶς αἷμα. καὶ ἴσως γε τῷ συμμέτρῳ τῆς κατὰ τὴν θίξιν θερμασίας ὠφέλιμόν ἐστιν, οὐκ ἐξαιρέτῳ τινὶ καὶ ἀγνώστῳ δυνάμει.

257
συνϋπάρχει δ’ αὐτῷ καὶ ἡ κατὰ τὴν δύναμιν εὐκρασία, ἀλλὰ τί τοῦτο; καὶ γὰρ καὶ τὸ ῥόδινον ἔχει ταύτην μετὰ τοῦ καὶ στύψεως βραχείας μετέχειν, ὥστε οὐδὲν ἕξεις μεῖζον ἐπί γε κεφαλῆς ἀνατρηθείσης ῥοδίνῳ καλῷ χρώμενος. ἐδήλωσα δ’ ἔμπροσθεν ὅπως ἐσκευάσθαι χρὴ τὸ ἄμεμπτον ῥόδινον. ἔστι δὲ καὶ τῶν ὑποσφαγμάτων ἰατικὰ κολλύρια πάμπολλα καὶ μάλιστα τὴν σμύρναν ἔχοντα πολλὴν, ὁποῖον καὶ τὸ Δημοκράτους ὀνομαζόμενον διάσμυρνον. ἑξῆς δὲ τούτων ἐστὶ τὰ διὰ λιβανωτοῦ πολλοῦ καὶ τούτων ἑξῆς τὰ διὰ κρόκου, καὶ χυλὸς δὲ τήλεως ἀμείνων ἐστὶν αἵματος περιστερᾶς εἰς τὰ τοιαῦτα. τί ἂν οὖν δέοι περιστερὰς ἢ φάττας ἢ τρυγόνας ἀναμένειν, εὐποριστότερον μὲν ἁπάντων ἔχοντας φάρμακον τῆλιν, ἕτοιμα δὲ τὰ εἰρημένα κολλύρια; κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ γλαυκὸς αἵματος δεηθησόμεθα πρὸς τοὺς δυσπνοοῦντας. ἔνιοί γε μὴν οὐ τὸ αἷμα διδόασι πίνειν, ἀλλ’ αὐτὴν ἑψήσαντες κελεύουσιν ἐσθίειν ἐν ἁπλῷ ζωμῷ. τὸ δ’ οὖν αἷμά τινες μὲν ἐπιστάξαντες ὕδατι, τινὲς δὲ οἴνῳ
258
διδόασιν, καί τις ὑπερεπῄνει τὸ αἷμα τοῦτο παρὰ γυναικὶ συνεχῶς δυσπνοούσῃ, πυθομένου δέ μου ποίαν οἶδε δύσπνοιαν ὑπ’ αὐτοῦ τεθεραπευμένην, οὐδ’ ὅτι πλείους εἰσὶν ἠπίστατο. καὶ τοίνυν ἐχρήσατο μὲν ἐπὶ τῆς γυναικὸς, οὐδὲν δὲ ὤνησεν,

[δ΄. Περὶ αἵματος νυκτερίδος τε καὶ λαγωοῦ καὶ ἀλεκτορίδων καὶ αἰγῶν καὶ ἀρνῶν καὶ ἐρίφων ἄρκτων τε καὶ ταύρων καὶ τράγων.] καθάπερ οὐδὲ τὸ τῆς νυκτερίδος, ὃ γεγράφασιν ἔνιοι, καταχριόμενον τοῖς τιτθοῖς τῶν παρθένων ἄχρι πλείστου προσεσταλμένους αὐτοὺς διαφυλάττει. ἔστι δὲ καὶ τοῦτο ψεῦδος, ὥσπερ γε καὶ τὸ μὴ φύεσθαι τρίχας ἐν ταῖς μασχάλαις, ὃ καλῶς ποιῶν ὁ Ξενοκράτης διέβαλεν ὡς οὐκ ἀληθές. αὐτὸς δ’ ἀξιοῖ μετὰ τὴν ἐκείνου χρῆσιν ἢ χάλκανθον ἐπιπάττειν ἢ σπέρμα κωνείου. καί φησιν οὕτω πραξάντων ἢ μηδ’ ὅλως φύεσθαι τὰς τρίχας ἢ χνοώδεις φύεσθαι, ὥσπερ μικρόν τι φάρμακον προσφέρων τὸ σπέρμα τοῦ κωνείου καὶ οὐχ ἱκανὸν αὐτὸ καθ’ αὑτὸ καταψῦξαι γενναίως οἷς ἂν ἐπιτεθῇ μορίοις. ἔνιοι δὲ καὶ τοῖς

