De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ιβ΄. Περὶ Ἀραβίου.] Ὅ γε μὴν Ἀράβιος καλούμενος λίθος, ἐοικὼς ἐλέφαντι, ξηραντικῆς τε καὶ ῥυπτικῆς ἐστι δυνάμεως.

[ιγ΄. Περὶ ἀλαβαστρίτου.] Καὶ ὁ ἀλαβαστρίτης δὲ καλούμενος

205
ὄνυξ εἰς χρείαν ἰατρικὴν ἔρχεται καυθείς. ἔνιοι δὲ καὶ ποτίζουσι τοὺς στομαχικοὺς αὐτήν.

[ιδ΄. Περὶ σμυρίδος.] Καὶ ἡ καλουμένη δὲ σμυρὶς, ὅτι μὲν ἱκανῶς ῥυπτικῆς ἐστι δυνάμεως, δῆλόν ἐστιν κᾀκ τῶν χρωμένων αὐτῇ δακτυλιογλύφων, εἰς τὴν τοιαύτην χρείαν, ἀλλ’ ὅτι καὶ τοὺς ὀδόντας ἐργάζεται καθαροὺς ἐπειράθημεν.

[ιε΄. Περὶ κισσήρεως.] Εἰ δὲ καὶ ἡ κίσσηρις ἐν τοῖς λίθοις ἀριθμεῖτο καὶ αὕτη τῆς αὐτῆς ἐστι δυνάμεως ὅσον ἐπὶ τῷ ῥύπτειν, ὥσπερ γε καὶ τὸ ἐκ τῶν κεραμίδων ὄστρακον, ἔτι τε μᾶλλον αὐτοῦ τὸ ἐκ τῶν κλιβάνων, ἀλλ’ ἥ γε σμυρὶς ἔχει τι δριμὺ, καὶ διὰ τοῦτο τινὲς αὐτὴν μιγνύουσιν καυστικαῖς τε καὶ ξηραντικαῖς δυνάμεσιν καὶ ταῖς θεραπευούσαις οὖλα πλαδαρά. καυθεῖσα δ’ ἡ κίσσηρις οὐκ ἀπολείπεται σμίρεως εἰς τὰς αὐτὰς χρείας.

[ιστ΄. Περὶ λίθων τῶν ἐν τοῖς σπόγγοις.] Εἰσὶ δὲ καὶ οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι λίθοι θρυπτικῆς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρᾶς ὥστε τοὺς ἐν τῇ κύστει λίθους θρύπτειν,

206
ἀλλ’ οἱ τοῦτο γράψαντες ἐψεύσαντο, τοὺς δ’ ἐν νεφροῖς ὄντας θρύπτουσιν, ὥσπερ καὶ οἱ ἐκ τῆς Καππαδόκης, οὓς ἐν τῷ Ἀργαίῳ φασὶ γεννᾶσθαι. λύονται δ’ εἰς χυλὸν οὗτοι γαλακτώδη κατὰ τὴν χρόαν, ὥστ’ εὔδηλον ὅτι λεπτυντικῆς εἰσι δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς.

[ιζ΄. Περὶ ὀστρακίτου.] Τὸν δὲ ὀστρακίτην ὀνομαζόμενον λίθον ἐπαινούντων ἀκούω τινῶν ὡς ξηραντικὴν ἱκανῶς ἔχοντα δύναμιν ἐκ στύψεώς τε καὶ δριμύτητος ἐπιμεμιγμένην, ὥσπερ γε καὶ τὸν γεώδη καλούμενον ἀποκαθαίρειν τε τὰς κόρας καὶ τιτθῶν καὶ ὄρχεων ἰᾶσθαι φλεγμονὰς, ἐνιέμενοι ὕδατι. τό γε μὴν τῆς Ναξίας ἀκόνης ἀπότριμμα καὶ τιτθοὺς παρθένων κωλύει πρὸς ὥρας ἐμφυσᾶσθαι καὶ παίδων ὄρχεις, ὡς μετέχον δηλονότι καὶ καὶ ψυκτικῆς δυνάμεως.

