De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ια΄. Περὶ καδμείας.] Καδμεία γίνεται μὲν καὶ κατὰ τὴν ἐν ταῖς καμίνοις γένεσιν τοῦ χαλκοῦ, τῆς γῆς ὅλης ἐκείνης ἐξ ἧς ὁ χαλκὸς γεννᾶται κατὰ τὴν καμινείαν ἀναπεμπούσης εἰς ὕψος οἷον αἴθαλόν τινα ἢ ἄσβολον, ἢ αἰθάλην γε καὶ ἀσβόλην, ὡς ἂν ἐθέλῃ τις καλεῖν. εἰ δ’ οὐ γῆν, ἀλλὰ λίθον ἐθέλεις καλεῖν, ἐξ οὗ διακρινομένου κατὰ τὰς καμίνους τὸ μέν τι χαλκὸς γίνεται, τὸ δὲ καδμεία, τὸ δὲ διφρυγὲς, διαφερέτω μηδέν. γίγνεται δὲ καὶ ἐν τοῖς ἀργυρίοις μετάλλοις κατὰ τὴν ὁμοίαν διάκρισιν ἢ γένεσιν ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν. ἀλλὰ καὶ τοῦ πυρίτου λίθου καμινευομένου γίγνεται καδμεία. καὶ χωρὶς δὲ καμίνου καδμεία κατὰ Κύπρον εὑρίσκεται, καὶ δικαίως ἄν τις τὴν τοιαύτην ὀνομάζοι

220
λίθον. ἐν γοῦν τοῖς Σόλοις τῆς ἐν ταῖς καμινείαις γεννωμένης καδμείας ὀλίγιστον ἦν ἔτι καθ’ ὃν ἐγὼ χρόνον ἐπεδήμησα τῇ νήσῳ. λίθους δὲ λαβὼν παρὰ τοῦ τοῖς μετάλλοις ἐπιτεταγμένου κατά τε τὰ ὄρη καὶ τοὺς ῥύακας εὑρισκομένους, οὓς εἰς Ἀσίαν τε καὶ Ἰταλίαν κομίσαντός μου, μέγιστον δῶρον ἐδόκουν οἱ φίλοι λαμβάνειν, ὡς τῆς ἄλλης καδμείας ἐκείνην οὖσαν ἀμείνονα. τὴν τοιαύτην μὲν οὖν εἰκότως ἄν τις ὀνομάζοι λιθώδη καδμείαν, τῆς δὲ καμινευομένης ἡ μέν τις βοτρυῗτις, ἡ δὲ πλακῖτις ὑπὸ τῶν ἰατρῶν καλεῖται· βοτρυῗτις μὲν ἡ ἐν τοῖς ὑψηλοτέροις μέρεσι τῶν οἴκων ἀθροιζομένη κατὰ τὰς καμινείας, πλακῖτις δὲ ἡ ἐν τοῖς ταπεινοτέροις. καὶ πρόδηλον ὅτι λεπτομερεστέρα μὲν ἡ βοτρυῗτίς ἐστι, παχυμερεστέρα δὲ ἡ πλακῖτις, ἀμφότεραι δὲ ξηραντικῆς δυνάμεως, ὥσπερ καὶ τἄλλα τὰ μεταλλευόμενά τε καὶ λιθώδη καὶ γεώδη. πρὸς δὲ τῇ ξηραντικῇ καὶ τὴν ῥυπτικὴν μετρίως ἔχει. ἥ γε μὴν ἐκ τῶν καμίνων ἐξ ἀνάγκης ἔχει τι καὶ τῆς τοῦ πυρὸς δυνάμεως. εἰκότως οὖν πλύνοντες αὐτὴν φάρμακον ἐργάζονται ξηραῖνόν τε καὶ ῥύπτον
221
μετρίως ἄνευ δήξεως ὡς εἰς τὰ πληρώσεως ἕλκη δεόμενα κατά τε τοὺς ὀφθαλμοὺς καὶ τὸ πᾶν σῶμα χρήσιμον. τὰ δὲ λίαν ὑγρὰ τῶν ἑλκῶν ἢ σηπεδονώδη κατὰ μὲν τὰ πάνυ μαλακὰ τῶν σωμάτων, οἷα τὰ τῶν εὐνούχων τε καὶ παίδων καὶ γυναικῶν ἐστιν, ὀνίνησιν ἡ τοιαύτη καδμεία· κατὰ δὲ τὰ σκληρὰ καὶ σύντονα τῶν εὐτονώτερον ξηραινόντων ἐστὶ χρεία φαρμάκων. ἀεὶ τοίνυν χρὴ μεμνῆσθαι πρὸς τὴν εὔκρατόν τε καὶ μέσην τῶν ὑπερβολῶν φύσιν ἀναφέρεσθαι τὸν λόγον ἐν ἅπασι τοῖς ἁπλῶς λεγομένοις, οἷον ὅτε εἴπωμεν ἤτοι πληρωτικὸν ἑλκῶν ἢ ἐπουλωτικὸν εἶναι φάρμακον, ἢ ἄλλο ὁτιοῦν ἄλλο ποιοῦν, πρὸς ἣν καὶ ἡμεῖς νῦν ἀναφέροντες ξηραντικὴν καὶ βραχέως ῥυπτικὴν τῇ καδμείᾳ τὴν δύναμιν εἶναί φαμεν, ἐν δὲ τῇ κατὰ θερμότητά τε καὶ ψύξιν διαφορᾷ σύμμετρός πώς ἐστιν οὐδέτερον ἐπιφανῶς ἐργαζομένη.

