De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ιβ΄. Περὶ ἥπατος σαύρας.] Ἧπαρ σαύρας ἐντεθὲν ὀδοῦσι βεβρωμένοις ἔγραψάν τινες ἀνωδυνίαν ἐργάζεσθαι.

[ιγ΄. Περὶ κοιλίας αἰθυίας.] Κοιλίαν αἰθυίας ἐπαινοῦσί τινες ὡς πεπτικὸν φάρμακον, εἴ τις ἢ παραχρῆμα λαμβάνων ἑφθὴν ἢ σκελετεύων προσφέροιτο. πειραθέντες δ’ ἡμεῖς αὐτοῦ ματαίαν εὕρομεν τὴν ὑπόσχεσιν, ὥσπερ καὶ τοῦ τῶν ἀλεκτορίδων ἔνδον χιτῶνος, ὃν καὶ αὐτὸν ἔνιοι σκελετεύοντες ὠφελεῖν φασιν, εἰ ποθείη τοὺς στομαχικούς.

[ιδ΄. Περὶ ἥπατος λύκου.] Τὸ δὲ ἧπαρ τοῦ λύκου πολλάκις μὲν ἔβαλλον εἰς τὸ δι’ εὐπατορίου φάρμακον ἡπατικὸν,

337
οὐ μὴν ὑπεροχῆς τινος ἐπειράθην ἀξιολόγου, παραβάλλων αὐτῷ τὸ χωρὶς τούτου σκευαζόμενον.

[ιε΄. Περὶ καστορίου.] Ὄρχεις κάστορος ὀνομάζουσι καστόριον. ἔνδοξον δὲ καὶ πολύχρηστον φάρμακον, ὡς καὶ βιβλίον ὅλον Ἀρχιγένει γεγράφθαι περὶ καστορίου χρήσεως. ἐκεῖνος μὲν οὖν τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις διῆλθεν, ἐγὼ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτω κᾀπὶ τούτου τὴν καθόλου δύναμιν ἐρῶ, πρὸς ἣν ἀποβλέπων τις εὑρίσκειν ἑαυτῷ δυνήσεται τὰς κατὰ μέρος. ὅτι μὲν δὴ θερμαίνει πρόδηλον. εἰ γὰρ ἐθελήσαις λεῖον ἀκριβῶς ἐργασάμενος αὐτὸ, δεύσας ἐλαίῳ, χρῖσαί τε καὶ ἀνατρῖψαι τι αὐτῷ μόριον, ἐναργῶς αἰσθήσῃ θερμαινόμενον αὐτό. τὰ δὲ θερμαίνοντα πάντα διαφοροῦντά τι τῆς πλησιαζούσης οὐσίας εὐθέως αὐτὴν καὶ ξηραίνει, πλὴν εἰ μή τι φύσει ὑγρὸν εἴη, καθάπερ ἔλαιόν τε καὶ ὕδωρ, ἐπίκτητόν τε ποιότητα θερμὴν, οὐ δύναμιν, προσλάβοι, καθάπερ αὐτὰ ταῦτα πυρὶ πλησιάσαντα καὶ ἡλίῳ θερινῷ. τοῦ τοίνυν καστορίου καὶ ἡ

