De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[γ΄. Περὶ πλύσεως γῆς.] Πλύνεται δὲ κατὰ τὸν αὐτὸν τρόπον ἅπασα γῆ τῷ προειρημένῳ περὶ τῆς Λημνίας, ὕδατι μὲν πρῶτον ἀναφυραθεῖσα μηδεμιᾶς φαρμακώδους ποιότητος ἔμφασιν ἔχοντι. καταστάντος δὲ τοῦ πηλοῦ καὶ περιαιρεθέντος ἄνωθεν τοῦ ὕδατος, εἶτα τοῦ μετ’ αὐτὸ χωρισθέντος ἀπὸ τῶν ὑφισταμένων κάτω λιθωδῶν τε καὶ ψαμμωδῶν. εἰ δὲ καὶ γεγυμνασμένην ἔχεις τὴν γευστικὴν αἴσθησιν, αὐτὸς ἔσῃ κριτὴς ἀκριβὴς ἧς τε δεῖ πλύνειν γῆς ἧς τε μή. τίνες μὲν γὰρ οὐ δέονται πλύσεως, τινὲς δὲ δὶς ἢ τρὶς δέονται πλυθῆναι. τὴν μὲν οὖν Λημνίαν ἑτοίμην λαμβάνεις ἅπαξ πεπλυμένην ὑπὸ τῆς ἱερείας, ἐκ δευτέρου δὲ πλυθῆναι μὴ δεομένην.

[δ΄. Περὶ Σαμίας γῆς.] Ἡ Σαμία δ’ οὐδὲ δεῖται πλυθῆναι. χρώμεθα δ’ αὐτῆς θατέρῳ τῶν εἰδῶν μᾶλλον, ὃ δὴ καὶ Σάμιον ἀστέρα καλοῦσιν, εἰς τὰς τοῦ αἵματος πτύσεις, 

179
ὁπόθεν ἂν γιγνόμεναι τύχωσιν, ὥσπερ καὶ τῇ Λημνίᾳ σφραγῖδι. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ὠφελοῦσι καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ τὸν ὀνομαζόμενον ῥοῦν γυναικεῖον, καὶ μέντοι καὶ τὰς δυσεντερικὰς ἑλκώσεις πρὸ τοῦ σηπεδονώδη γενέσθαι τὰ ἕλκη, καλεῖν δ’ ἔθος ἐστὶν τοῖς ἰατροῖς τὰς τοιαύτας διαθέσεις νομὰς ἀπὸ τοῦ νέμεσθαι τὴν σηπεδόνα πρὸς τὰ πλησιάσαντα μόρια, συνδιαφθείρουσαν αὐτὰ τῷ πρώτῳ κακωθέντι. τῇ γε μὴν Λημνίᾳ κᾀπὶ τοιούτων ἐχρησάμην ἐνίοτε καὶ σαφῶς ὤνησεν ἐνεθεῖσά τε δι’ ἕδρας καὶ ποθεῖσα, προαποκλυσθέντων τῶν ἑλκῶν, ὡς εἰώθαμεν πράττειν, μελικράτῳ μὲν ἀκρατεστέρῳ προτέρῳ, δευτέρῳ δ’ ἅλμῃ. ἐνέθη μὲν οὖν δι’ ἀρνογλώσσου χυλοῦ, δι’ ὀξυκράτου δ’ ὑδαροῦς ἐπόθη. φαίνεται δ’ οὐκ ὀλίγῳ τινὶ δραστικωτέραν δύναμιν ἔχειν ἡ Λημνία γῆ τῆς Σαμίας, ὅθεν οὐδὲ τὰ φλεγμῆναι φθάσαντα φέρει τὴν δύναμιν αὐτῆς, ἀλλὰ τραχύνεται σαφῶς καὶ μάλισθ’ ὅταν ὁ ἄνθρωπος ᾖ μαλακόσαρκος. ὑπὸ δὲ τῆς Σαμίας οὐ μόνον οὐ παροξύνεταί τι τῶν οὕτως ἐχόντων μορίων, ἀλλὰ καὶ παρηγορεῖται,