[ιβ΄. Περὶ κινναβάρεως.] Κιννάβαρι δριμείας μετρίως δυνάμεώς ἐστιν, ἔχει δέ τι καὶ στύψεως.

[ιγ΄. Περὶ κισσήρεως.] Κίσσηρις ἐάν τ’ ἐν τοῖς μεταλλευτοῖς

222
τάξῃς αὐτὴν, ἐγκαλέσουσιν οἱ φιλεγκλήμονες, ἄν τ’ ἐν τοῖς λίθοις, οὐ συγχωρήσουσι λίθον εἶναι, πολὺ δὲ μᾶλλον οὐδὲ γῆν, οὐδὲ τῶν ἐκ θαλάττης τι. καὶ μὴν δεῖ ποτε περὶ αὐτῆς εἰπεῖν, ἐμβαλλομένης εἴς τε τὰ σαρκωτικὰ φάρμακα καὶ τὰ τῶν ὀδόντων ῥυπτικά. τοῦτο μὲν οὖν ἀκαύτου, τοῦτο δὲ κεκαυμένης, ἡνίκα καὶ λεπτομερεστέρα γίνεται τοῖς ἄλλοις τοῖς κεκαυμένοις ἅπασι παραπλησίως, ἀλλ’ ἐν τῇ καύσει προσλαμβάνει τι δριμὺ, καὶ ἀποτίθεταί γε πάλιν αὐτὸ πλυνομένη. δόξειε δ’ ἂν τοὺς ὀδόντας λαμπρύνειν οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῇ τραχύτητι, καθάπερ εἰ καὶ σμύριν ἢ ὄστρακον ἤ τι τοιοῦτον λειώσας προσφέροις, ἅτινα καὶ αὐτὰ λαμπρύνει τάχα κατ’ ἄμφω, διότι τε ῥυπτικὸν ἔχει τι καὶ τῇ τραχύτητι. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ κεκαυμένα κέρατα λαμπρυντικὰ τῶν ὀδόντων ἐστίν.

[ιδ΄. Περὶ κονίας τῆς ἐκ τῆς τέφρας.] Κονία. τῆς τέφρας πλυθείσης ἡ κονία γίνεται, τέφραν δὲ τὸ ὑπόλειμμα τῶν κεκαυμένων σωμάτων ὀνομάζουσιν οἱ Ἕλληνες, ἐάν τε λιθώδη τὴν φύσιν, ἐάν τε δένδρων ἢ ζώων ᾖ μόρια. κατὰ

223
τὴν φύσιν οὖν τοῦ πλυνομένου καὶ ἡ κονία γίνεται, τοῦ μὲν ἐμπύρευμα δριμύτατον ἔχοντος δριμυτάτη, τοῦ δὲ μὴ τοιούτου μετριωτέρα, διὸ καὶ ταῖς σηπταῖς λεγομέναις δυνάμεσι μίγνυται καυστικὴν ἔχουσα θερμότητα, τῷ λεπτομερεῖ τῆς οὐσίας ἀνωδύνως κάουσα.

[ιε΄. Περὶ κυανοῦ.] Κυανὸς εἴτ’ ἀρσενικῶς εἴτε θηλυκῶς ἐθέλεις ὀνομάζειν τὸ φάρμακον τοῦτο, δριμείας ἐστὶν δυνάμεως, καθαιρετικῆς τε καὶ διαφορητικῆς πλέονος ἢ κατὰ τὸ κιννάβαρι· μετέχει δὲ καὶ στύψεως.