259
αἰδοίοις τῶν παίδων ἐπαλείφουσι τὸ τῆς νυκτερίδος αἷμα, νομίζοντες ἐκ τούτου φυλάξειν ἄνηβα μέχρι πλείστου τὰ μόρια. καίτοι γ’ ἐχρῆν οὐδὲ μέχρι πλείστου νομίζειν, ἀλλὰ διὰ παντὸς ἔσεσθαι τοιαῦτα, καθάπερ οἴονται καὶ τὰς μασχάλας. ἐκ μὲν οὖν τοῦ ψυγῆναι σφοδρῶς τὸ μόριον εὔλογόν ἐστι γενέσθαι τι τοιοῦτον, οὐ μὴν τό γε τῆς νυκτερίδος αἷμα ψυχρὸν εἰς τοσοῦτόν ἐστι κατὰ δύναμιν, ὅλως γὰρ οὐδὲν αἷμα ψυχρόν ἐστιν. ὡς τροφῇ μέντοι πολλάκις αἵματι χρῶνται πολλοὶ τοῦ τε λαγωοῦ καὶ τῶν ἀλεκτορίδων καὶ τῶν αἰγῶν, ἀλλὰ τῷ μὲν τοῦ λαγωοῦ καὶ τῶν ἀλεκτορίδων οὐκ ὀλίγοι καὶ τῶν ἐν ταῖς πόλεσι, τῷ δὲ τῶν αἰγῶν οἱ κατὰ τοὺς ἀγροὺς ἐμπιπλάντες αὐτῶν τὰς γαστέρας ἅμα τῇ πιμελῇ, καθάπερ Ὅμηρος ἔφη τοὺς μνηστῆρας. ἀλλὰ νῦν ἡμῖν ὁ λόγος ἐστὶν οὐ περὶ τῶν ἐν τροφῆς χώρᾳ προσφερομένων, ἀλλὰ τῶν ὡς φαρμάκων. ἔνια δ’, ὡς καὶ πρόσθεν εἴρηται, τροφαί τε ἅμα καὶ φάρμακά ἐστιν, ὧν ἐν τῇδε τῇ πραγματείᾳ καθ’ ὅσον φάρμακά ἐστιν, οὐ καθ’ ὅσον τροφαί. καὶ γὰρ καὶ ὅσοι τὸ αἷμα τῆς αἰγὸς τοῖς ὑδεριῶσι 
260
μετὰ μέλιτος ἔδοσαν ὡς φάρμακον, οὐχ ὡς τροφὴν αὐτὸ προσφέρουσιν, καὶ ὅσοι πρὸς δυσεντερίαν ὀπτήσαντες ἢ πρὸς ῥεῦμα γαστρὸς ἐχρήσαντο. καί μοι δοκεῖ τὸ παχυμερὲς αὐτοῦ καὶ γεῶδες ἅμα θερμότητι ξηραντικὸν ὑπολαβὼν εἶναι πρὸς ταύτην τὴν χρῆσιν ἀφικέσθαι τις. εἰς δὲ τὰς μηνίγγων αἱμοῤῥαγίας ἀλεκτρύονός τε καὶ ἀλεκτορίδος αἷμα γεγραμμένον ὑπ’ αὐτῶν εὑρὼν, οὔτ’ ἤλπισα δράσειν τι μέγα καὶ τῇ πείρᾳ κρίνειν ἅμα μὲν ᾐδέσθην, ὡς μὴ περίεργος ἢ μωρὸς εἶναι δοκοίην, εἰ τοσαῦτά τε καὶ τοιαῦτα φάρμακα δόκιμα παρελθὼν ἐλπίζοιμι τὸ τῶν ὀρνίθων τούτων αἷμα μᾶλλον ἀνύσειν, ἅμα δ’ ἐπισφαλοῦς οὔσης τῆς τοιαύτης αἱμοῤῥαγίας οὐκ ἐδόκει μοι καλῶς ἔχειν ἐπί τι τῶν ἀπειράστων ἀφικνεῖσθαι. σφαλερὰ γὰρ οὕτως ἡ τοιαύτη πεῖρα καὶ μόνοις βασιλεῦσιν ἐπὶ πονηρῶν ἀνθρώπων εὐλόγως παραλαμβανομένη. προκατέγνων δὲ καὶ τοῦ τῶν ἀρνῶν αἵματος, ὃ θεραπεύειν ἐπιληψίαν ἔνιοί φασι πινόμενον, οὐκοῦν οὐδὲ τοῦτο τῇ πείρᾳ κρίνειν ἤμελλον. εἰ δέ τις βούλεται πειραθῆναι, σαφῶς οἶδα
261
καταγινωσκόμενον αὐτῶν τῶν γραψάντων τὰ τοιαῦτα. πάντα γὰρ ὅσα πινόμενα φάρμακα τοὺς ἐπιληπτικοὺς ὀνίνησι, τῆς τεμνούσης ἐστὶ δυνάμεως, ἥκιστα δὲ τοιοῦτο τὸ τῶν ἀρνῶν αἷμα. τὸ δ’ ἐπὶ τοῦ τῶν ἐρίφων αἵματος εἰρημένον ὑπὸ Ξενοκράτους, ἐνδεχόμενον εἶναι νομίσας ἀνύειν τι διὰ τὴν τοῦ ὄξους μίξιν ὑπερεθέμην τινὶ πρᾶξαι τῶν ἐν ἀγρῷ διαιτωμένων ἀνδρὶ φιλογεώργῳ μὲν, πεπαιδευμένῳ δὲ τὴν πρώτην παιδείαν, καί φησιν αὐτῷ κεχρημένος ἐπὶ δυοῖν αἷμα πτυσάντων ὠφέλειάν τινα πεπειρᾶσθαι. ἐδόκει δέ μοι μηδέτερος αὐτῶν ἐξ ὧν διηγεῖτο μήτ’ ἐξ ἀρτηρίας αὐτὸ μήτε ἐκ λάρυγγος ἢ πνεύμονος ἐπτυκέναι. γράφει γοῦν ὁ Ξενοκράτης ἐν τῷ πρώτῳ περὶ τῆς ἀπὸ τῶν ζώων ὠφελείας, ἔνθα περὶ ἐρίφων διαλέγεται, κατὰ λέξιν ᾧδε· πρὸς τοὺς αἱμοπτυϊκοὺς πάνυ ὠφέλιμον. χρὴ δὲ μήπω πεπηγότι ὅσον ἡμικοτυλίῳ παραμῖξαι ὄξους δριμέος ἶσον, ἔπειτ’ ἀναζέσαντα τριχῇ διανέμειν, διδόναι τε καταῤῥοφεῖν ἑκάστης ἡμέρας μέρος ἓν, ὥστ’ ἔξεστί σοι κατ’ ἀγρόν ποτε τῶν ἄλλων ἀποροῦντι καὶ τούτῳ χρήσασθαι τὴν πεῖραν ἀκίνδυνον ἔχοντι.
262
τό γε μὴν τῆς ἄρκτου κατὰ τῶν ἀποστημάτων θερμὸν ἐπιτιθέμενον ἐγχωρεῖ πεπαίνειν αὐτά. προσθήσω δὲ τῷ λόγῳ καὶ τὸ τῆς αἰγός τε καὶ τράγου καὶ ταύρου. καί σοι πάρεστιν, εἰ βούλει, παρελθόντι μυρία τῶν εὐπορίστων φαρμάκων οἷς ἀποστήματα πεπαίνομεν ἄρκτους καὶ ταύρους καὶ τράγους καταθύειν ἐφ’ ἑκάστῃ δηλονότι χρήσει. οὐ γὰρ δὴ ἅπαξ γέ τις ἐπιθεὶς κατὰ τοῦ πεπονθότος μορίου τὴν ἐπαγγελίαν ἀπαιτήσει τοῦ φαρμάκου, οὐ μὴν οὐδὲ ψυχρὸν ἤδη γεγονὸς ὡς πεπηγέναι.