180
καὶ μάλιστά γε τὰ θερμότερα καὶ χαυνότερα, καθάπερ οἵ τε τιτθοὶ καὶ οἱ ὄρχεις καὶ οἱ ἀδένες. ἐπιτηδείως δ’ ἂν χρῶ τηνικαῦτα τῇ τοιαύτῃ γῇ, μετὰ τὸ λειῶσαι δι’ ὕδατος, ἐπιμιγνὺς ῥοδίνου καλοῦ τοσοῦτον, ὅσον τὸ μιχθὲν οὐκ ἐάσει ξηρανθῆναι τὸ φάρμακον. ἀγαθὸν δὲ τὸ οὕτως σκευασθέν ἐστι καὶ πρὸς τὰς ἄλλας φλεγμονὰς ὅσαι θερμαὶ καὶ βουβῶνας ἀρχομένους καὶ ποδαγρικὰ ῥεύματα καὶ ὅλως ὅπου ψῦξαι βουλόμεθα μετρίως μετὰ τοῦ παρηγορεῖν, ὥστ’ ἐναργῶς φαίνεσθαι τῆς Σαμίας τὴν δύναμιν μετρίως ψυκτικήν. ἔστι δὲ καὶ ἀερωδεστέρα πως αὐτῆς ἡ οὐσία παραβαλλομένη τῇ Λημνίᾳ, δηλοῖ δ’ ἡ κουφότης. ἐκ τούτων οὖν τῶν γνωρισμάτων καὶ πᾶσαν ἄλλην φαρμακώδη γῆν δοκίμαζε. λέγω δὲ γνωρίσματα τήν τε ἐν τῇ συστάσει κουφότητά τε καὶ βαρύτητα καὶ τὴν ἐν τῇ γεύσει τραχύτητα καὶ λειότητα καὶ προσέτι τὸ κολλῶδές τε καὶ ῥυπτικόν. ἐχέκολλος μὲν γάρ ἐστι καὶ γλίσχρος ὁ Σάμιος ἀστὴρ, ἐχούσης τι καὶ τῆς Λημνίας σφραγῖδος ὀλίγον τοιοῦτον. ῥυπτικήν τε δύναμιν ἔχει καὶ μετρίαν Σελινουσία τε γῆ καὶ Χία, διὸ καί τινες
181
τῶν γυναικῶν ἐπὶ τὸ πρόσωπον αὐταῖς χρῶνται. δέδεικται δὲ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὸ βραχέως ῥυπτικὸν ἅπαν εἰς σάρκωσιν ἑλκῶν ἐπιτήδειον, ἐὰν δὲ ξηραίνῃ, καὶ πρὸς ἐπούλωσιν ἀγαθόν· ἐπιτηδειότατα δ’ ἐξ αὐτῶν ἐστι τοῖς τε ἐπιπολῆς ἕλκεσι καὶ πυρικαύτοις ὅσα πρὸς τῷ ξηραίνειν ἀδήκτως οὔτε θερμαίνει σαφῶς οὔτε ψύχει. ὅθεν ἥ τε Σελινουσία καὶ ἡ Χία γῆ κάλλιστα φάρμακα πρὸς τὰ πυρίκαυτα τῶν ἑλκῶν ἐστι· δεῖται γὰρ ταῦτα μετριώτατα ῥυπτόντων φαρμάκων ἄνευ θάλψεως ἢ ψύξεως ἐπιφανοῦς, ὅπερ ὑπάρχει καὶ τῇ Σελινουσίᾳ καὶ τῇ Χίᾳ καὶ τῇ Σαμίᾳ γῇ. λέλεκται δὲ ὅτι καὶ ταύτης εἶδός ἐστιν ὁ ἀστὴρ ὀνομαζόμενος, ὑπερέχων τῆς ἄλλης γῆς τῷ γλίσχρον τι καὶ κολλῶδες ἔχειν, ὅθεν οὔτε πρὸς τὰ ἄλλα τῶν ἑλκῶν οὔτε πρὸς τὰ πυρίκαυτα ταῖς ἄλλαις ἐνάμιλλός ἐστιν, ὅσαι τε κολλῶδες οὐκ ἔχουσιν. ἐμπλαστικωτέραν γὰρ ἐργάζεται τὴν οὐσίαν τὸ κολλῶδες, ὡς μὴ ῥύπτειν, ὅταν γε δηλονότι μηδεμία δριμύτης ἄλλη προσῇ τῷ γλίσχρῳ τε καὶ κολλώδει σώματι, καθάπερ
182
ἐν τοῖς ἰξοῖς ἐστιν. ἥ γε μὴν Χία καὶ ἡ Σελινουσία γῆ τῆς μὲν Σαμίας λείπονται πρὸς τὰς περὶ τιτθοὺς καὶ ὄρχεις καὶ βουβῶνας ἀρχομένας φλεγμονάς. ὅμως δ’ οὐκ ἀνάρμοστοι τυγχάνουσιν οὖσαι, μηδενὸς ἄλλου τῶν ἄκρως ποιούντων παρόντος. ἡ δὲ Κιμωλία μικτῆς οὖσα δυνάμεως, ἔχει μέν τι καὶ ψυκτικὸν, ἔχει δέ τι καὶ διαφορητικὸν βραχὺ, διό πλυθεῖσα μὲν ἀποτίθεται τοῦτο, χωρὶς δὲ τοῦ πλυθῆναι κατ’ ἀμφοτέρας ἐνεργεῖ τὰς δυνάμεις, καθάπερ καὶ ἄλλα πολλὰ τῶν συνθέτων φαρμάκων διαφοροῦντά τε καὶ ἀποκρουόμενα. παρὰ δὲ τὴν τῶν μιγνυμένων ὑγρῶν αὐτῇ φύσιν ἐναργῶς ἐπιδείκνυται τῶν δυνάμεων ἑκατέραν. τοῖς μὲν γὰρ ἀποκρουομένοις καὶ ψύχουσι μιχθεῖσα τὸν γενόμενον ἐξ αὐτῆς τε κᾀκείνων πηλὸν ἐργάζεται ψύχοντά τε καὶ ἀποκρουόμενον, τοῖς δὲ διαφορητικοῖς διαφοροῦντα καὶ αὐτόν. οὕτω γοῦν καὶ τοῖς πυρικαύτοις ἁρμόττει, καί τινες τῶν ἰδιωτῶν ἐπιχρίουσιν αὐτὴν, παραχρῆμα φυράσαντες ὄξει. χρὴ δ’ ἐν τῇ τοιαύτῃ χρήσει μὴ λίαν εἶναι δριμὺ τὸ ὄξος. εἰ δὲ τοιοῦτον εἴη, βέλτιον ὕδατος αὐτῷ μιγνύναι. μέμνησό γε μὴν τοῦτο
183
κοινὸν ἐπὶ πάσης γῆς εἶναι τῆς κούφης. ἅπασαι γὰρ ὀνίνασι τὰ πυρίκαυτα παραχρῆμα παραχριόμεναι δι’ ὄξους, ἢ ὀξυκράτου, κωλύουσαι φλυκταινοῦσθαι. προσεπιβλέπειν δ’ ἐν τούτῳ καὶ τὴν φύσιν τοῦ θεραπευομένου σώματος, εἰ μαλακὸν ἢ σκληρὸν, εἰδὼς ἀεὶ καθόλου τοῦτο, τὰ μὲν μαλακὰ σώματα μὴ φέρειν τὴν