De simplicium medicamentorum temperamentis ac facultatibus I-VI
Galen
Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI
Περὶ τῶν μεταλλικῶν φαρμάκων. [α΄. Περὶ κοινῶν τῶν μετάλλων λόγων τε καὶ συστάσεων καὶ δυνάμεων.] Μεταλλικὰ φάρμακα προσαγορεύειν ἔθος ἐστὶν τοῖς ἰατροῖς ὧν ἡ γένεσις ἐν τοῖς μετάλλοις ἐστὶν, ἤτοι γε αὐτοφυὴς ἢ διὰ καμίνου γινομένη. καὶ τρίτα γε πρὸς αὐτοῖς ἐστιν ὅσα πάλιν ἐκ τούτων αὐτῶν οἱ ἄνθρωποι συσκευάζουσιν καθ’ ὁντιναοῦν τρόπον, οἷον ψιμμύθιον, ψωρικὸν, σάνδικα, φύκον. ἐφεξῆς οὖν ὑπὲρ ἁπάντων εἰρήσεται
[β΄. Περὶ ἁλῶν.] Ἅλες. εἰσὶ μὲν καὶ οὗτοι ἐκ τῆς θαλάσσης γενόμενοι κατὰ τὰς καλουμένας ἅλας, ὧν κᾀν τοῖς θαλαττίοις φαρμάκοις μνημονεύσομεν. εἰσὶ δὲ καὶ οἱ ὀρυκτοὶ καλούμενοι τῷ τῶν μεταλλικῶν φαρμάκων περιλαμβανόμενοι γένει. δύναμιν δ’ ἔχουσι παραπλησίαν ἀλλήλοις ἅπαντες οἵ τ’ ὀρυκτοὶ καὶ οἱ ἀπὸ τῆς θαλάττης, ὑπὲρ ὧν εἴρηται μὲν πρόσθεν ἐν τῷ τετάρτῳ γράμματι κατ’ ἐκεῖνον τὸν λόγον ἡνίκα τὸν ἁλυκόν τε καὶ ἁλμυρὸν χυμὸν ἀπὸ πικροῦ διωρίζομεν. εἰρήσεται δὲ καὶ νῦν ὡς ὁ μὲν ἐν τοῖς ἀφρονίτροις πικρός τέ ἐστι καὶ ῥυπτικὸς, ὁ δ’ ἐν τοῖς ἁλσὶ
[γ΄. Περὶ ἀρμενιακοῦ.] Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ στύψει βραχυτάτῃ. μίγνυται τοιγαροῦν ὡς τοιοῦτο καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειώσαντες καὶ χνοῶδες ἐργασάμενοι χρῶνται ξηρῷ πρὸς αὔξησιν τῶν ἐν τοῖς βλεφάροις τριχῶν, ὅταν ὑπὸ δριμύτητος χυμῶν τινὲς μὲν ἐκπίπτοντες αὐτῶν, τινὲς δὲ ἀναυξεῖς καὶ ἄτροφοι γίγνωνται. τὰς γὰρ δριμύτητας ταύτας ἐπιδαπανῆσαν εἰς τὴν κατὰ φύσιν εὐεξίαν ἐπανάγειν τὸ μόριον, οὗ τά τ’ ἄλλα καὶ τὸ φύειν καὶ αὔξειν καὶ ῥωννύναι τὰς τρίχας τῶν βλεφάρων ὑπάρχει. τινὰ μὲν γὰρ αὐτῶν ἐστιν ἄντικρυς τῶν φαρμάκων ἔργα, τινὰ δὲ διὰ μέσης τῆς τῶν ζώων σωμάτων διοικούσης φύσεως, καθάπερ καὶ τὰ τούτων αὐτῶν καλλιβλέφαρα προσαγορεύουσιν· αὐτὰ μὲν
[δ΄. Περὶ ἀῤῥενικοῦ.] Ἀῤῥενικὴ ἢ ἀῤῥενικὸν, ἑκατέρως γὰρ ὀνομάζεται, καυστικῆς ἐστι δυνάμεως, ἄκαυτόν τε καὶ κεκαυμένον. εὔδηλον δ’ ὅτι καὶ λεπτομερέστερον γίγνεται καυθέν. χρῶνται δ’ αὐτῷ καὶ εἰς τὰς ψιλώσεις τῶν τριχῶν ὡς ἀποκαίοντι· εἰ χρονίσειέ γε, καὶ αὐτοῦ τοῦ δέρματος ἅπτεται.