[ιστ΄. Περὶ λεπίδος τῆς ἀπὸ χαλκοῦ καὶ σιδήρου καὶ στομώματος.] Λεπὶς ἡ μέν τίς ἐστι. χαλκοῦ πολύχρηστον φάρμακον, ἡ δέ τις σιδήρου τε καὶ στομώματος. ὀνομάζουσι δέ τινες καὶ ἡλῖτιν λεπίδα. ξηραίνουσι μὲν οὖν ἰσχυρῶς ἅπασαι, διαφέρουσι δ’ ἀλλήλων αὐτῷ τε τῷ ξηραίνειν ἧττόν τε καὶ μᾶλλον καὶ τῷ παχυμερεστέρας ἢ λεπτομερεστέρας οὐσίας εἶναι καὶ τῷ στύψεως μετέχειν ἧττόν τε καὶ μᾶλλον. ἡ μὲν οὖν ἡλῖτις ἐν τῷ ξηραίνειν πρωτεύει. καὶ 

224
γὰρ καὶ λεπτομερεστέρα τῶν ἄλλων ἐστὶν, προσειληφυῖά τι καὶ ἰοῦ, στύψεως δὲ πλείονος ἡ τοῦ σιδήρου μετέχει λεπὶς, καὶ ταῦτ’ ἔτι μᾶλλον ἡ τοῦ στομώματος, διὸ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἀμείνους εἰσὶ τῆς τοῦ χαλκοῦ. καθαιρεῖ δὲ καὶ τήκει σάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ, ταύτης δ’ ἔτι μᾶλλον ἡ ἡλῖτις. ἅπασαι δὲ λεπίδες δακνώδεις εἰσὶν οὐκ ἀγγεννῶς, ᾧ καὶ δῆλον ὡς ἡ τῆς οὐσίας αὐτῶν σύστασις οὐ πάνυ τι λεπτομερής ἐστιν, ἀλλὰ παχυμερὴς μᾶλλον. ἀδηκτότερον γὰρ ἀεὶ τῶν τὴν αὐτὴν δύναμιν ἐχόντων ἐστὶ τὸ λεπτομερέστερον, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις ἐδείχθη.

[ιζ΄. Περὶ λιθαργύρου.] Λιθάργυρος ξηραίνει μὲν ὥσπερ καὶ τἄλλα πάντα τὰ μεταλλικά τε καὶ γεώδη καὶ λιθώδη φάρμακα, μετριώτατά γε μὴν τοῦτο ποιεῖ. καὶ κατὰ τὰς ἄλλας δὲ ποιότητάς τε καὶ δυνάμεις ἐν τῷ μέσῳ πώς ἐστιν, οὔτε θερμαίνουσα σαφῶς οὔτε ψύχουσα καὶ τοῦ στύφειν τε καὶ ἀποῤῥύπτειν μετρίως μετέχει. διὸ καὶ τῶν σαρκωτικῶν φαρμάκων, ἃ μετρίως ἐδείχθη ῥυπτικὰ, λείπεται καὶ

225
τῶν συναγόντων δὲ καὶ στυφόντων. πρὸς δὲ τὰ κατὰ μηροὺς παρατρίμματα χρήσιμόν ἐστι φάρμακον, ἐπειδὴ βραχέως ἀμφοτέρων τῶν εἰρημένων μετέχει δυνάμεων. τῆς μέσης οὖν τάξεως εἰκότως ἂν ἐν τοῖς μεταλλικοῖς νομίζοιτο. διὸ καὶ ὡς ὕλῃ χρώμεθα πολλάκις αὐτῇ, μιγνύντες τοῖς ἰσχυρὰν ἔχουσι δύναμιν ἢ δάκνουσαν ἢ στύφουσαν ἢ ὅ τι ἄλλο ποιοῦσαν, ὥσπερ κᾀν τοῖς τηκτοῖς τῷ κηρῷ χρώμεθα πρὸς τὰ πλεῖστα τῶν φαρμάκων ὥσπερ ὕλῃ τινί. διότι καὶ αὐτὸς ἐν τῷ μέσῳ πως τέτακται τῶν ἰσχυρὰν ἐχόντων δύναμιν.

[ιη΄. Περὶ νίτρου.] Νίτρον εἴρηται καὶ πρόσθεν ἐν τῷ μεταξὺ τοῦ ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεως εἶναι, καυθὲν δ’ ἐγγυτέρω γίγνεται τῷ ἀφρονίτρῳ, λεπτομερέστερον δ’ ἐκ τῆς καύσεως ἀποτελούμενον. ξηραίνει τοιγαροῦν καὶ διαφορεῖ καὶ, εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν ἁλῶν. ἀφρόνιτρον δ’ εἰ μὴ μεγάλης ἀνάγκης οὔσης οὐδὲ καταπίνει τις ὡς ἂν κακοστόμαχον ὂν, ἐπεί τοι μᾶλλόν ἐστι νίτρου τμητικόν. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις

226
ἀγροῖκος αὐτῷ καὶ διὰ παντὸς εὐδοκίμει. νίτρῳ δὲ κεκαυμένῳ τε καὶ ἀκαύστῳ καὶ ἔτι μᾶλλον αὐτοῦ τῷ ἀφρῷ καὶ ἡμεῖς ἐπὶ τοιούτων χρώμεθα.