δύναμιν τῶν ἰσχυρῶν φαρμάκων, τὰ δὲ σκληρὰ φέρειν. οὐ μὴν τῆς γ’ ἐνεστώσης πραγματείας ἴδια ταῦτα. ῥηθήσεται γὰρ ἐπιπλέον ἔν τε τοῖς περὶ συνθέσεως φαρμάκων κᾀν τοῖς περὶ τῶν εὐπορίστων. ἡ δὲ παροῦσα διέξοδος ἀπ’ ἀρχῆς ἐσπούδακε τὰς καθόλου δυνάμεις τῶν φαρμάκων εὑρεῖν, αἷς προσέχων τις τὸν νοῦν εἰς τὴν τῶν κατὰ μέρος χρῆσιν εὐπορίαν ἕξει παμπόλλην ἐπιμαθὼν δηλονότι τὴν μέθοδον τῆς χρήσεως αὐτῶν, ὥστ’ οὐκέτι προσήκει μηκύνειν, ἀλλ’ ὅπερ εἴρηται καὶ πρόσθεν ἀναμνῆσαι καὶ νῦν αὐτὴν μὲν τὴν ἄμικτον γῆν ἄλλῃ τινὶ τῶν ἑτερογενῶν οὐσιῶν ξηραντικῆς ἀδήκτως εἶναι δυνάμεως. ἐπεὶ δ’ ἀδύνατόν ἐστιν ἄμικτον εὑρεῖν ἀκριβῶς τι σῶμα, προσεπισκέπτεσθαι προσήκει τὴν μίξιν τῶν συμβεβηκότων 
184
αὐτῇ κατά τε τὰς ἐν κουφότητι καὶ βαρύτητι διαφορὰς καὶ τὰς ἐν τῇ γεύσει. στύψεως μὲν γάρ τινος ἔμφασιν ἔχουσα τοσοῦτον προσείληφε ψύξεως, ὅσον καὶ στύψεως. εἰ δὲ δριμύτητος ἐμφαίνοιτό τι, τοσοῦτον ἔχει θερμότητος, ὅσον δριμύτητος. ὡσαύτως δ’ ἐπὶ τῆς κούφης καὶ βαρείας σκοπεῖσθαι. τῆς μὲν κούφης τοιαύτης γινομένης, ὅταν ἀερώδους οὐσίας μετέχῃ δαψιλοῦς ἐν τῇ δι’ ὅλης ἑαυτῆς κράσει, τῆς δὲ βαρείας, ὅσῳ περ ἂν ᾖ μᾶλλον τοιαύτη, τοσούτῳ μᾶλλον εἰλικρινεστέρας γῆς ὑπαρχούσης. ἴδιον δὲ γῆς ἐστι τὸ μὴ χεῖσθαι πυρὶ πλησιάζουσαν, ὅπερ ὅ τε μόλυβδος καὶ καττίτερος, ἄργυρός τε καὶ χρυσὸς ἔχουσιν, ὥσθ’ ὅταν ἀργυρῖτιν ἢ χρυσῖτιν ἢ σιδηρῖτιν ἀκούσῃς γῆν, ὀνομάζουσι γὰρ οὕτως ἔνιοι τὰς ἐκ τῶν μετάλλων λαμβανομένας, μὴ νόμιζε δι’ ὅλου κεκρᾶσθαι τὸν ἄργυρον ἢ τὸν χρυσὸν ἢ τὸν σίδηρον τῇ γῇ· πλησιάζειν δὲ μορίοις μικροῖς τῆς γῆς ἀναμεμιγμένα μόρια μικρὰ, κατὰ μὲν τὴν χρυσῖτιν χρυσοῦ, κατὰ δὲ τὴν ἀργυρῖτι νἀργύρου, κατὰ δὲ τὴν σιδηρῖτιν σιδήρου, καὶ ταῦτ’ ἐν ταῖς καμίνοις ὑπὸ τοῦ πυρὸς χεόμενα συνέρχεσθαι πρὸς ἄλληλα.
