De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Περὶ τῶν γῶν. [α΄. Περὶ τῶν τῆς γῆς διαφορῶν.] Δυοῖν σημαινομένων πραγμάτων ἐκ τοῦ τῆς γῆς ὀνόματος ἀναγκαῖόν ἐστιν διαστεῖλαι πρότερον αὐτὰ σαφηνείας ἕνεκα τῶν λεχθησομένων. τὸ μὲν οὖν ἕτερον αὐτῶν σύνηθές ἐστιν ἅπασι τοῖς Ἕλλησιν. ὅταν τε γὰρ σπείρουσιν πυροὺς ἢ κριθὰς ἤ τι τῶν ἄλλων σπερμάτων, ἃ δημήτρια καλεῖται, μετρίως ὑγρὰν εἶναι χρῆναί φασι τὴν γῆν. ὅταν τε φυτεύουσιν ἀμπέλους ἢ συκὰς ἢ ἐλαίας ἤ τι τῶν ἄλλων δένδρων, φυλάττεσθαι κελεύουσι τήν τ’ ἄνικμον ἐσχάτως καὶ ξηρὰν τήν θ’ ὑγρὰν καὶ πηλώδη. καὶ γὰρ οὖν ὀνομάζουσι πηλὸν τὴν γῆν ὑγρῷ φυραθεῖσαν, οἵ τε τὰ γεωργικὰ γράψαντες ἐν ταῖς τῶν χωρίων διαφοραῖς τά τε μελάγγαια καὶ ἀργιλώδη καὶ ψαμμώδη διαστελλόμενα λέγουσιν. καλοῦσι δὲ καὶ λιπαρὰν γῆν, ἐξ ἧς ὁ πηλὸς γίνεται γλίσχρος. ἑτέραν τε κατὰ τοὐναντίον τῇδε διακειμένην, ἀλιπῆ καὶ ψαθυρὸν, ὡς ἂν εἴποι τις, ἐργαζομένη τὸν πηλόν. ἓν μὲν δὴ τοῦτο σημαινόμενόν

166
ἐστι τοῦ τῆς γῆς ὀνόματος ἅπασι σύνηθες. ἕτερον δὲ μόνον τοῖς φιλοσόφοις, ἐπειδὴ λέγωσι τῶν σωμάτων στοιχεῖα γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ. τὸ γὰρ ξηρὸν ἐσχάτως σῶμα καὶ ψυχρὸν ὀνομάζουσι γῆν. κατὰ τούτους οὖν οὐδὲν μὲν τῶν συνθέτων τούτων σωμάτων ἐστὶν ἡ στοιχειώδης γῆ, πλεῖστον μέντοι τῆς γῆς ἔχειν αὐτά φασιν, οἷον τόν τε ἀδάμαντα καὶ τὰς πέτρας, καὶ ὅσῳ γ’ ἂν ὦσι σκληρότερα τὸ σῶμα, τοσούτῳ μᾶλλον αὐτὰ εἶναί φασι γεωδέστερα ἔμπαλιν τοῖς γεωργοῖς. οὐ γὰρ τὴν σκληροτέραν σύστασιν τῶν σωμάτων ὀνομάζουσιν οὗτοι γεωδεστέραν, ἀλλὰ λίθους μὲν καὶ πέτρας τὰ τοιαῦτα καλοῦσιν ἀνεπιτηδειότατα πρὸς γεωργίαν. ἀκριβεστάτην δὲ γῆν εἶναί φασι τὴν ποῤῥωτάτην τῇ συστάσει τῆς πέτρας, ὅπου γε καὶ τὴν ἀργιλώδη τε καὶ τὴν ψαμμώδη μέμφονται πρὸς τὰ πλεῖστα. κατὰ μὲν οὖν τὸ παρὰ τοῖς φιλοσόφοις σημαινόμενον αἱ τῆς γῆς διαφοραὶ τρισὶν ὁρισθήσονται γένεσιν. ἔστι γὰρ τὸ μέν τι λίθος αὐτῆς, τὸ δὲ μεταλλευτόν τι σῶμα, τὸ δὲ τρίτον ἡ γεωργουμένη γῆ, διαφωνίας γεγονυίας παρ’ αὐτοῖς
167
περὶ τῶν χεομένων μεταλλευτῶν σωμάτων, οἷον χαλκοῦ καὶ κασσιτέρου καὶ μολύβδου. ταῦτα γὰρ ἔνιοί φασιν οὐ γῆς, ἀλλ’ ὕδατος ἔχειν τὸ πλέον. οἵ γε μὴν ἄλλοι πάντες ἄνθρωποι γῆν ὀνομάζουσιν ἐκείνην μόνην τὴν οὐσίαν, ἥτις ὑγρῷ φυραθεῖσα πηλὸς γίνεται. περὶ ἧς κᾀγὼ νῦν ἔγνωκα τὰς διαφορὰς εἰπεῖν, ἐκεῖνο μόνον ἔτι προσθεὶς, ὡς ἡ προειρημένη τομὴ τῶν γεωδῶν σωμάτων εἴς τε λίθους καὶ τὰ μεταλλευόμενα καὶ τὴν γεωργουμένην γῆν ἄνευ τῶν φυσικῶν ἰδίως ὀνομαζομένων σωμάτων εἴρηται. τούτων δὲ προσιόντων καὶ τὰ ξύλα πάντα καὶ καρπῶν μόρια πολλὰ, καθάπερ καὶ ζώων, ὀνομασθήσεται γεώδη τὴν οὐσίαν εἶναι. καρπῶν μὲν μόρια, πυρῆνες ἐλαιῶν καὶ γίγαρτα σταφυλῶν καὶ καρύων λέμματα καὶ κώνων, ἕτερά τε πολλὰ τοιαῦτα, τῶν ζώων δὲ τά τ’ ὀστέα καὶ τὰ κέρατα καὶ οἱ ὀδόντες. ἀλλὰ περὶ μὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὅσα γεώδη καὶ σκληρὰ, τὸ μέν πού τι καὶ πρόσθεν εἴρηται, τὸ δ’ ἂν καὶ νῦν ῥηθείη· περὶ δὲ τῶν ἐν τοῖς ζώοις ἐφεξῆς εἰρήσεται, πρότερον διελθόντος μου τὰ κατὰ τὴν γῆν εἴδη.
168
καλεῖν μὲν γὰρ ἔξεστί σοι καὶ διαφορὰς αὐτὰ καὶ εἴδη καὶ γένη. λέγω δὴ ταῦτα λίθους τε καὶ τὰ μεταλλευτὰ σώματα, καὶ τὴν εἰς πηλὸν λυομένην γῆν, καὶ πρῶτόν γε τὰς διαφορὰς ἐρῶ τῆς ὑπὸ πάντων Ἑλλήνων ὀνομαζομένης γῆς, ἥτις ἔχει κοινὸν ὕδατι πλησιάσασα, διαλύεσθαι παραχρῆμα καὶ πηλὸν γίνεσθαι. τὸ γὰρ τῆς παρὰ τοῖς φιλοσόφοις οὕτω καλούμενον οὐ κοινὸν ἅπασιν, ἀλλ’ ἐκείνοις μόνοις σύνηθες ἔχει τοὶ σημαινόμενον.