[ιθ΄. Περὶ μελαντηρίας.] Μελαντηρία τῶν στυφόντων ἱκανῶς ἐστι φαρμάκων, μετὰ τοῦ καὶ λεπτομερὴς εἶναι σχεδὸν ἁπάντων τῶν στυφόντων μάλιστα.

[κ΄. Περὶ μέλανος γραφικοῦ.] Μέλαν ᾧ γράφομεν, ἱκανῶς καὶ τοῦτο ξηραίνει λυόμενον ὕδατι. καὶ τὰ πυρίκαυτα δὲ τῶν ἑλκῶν παραχρῆμα καταχριόμενον ὀνίνησιν. εἰ δὲ καὶ ὄξους ἔχει, πολὺ μᾶλλον.

[κα΄. Περὶ μίσυος.] Μίσυ. κατὰ τὸ μέταλλον ἐν Κύπρῳ τὸ προειρημένον ἐν τοῖς τῶν Σόλων ὄρεσι μέγας τις ἦν οἶκος, οὗ κατὰ τὸν δεξιὸν τοῖχον, ὡς πρὸς ἡμᾶς δὲ τοὺς εἰσιόντας ἀριστερὸν, εἴσοδος ἦν εἰς αὐτὸ τὸ μέταλλον, ἐν ᾧ τινας ἐθεασάμην ἐπὶ πλεῖστον ἐκτεταμένας οἷον ζώνας ἐπ’ ἀλλήλαις τρεῖς, ταπεινοτάτην μὲν τὴν τοῦ σώρεως, ἐπ’ αὐτῇ δὲ τὴν τῆς χαλκίτεως, εἶτα τοῦ μίσυος. ὁ δὲ κατ’ ἐκεῖνον

227
τὸν καιρὸν ἐπίτροπος τοῦ μετάλλου, δεικνύς μοι ταῦτα, καθάπερ, ἔφη, νῦν ἥκεις ἐν πενίᾳ τῆς καμινευομένης καδμείας ὄντων ἡμῶν, οὕτω ἐν πλούτῳ θαυμαστῷ τὰ τρία ταῦτα ὁρᾷς καθεστηκότα. καὶ τοίνυν καὶ λαβὼν ἐξ αὐτοῦ πάμπολυ πρῶτον μὲν εἰς τὴν Ἀσίαν, ἐκεῖθεν δ’ εἰς τὴν Ῥώμην ἐκόμισα καὶ μέχρι νῦν ἔσχον ἐτῶν μεταξὺ γενομένων ὡς λ΄. καὶ κατά τινα τύχην ἡ προκειμένη πραγματεία μέχρι μὲν τῆς ὀγδόης βίβλου προῆλθεν, ὡς πρὸ ἐτῶν εἴκοσιν, οὐ προστεθέντος αὐτῇ τοῦ ἐννάτου τούτου, διὰ τὸ τινὰς μὲν τῶν λίθων μηδέπω τεθεᾶσθαι. καὶ μέντοι καὶ τὰς μεταξὺ γενομένας ἀσχολίας ἑτέρων ἕνεκα. νυνὶ δὲ προστεθέντος μου τὸ ἔννατον τοῦτο βιβλίον, ἐν τῷ μεταξὺ συνέβη τι θέαμα κατὰ τύχην κάλλιστον, ὅπερ ἐξεπίτηδες ἄν τις αὐτὸς ἐτεχνήσατο. δεηθεὶς γὰρ εἴς τι φάρμακον σκευαζόμενον μίσυος, ἀνειλόμην ὡς χειροπληθῆ βῶλον, οὐ πάνυ τι τοιαύτην σύστασιν ἴσχοντος τοῦ μίσυος, ἀλλὰ κατὰ μικρὰς ἑνώσεις διαλυομένου. θαυμάσας οὖν τὴν ἀήθη πύκνωσιν αὐτοῦ καὶ θλάσας τὴν βῶλον, εὗρον ἐπιπολῆς μὲν ἐν κύκλῳ τὸ μίσυ καθάπερ
228
ἐπάνθισμά τι τοῦ ἔνδον. ἐπ’ αὐτῷ δὲ μεταξὺ χαλκίτεώς τε καὶ μίσυος οἷον ἡμίῤῥοπός τις ἐκ χαλκίτεως εἰς μίσυ μεταβολή. τὸ γὰρ ἐξ ἀρχῆς βῶλος ἦν χαλκίτεως. ὅσον δ’ ἐν τῷ βάθει χαλκῖτις ἀκριβὴς ἦν, ἔτι μηδεμίαν ἀλλοίωσιν ἐσχηκυῖα. τοῦτ’ οὖν θεασάμενος, ἐννοήσας τε καὶ κατὰ τὸ μέταλλον, οὕτως ἐπὶ τῇ χαλκίτιδι γεννᾶσθαι τὸ μίσυ, καθάπερ τὸν ἰὸν ἐπὶ τῷ χαλκῷ, τὸ διασωζόμενον ἔτι παρ’ ἐμοὶ τοῦ σώρεως, ἐσκοπούμην εἴ τινα μεταβολὴν εἰς χαλκῖτιν λαμβάνοι καὶ βραχεῖά τις ὑπόφασις ἐφάνη τάχα καὶ αὐτὴ χρόνῳ πολλῷ δυνησομένη τὴν μεταβολὴν εἰς χαλκῖτιν ἔχειν, ὥστ’ οὐδὲν θαυμαστὸν ὁμογενοῦς εἶναι δυνάμεως τὰ τρία φάρμακα, τὸ σῶρυ λέγω καὶ τὴν χαλκῖτιν καὶ τὸ μίσυ, διαφέροντα λεπτομερείᾳ τε καὶ παχυμερείᾳ. παχυμερέστατον μὲν γὰρ ἐν αὐτοῖς τὸ σῶρυ, λεπτομερέστατον δὲ τὸ μίσυ, μέσην δ’ ἀμφοῖν δύναμιν ἡ χαλκῖτις ἔχει. καίονται πάντα τὰ τρία καὶ τὰς καλουμένας ἐσχάρας ἐργαζόμενα, μετέχει γε μὴν καίτοι καίοντα στύψεως. ἧττον δ’ ἐν τῷ προσφέρεσθαι ταῖς σκληραῖς 
229
σαρξὶ δάκνει τὸ μίσυ τῆς χαλκίτεως, καίτοι γε οὐχ ἧττον αὐτῆς ὂν θερμὸν, ἀλλ’ ἐκ τοῦ κατὰ τὴν οὐσίαν λεπτομεροῦς ἔχει τοῦτο. χυτῶν δ’ ὄντων ἀμφοτέρων ἐν ταῖς ἑψήσεσιν, καὶ μᾶλλόν γε τῆς χαλκίτεως ἢ τοῦ μίσυος, οὐ τήκεται τὸ σῶρυ, διὰ τὸ λιθωδεστέραν τε καὶ σφοδροτέραν ἔχειν τὴν πῆξιν, ὥσπερ αὖ πάλιν τὸ μίσυ τῷ κατειργάσθαι διὰ τῆς συμφύτου θερμότητος, ξηρότερον ὂν τῆς χαλκίτεως, εἰκότως δὲ καὶ δυστηκτότερόν ἐστιν.