185
κατὰ δὲ τὸν αὐτὸν τρόπον ἡ τὴν ὕαλον ἔχουσα ψάμμιός ἐστιν, ἐν ψάμμῳ γὰρ μάλιστα τῆς τοιαύτης οὐσίας εὑρίσκεται ψήγματα πολλάκις μικρά. καὶ ὅσοι τούτων ἔμπειροι θεασάμενοι τὰς τοιαύτας ψάμμους γνωρίζουσιν ὁπόσον ἐξ αὐτῶν ἀθροῖσαι δύνανται τῆς ὑάλου, καὶ χρυσοῦ δὲ ψήγματα μικρὰ πολλὰ κατά τινας εὑρίσκεται ψάμμους, ἀλλ’ οὐκ ἐξ ἁπάσης ψάμμου τὸν χρυσὸν ἐξαίρουσι καὶ τὴν ὕαλον οἱ περὶ ταῦτ’ ἔχοντες, ἐκλεγόμενοι δηλονότι τὰς μετ’ ὀλίγης δαπάνης ἀθροιζούσας πλεῖστον, ὡς τό γ’ ἐν ταῖς καμίνοις ἀναλώσαντας πολλὰ βραχύ τι σχεῖν τῆς διαθροιζομένης οὐσίας ἀκερδὲς αὐτοῖς εἶναι δοκεῖ. διὰ τοῦτο μὲν οὖν καίτοι γε πολλαῖς ψάμμοις χρυσοῦ καὶ ὑάλου ψηγμάτων περιεχομένων οὐκ ἐπὶ πάσας οἱ περὶ ταῦτα δεινοὶ παραγίνονται. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ χαλκὸν ἢ ἄργυρον ἢ σίδηρον ἢ κασσίτερον ἢ μόλυβδον ἐκ πάσης γῆς ἐκλέγουσιν. οὐ μὴν οὐδ’ ὅταν χωρίσωσιν ἑκάστην τῶν εἰρημένων ἀπὸ τῆς ἀναμεμιγμένης γῆς, ἡ καταλειπομένη παραπλησία ταῖς ἄλλαις γαῖς ἐστιν, ἃς συνήθως ἔφην ὀνομάζεσθαι πᾶσιν Ἕλλησιν, ἐχούσαις
186
γνώρισμα κοινὸν τὸ τέγγεσθαί τε καὶ διαλύεσθαι ῥᾳδίως εἰς πηλόν. τῆς γὰρ ἐν τοῖς μετάλλοις γῆς ὑπόλειμμα λιθῶδες γίγνεται, ἄτηκτόν τε καὶ ἄτεγκτον. λέγω δὲ τέγγεσθαι μὲν τὸ δι’ ὅλης τῆς οὐσίας ὑγραίνεσθαι, βρέχεσθαι δὲ τὸ κατὰ τὴν ἔξωθεν ἐπιφάνειαν μόνην, οὐ διικνουμένης εἰς τὸ βάθος αὐτῆς τῆς ὑγρότητος. οὕτως οὖν καὶ ἡ μεταλλευομένη Καδμεία γεννᾶται, λιθώδης οὖσα καὶ ἄτεγκτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων σωμάτων ἐφεξῆς εἰρήσεται· νυνὶ δ’ ἐπανήξω πάλιν ἐπὶ τὴν φαρμακώδη γῆν, ἥτις, ὅτι μὲν εἰς πηλὸν λύεται ῥᾳδίως ἐν ὕδατι τεγγομένη, διὰ τοῦτ’ ὀνομάζεται γῆ, διότι δὲ χρῄζομεν αὐτῆς ὥσπερ καὶ ἄλλων φαρμάκων, διὰ τοῦτο φαρμακῖτις εἰκότως ἂν λέγοιτο. καίτοι τήν γ’ ἀμπελῖτιν ὀνομαζομένην γῆν ἔνιοι φαρμακῖτιν ὀνομάζουσιν μόνην, ἤτοι γ’ ὡς μόνην τοιαύτην