[β΄. Περὶ τῶν διαφορῶν τῆς συνήθως ὀνομαζομένης γῆς.] Γῆν ἔφην ὀνομάζεσθαι σύνηθες ἅπασιν Ἕλλησιν, ἥτις ἂν εἰς τὸ ὑγρὸν ἐμβληθεῖσα παραχρῆμα διαλύεταί τε καὶ πηλὸς γίνεται. ταύτης οὖν ἡ μέν τίς ἐστιν ἣν γεωργοῦσιν οἱ ἄνθρωποι, διαφορὰς ἔχουσά τινας μὲν κατὰ τὸν ἴδιον λόγον ἐν τῷ λιπαρά τε εἶναι καὶ γλίσχρος, ἥτις πάντως ἐστὶ καὶ μέλαινα τὴν χρόαν. ἡ δὲ ψαθυρωτέρα τε καὶ ἀλιπὴς, ἣν καλοῦσιν ἄργιλον, οὖσα καὶ ἥδε λευκοτέρα πως. ἐναντιώταται μὲν αὗται διαφοραί· αἱ δ’ ἄλλαι μεταξὺ τούτων, ἤτοι τῇ ἑτέρᾳ πλησιάζουσαι μᾶλλον ἢ τῇ ἑτέρᾳ, τινὲς δὲ κᾀν τῷ 

169
μέσῳ δοκεῖν ἀκριβῶς εἶναι, τὴν ἴσην ἀμφοῖν ἀφεστηκυῖαι διάστασιν. αἱ δ’ ἐξ ἐπιμιξίας ἑτερογενῶν σωμάτων διαφοραὶ τῆς γῆς εἰσι, καθὸ λιθώδεις τε καὶ ψαμμώδεις ὑπάρχουσιν, καὶ χωρίζουσί γε τῶν τοιούτων τὴν μεμιγμένην οὐσίαν, ἀναδεύσαντες καὶ ἀναφυράσαντες ὕδατι πολλῷ, μέχρι τοῦ πᾶν ὑγρὸν ἐργάσασθαι. καθισταμένου γὰρ τούτου τὸ μὲν τῆς λιθώδους τε καὶ ψαμμώδους ἐμφερόμενον ὑφιζάνει πᾶν, ἐποχεῖται δὲ ἡ ἀκριβὴς γῆ. τοιοῦτον γάρ τι καὶ κατὰ τὴν Λημνίαν γίνεται γῆν, ἣν μίλτον ὀνομάζουσιν ἔνιοι Λημνίαν καί τινες ἄλλοι σφραγῖδα Λημνίαν, διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα τῆς Ἀρτέμιδος ἱεράν. ταύτην γάρ τοι τὴν γῆν ἡ ἱέρεια λαμβάνουσα μετά τινος ἐπιχωρίου τιμῆς, οὐ ζώων θυομένων, ἀλλὰ πυρῶν καὶ κριθῶν ἀντιδιδομένων τῷ χωρίῳ, κομίζει μὲν εἰς τὴν πόλιν ἀναφυράσασα ὕδατι καὶ πηλὸν ὑγρὸν ἐργασαμένη καὶ τοῦτον ταράξασα σφοδρῶς, εἶτ’ ἐάσασα καταστῆναι, πρῶτον μὲν ἀφαιρεῖ τὸ ἐπιπολῆς ὕδωρ, εἶθ’ ὑπ’ αὐτῷ τὸ λιπαρὸν τῆς γῆς λαβοῦσα καὶ μόνον ἀπολιποῦσα τὸ ὑφιζηκὸς λιθῶδές τε καὶ ψαμμῶδες, ὅπερ καὶ
170