[κβ΄. Περὶ μολυβδαίνης.] Μολύβδαινα λιθαργύρῳ παραπλησίαν ἔχει δύναμιν, ἀποκεχωρηκυῖα βραχύ τι τῆς μέσης κράσεως ἐπὶ τὸ ψυχρότερον, ἀλλ’ οὐδὲ ῥυπτικῆς μετέχει δυνάμεως, ἔστι δ’ ἄμφω τὰ φάρμακα τηκτὰ καὶ οὐχ ὥσπερ οἱ λίθοι καὶ ἡ καδμεία καὶ ἡ ψάμμος ἄτηκτα. ταχίστη δ’ αὐτῶν ἡ τῆξις γίνεται προσλαβόντος ὄξους τοῦ ἐλαίου. τήκεταί γε μὴν καὶ εἰ ὕδωρ μίξας ἐπιπλεῖστον ἑψήσαις. ὥσπερ δ’ ἐν Κύπρῳ τὴν ἐν τοῖς ὄρεσιν καὶ ῥύαξι γεννωμένην καδμείαν ἔλαβον οὖσαν, ὡς ἔφην, εἶδός τι λίθου, κατὰ τὸν αὐτὸν τρόπον καὶ μολύβδαιναν, ἐῤῥιμμένην

230
παμπόλλοις ἅμα τοῖς ἄλλοις λίθοις ἐθεασάμην κατὰ τὴν εἰς Ἐργαστήρια φέρουσαν ὁδὸν ἀπὸ Περγάμου. καλεῖται δ’ Ἐργαστήρια κώμη τις, ἐν ᾗ καὶ μέταλλά ἐστι, μεταξὺ Περγάμου καὶ Κυζίκου, σταδίους ἀπέχουσα Περγάμου τετρακοσίους τεσσαράκοντα.