[ε΄. Περὶ αἵματος τῶν χλωρῶν βατράχων.] Τοῦ δὲ τῶν χλωρῶν βατράχων τῶν μικρῶν, οὓς βρέξαντάς τινες ὀνομάζουσι, τὸ αἷμα διαβεβαιουμένου τινὸς, ἐπειδὰν τῶν βλεφάρων ἐκτίλας τὰς τρίχας ἐπαλείψῃς, οὐκέτ’ ἀναφύεσθαι, ψεῦδος εὗρον ὑποβαλὼν τῇ πείρᾳ. μετὰ ταῦτα δὲ καὶ γεγραμμένον ὑπό τινων εὗρον αὐτὸ, καθάπερ γε καὶ τὸ τῶν κροτώνων, οὓς κυνοραίστας μᾶλλον ὀνομάζουσιν οἱ παλαιοί. ἀλλ’ οὐδὲ τοῦτο τὴν ἐπαγγελίαν ἔσωσεν εἰς πεῖραν ἀχθέν.

263

[στ΄. Περὶ αἵματος κροκοδείλου καὶ τῶν λοιπῶν.] Εἰ δὲ τὸ τοῦ χερσαίου κροκοδείλου ποιητικὸν ὀξυδορκίας ἐστὶν, οὐδὲ πειράζειν ἔμελλον, ἔχων ὀξυδερκῆ φάρμακα δόκιμα, καθάπερ οὐδ’ εἰ τὸ τῶν ὀχευόντων ἵππων, ἐσχαρωτικόν τε καὶ σηπτικὸν, οὐδ’ εἰ τὸ τῶν κατοικιδίων μυῶν ἀποπίπτειν ποιεῖ ἀκροχορδόνας. ἕτερα γὰρ ἦν μοι πολλὰ καὶ πρὸς τοῦτό γε τὸ πάθημα, καθάπερ γε καὶ πρὸς τὸ δυσιατότερον αὐτοῦ τὴν μυρμηκίαν ὀνομαζομένην, ἐφυλαττόμην τε γοητείας δόξαν ἀπενέγκασθαι, φθανόντων ἤδη τῶν βασκάνων ἰατρῶν λέγειν ἐκ μαντικῆς τινος, οὐκ ἰατρικῆς θεωρίας τὰς προῤῥήσεις ἐπὶ τῶν νοσούντων με ποιεῖσθαι.