ἄχρηστόν ἐστιν, ἄχρι τοσούτου ξηραίνει τὸν λιπαρὸν πηλὸν, ἄχρις ἂν εἰς σύστασιν ἀφίκηται μαλακοῦ κηροῦ, καὶ τούτου λαμβάνουσα μόρια σμικρὰ τὴν ἱερὰν τῆς Ἀρτέμιδος ἐπιβάλλει σφραγῖδα, κἄπειτα πάλιν ἐν σκιᾷ ξηραίνει, μέχρις ἂν ἀκριβῶς ἄνικμος ἀποτελεσθῇ, καὶ γένηται τοῦτο δὴ τὸ γινωσκόμενον ἰατροῖς ἅπασι φάρμακον ἡ Λημνία σφραγίς. οὕτω γὰρ αὐτὴν ὀνομάζουσιν, ὡς ἔφην, ἔνιοι διὰ τὴν ἐπιβαλλομένην αὐτῇ σφραγῖδα, καθάπερ γε καὶ διὰ τὴν χρόαν ἔνιοι Λημνίαν μίλτον. ἔχει μὲν οὖν τὴν χρόαν τὴν αὐτὴν τῇ μίλτῳ, διαφέρει δ’ αὐτῆς τῷ μὴ μολύνειν ἁπτομένην, καθάπερ ἐκείνην, καὶ κατά γε τὸν λόφον ἐν τῇ Λήμνῳ τὸν ὅλον ὄντα κιῤῥὸν τῇ χρόᾳ, καθ’ ὃν οὔτε δένδρον ἐστὶν οὔτε πέτρα οὔτε φυτὸν, μόνη δ’ ἡ τοιαύτη γῆ. τρεῖς δ’ αὐτῆς εὑρίσκονται διαφοραί· μία μὲν ἡ προειρημένη τῆς ἱερᾶς γῆς, ἧς οὐδεὶς ἄλλος ἅπτεται πλὴν τῆς ἱερείας. δευτέρα δ’ ἑτέρα τῆς ὄντως μίλτου, χρῶνται δ’ οἱ τέκτονες αὐτῇ μάλιστα. τρίτη δ’ ἡ τῆς ῥυπούσης, ᾗ χρῶνται τῶν πλυνόντων ὀθόνας
171
τε καὶ ἐσθῆτας οἱ βουληθέντες. ἀνεγνωκὼς δὲ ἐγὼ παρά τε Διοσκορίδῃ καὶ ἄλλοις τισὶ μίγνυσθαι τράγειον αἷμα τῇ Λημνίᾳ γῇ, κᾀκ τοῦ διὰ μίξεως ταύτης γενομένου πηλοῦ τὴν ἱέρειαν ἀναπλάττειν τε καὶ σφραγίζειν ἃς ὀνομάζουσι Λημνίας σφραγῖδας, ὠρέχθην αὐτὸς ἱστορῆσαι τὴν συμμετρίαν τῆς μίξεως. ὥσπερ οὖν εἰς Κύπρον ἕνεκα τῶν ἐν αὐτῇ μετάλλων, εἴς τε τὴν κοίλην Συρίαν, μόριον οὖσαν τῆς Παλαιστίνης, ἕνεκεν ἀσφάλτου καί τινων ἄλλων κατ’ αὐτὴν ἀξίων ἱστορίας ἐπορεύθην, οὕτως καὶ εἰς Λῆμνον οὐκ ὤκνησα πλεῦσαι, θεασόμενος ὁπόσον μίγνυται τοῦ αἵματος τῇ γῇ. καὶ τό γε δεύτερον ἐξ Ἀσίας εἰς Ῥώμην ἀφικέσθαι πεζῇ πορευόμενος διὰ Θρᾴκης τε καὶ Μακεδονίας, ἔπλευσα πρότερον ἀπὸ Τρῳάδος Ἀλεξανδρείας εἰς Λῆμνον, ἐπιτυχὼν εἰς Θεσσαλονίκην ἀναγομένου πλοίου, συνθεμένῳ τῷ ναυκλήρῳ παραβάλλειν πρότερον τῇ Λήμνῳ· ὁ δὲ προσέσχε μὲν, οὐ μὴν ᾗ γ’ ἐχρῆν πόλει. τὴν ἀρχὴν γὰρ οὐδ’ ἠπιστάμην δύο πόλεις εἶναι κατὰ τὴν νῆσον, ἀλλὰ ᾤμην, ὡς Σάμον
172