[κγ΄. Περὶ μολύβδου.] Μόλυβδος δυνάμεώς ἐστι ψυκτικῆς. ἔχει γὰρ οὐ μόνον ὑγρὰν οὐσίαν πολλὴν ὑπὸ ψύξεως πεπηγυῖαν, ἀλλὰ καὶ ἀερώδη, τῆς γεώδους ὀλίγης μετέχων. ὅτι μὲν οὖν ὑγρὰν οὐσίαν ἔχει πλείστην ὑπὸ ψύξεως πεπηγυῖαν ἡ γινομένη διὰ ταχέων, ἐπειδὰν ὁμιλήσῃ πυρὶ, χύσις τε καὶ ῥύσις αὐτῷ γινέσθω σοι τεκμήριον. ὅτι δὲ καὶ ἀερώδη, σημεῖον τόδ’ ἐστίν. μόλυβδος μόνος μόνος ὧν ἴσμεν αὐξάνεται καὶ ὄγκῳ καὶ σταθμῷ, κατατιθέμενος ἐν οἴκοις καταγείοις ἀέρα θολερὸν ἔχουσιν, ὡς εὐρῶτος πληροῦσθαι ταχέως τὰ κατ’ αὐτοὺς κείμενα· καὶ οἱ τοὺς πόδας δὲ τῶν ἀνδριάντων συνδοῦντες τοῖς λίθοις μόλυβδοι πολλάκις ὤφθησαν ηὐξημένοι. καί τινες εἰς τοσοῦτον ᾔρθησαν ὄγκον, ὡς. ἀποκρεμάννυσθαι τῶν λίθων ὁμοίως κρυστάλλῳ. ταῦτα

231
μὲν οὖν πιθανὰ πρὸ τῆς πείρας γνωρίσματα τῆς ὑγρότητός τι καὶ ψύξεως αὐτοῦ. τὰ δ’ ἐπιστημονικά τε καὶ βέβαια διὰ τῆς πείρας γινώσκεται. θυίαν γοῦν σκευάσας ἐκ μολύβδου, μετὰ δοίδυκος μολυβδίνου βαλὼν εἰς αὐτὴν, ὅ τι ἂν ἐθέλοις ὑγρὸν, εἰ τρίβοις, ὡς ἀνεῖναι χυλόν τινα τόν τε δοίδυκα καὶ τὸν μόλυβδον, τὸ γεννώμενον ἐξ ἀμφοῖν εὑρήσεις πολὺ ψυχρότερον τὴν δύναμιν ἢ τὸ ὑγρὸν ἐτύγχανεν ὄν. ἔξεστι δ’ ἐμβάλλειν σοι καὶ ὕδωρ καὶ οἶνον λεπτὸν ὑδατώδη καὶ ἔλαιον καὶ πᾶν ὁτιοῦν τοιοῦτον. εἰ δὲ καὶ μᾶλλον βούλοιο τὸν χυλὸν ἐμψυκτικὸν ποιῆσαι, τὸ ἔλαιον ὀμφάκινον ἢ ῥόδινον ἢ μήλινον ἢ μύρσινον ἔστω. τῷ δὲ γεννωμένῳ χυλῷ χρώμενος εἴς τε τὰς ἐν ἕδρᾳ μεθ’ ἑλκῶν ἢ στολίδων ἀνεχομένας φλεγμονὰς, εἴς τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσιν καὶ τιτθοῖς, ἄριστον ἕξεις φάρμακον. ὁμοίως δὲ καὶ κατὰ τῶν ἄλλων ἁπάντων ῥευμάτων ἀρχομένων, ὅσα τε βουβῶσιν ἢ ποσὶν ἢ τοῖς ἄλλοις ἄρθροις ἐγκατασκήπτει, καὶ μέντοι καὶ τοῖς ἕλκεσι τοῖς κακοήθεσιν, ὡς καὶ πρὸς τὰ καρκινώδη
232
χρησάμενος αὐτῷ θαυμάσεις τὸ φάρμακον. εἰ δὲ βούλει διὰ ταχέων πλεῖστον ἀθροῖσαι τοῦ μολύβδου χυλὸν, ἐν ἡλίῳ πειρῶ τρίβειν ἢ ὁπωσοῦν ἀέρι θερμῷ γεγονότι. πολύχρηστον δ’ ἔσται σοι τὸ φάρμακον, εἰ καὶ τῶν ψυκτικῶν χυλῶν ἐμβαλὼν τρίβοις, οἷον ἀειζώου, κοτυληδόνος καὶ σέρεως καὶ θριδακίνης καὶ χονδρίλης καὶ ψυλλίου καὶ ὄμφακος καὶ ἀνδράχνης. ὅσα δὲ τούτων οὐ μεθίησι ῥᾳδίως χυλὸν, ὥσπερ καὶ ἡ ἀνδράχνη, μιγνύειν αὐτοῖς τινα τῶν ἄλλων ὑγρῶν, οἷος καὶ ὁ τῆς ὄμφακός ἐστιν, ὃς καὶ αὐτὸς καθ’ ἑαυτὸν ἐμβαλλόμενος τῇ προειρημένῃ θυίᾳ, κάλλιστον ἐμψυκτικὸν ἐργάζεται φάρμακον. ἀλλὰ καὶ πλατυνθεὶς ὁ μόλυβδος ἄνευ τῶν ἄλλων τινὸς, αὐτὸς καθ’ ἑαυτὸν μόνος, ὑποστόρεσμα γίνεται ταῖς ψόαις τῶν ἀσκούντων ἀθλητῶν, ὅταν ὀνειρώττωσιν, φανερῶς ἐμψύχων αὐτούς. καί που λεπὶς ἐκ μολύβδου λεπτὴ γενομένη καλῶς ἐπιδεθεῖσα κατὰ γαγγλίου τελέως ἠφάνισιν αὐτό. καλῶς δ’ ἐπιδήσει πᾶς ὁ μεμαθηκὼς ὑφ’ Ἱπποκράτους κατὰ τὸ σῖνος ἐρείδειν μᾶλλον ἢ ἔνθεν καὶ ἔνθεν. οὐδὲν οὖν θαυμαστόν ἐστιν οὐδὲ
233
τὸν κεκαυμένον μόλυβδον, ὅταν πλυθῇ, ψυκτικῆς γίνεσθαι δυνάμεως, πρὸ πλυθῆναι δὲ μικτῆς ἐστιν δηλονότι. καὶ τοῦτο μὲν οὖν αὐτὸ τὸ φάρμακον ὁ κεκαυμένος μόλυβδος ἀγαθόν ἐστιν πρὸς τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ὅταν δὲ πλυθῇ, πολὺ μᾶλλον εἴς τε πλήρωσιν αὐτῶν καὶ συνούλωσιν ἄριστον γίνεται φάρμακον. ἁρμόττει δὲ καὶ τοῖς χειρωνείοις καλουμένοις καὶ καρκινώδεσιν ἅπασιν αὐτός τε καθ’ ἑαυτὸν καί τισι τῶν ἀπουλωτικῶν φαρμάκων μιγνύμενος, οἷόν ἐστι καὶ τὸ διὰ τῆς καδμείας. χρὴ δὲ λύειν μὲν ἐν ἀρχῇ, εἰ πολὺς ὁ ἰχὼρ εἴη, καθ’ ἑκάστην ἡμέραν· εἰ δὲ μὴ, διὰ τρίτης ἢ καὶ διὰ τετάρτης. ἐπικείσθω δὲ ἔξωθεν ἐξ ὕδατος ψυχροῦ σπόγγος, ὃς ὅταν ξηραίνηται, βρεχέσθω. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἢ κατὰ τὴν προκειμένην πραγματείαν εἴρηται, διὰ τὴν οἰκειότητα τοῦ λόγου προαχθέντος μου. καιρὸς δ’ ἤδη πρὸς τὰ συνεχῆ μετιέναι.