[ε΄. Περὶ ἀφρολίτρου.] Ἀφρόλιτρον ἀφρονίτρου διαφέρει. νίτρου μὲν γὰρ ἀφρὸς ξηραντικόν ἐστι φάρμακον ἀλεύρῳ πυρίνῳ παραπλήσιος ὀφθῆναι. καὶ γὰρ καὶ λευκός ἐστιν, οὐχ ὥσπερ τὸ τῆς Ἀσίας πέτρας ἄνθος τεφρώδης. ἀφρόνιτρον δ’ οὐκ ἀλευρῶδες οὐδὲ διαλελυμένον, ἀλλὰ πεπηγός ἐστιν καὶ συνεστὸς, ᾧ πάντες οἱ ῥυπῶντες ἐν τοῖς βαλανείοις ὁσημέραι χρῶνται, ῥυπτικὴν ἔχοντι δύναμιν, ὡς μὴ μόνον ἀποσμῆξαι ῥύπον, ἀλλὰ καὶ κνησμὸν ἰάσασθαι, διαφορουμένων ὑπ’ αὐτοῦ τῶν ἐργαζομένων αὐτὸν ἰχώρων.
[στ΄. Περὶ γύψου.] Γύψος καὶ αὐτὴ πρὸς τῇ κοινῇ πάντων τῶν γεωδῶν σωμάτων καὶ λιθωδῶν δυνάμει, καθ’ ἣν ἐλέγετο ξηραίνειν, ἔτι καὶ τοῦτο προσείληφεν, ὅτι ἐμπλαστικῆς τ’ ἐστὶ δυνάμεως. ἑνοῦται γὰρ αὐτὴ πρὸς αὑτὴν καὶ πήγνυται καὶ λιθοῦται βρεχεῖσα, διὸ καὶ τοῖς πρὸς αἱμοῤῥαγίαν ἁρμόττουσι φαρμάκοις ξηροῖς μίγνυται χρησίμως. αὐτὴ γὰρ μόνη καθ’ αὑτὴν λιθώδης γίγνεται καὶ σκληρὰ πηγνυμένη, καὶ διὰ τοῦτο ἐπενόησα δεύειν αὐτὴν ὠοῦ τῷ λεπτῷ καὶ λευκῷ, τῷ πρὸς τὰς ὀφθαλμίας χρησίμῳ, μιγνὺς ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσίζει τοῖς τοίχοις
[ζ΄. Περὶ γύψου κεκαυμένης.] Καυθεῖσα δὲ γύψος τὸ μὲν ἐμπλαστικὸν οὐχ ὁμοίως ἔχει, λεπτομερεστέρα δὲ καὶ ξηραντικωτέρα γίγνεται, καὶ μέντοι καὶ ἀποκρουστικὴ, καὶ μάλισθ’ ὅταν ὀξυκράτῳ δευθῇ.