338
σύστασις οὖσα ξηρὰ προσειληφυῖά τε τὸ θερμαίνειν εἰκότως ξηραίνει. τοῦτο μὲν οὖν κοινὸν αὐτῷ καὶ ἄλλοις φαρμάκοις παμπόλλοις ἐστί· λεπτομερὲς δ’ ἱκανῶς ὑπάρχει καὶ κατὰ τοῦτο πλέον ἑτέρων δύναται, θερμαινόντων τε καὶ ξηραινόντων ὁμοίως αὐτῷ. τὰ γάρ τοι λεπτομερῆ φάρμακα δραστικώτερα τῶν παχυμερῶν ἐστι, κᾂν ἴσην ἔχῃ τὴν δύναμιν ἐκ τοῦ διεξέρχεσθαι καὶ κατὰ βάθους ἰέναι τῶν ὁμιλούντων σωμάτων, καὶ μάλισθ’ ὅταν ᾖ ταῦτα πυκνὰ, καθάπερ τὰ νευρώδη. φανερῶς γοῦν ὑπὸ τοῦ καστορίου τὰ τοιαῦτα μεγάλως ὠφελεῖται διὰ τὴν εἰρημένην αἰτίαν. ἀγνοοῦσι δὲ οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐν τῇ τοῦ καστορίου χρήσει προσέχοντες τὸν νοῦν αὐτῷ μόνῳ τῶ τρέμειν ἢ σπᾶσθαί τι μόριον, ἢ ἀναίσθητον ἢ ἀκίνητον εἶναι, ἢ δυσαίσθητον ἢ δυσκίνητον, μὴ γινώσκοντες ἑπόμενα τοιαῦτα συμπτώματα διαθέσεσι σώματος ἀνομοίαις. ἀλλὰ σύ γε παρ’ Ἱπποκράτους μαθὼν ἐπὶ πληρώσει τε καὶ κενώσει γίγνεσθαι σπασμὸν, ἔνθα μὲν χρὴ κενῶσαι τὰ παρὰ φύσιν ἐν τοῖς νεύροις περιεχόμενα, καὶ πίνειν δίδου καὶ κατὰ τοῦ δέρματος ἔξωθεν ἐπιτίθει
339
καστόριον. ἔνθα δὲ δι’ ὑπερβάλλουσαν ξηρότητα γίγνεται σπασμὸς, ἐναντιώτατον εἶναι γίγνωσκε τὸ φάρμακον τοῦτο. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοῖς τρέμουσι διὰ πλήθους ὠφελιμώτατόν ἐστιν, ἐναντιώτατον δὲ τοῖς διὰ κένωσιν εἰς τὸ τοιοῦτον πάθος ἐμπίπτουσιν. ἀνάλογον δὲ τοῖς εἰρημένοις πάθεσι καὶ τοῦ λύζειν ἐν τῷ στομάχῳ γιγνομένου τὴν διάθεσιν εὗρον καὶ διορισάμενος. εἰ μὲν ὑπὸ πλήθους τοῦτο πάσχοιεν οἱ κάμνοντες, ἐπὶ τὴν τοῦ καστορίου χρῆσιν ἧκε, διὰ ξηρότητα δὲ καὶ κένωσιν ἢ δι’ ὑγρῶν δριμέων δῆξιν εἰ συσταίη, φεῦγε τὸ φάρμακον. ὑπονοήσειε μὲν οὖν τις αὐτὸ τῇ τε ὀσμῇ καὶ τῇ γεύσει προσέχων ἀλλοτριωτάτην ἔχειν ἀνθρώπου σώματι τὴν οὐσίαν. ἐν μέντοι τῇ χρήσει φαίνεται μηδὲν ἐργαζόμενον ὧν τὰ τοιαῦτα ποιεῖ, τὰ μὲν στόμαχον κακοῦντα, τὰ δὲ γαστέρα, τὰ δὲ κεφαλὴν, τὰ δὲ ἄλλο τι. τουτὶ δὲ τὸ φάρμακον εἴθ’ ὑγρῷ σώματι προσφέροις δεομένῳ ξηρότητος εἴτε ψυχρῷ θερμότητος, εἴθ’ ὑγρῷ καὶ ψυχρῷ θερμότητος καὶ ξηρότητος χρῄζοντι, μεγάλην μὲν ὠφέλειαν ἐπιδείκνυται, βλάβην δ’ οὐδεμίαν οὐδενὶ 
340
προστρίβεται μορίῳ, καὶ μάλισθ’ ὅταν ἀπύρετος ὁ ἄνθρωπος ᾖ, καὶ τῶν πυρεσσόντων δὲ μὴ πάνυ θερμῶς, ἀλλ’ ὡς ἂν εἴποι τις χλιαρὸν πυρετὸν, οἷος ἐν καταφοραῖς μάλιστα καὶ ληθάργοις γίγνεται. πολλοῖς μὲν πάνυ τὸ καστόριον ἐδώκαμεν, ἅμα μὲν πέπερι λευκῷ κοχλιαρίου πλῆθος ἑκατέρου διὰ μελικράτου ποτίζοντες, ἐβλάβη δ’ οὐδεὶς οὐδὲν, ἀλλὰ καταμηνίων ἐπεχομένων προκενώσας ἀπὸ σφυροῦ μετρίως, εἶτα διδοὺς καστόριον μετὰ γλήχωνος ἢ καλαμίνθης, ἐπειράθην ἀεὶ τοῦ φαρμάκου κινοῦντος κάθαρσιν, ἄνευ τοῦ βλαβῆναί τι τὴν ἄνθρωπον. ἐκβάλλει δὲ καὶ χόρια κατεσχημένα. ταῦτα μὲν οὖν ἅπαντα διὰ μελικράτου πινόμενον ἐργάζεται. τοὺς δὲ ἐμπνευματουμένους τὴν γαστέρα δυσιάτως ἢ στροφουμένους ἢ λύζοντας, ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς ἢ παχεῖ καὶ φυσώδει πνεύματι, δι’ ὀξυκράτου πινόμενον ὀνίνησιν· ὅσα δὲ εἴσω τοῦ σώματος λαμβανόμενον ὠφελεῖ, ταῦτα καὶ κατὰ τοῦ δέρματος ἐπιτιθέμενον ἅμα σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ. τὰ δὲ πλείονος θερμότητος δεόμενα καὶ ἀνατρίβειν προσήκει δι’ ἑαυτοῦ. ὠφελεῖ δὲ καὶ εἴ τις
341
ἐπ’ ἄνθραξιν αὐτὸ θυμιῶν ἀρύῃ διὰ τῆς εἰσπνοῆς, καὶ μάλιστα τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ πάθη. τά γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα πάθη μετὰ πυρετῶν ἄμεινον οὐ τῶν εἰρημένων ἐλαίων τινὶ δεύοντας θεραπεύειν, ἀλλὰ διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι τῇ κεφαλῇ καὶ τῷ αὐχένι.