[κδ΄. Περὶ ὀστράκου.] Ὄστρακον ξηραντικῆς τ’ ἐστὶ καὶ ῥυπτικῆς δυνάμεως, μάλιστα δὲ τὸ ἐκ τῶν κλιβάνων, τῷ κατωπτῆσθαι. διὸ καὶ τῶν ἐμπλάστρων ἣν ὀνομάζουσιν 

234
ἡφαιστιάδα, διὰ τούτου σκευαζομένη κάλλιστον ἐπουλωτικὸν γίνεται φάρμακον.

[κε΄. Περὶ πομφόλυγος καὶ σποδίου.] Πομφόλυξ γίνεται μὲν καὶ κατὰ τὴν τοῦ χαλκοῦ καμινείαν, ὥσπερ καὶ ἡ καδμεία. γίνεται δὲ καὶ αὐτῆς τῆς καδμείας καμινευομένης καὶ κατά τε τὴν Κύπρον, ἐπειδὴ τὴν παρασκευὴν οὐκ εἶχεν εἰς τὴν τοῦ χαλκοῦ καμινείαν ὁ ἐπίτροπος, ἐκέλευσεν ἐξ αὐτῆς τῆς καδμείας σκευασθῆναι παρόντι καὶ θεωμένῳ πομφόλυγα, κατὰ σμικρὰ θραύματα τῆς καδμείας ἐπιβαλλομένης τῷ πυρὶ, προσκειμένῳ αὐτῷ δηλονότι χαλκευτικῆς φύσεως. ὄροφος δ’ ἦν τις στεγανὸς ὑποδεχόμενος τὸν ἀναφερόμενον αἴθαλον, καμινευομένης τῆς καδμείας, ὃν ἀθροίσας ἔσχον πομφόλυγα. τὸ δ’ ἀντικαταφερόμενον κάτω καὶ πῖπτον ἐπὶ τοὔδαφος ἡ καλουμένη σποδός ἐστι, πλείων ἀθροιζομένη κατὰ τὰς τοῦ χαλκοῦ καμινείας. ἔνιοι δὲ σπόδιον οὐδετέρως αὐτὴν ὀνομάζουσιν, ᾧ δοκεῖ παραπλησίαν δύναμιν ἔχειν τὸ καλούμενον ἀντισπόδιον. ἐγὼ δ’ οὐδέποτε ἐχρησάμην αὐτῷ διὰ τὸ δαψιλῆ ἔχειν ἀεί τις πομφόλυγα. ταύτην γὰρ ἔχων τις οὐδ’