καὶ Χίον καὶ Κῶ Ἄνδρον τε καὶ Τῆνον καὶ πάσας τὰς κατὰ τὸ Αἰγαῖον, οὕτω καὶ τὴν Λῆμνον ὁμώνυμον ἔχειν πόλιν ὅλῃ τῇ νήσῳ μίαν. ὡς δὲ ἀποβὰς τῆς νεὼς, ἔγνων Μυρίναν μὲν ὀνομάζεσθαι τὴν πόλιν, εἶναι δ’ οὔτε κατὰ Φιλοκτήτην οὔτε κατὰ τὸ ἱερὸν τοῦ Ἡφαίστου λόφον ἐν τῇ χώρᾳ τῆς πόλεως ἐκείνης, ἀλλ’ ἐν ἑτέρᾳ τῇ Ἡφαιστιάδι καλουμένῃ, καὶ οὐδ’ ἐγγὺς εἶναι τὴν πόλιν ἐκείνην τῆς Μυρίνης, ὅ τε ναύκληρος οὐκ ἠδύνατό με περιμένειν, ἀνεβαλλόμην εἰσαῦθις, ὅταν ἀπὸ Ῥώμης εἰς Ἀσίαν ἀφίκωμαι, θεάσασθαι τὴν Ἡφαιστιάδα. καί μοι τοῦτ’ ἐπράχθη, καθάπερ ἤλπισά τε καὶ προὐθέμην. ὡς γὰρ ἀπὸ τῆς Ἰταλίας διαβαλὼν εἰς τὴν Μακεδονίαν καὶ σχεδὸν ὅλην αὐτὴν ὁδοιπορήσας ἐν Φιλίπποις ἐγενόμην, ἥπερ ἐστὶν ὅμορος τῇ Θρᾴκῃ πόλις, ἐντεῦθεν ἐπὶ τὴν πλησίον θάλατταν εἴκοσιν ἐπὶ τοῖς ἑκατὸν ἀπέχουσαν στάδια κατελθὼν, ἔπλευσα πρότερον μὲν εἰς Θάσον ἐγγύς που διακοσίους σταδίους, ἐκεῖθεν δὲ εἰς Λῆμνον ἑπτακοσίους, εἶτ’ αὖθις ἀπὸ Λήμνου τοὺς ἴσους ἑπτακοσίους εἰς Ἀλεξανδρείαν Τρῳάδα. καὶ διὰ
173
τοῦτ’ ἐξεπίτηδες ἔγραψα περί τε τοῦ πλοῦ καὶ τῶν σταδίων, ὅπως εἴ τις ἐθέλῃ θεάσασθαι καὶ αὐτὸς ὁμοίως ἐμοὶ τὴν Ἡφαιστιάδα διαγινώσκων τὴν θέσιν αὐτῆς, οὕτως παρασκευάζοιτο πρὸς τὸν πλοῦν. ἐν γάρ τοι τῇ ὅλῃ νήσῳ τῇ Λήμνῳ, κατὰ μὲν τὸ πρὸς ταῖς ἀνατολαῖς μέρος αὐτῆς ἐστιν Ἡφαιστιὰς, κατὰ δὲ τὸ πρὸς ταῖς δυσμαῖς ἡ Μυρίνα. καὶ τό γε ὑπὸ τοῦ ποιητοῦ λεγόμενον ἐπὶ τοῦ Ἡφαίστου, κάππεσεν ἐν Λήμνῳ, διὰ τὴν φύσιν τοῦ λόφου δοκεῖ μοι τὸν μῦθον ἐπίστασθαι. φαίνεται γὰρ ὁμοιότατος κεκαυμένῳ κατά γε τὴν χρόαν καὶ διὰ τὸ μηδὲν ἐν αὐτῷ φύεσθαι. εἰς τοῦτον οὖν τὸν λόφον ἥ τε ἱέρεια παραγενομένη, καθ’ ὃν ἐγὼ καιρὸν ἐπέβην τῆς νήσου, καί τινα πυρῶν τε καὶ κριθῶν ἀριθμὸν ἐμβάλλουσα τῇ γῇ καὶ ἄλλα τινὰ ποιήσασα κατὰ τὸν ἐπιχώριον σεβασμὸν, ἐπλήρωσεν μὲν ὅλην ἅμαξαν τῆς γῆς. κομίσασα δ’ εἰς τὴν πόλιν, ὡς εἶπον ἀρτίως, ἐσκεύασε τὰς πολυθρυλήτους Λημνίας σφραγῖδας. ἔδοξεν οὖν μοι πυθέσθαι μή τι πρότερόν ποτε τράγειον ἢ αἴγειον αἷμα τῇ γῇ ταύτῃ μιγνύμενον ἐν ἱστορίᾳ παρειλήφασιν. ἐφ’ ᾗ 
174