[η΄. Περὶ διφρυγοῦς.] Διφρυγὲς μικτῆς ἐστι ποιότητος καὶ δυνάμεως. ἔχει γάρ τι καὶ μετρίως στῦφον ἐν αὑτῷ καὶ δριμὺ μετρίως, διὸ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐστι φάρμακον. ἐκόμισα δὲ καὶ τούτου τοῦ φαρμάκου πολύ τι πλῆθος ἐκ τῶν ἐν Κύπρῳ Σόλων, ἔνθα τὸ μέταλλόν ἐστιν, ὡς ἀπὸ σταδίων τῆς πόλεως τριάκοντα. ἔῤῥιπτο γὰρ ἐν τῷ μεταξὺ τόπῳ τοῦ τε προκειμένου κατὰ τὸ μέταλλον οἴκου καὶ τῆς ὑποκειμένης αὐτῷ κώμης. ὁ δὲ προεστὼς ἐπίτροπος τοῦ μετάλλου τὸ μετὰ τὴν. καδμείαν εὑρισκόμενον ἄχρηστον ἔλεγεν ὑπάρχειν αὐτὸ, διὸ καὶ ῥίπτεσθαι παραπλησίως τῇ κατὰ τὰς ἑστίας τέφρᾳ τῶν καόντων ξύλων. πολύχρηστον
[θ΄. Περὶ θείου.] Ἅπαν μὲν θεῖον ἑλκτικῆς ἐστι δυνάμεως, θερμὸν μὲν τῇ κράσει, λεπτομερὲς δὲ κατὰ τὴν οὐσίαν ὑπάρχον, ὡς καὶ πρὸς πολλὰ τῶν ἰοβόλων ἀνθίστασθαι. ἔγωγ’ οὖν ἐπί τε τρυγόνος θαλασσίας καὶ δράκοντος ἐχρησάμην αὐτῷ πολλάκις, ἁλιεῖς τέ τινας διδάξας ἤκουσα μετὰ χρόνον αὐτῶν ἐπαινούντων μεγάλα τὸ φάρμακον. ἡ δὲ χρῆσις γίνεται καὶ ξηροῦ κατὰ τοῦ νύγματος ἐπιπαττομένου τοῦ φαρμάκου καὶ σιάλου μεμιγμένου. καὶ γὰρ καὶ τοῦτο ἐπινοήσας εὗρον ὑπὸ τῆς πείρας μαρτυρούμενον, ἐπενόησα δὲ καὶ δι’ οὔρου δευθὲν αὐτὸ ποιήσειν. εὐπόριστα γὰρ ἁλιεῖς ὅλως ἐδίδασκον φάρμακα, καὶ σὺν ἐλαίῳ δὲ παλαιῷ καὶ σὺν μέλιτι καὶ σὺν ῥητίνῃ τερμινθίνῃ καλῶς ἂν ἔφην αὐτοὺς χρήσασθαι. καὶ μέντοι καὶ πάντων τούτων ἡ πεῖρα τὴν κρίσιν ἐποιήσατο. καὶ ψώρας δὲ καὶ λειχῆνας καὶ
[ι΄. Περὶ ἰοῦ.] Ἰὸς δριμεῖαν ἔχει γευομένοις ποιότητα διαφορητικός τε καὶ καθαιρετικὸς καὶ τηκτικὸς ὢν οὐχ ἁπαλῆς μόνον, ἀλλὰ καὶ σκληρᾶς σαρκός. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὡς ἔνιοι πολλὰ τῶν τοιούτων φαρμάκων ἐπουλωτικὰ καλοῦσιν, ἐπειδὴ λειώσαντες αὐτὸν καὶ χνοώδη ποιήσαντες, ἅπτονται τῶν ὑπερσαρκούντων ἑλκῶν διὰ μήλης πυρῆνος. εἶτα καὶ τὴν ὑστεραίαν εὑρίσκουσιν προσεσταλμένα, καίτοι γε γινώσκοντες ὡς εἰ βραχεῖ πλέον ἐπιθεῖεν, οὐ κατεσταλμένον, ἀλλὰ καὶ καταβιβρωσκόμενον εὑρήσουσι τὸ ἕλκος· τήκει γὰρ καὶ διαφορεῖ τὴν σάρκα, τῶν ἐπουλωτικῶν φαρμάκων συναγόντων τε καὶ πιλούντων καὶ σφιγγόντων καὶ τυλούντων αὐτήν. ἔστι δὲ καὶ τῇ γεύσει δακνώδης, οὐ μόνον τοῖς ἕλκεσιν ὁ ἰός. εἰ δέ τις μίξειεν ὀλίγον κηρωτῇ