235
ἂν τῷ σποδίῳ χρήσαιτο, μήτοι γε τῷ ἀντισποδίῳ. φάρμακον δ’ ἔστιν ὁ πομφόλυξ, εἰ πλυθείη, σχεδὸν ἁπάντων ὅσα ξηραίνειν ἀδήκτως πέφυκε προφερέστατον, ὅθεν εἴς τε τὰ καρκινώδη τῶν ἑλκῶν ἐστιν ἐπιτήδειος καὶ τἄλλα τὰ κακοήθη πάντα. μίγνυται τοιγαροῦν εἴς τε τὰ κατὰ τοὺς ὀφθαλμοὺς ῥεύματα συντιθέμενα κολλύρια καὶ ὅσα φλυκταίνας τὰς ἐν αὐτοῖς ἢ ἕλκη θεραπεύει, καὶ πρὸς τὰ κατὰ τὴν ἕδραν τε καὶ αἰδοῖον ἕλκη. καὶ κάλλιστόν ἐστι φάρμακον ἀδήκτως, ὡς ἔφην, ξηραῖνον. ἀλλ’ οὐ τῇς προκειμένης πραγματείας τὸ χρονίζειν ἐν τούτοις.

[κστ΄. Περὶ σανδαράκης.] Σανδαράκη καυστικῆς ἐστι δυνάμεως, ὥσπερ τὸ ἀῤῥενικὸν ὀνομαζόμενον. εἰκότως οὖν εἴς τε τὰς διαφορητικὰς δυνάμεις αὐτὴν μιγνύουσιν καὶ τὰς ῥυπτικάς.

[κζ΄. Περὶ σάνδικος.] Σάνδιξ ὁποίας ἐστὶν δυνάμεως τῷ περὶ ψιμμυθίου λόγῳ ῥηθήσεται.

[κη΄. Περὶ σκωρίας.] Σκωρία πᾶσα ξηραντικὸν ἱκανῶς ἐστι φάρμακον, ἡ δὲ τοῦ σιδήρου μάλιστα. καὶ λειοτάτην γε

236
ποιῶν αὐτὴν ἐν ὄξει δριμυτάτῳ, καὶ μετὰ ταῦθ’ ἑψῶν εἴς τε τὰ πυοῤῥοῦντα τῶν ὤτων χρονίως χρῶμαι φαρμάκῳ ξηραντικωτάτῳ, ὥστε θαυμάζειν τοὺς ἰδόντας σκευαζόμενον αὐτὸ καὶ ἀπιστεῖν αὐτῷ πρὸ τῆς πείρας, εἰ ἀναδέχεσθαι δύναται τὰ ὦτα τοιούτου φαρμάκου. τὴν δὲ τοῦ ἀργυρίου σκωρίαν ἰδίως προσαγορεύουσιν ἕλκυσμα, καὶ μίγνυται δὲ καὶ ἐμπλάστροις τισὶ ξηραντικῆς δηλονότι δυνάμεως οὖσιν.

[κθ΄. Περὶ στίμμεως.] Στίμμι. πρὸς τῇ δυνάμει τῇ ξηραντικῇ καὶ στύψιν ἔχει τὸ φάρμακον τοῦτο, διὸ καὶ τοῖς ὀφθαλμικοῖς φαρμάκοις μίγνυται τοῖς τ’ ἀναπλαττομένοις εἰς τὰ καλούμενα κολλύρια καὶ τοῖς ξηροῖς, ἃ δὴ ξηρὰ κολλύρια προσαγορεύουσιν.

[λ΄. Περὶ στυπτηρίας σχιστῆς καὶ στρογγύλης καὶ ὑγρᾶς.] Στυπτηρία. τούτου τοῦ φαρμάκου καὶ τοὔνομα παρωνόμασται τῇ στύψει, σφοδροτάτην γὰρ αὐτὴν ἔχει. παχυμεροῦς δ’ ὄντος αὐτοῦ, λεπτομερεστέρα πώς ἐστιν τῶν ἄλλων στυπτηριῶν ἡ σχιστὴ καλουμένη. μετ’ αὐτὴν δ’ ἡ

237
στρογγύλη καὶ ἀστραγαλωτή. παχυμερὴς δ’ ἱκανῶς ἥ θ’ ὑγρὰ καὶ ἡ πλακῖτίς τε καὶ ἡ πλινθῖτις ὀνομαζομένη.