πεύσει πάντες οἱ ἀκούσαντες ἐγέλασαν, οὐχ οἱ τυχόντες ἄνδρες ὄντες, ἀλλὰ καὶ πάνυ πεπαιδευμένοι τά τ’ ἄλλα καὶ τὴν ἐπιχώριον ἱστορίαν ἅπασαν. ἀλλὰ καὶ βιβλίον ἔλαβον. παρά τινος αὐτῶν, γεγραμμένον ὑπό τινος τῶν ἐπιχωρίων ἀνδρῶν ἔμπροσθεν, ἐν ᾧ τὴν χρῆσιν ἅπασαν ἐδίδασκε τῆς Λημνίας γῆς, ὅθεν οὐκ ὤκνησα κᾀγὼ πειραθῆναι τοῦ φαρμάκου, δισμυρίας λαβὼν σφραγῖδας. ἐχρῆτο δὲ καὶ αὐτὸς ὁ δοὺς τὸ βιβλίον, ἐν τοῖς πρώτοις ἀριθμούμενος τῆς Ἡφαιστιάδος, εἰς πολλὰ τῷ φαρμάκῳ. καὶ γὰρ ἐπὶ τραυμάτων καὶ παλαιῶν καὶ δυσεπουλώτων ἐχεοδήκτων τε καὶ ὅλως θηριοδήκτων, ἐπί τε τῶν θανασίμων φαρμάκων, οὐ προδιδοὺς μόνον, ἀλλὰ καὶ ἐπιδιδοὺς, ἐχρῆτο τῇ σφραγῖδι. ἔφασκε δὲ καὶ τοῦ διὰ τῶν ἀρκευθίδων φαρμάκου πεῖραν ἔχειν, εἰς ὃ καὶ τῆς Λημνίας ἐμβάλλεται κινοῦντος ἔμετον, εἴ τις ἔτι κατὰ τὴν κοιλίαν ὄντος τοῦ θανασίμου φαρμάκου πίοι τὸ ἀλεξητήριον. ἀλλὰ τούτου μὲν καὶ ἡμεῖς ἔχομεν πεῖραν ἐπί τε λαγωοῦ θαλαττίου καὶ κανθαρίδων, ὑποπτευσάντων μὲν εἰληφέναι
175
τι τοιοῦτον τῶν ἀνθρώπων, ἐμεσάντων δ’ αὐτίκα πᾶν ἐπὶ τῷ διὰ τῆς Λημνίας σφραγῖδος φαρμάκῳ, καὶ μηδὲν μετὰ ταῦτα παθόντων σύμπτωμα τῶν ἑπομένων λαγωῷ τε καὶ κανθαρίσι, καίτοι τῆς δόσεως τῶν ὀλεθρίων φαρμάκων ἐλεγχθείσης. εἰ δὲ καὶ πρὸς τἄλλα θανάσιμα φάρμακα, ταῦτα δὴ τὰ δηλητήρια καλούμενα, τὴν αὐτὴν δύναμιν ἔχει τὸ διὰ τῶν ἀρκευθίδων καὶ τῆς Λημνίας φάρμακον, ἐμοὶ μὲν ἄδηλον. ὁ δ’ ἐκ τῆς Ἡφαιστιάδος ἐπηγγείλατο μέχρι τοῦ καὶ λυττῶντος κυνὸς ἰᾶσθαι δῆγμα φάσκειν αὐτὴν, πινομένην δι’ οἴνου κεκραμένου, κατὰ δὲ τοῦ ἕλκους ἐπιτιθεμένην δι’ ὄξους πάνυ δριμέος. ἀλλὰ δι’ ὄξους μὲν καὶ τὰ τῶν ἄλλων θηρίων ἔλεγεν αὐτὴν ἰᾶσθαι δήγματα, φύλλων βοτανῶν ἔξωθεν ἐπιτιθεμένων, ἃς ἐμάθομεν ἀντιπεπονθέναι σηπεδόσιν. μάλιστα δ’ ἐπῄνει σκόρδιον, εἶτα κενταύριον τὸ λεπτὸν, εἶτα πράσιον. ἐπί γε μὴν κακοήθων καὶ σηπεδονωδῶν ἑλκῶν εἴ ποτ’ ἐχρησάμην τῇ Λημνίᾳ, μεγάλως ὠφέλησε. ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας.
