De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ιε΄. Περὶ ἐπιμηδίου.] Ἐπιμηδίου ἡ δύναμις ψυκτικὴ μετρίως ἐστὶ, μεθ’ ὑγρότητος ὑδατώδους. οὐδεμίαν γοῦν ἐπίσημον ἔχει ποιότητα, δύναται δὲ καταπλαττομένη μαστοὺς ὀρθίους διαφυλάττειν, φασὶ δὲ καὶ ἀτόκιον εἶναι πινομένην.

[ιστ΄. Περὶ ἐπιμήλιδος.] Ἐπιμηλίς· στρυφνὸν τοῦτο τὸ φυτόν ἐστι καὶ ὡς ἄν εἴποι τις ἀγρία μηλέα. καλεῖται δ’ ὑπὸ τῶν κατὰ τὴν Ἰταλίαν ἀγροίκων οὐνέδων. πλεῖστον δὲ ἐν τῇ Καλαβρίᾳ γίγνεται. ὁ καρπὸς δ’ αὐτῆς στρυφνὸς μὲν, κακοστόμαχος δὲ καὶ κεφαλαλγής. ἀναμέμικται γὰρ αὐτῷ τις ἀλλόκοτος ποιότης.

[ιζ΄. Περὶ ἐρεβίνθου.] Ἐρέβινθος, ὀσπρίον φυσῶδες, τρόφιμον, εὐκοίλιον, οὐρητικὸν, γάλακτος καὶ σπέρματος γεννητικὸν, προτρέπει δὲ καὶ καταμήνια. εἰσὶ δ’ οἱ κριοὶ καλούμενοι τῶν ἄλλων οὐρητικώτεροι. τὸ δ’ ἀφέψημα αὐτῶν τοὺς λίθους τοὺς ἐν νεφροῖς θρύπτει. τὸ δ’ ἕτερον γένος τῶν ἐρεβίνθων καλοῦνται μὲν ὀροβίαι, τῆς δ’ αὐτῆς ἐστι δυνάμεως, ἐπισπαστικῆς, διαφορητικῆς, τμητικῆς, ῥυπτικῆς.

877
εἰσὶ γὰρ θερμοὶ μὲν καὶ μετρίως ξηροὶ, μετέχουσι δέ τι καὶ τῆς πικρότητος, δι’ ἣν καὶ σπλῆνα καὶ ἧπαρ καὶ νεφροὺς ἐκκαθαίρουσι, καὶ ψώρας καὶ λειχῆνας ἀποῤῥύπτουσι καὶ παρωτίδας, καὶ διδύμους σκιῤῥουμένους διαφοροῦσι, καὶ τὰ κακοήθη δὲ τῶν ἑλκῶν ἰῶνται μετὰ μέλιτος.

[ιη΄. Περὶ ἐρεβίνθου ἀγρίου.] Ἐρέβινθος ἄγριος ἰσχυρότερος εἰς πάντα τοῦ ἡμέρου, τοῦτ’ ἔστι θερμότερός τε καὶ ξηραντικώτερος, ὅσον περ καὶ δριμύτερός τέ ἐστι καὶ πικρότερος.

[ιθ΄. Περὶ ἐρείκης.] Ἐρείκη διαφορητικῆς ἐστι δυνάμεως. τῷ δ’ ἄνθει μάλιστα καὶ τοῖς φύλλοις αὐτῆς χρηστέον.

[κ΄. Περὶ ἑρπύλλου.] Ἕρπυλλος θερμαντικῆς εἰς τοσοῦτόν ἐστι δυνάμεως, ὡς καταμήνιά τε καὶ οὖρα κινεῖν. ἔστι δὲ καὶ πρὸς τὴν γεῦσιν ἱκανῶς δριμύς.