[ιη΄. Περὶ ὀφίτου.] Καὶ ὀφίτης δὲ καλούμενος λίθος καυθεὶς ῥυπτικῆς τε καὶ θρυπτικῆς ἐστι δυνάμεως, ὥσπερ γε καὶ ἡ ὕαλος. ἱκανῶς γὰρ καὶ αὐτὴ θρύπτει πινομένη μετ’ οἴνου λευκοῦ καὶ λεπτοῦ τοὺς ἐν κύστει λίθους, ἀλλ’ οὐκ ἄν τις αὐτὴν ἐν τοῖς λίθους ἀριθμοίη.

207

[ιη΄. Περὶ χλωροῦ ἰάσπεώς τε καὶ ὀμφατίτεως καὶ ἱερακίτου καὶ Ἰνδικοῦ.] Ἰδιότητα δέ τινες ἐνίοις λίθους μαρτυροῦσι τοιαύτην, οἵαν ὄντως ἔχει καὶ ὁ χλωρὸς ἴασπις, ὠφελῶν τόν τε στόμαχον καὶ τὸ τῆς γαστρὸς στόμα περιαπτόμενον. ἐντιθέασί τε καὶ δακτυλίῳ αὐτὸν ἔνιοι καὶ γλύφουσιν ἐν αὐτῷ τὸν τὰς ἀκτῖνας ἔχοντα δράκοντα, καθάπερ καὶ ὁ βασιλεὺς Νεχεψὼς ἔγραψεν ἐν τῇ τεσσαρακαιδεκάτῃ βίβλῳ. τούτου μὲν οὖν τοῦ λίθου κᾀγὼ πεῖραν ἱκανὴν ἔχω, καὶ ὁρμάθιόν γέ τι ποιήσας ἐκ λιθιδίων τοιούτων ἐξῆπτον τοῦ τραχήλου σύμμετρον οὕτως, ὡς ψαύειν τοὺς λίθους τοῦ στόματος τῆς γαστρός. ἐφαίνοντο δὲ μηδὲν ἧττον ὠφελοῦντες ἢ εἰ τὴν γλυφὴν οὐκ ἔχοιεν, ἣν ὁ Νεχεψὼς ἔγραψε. τὸν δ’ ὀμφατίτην λίθον ἀνὴρ ἀξιόπιστος ὄντως ἔφη τοὺς ἐχεοδήκτους ὠφελεῖν περιαπτόμενον. ἀλλ’ ἔξω τῆς κατὰ μέθοδον χρήσεως αἱ τοιαῦται δυνάμεις εἰσὶν, ὥσπερ γε καὶ τοῦ ἱερακίτου τε καὶ Ἰνδικοῦ τὸ ἐκ τῶν αἱμοῤῥοΐδων ἱστῶντος αἷμα.

[κ΄. Περὶ σαπφύρου.] Καὶ γὰρ οὖν καὶ ὁ σάπφυρος πεπίστευται πινόμενος ὠφελεῖν τοὺς ὑπὸ σκορπίου πληγέντας.

208

[κα΄. Περὶ ἀφροσελίνου.] Καὶ ὁ ἀφροσέλινος καλούμενος καὶ τοὺς ἐπιλήπτους, οὐ μὴν ἡμεῖς ἐπειράθημεν. εἰσὶ δὲ καὶ ἄλλοι τινὲς λίθοι περιαπτόμενοι πρός τινων, ἔνιοι δὲ καὶ χαρακτῆράς τινας ἐγγραφομένους ἔχοντες καὶ γράμματα, καθάπερ καὶ ὁ πρὸς τὰς αἱμοῤῥοΐδας ἥρμοκεν ἱερακίτης, οὗ καὶ ἡμεῖς ἐπειράθημεν. ἀλλ’ οὐ νῦν περὶ τῶν τοιούτων λέγειν καιρὸς ἐξ ἐμπειρίας μόνης ἐχόντων τὴν πίστιν, οὐ κατὰ μέθοδόν τινα λογικὴν εἰς χρῆσιν ἠγμένων. ἄλλος οὖν ὁ περὶ τούτων ἔσται καιρός τε καὶ τόπος. νυνὶ δ’ ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆς ἡμῖν ἐν ὅλῃ τῇ πραγματείᾳ πάλιν ἀνέλθωμεν.