176
τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρόν τε καὶ ῥυπαρὸν, ἀνέχεται δι’ ὄξους δριμυτάτου τῆς Λημνίας λελυμένης εἰς πηλώδη σύστασιν ὁμοίως τοῖς τροχίσκοις, ὧν ἄλλος ἄλλῳ χρῆται, Πολυείδου λέγω καὶ Πασίωνος καὶ Ἄνδρωνος, καὶ τούτῳ τῷ νῦν εἰρημένῳ, προσαγορευομένῳ δὲ Βητινῷ. καὶ γὰρ οὗτοι πάντες ἰσχυρῶς ξηραίνοντες ὠφελοῦσι τὰ κακοήθη τῶν ἑλκῶν, ἀνιέμενοι ποτὲ μὲν οἴνῳ γλυκεῖ, ποτὲ δὲ σιραίῳ, ποτὲ δ’ οἰνομέλιτι, ποτὲ δὲ τῶν λευκῶν οἴνων ἐνίοις ἢ τῶν κιῤῥῶν ἢ ξανθῶν, ὡς ἂν ἡ χρεία κελεύῃ. διορισθήσεται γὰρ ὑπὲρ τούτων ἐν ἑτέροις. ὡσαύτως δὲ καὶ δι’ ὄξους ἀνίενταί ποτε, καὶ δι’ οἴνου ἢ ὕδατος ἢ ὀξυμέλιτος, ἢ ὀξυκράτου τε καὶ μελικράτου. καὶ ἡ Λημνία δὲ γῆ δι’ ἑκάστου τῶν εἰρημένων ἀνιεμένη φάρμακον ἐπιτήδειόν ἐστιν εἴς τε τὴν τῶν προσφάτων τραυμάτων κόλλησιν εἴς τε τὴν τῶν χρονίων ἢ δυσεπουλώτων ἢ κακοήθων ἴασιν. ὡσαύτως δὲ καὶ ἡ ἄλλη πᾶσα φαρμακώδης γῆ. διελέσθαι γὰρ δεήσει, καθάπερ ἔμπροσθεν ἀπὸ τῆς στοιχειώδους γῆς, ἐν ᾗ καὶ οἱ λίθοι περιείχοντο τὴν εἰς πηλὸν λυομένην, οὕτω νῦν ἀπὸ τῆς
177
γεωργουμένης τὴν φαρμακώδη. καλέσαι γὰρ οὐδὲν χεῖρον οὕτως ᾗ πρὸς τὰς θεραπείας χρώμεθα, καίτοι καὶ τῆς γεωργουμένης ἡ λιπαρὰ χρήσιμος εἰς θεραπείαν ἐστὶν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων, ὅθεν αὐτῇ κατὰ Ἀλεξάνδρειάν τε καὶ Αἴγυπτον χρῶνται πολλοὶ μὲν ἰδίᾳ προαιρέσει, πολλοὶ δ’ ἐξ ὀνειράτων. εἶδον γοῦν ἐπὶ τῆς Ἀλεξανδρείας ὑδερώδεις τε καὶ σπληνώδεις ἐνίους χρωμένους τῷ πηλῷ τῆς Αἰγυπτίας γῆς. πολλοὶ δὲ καὶ κνήμας καὶ μηροὺς καὶ πήχεις καὶ βραχίονας καὶ νῶτα καὶ πλευρὰς καὶ στέρνα τῷ πηλῷ τῆς γῆς ταύτης χριόμενοι σαφῶς ὠφελοῦντο. κατὰ δὲ τὸν αὐτὸν τρόπον τάς τε παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων ὀνίνησιν ὁ πηλὸς οὗτος, ὥστ’ ἐνίους οἶδα καὶ ὅλην τὴν ἕξιν οἰδαλέους ἐξ αἱμοῤῥοΐδων ἀμέτρου κενώσεως γενομένους, ὠφεληθέντας ἐναργῶς. καί τινες ἀλγήματα χρόνια κατά τι μόριον ἐστηριγμένα τῷ πηλῷ τούτῳ τελέως ἐξιάσαντο, ξηραντικὴν γὰρ ἔχει πᾶσα γῆ δύναμιν. ἐπεὶ καὶ φύσει ξηρὸν αὐτῆς ἐστι τὸ σῶμα, καὶ ὅτε γε ἀκριβῶς ᾖ πυρώδους ἄμικτος
178
οὐσίας, ἀδηκτότατα ξηραίνει, συντελεῖ δὲ εἰς τοῦτο αὐτῇ τὸ πεπλύσθαι.