[ζ΄. Περὶ γάλακτος.] Γάλα. διττὴν ἔχει τοῦτο χρείαν, τὴν μὲν ἑτέραν ὡς τροφὴν, τὴν δὲ ἑτέραν ὡς φάρμακον. ἀλλ’ ὡς μὲν τροφή τι δύναται διά τε τῆς θεραπευτικῆς μεθόδου καὶ κατὰ τὰ ἄλλα δεδήλωται. τὴν δ’ ὡς φαρμάκου δύναμιν αὐτὴν νῦν ἐρῶ, πρότερόν γε ἀναμνήσας κᾀπὶ τοῦδε, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ αἵματος, ὡς οὐ περὶ τοῦ νοσώδους γάλακτος, ἀλλὰ τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ

264
τῶν ζώων χρὴ ἀκούειν τῶν λεχθησομένων. τὸ τοίνυν ὑγιεινότατον γάλα, καθάπερ καὶ τὸ αἷμα, καθαρόν ἐστι καὶ εἰλικρινὲς, οὔτε πικρότητος οὔτ’ ὀξύτητος οὔτε δριμύτητος οὔθ’ ἁλυκότητος οὔτε δυσωδίας μετέχον, ἀλλ’ ὡς ἂν εἴποι τις εὐῶδες ἢ ἄνοσμον ἢ εἴπερ ἄρα σμικρᾶς τινος εὐωδίας μετέχον. εὔδηλον ὅτι καὶ γευόμενόν ἐστιν ἡδὺ, βραχεῖαν ἔχον γλυκύτητα, καθάπερ καὶ τὸ αἷμα τὸ ὑγιεινὸν, ἐξ οὗ καὶ ἡ τοῦ γάλακτός ἐστι γένεσις. τὸ δὲ τοιοῦτο γάλα πρὸς τὰ δριμέα καὶ δάκνοντα ῥεύματα συμφορώτατόν ἐστιν, οὐ μόνον ἀποπλῦνον αὐτὰ τῶν ἐνοχλουμένων μορίων, ἔστι γὰρ αὐτῷ τοῦτο καὶ πρὸς τὸ ὕδωρ κοινὸν, ἀλλὰ καὶ περιπλαττόμενον τοῖς σώμασιν, ὡς μὴ γυμνοῖς αὐτοῖς προσπίπτειν τὸ ἐπιῤῥέον. οὐ μόνον δὲ κατὰ τοῦτο πλεονεκτεῖ τοῦ ὕδατος, ἀλλὰ καὶ τῷ περιπλύνειν αὐτὸ, διὰ τὸ περιέχειν ἐν ἑαυτῷ ῥυπτικὴν ὑγρότητα τὴν ὀνομαζομένην ὀῤῥὸν, ὃς προαποκλύζεται καὶ προσαποκλύζει τὰ σώματα. τῷ δὲ λοιπῷ παντὶ παχεῖ ὄντι καὶ λιπαρῷ περιπλάττεται καθ’ ὅνπερ τρόπον καὶ ἡ πιμελὴ καὶ τὸ στέαρ, ὠοῦ τε τὸ λευκὸν ἥ τ’ ἐκ τοῦ πεπλυσμένου κηροῦ καὶ ἐλαίου κηρωτή· καὶ γὰρ καὶ 
265
ταῦτα τὰς ἀπὸ τῶν δριμέων ἰχώρων πραΰνει δήξεις, ἐκ τοῦ περιπλάττεσθαι τοῖς σώμασιν ἄδηκτον ἔχοντα φύσιν. εὐτρεπτότατον δ’ ὂν ἅπαν γάλα, καὶ μάλισθ’ ὅταν ᾖ τὸ περιέχον θερμὸν, ἀποβάλλει πολὺ τῆς εἰρημένης δυνάμεως, εἰ μὴ παραχρῆμά τις αὐτῷ χρῷτο θερμῷ τῶν τιτθῶν ἐκχυθέντι. μάλιστα μὲν οὖν γυναικὸς εὐεκτούσης τε καὶ καλῶς διαιτωμένης γάλακτι χρηστέον ἐστὶν, οἰκειότατον γὰρ ἀνθρωπείῳ σώματι τοῦτο, δεύτερον δὲ τῶν ἄλλων ζώων, ὅσα μὴ πολὺ κεχώρισται τῆς ἀνθρώπου φύσεως. εἴσῃ δὲ τοῦτο ῥᾳδίως ἐκ τῆς τῶν σαρκῶν ὀσμῆς, ἀηδοῦς μὲν οὔσης τῶν πόῤῥω ταῖς κράσεσιν ἀφεστηκότων, οἷον κυνὸς, λύκου, λέοντος, παρδάλεως, ἀλώπεκος, ὑαίνης, ἄρκτου καὶ τῶν ὁμοίων, οὐκ ἀηδοῦς δὲ τῶν μὴ πόῤῥω, καθάπερ ὑὸς, αἰγὸς, ἵππου, βοὸς, ὄνου, προβάτου. καὶ τοίνυν καὶ χρῶνται πάντες οἱ ἄνθρωποι τῇ πείρᾳ διδαχθέντες αἰγείῳ τε καὶ προβατείῳ καὶ βοείῳ καὶ ὀνείῳ γάλακτι, καὶ τυροὺς δὲ ποιοῦσιν ἐξ αὐτῶν, ὅτι μὴ τοῦ ὀνείου. λεπτὸν γὰρ πάνυ τοῦτο καὶ μεστὸν ὀῤῥώδους ὑγρότητος, ὥσπερ γε τὸ βόειον παχύ. μέσον δ’ ἐστὶν
266
τῇ συστάσει τὸ τῆς αἰγὸς, ἄπεπτον δὲ καὶ ὑδατῶδες ὗς ἔχει τὸ γάλα. σύγκειται δ’ ἐκ τριῶν οὐσιῶν ἅπαν γάλα, τυρώδους, ὀῤῥώδους, λιπαρᾶς, ἣν πλείστην ἔχειν φαίνεται τὸ βόειον, ἐξ ἧς καὶ τὸ καλούμενον βούτυρον ποιοῦσι, πεπτικῆς τε καὶ χαλαστικῆς ὂν δυνάμεως, διὸ καὶ μάλιστα αὐτῷ χρῶνται ἐπί τε παρωτίδων καὶ βουβώνων.