οὖσαν ἢ ὡς ἐνεργεστέραν τὴν φαρμακώδη δύναμιν ἔχουσαν, ὅπερ καὶ ἀληθές ἐστιν. ὀνομάζεται δ’ ἀμπελῖτις οὐχ ὅτι φυτεύειν ἀμπέλους ἐν ταύτῃ βέλτιον, ἀλλ’ ὅτι περιχριομένη ταῖς ἀμπέλοις φθείρει τοὺς γεννωμένους ἐπ’ αὐτῶν σκώληκας, οὓς σκνῖπας ὀνομάζουσιν οἱ παρ’ ἡμῖν ἀμπελουργοί. γεννῶνται δὲ οὗτοι τοῦ
187
ἦρος εἰσβάλλοντος, ἡνίκα βλαστάνουσιν οἱ ἄμπελοι καὶ τό γ’ ἐνοιδισκόμενον αὐτῶν μέρος, ὅθεν ὁ βλαστὸς φύεται, ὃ καλοῦσιν ὀφθαλμόν. τούτους οὖν τοὺς ὀφθαλμοὺς διεσθίοντες οἱ σκνῖπες οὐ μικρὰ βλάπτουσιν τὰς ἀμπέλους, διὸ καὶ τὰς ῥίζας τῶν ὀφθαλμῶν τούτων περιχρίουσιν οἱ περὶ ταῦτα δεινοί. κατὰ τοῦτο μὲν οὖν ἀμπελῖτίς τε καὶ φαρμακῖτις ἡ τοιαύτη γῆ προσαγορεύεται, δηλοῦσα κᾀκ τοῦ φθείρειν τοὺς σκνῖπας ὅσον αὐτῇ μέτεστι δυνάμεως φαρμακώδους. ἀφέστηκεν δὲ πολὺ καὶ τῶν ἄλλων εἰδῶν τῆς γῆς, οἷς χρώμεθα πρὸς τὰς ἰάσεις, ἐγγὺς ἤδη τῆς λιθώδους ἥκουσα. διὸ καὶ μιγνυμένην αὐτὴν ἐν ταῖς τῶν φαρμάκων γραφαῖς εὑρήσεις, ἔνθα ξηρᾶναί τι καὶ διαφορῆσαι προσήκει. τὸ γὰρ ἄδηκτον καὶ μέτριον καὶ παρηγορικὸν οὐκ ἔχει καθάπερ ἡ Χία τε καὶ Σαμία καὶ Σελινουσία. καὶ περὶ τῆς Κιμωλίας δὲ προείρηται βραχὺ τούτων οὔσης ἰσχυροτέρας, ἀδήκτου δ’ ἔτι καὶ αὐτῆς, καὶ μάλιστα εἰ πλυθείη. καὶ ἡ Κρητικὴ δὲ γῆ παραπλησία πώς ἐστι ταύταις, ἀλλ’ ἱκανῶς ἀσθενὴς ὑπάρχει, πολὺ τὸ ἀερῶδες ἔχουσα, τὸ μέντοι ῥυπτικὸν
188
ἔχει, διὸ καὶ οἱ ἄνθρωποι λαμπρύνουσιν αὐτῇ τὰ ῥυπαρὰ τῶν ἀργυρωμάτων, ὥστ’ ἔχοις ἂν καὶ ταύτην ἐς ὅπερ καὶ τὰς ἄλλας τὰς ἀδήκτως ῥυπτούσας προειρήκαμεν ἐπιτηδείους εἶναι. τούτων δ’ ἁπασῶν ἡ Λημνία δύναμιν ἰσχυροτέραν ἔχει, πρόσεστι γὰρ αὐτῇ τι καὶ στύψεως, ἡ δ’ Ἐρετριὰς ἔτι καὶ ταύτης ἰσχυροτέραν, οὐ μὴν ὥστ’ ἤδη δάκνειν. ἐὰν δὲ καὶ πλυθῇ, πάνυ μετρία γίνεται παραπλησίως ταῖς προειρημέναις. ἐγχωρεῖ δὲ τὴν γῆν ταύτην οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς ἢ τρὶς πλυθῆναι, καθάπερ καὶ τὴν