De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[θ΄. Περὶ ἐλλεβόρου.] Ἐλλέβορος ἑκάτερος, ὅ τε λευκὸς καὶ ὁ μέλας, ῥυπτικῆς τε ἅμα καὶ θερμαντικῆς εἰσι δυνάμεως. διὸ καὶ πρὸς ἀλφοὺς καὶ λειχῆνας καὶ ψώρας καὶ λέπρας ἁρμόττουσι, καὶ μὲν δὴ καὶ εἰς σύριγγα τετυλωμένην ὁ μέλας, καθιέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις ἀφίστησιν αὐτῆς τὸν τύλον, καὶ ὀδόντας δὲ σὺν ὄξει διακλυζόμενος ὀνίνησι. καὶ κείσθωσαν ἐν τῇ τρίτῃ τάξει τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἔστι δὲ τῇ γεύσει θερμότερος μὲν ὁ μέλας, ὑπόπικρος δὲ ὁ λευκός.

[ι΄. Περὶ ἑλξίνης.] Ἑλξίνη, ἔνιοι δὲ περδίκιον ὀνομάζουσιν, ἄλλοι δὲ παρθένιον, ἄλλοι δὲ σιδηρίτιδα, εἰσὶ δ’ οἳ Ἡρακλείαν. δύναμις δ’ αὐτῆς ῥυπτική τε καὶ ἀτρέμα στυπτικὴ μεθ’ ὑγρότητος ὑποψύχρου. ὅθεν ἰᾶται φλεγμονὰς ἁπάσας ἐν ἀρχῇ τε καὶ ἐν ἀναβάσει μέχρι τῆς ἀκμῆς, καὶ μάλιστα τὰς θερμάς. καὶ μὲν δὴ καὶ ἀρχομένοις φυγέθλοις ἐπιπλάττεται. καὶ ὁ χυλὸς δ’ αὐτῆς μετὰ ῥοδίνου πρὸς ὤτων ἀλγήματα φλεγμαινώδη μετρίως ἥρμοκεν. ἀνακογχυλίζονται δ’ αὐτὴν ἔνιοι καὶ πρὸς παρίσθμια, καί τινες τῶν

875
ἰατρῶν τοῖς χρονίως βήττουσιν ἔδοσαν αὐτήν. τοῦ ῥύπτειν δ’ ἐναργῆ πεῖραν παρέχεται καὶ ἐπὶ τῶν ὑαλίνων σκευῶν.

[ια΄. Περὶ ἑλξίνης μελαίνης.] Ἑλξίνη, ἡ καὶ κισσάμπελος ὀνομαζομένη, δυνάμεώς ἐστι διαφορητικῆς.

[ιβ΄. Περὶ ἐλύμου.] Ἔλυμος, καλεῖται δὲ καὶ μελίνη. ἔστι μὲν ἐκ τῶν ὀσπρίων, ὅμοιον κέγχρῳ τήν τε ἰδέαν καὶ τὴν δύναμιν, ὀλιγότροφόν τε καὶ ξηραντικόν. ἵστησί τέ τι καὶ τὰ κατὰ γαστέρα ῥεύματα, καθάπερ καὶ ὁ κέγχρος. εἰ δ’ ἔξωθεν ἐπιπλασθείη, ξηραίνει τε καὶ ψύχει.

[ιγ΄. Περὶ ἐμπέτρου.] Ἔμπετρον εἰς καθάρσεις μόνας δοκεῖ χρήσιμον ὑπάρχειν ἄγον φλέγμα καὶ χολήν. ἔστι δὲ ἁλυκὸν τῇ γεύσει, ὥστε καὶ εἰς ἄλλα χρήσαιτ’ ἄν τις αὐτῷ εἰς ἅπερ καὶ τὴν ἁλυκὴν οὐσίαν ἐδείκνυμεν δυναμένην· ὀνομάζεται δὲ καὶ πρασοειδές.

[ιδ΄. Περὶ ἐπιθύμου.] Ἐπίθυμον τῆς θύμου δυνάμεώς ἐστιν ἰσχυρότερον, τὰ πάντα ξηραινούσης τε καὶ θερμαινούσης κατὰ τὴν τρίτην ἀπόστασιν.

876