[η΄. Περὶ ὀῤῥοῦ γάλακτος.] Ὁ δὲ ὀῤῥὸς, ὡς εἴρηται, ῥυπτικὴν ἔχει δύναμιν, ὑπαγωγῆς τε γαστρὸς ἕνεκα λαμβάνεται καὶ διὰ κλυστήρων ἐνίεται, περιῤῥύπτων τε καὶ περιπλύνων ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας. ἕλκη τε τὰ δριμεῖς ἰχῶρας ἔχοντα κατακλύζων ἄν τις ἀνθ’ ὕδατος ὀῤῥῷ κάλλιστα ποιήσειεν. ὅσα τε διαφορητικὰ φάρμακα τῶν ἐκχυμωμάτων τε καὶ μελασμάτων ἐστὶν καὶ ταῦτα δι’ ὀῤῥοῦ περιπλύνειν ἄμεινον, οὐ δι’ ὕδατος. οὕτως οὖν αὐτῷ καὶ πρὸς ὑπώπια καὶ ὑποσφάγματα χρώμεθα, μιγνύντες τοῖς οἰκείοις πρὸς ταῦτα φαρμάκοις. τὸ δὲ τυρῶδες καὶ παχὺ τοῦ γάλακτος ἐμπλάττεται μᾶλλον, καὶ κατὰ τοῦτο τὰς δριμύτητας ἀμβλύνει. ὅταν δὲ προσλάβῃ τινὸς ἑτέρας ξηραντικῆς