Κιμωλίαν. καὶ μέντοι καὶ καίουσιν αὐτὴν ἔνιοι ποιοῦντες δηλονότι λεπτομερεστέραν τε καὶ δριμυτέραν, ὥστ’ εἰς τὴν διαφορητικὴν μεταπίπτειν δύναμιν. εἰ δὲ πλυθείη καυθεῖσα, τὸ μὲν δριμὺ καταλιποῦσα τῷ ὕδατι, τὸ δ’ ἐκ τῆς ὀπτήσεως λεπτομερὲς ἔχουσα, ξηραντικωτέρα γίνεται. διὸ τῆς ἀκαύστου τῷ κοινῷ λόγῳ γῆς ἁπάσης ἐπὶ τῶν ἑλκῶν οὔσης χρησίμης, ἔτι μᾶλλον ἡ μετὰ τὸ καυθῆναι πλυθεῖσα, καὶ πρὸς τὰ δυσσάρκωτά τε καὶ δυσεπούλωτα χρήσιμός ἐστιν. ὄντων δ’ αὐτῆς δυοῖν εἰδῶν ἡ 
189
τεφρώδης κατὰ τὴν χρόαν ἀμείνων ἐστὶ τῆς πάνυ λευκῆς. ἔστι δὲ καὶ ἄλλη γῆ πνιγῖτις ὀνομαζομένη, κατὰ μὲν τὴν ὅλην δύναμιν ἐοικυῖα τῇ Κιμωλίᾳ, κατὰ δὲ τὴν χρόαν ἀφεστηκυῖα. μέλαινα γάρ ἐστιν ὁμοίως τῇ ἀμπελίτιδι, τὸ δὲ γλίσχρον καὶ κολλῶδες οὐχ ἧττον ἔχει Σαμίας γῆς, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον. ἐδόθη δ’ ἡμῖν ἐν τῷ μεγάλῳ τούτῳ λοιμῷ, καὶ ἄλλη τις ἐξ Ἀρμενίας τῆς ὁμόρου Καππαδοκίας γῆ ξηραντικωτέρα, τὴν χρόαν ὠχρά· λίθον δ’ αὐτὴν ὠνόμαζεν, οὐ γῆν, ὁ δοὺς, καὶ ἔστιν εὐλειοτάτη, καθάπερ καὶ ἡ τίτανος. ὀνομάζω δ’ οὕτω δηλονότι τὴν κεκαυμένην πέτραν. ἀλλὰ καὶ ὥσπερ ἐκείνης οὐδὲν ἐμφέρεται ψαμμῶδες, οὕτως οὐδὲ τῆς Ἀρμενίας. μετὰ γὰρ τὸ θραυσθῆναι τῷ δοίδυκι κατὰ τὴν θυίαν, οὕτως ἐστὶ λεία καὶ ἄλιθος ὥσπερ ἡ τίτανος καὶ ὁ Σάμιος ἀστὴρ, οὐ μὴν ὁμοίως γε κούφη τῷ ἀστέρι. διὸ καὶ πεπύκνωται μᾶλλον αὐτοῦ καὶ ἧττον ἀερώδης ἐστὶν, καὶ διὰ τοῦτο φαντασίαν ἀποφαίνει τοῖς ἀμελέστερον ὁρῶσι λίθος εἶναι. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὰ παρόντα λίθον ἢ γῆν
190
αὐτὴν ὀνομάζειν, εἰδότας ἄκρως ξηραίνουσαν. ἐπί τε γὰρ δυσεντεριῶν καὶ τῶν κατὰ γαστέρα ῥευμάτων, αἵματός τε πτύσεως καὶ κατάῤῥου καὶ προσέτι τῶν κατὰ τὸ στόμα σηπεδονωδῶν ἑλκῶν ἁρμόττει μάλιστα. καὶ μέντοι καὶ τοὺς ἀπὸ κεφαλῆς εἰς θώρακα ῥευματιζομένους ὀνίνησι μεγάλως, ὥστε καὶ τοὺς διὰ τὴν τοιαύτην αἰτίαν συνεχῶς δυσπνοοῦντας ἰσχυρῶς