267
δυνάμεως, ἄριστον γίγνεται φάρμακον ἐπί τε δυσεντερικῶν καὶ πάντων τῶν κατὰ γαστέρα δριμέων ῥευμάτων, προσλαμβάνει δὲ διὰ τῶν ἐμβαλλομένων αὐτῷ προαφεψημένων διαπύρων λίθων. εἶναι δὲ χρὴ τούτους οὓς ὀνομάζουσιν κάχληκας, ἑψῆσθαί τε τὸ γάλα, μέχρις ἂν ἐκδαπανηθῇ τὸ πλεῖστον ἐξ αὐτοῦ τῆς ὀῤῥώδους ὑγρότητος. ἡμεῖς δὲ καὶ διὰ σιδηρῶν κυλίνδρων διαπύρων ἐμβαλλομένων αὐτῷ τὴν αὐτὴν ἢ καὶ βελτίονα δύναμιν ἐργαζόμεθα. μετέχει γὰρ ὁ σίδηρος, ὡς εἴρηται, στυπτικῆς δυνάμεως, καὶ τούτου γε χάριν τοὺς κυλίνδρους αὐτὸς παρεσκευασάμην πλείονας ἐπὶ πέρασιν ὀβελῶν προσκειμένους, ἵνα τις ἐκ τῆς λαβῆς εὐκόλως ἐπαίρῃ πυρωθέντα τὸν σίδηρον. ὥσπερ δὲ τῶν καυστηρίων, οὕτω καὶ τούτων τὰς λαβὰς ἐνελίττω ῥάκεσιν. ὅλον δὲ τὸ γάλα πρός τε τὰ κατ’ ὀφθαλμοὺς ῥεύματα δριμέα κατὰ μόνας τε καὶ μετὰ τῶν ἁπλῶν κολλυρίων ἐστὶ χρήσιμον, ἔτι τε πρὸς ὑποσφάγματα καὶ ὑπώπια, καὶ μέντοι καὶ κατὰ τῶν βλεφάρων ἔξωθεν, ὑπνοῦν μελλόντων τῶν ὀφθαλμιώντων ἐπιτιθέμενον ἅμα ῥοδίνῳ καὶ ὠῷ, πέττει τὰς φλεγμονὰς
268
αὐτῶν, γυναικὸς δ’ ἔστω τὸ γάλα τοῦτο, πρόσφατον ἐκ τῶν τιτθῶν ἐπισταζόμενον. ἐνίεμεν δὲ αὐτὸ καὶ μήτραις ἡλκωμέναις καὶ κατὰ μόνας μὲν, ἀλλὰ καὶ τοῖς ἀδήκτως θεραπεύουσι φαρμάκοις μιγνύντες οἷς μίγνυται, κᾀπειδὰν τὰ κατὰ τὴν ἕδραν ἕλκη παρηγορῶμεν, ὀδυνώμενα διὰ δριμεῖς ἰχῶρας ἢ φλεγμονὰς ἢ στολίδας ἀνεξαμένας. οὕτως δὲ καὶ πρὸς τὰ κατὰ τὰ αἰδοῖα χρώμεθα καὶ πάνθ’ ἁπλῶς τὰ παρηγορίας δεόμενα διὰ φλεγμονὴν ἢ δῆξιν ἢ κακοήθειαν. διὰ τοῦτο οὖν καὶ τοῖς καρκινώδεσιν ἕλκεσιν προσφέρεται μιγνύμενον ἀνωδύνοις φαρμάκοις, οἷα μάλιστα τὰ διὰ πομφόλυγός ἐστι. καὶ τί δεῖ λέγειν ὅτι καὶ διάκλυσμα καὶ διακράτημα τῶν ἐν τῷ στόματι φλεγμαινόντων ἀνωδυνώτατόν ἐστιν ἀνακογχυλιζόμενον; καὶ φλεγμαίνοντα παρίσθμια κατὰ σταφυλὴν καὶ ἀντιάδας ἱκανῶς παρηγορεῖ, καὶ διὰ τοῦτο καὶ συνάγχην, ἁπλῶς δ’ εἰπεῖν, ὡς ἔφην, παρηγορικόν ἐστι φάρμακον, ἄδηκτον μὲν ἔχον καὶ τὴν ὅλην οὐσίαν, πολὺ δὲ μᾶλλον ὅταν ἐκδαπανήσωμεν αὐτῆς ἑψήσει μετρίᾳ τὸ πλέον τῆς ὀῤῥώδους ὑγρότητος. οὕτως γοῦν μοι δοκοῦσιν οἱ ἰατροὶ
269
καὶ πρὸς τὰ κατὰ διάβρωσιν ἀναιροῦντα θανάσιμα φάρμακα, προτραπῆναι διδόναι τὸ γάλα, καθάπερ ὅ τε θαλάττιος λαγωὸς ἀναιρεῖ καὶ ἡ κανθαρίς. ἔνιοι δὲ καὶ τοῖς ἀκόνιτον ἢ θαψίαν εἰληφόσι διδόασιν. ἀλλὰ ταῦτα μὲν εὐλόγως ἐπενόησαν, ἕτερα δ’ ἐψεύσαντο φανερῶς, ὥσπερ καὶ τὸ περὶ τὸ τῆς κυνὸς γάλακτος ὡς κωλύοντος ἀνιέναι τρίχα ἐκ τῶν βλεφάρων, εἰ ἐξαιρεθεισῶν αὐτῶν ἐπιχρισθείη τῷ τόπῳ, ὅθεν αἱ ῥίζαι τῶν τριχῶν ἀνεσπάσθησαν. κατὰ δὲ τὸν αὐτὸν λόγον οἱ γράψαντες εἴργειν αὐτὸ τῆς ἐπὶ τῶν αἰδοίων ἐκφύσεως ταχείας τὰς τρίχας, εἰ περιχρισθείη πρὶν ἡβᾷν, ἐκβάλλειν τε τὰ νεκρὰ τῶν ἐμβρύων ποθὲν, οὐκ ἀληθεύουσιν. ἕτερα δέ τινα γοητείας ἐχόμενα γράφουσιν περί τε τούτων καὶ ἄλλων τινῶν ζώων γάλακτος, ἃ καταρχὰς εὐθέως ἠρνησάμην αὐτὸς ἐρεῖν, εἰ καὶ πεῖραν αὐτῶν εἶχον ὡς ἀληθῶς λεγομένων.

[θ΄. Περὶ τυροῦ.] Τυρός. τῷ περὶ γάλακτος λόγῳ καὶ περὶ τυροῦ προσθεῖναι προσήκει, διότι γάλα πεπηγός ἐστιν. οὐ μὴν ἥ γε οὐσία πᾶσα τοῦ γάλακτος πήγνυται κατὰ τοὺς 

270
τυροὺς, ἀλλὰ τὸ παχὺ μόνον, ἀποκρινομένου τε καὶ χωριζομένου τοῦ λεπτοῦ καὶ ὀῤῥώδους. ἔχειν δ’ ἐῤῥέθη τὸ γάλα καὶ λιπαράν τινα καὶ οἷον ἐλαιώδη φύσιν ἐν ἑαυτῷ, καὶ πλείστην ταύτην ἔφην ὑπάρχειν ἐν τῷ βοείῳ, κᾀπειδὰν ἀποχωρισθῇ τοῦ λοιποῦ γάλακτος, αὐτὸ καθ’ αὑτὸ γενόμενον τὸ λιπαρὸν τοῦτο βούτυρον ὀνομάζεσθαι, παγὲν δ’ ἅμα τῷ παντὶ γάλακτι, χωρισθείσης κατὰ τὴν πῆξιν δηλονότι τῆς ὀῤῥώδους ὑγρότητος, λιπαρὸν ἐργάζονται τὸν τυρόν. καί τινες οὕτω γίνονται λιπαροὶ τῶν βοείων τυρῶν, ὡς ἐκρεῖν αὐτῶν ἐλαιῶδές τι. τῷ χρόνῳ δὲ καὶ οὗτοι καὶ οἱ ἄλλοι πάντες δριμύτεροί σοι φανοῦνται γευομένῳ τε καὶ ὀσμωμένῳ. καί ποτε τυρόν μοι κομισθέντα βόειον ἀπὸ τῆς ὀσμῆς δριμὺν εἶναι τεκμηράμενος ἀπέῤῥιψα, κᾀγὼ μὲν ᾤμην ἀνηλῶσθαι πρὸς τῶν οἰκετῶν αὐτὸν, ὁ δὲ φυλάττειν εἰθισμένος τὰ τοιαῦτα μετὰ χρόνον συχνὸν ἐκ τοῦ ταμιείου προκομίσας ἠρώτα τί κελεύοιμι δὴ περὶ αὐτοῦ. καὶ φανέντος ἀβρώτου διὰ δριμύτητα, πρόβλημα μετὰ παιδιᾶς ἦν ὅπως ἄν τις αὐτὸν διάθοιτο χρησίμως. ἐν τούτῳ δή τινος ἀρθριτικοῦ κομισθέντος
271
ἐπὶ δίφρου πρός με, πώρους ἐν τοῖς ἄρθροις ἔχοντος, ἐπῆλθέ μοι σκέλος ταριχηρὸν ὑὸς, ὃ ἦν ἔνδον, ἑψήσαντα δεῦσαι τῷ ἀφεψήματι τὸν τυρὸν, ἐν θυίᾳ τε καλῶς ἑνώσαντα κατὰ τῶν πώρων ἐπιτιθέναι. καὶ τοίνυν ὁ ἀρθριτικὸς ὑπὸ τοῦ φαρμάκου τούτου μεγίστως ὤνητο. διαῤῥηγνυμένου γὰρ αὐτομάτως αὐτῷ τοῦ δέρματος ἄνευ τομῆς, ἀπέῤῥεεν ἀλύπως ἑκάστης ἡμέρας μόρια τῶν πώρων. ἐπεὶ δ’ ὅλως ὁ παρ’ ἐμοὶ τυρὸς ἐξεδεδαπάνητο, τοιοῦτον ἕτερον ἑαυτῷ πορισάμενος ὁ ἀρθριτικὸς ἐφύλαττεν εἰσαῦθις, ὕστερον δὲ πάλιν ἐχρήσατο παλαιωθέντι, κᾀπειδὴ καὶ τότε τῆς αὐτῆς ὠφελείας ἐπειράθην, πολλάκις τοῦ λοιποῦ διετέλεσε χρώμενος αὐτῷ, καί τινας ἄλλους τῶν ὁμοίως πασχόντων φίλων ἐδίδαξεν. τοῦτο μὲν οὖν ἐκ τῆς ἡμετέρας ἐπινοίας τῇ πείρᾳ βεβαιωθὲν ἐγνώσθη, τὸν δὲ πρόσφατον τυρὸν ἐναντίας ὄντα τῷ παλαιῷ κράσεως, ἐπέθηκά ποτε τραῦμα μέτριον τῷ μεγέθει ἔχοντι κατ’ ἀγρὸν ἀνθρώπῳ, προλειώσας δηλονότι. κατ’ αὐτοῦ δ’ ἔξωθεν ἐπέθηκα φύλλα λαπάθου. δύναιτο δ’ ἂν, εἰ μὴ παρείη ταῦτα, καὶ ἀμπέλου καὶ πλατάνου
272
καὶ τεύτλου καὶ θριδακίνης ἐπιβάλλεσθαι. αὐτὸς μὲν οὖν ὁ τυρὸς ἐκόλλησε τὸ τραῦμα ἁπαλός τις ὤν. ἕτερος δὲ ὁ καλούμενος ἐν Περγάμῳ τε παρ’ ἐμοὶ καὶ κατὰ τὴν ὑπερκειμένην Ἀσίαν ὀξυγαλάκτινος, ἀγροίκου μέγα τραῦμα σχόντος ἐκόλλησεν ὁμοίως ἐπιτεθείς. ἀποκρουστικὴν γὰρ ὁ μαλακός τε καὶ νεοπαγὴς τυρὸς ἔχει δύναμιν ἐμψύχων ἀτρέμα. ὁ δ’ ὀξυγαλάκτινος καὶ πρὸς ταῦτα καὶ διαφορητικὴν ἐπικτᾶται βραχεῖαν.