ὠφελεῖ. καὶ μέντοι καὶ ὅσοι φθόῃ κάμνουσιν, καὶ τούτους ὀνίνησιν. ξηραίνει γὰρ αὐτῶν τὸ ἕλκος, ὡς μηδὲ βήττειν ἔτι, πλὴν εἰ κατὰ τὴν δίαιταν ἁμαρτάνοιεν ἀξιολόγως ἢ τὸ περιέχον ἐξαιφνίδιον εἰς δυσκρασίαν μεταπέσοι. καί μοι δοκεῖ, καθάπερ ἐπὶ τῶν συρίγγων ἐθεασάμεθα πολλάκις, οὐ μόνον ἐν ἄλλοις μορίοις, ἀλλὰ καὶ κατὰ τὴν ἕδραν ἄνευ τοῦ κολλύριον καθεῖναι τὸν ῥύπον ἢ τὸν τύλον ἐξαιροῦν τῆς σύριγγος, αὐτῷ μόνῳ τῷ ξηραίνοντι φαρμάκῳ προστελλομένας τε καὶ κλειομένας αὐτὰς, οὕτω κᾀπὶ τοῦ κατὰ τὸν πνεύμονα συμβαίνειν ἕλκους. φαίνεται γὰρ καὶ τοῦτο διὰ τῶν ξηραινόντων φαρμάκων ὁμοίως ὀνινάμενον, ὅταν τε μέτριον ᾖ καὶ μὴ μέγα λίαν, ὥστ’ ἔδοξαν ἔνιοι τῶν ἐχόντων
191
αὐτὰ τελείως ἀπηλλάχθαι, καὶ τῶν γ’ εἰς τὴν Λιβύην ἀπὸ Ῥώμης διὰ τοιαύτην αἰτίαν πορευθέντων ἔνιοι τελείως ἐπείσθησαν ὑγιεῖς εἶναι, καὶ μέχρι γέ τινων ἐτῶν ἀμέμπτως διήγαγον, εἶθ’ ὕστερόν ποτε πάλιν ἀφυλακτότερον αὐτοῖς διαιτηθεῖσιν ὑποστροφὴ τοῦ νοσήματος ἐγένετο. τούτους οὖν, ὡς ἔφην, ἡ ἐκ τῆς Ἀρμενίας βῶλος ἐναργῶς ὠφέλησε καίτοι γ’ ἐν Ῥώμῃ διατρίβοντας, ἔτι τε μᾶλλον τοὺς δυσπνοοῦντας συνεχῶς. ἐν δὲ τῷ μεγάλῳ τούτῳ λοιμῷ παραπλησίῳ τὴν ἰδέαν ὄντι τῷ κατὰ Θουκυδίδην γενομένῳ πάντες οἱ πιόντες τούτου τοῦ φαρμάκου διὰ ταχέων ἐθεραπεύθησαν, ὅσους δ’ οὐδὲν ὤνησεν ἀπέθανον πάντες, οὐδ’ ὑπ’ ἄλλου τινὸς ὠφελήθησαν, ᾧ καὶ δῆλον ὅτι μόνους τοὺς ἀνιάτως ἔχοντας οὐκ ὠφέλησε. πίνεται δὲ μετ’ οἴνου λεπτοῦ τὴν σύστασιν, κεραμένου μετρίως μὲν, εἰ ἀπύρετος εἴη παντάπασιν ὁ ἄνθρωπος ἢ βραχὺ πυρεταίνοι, πάνυ δ’ ὑδαροῦς, εἰ πυρέττοι μειζόνως. οὐ μὴν οὐδὲ σφοδροὶ κατὰ τὴν θερμασίαν εἰσὶν οἱ λοιμώδεις πυρετοί. περὶ δὲ τῶν ξηρανθῆναι δεομένων ἑλκῶν τί δεῖ καὶ λέγειν ὁπηλίκην ἔχει δύναμιν ἡ
192
Ἀρμενικὴ βῶλος αὕτη; καλεῖν δ’ ἔξεστί σοι, καθάπερ ἔφην, καὶ λίθον αὐτὴν, ὡς ὁ δοὺς ὠνόμαζεν, καὶ γῆν, ὡς ἂν ἐγὼ φαίην, ἐπειδὴ καὶ τέγγεται τοῖς ὑγροῖς.