[ι΄. Περὶ βουτύρου.] Βούτυρος ἢ βούτυρον, ὅπως ἂν ἐθέλῃς ἀῥῥενικῶς τε καὶ οὐδετέρως ὀνομάζειν αὐτόν. γίνεται μὲν οὖν ἐκ τοῦ λιπαρωτάτου κατὰ τὸ γάλα, καθότι προείρηται. θαυμάζω δ’ ὅπως ὁ Διοσκορίδης ἐκ προβατείου φησὶν αὐτὸν καὶ αὐγείου τὴν γένεσιν ἔχειν. ἐγὼ γὰρ ἐκ τοῦ βοείου τὸ φάρμακον τοῦτο γιγνόμενον οἶδα, καὶ διὰ τοῦτο νομίζω καὶ βούτυρον καλεῖσθαι, πεπτικῆς τ’ ἐστὶ δυνάμεως, ἔχον ὀλίγον τι τῆς διαφορητικῆς, ἐπί τε τῶν μέσων κατά τε τὴν μαλακότητα καὶ σκληρότητα σώματος. ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ τὰς ἁπλᾶς καὶ ἄνευ προσθήκης καὶ διορισμοῦ τινος ἀποφάνσεις ἐπὶ τῶν μέσων τῇ κράσει λέγεσθαι

273
σωμάτων. τῶν μὲν γὰρ σκληρῶν τελέως σωμάτων τοὺς παρὰ φύσιν ὄγκους διαφορεῖν ἀδύνατόν ἐστι τὸ φάρμακον τοῦτο, τὰ δὲ μαλακὰ φλεγμαίνοντα καὶ πέττει καὶ διαφορεῖ ῥᾳδίως, ὥστε καὶ παρωτίδας καὶ βουβῶνας καὶ τὰς ἐν τῷ στόματι φλεγμονὰς καὶ ἄλλα δὲ μυρία πολλὰ τελέως αὐτῷ μόνῳ ἰασάμεθα παιδικῶν σωμάτων καὶ γυναικείων πασχόντων. ἀλλὰ κᾀπὶ τῶν φυόντων ὀδόντας παιδίων διαχριόμενον συνεχῶς οὐδὲν ἧττον μέλιτος λεπτύνει τὰ οὖλα, δι’ ὧν ἡ διέξοδος αὐτοῖς γίνεται. καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸ στόμα φλεγμονώδη πάθη μετὰ τὸ παύσασθαι τὸ ἐπιῤῥέον διαφορεῖ τε καὶ πέττει. διὸ καὶ τοῖς καταπλάσμασι μίγνυται τοῖς ἔξωθεν ἐπιτιθεμένοις, κατὰ παρωτίδων τε καὶ ὑποχονδρίων καὶ βουβώνων. καὶ μέντοι καὶ καταποθὲν εἰς τὴν γαστέρα καὶ δι’ αὐτῆς ἀναδοθὲν συντελεῖ μεγάλα ταῖς ἐκ πνεύμονος ἀναπτύσεσιν ἐν πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς πάθεσιν, μετὰ καὶ τοῦ πέττειν αὐτά. μόνον μὲν οὖν ἐκλειχόμενον πέπτει μὲν μᾶλλον, ἀνάγει δὲ ἧττον, ἅμα δὲ μέλιτι καὶ ἀμυγδάλοις πικροῖς ἀνάγει μὲν μᾶλλον, ἧττον δὲ πέττει.

274