[ιστ΄. Περὶ νεφρῶν σκίγκων.] Τὰ περὶ τοὺς νεφροὺς τῶν σκίγκων ὡς ἐντατικὰ αἰδοίων πίνεται καὶ ἀντιπεπονθέναι γε αὐτοῖς δοκεῖ, μάλιστα θρίδακος σπέρμα μεθ’ ὕδατος πινόμενον. ἔνιοι δὲ καὶ τὸ τῶν φακῶν ἀφέψημα μετὰ μέλιτος πινόμενον παύειν φασὶ τὰς ἐντάσεις.

[ιζ΄. Περὶ ὀνύχων αἰγείων καὶ ὀνείων.] Ὄνυχας αἰγῶν ἔνιοι καυθέντας, εἶτα τὴν τέφραν ὄξει δεύοντες ἀλωπεκίας καταχρίουσιν, ὥστ’ εἴη ἂν καὶ ἡ τοιαύτη τέφρα λεπτυντικῆς δυνάμιως. ἔνιοι τοὺς τῶν ὄνων ὄνυχας καυθέντας ἐπιλήπτους φασὶ θεραπεύειν, εἰ πίνοιντο συνεχῶς, ἐλαίῳ δὲ φυραθέντας χοιράδας διαφορεῖν· ἐπιπαττομένην δὲ τὴν αὐτὴν τέφραν ξηρὰν ἰᾶσθαι τὰ χίμεθλα.

342

[ιη΄. Περὶ ὀστῶν κεκαυμένων.] Ὀστᾶ κεκαυμένα διαφορητικῆς καὶ ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, μάλιστα δέ φασιν ἔνιοι τὰ τῶν ἀνθρώπων δύνασθαι τοῦτο. τόν γε μὴν ὕειον ἀστράγαλον κεκαυμένον, εἶτα πινόμενον, ἐμπνευματώσεις καὶ στρόφους ἔφασαν θεραπεύειν. ἔγνων δέ τινας τῶν καθ’ ἡμᾶς ἀνθρώπων ὀστᾶ κεκαυμένα ποτίζοντας, μὴ γινωσκόντων τῶν πινόντων ὅ τι πίνοιεν, ὅπως μὴ μυσάττοιντο, πολλῶν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν ἐκτεθεραπευκέναι.

[ιθ΄. Περὶ γήρως ὄφεως.] Γῆρας ὄφεως ἔγραψάν τινες ἀναζεσθὲν ἐν ὄξει θεραπεύειν ὀδονταλγίας.

[κ΄. Περὶ δέρματος προβάτου.] Δέρμα προβάτου νεωστὶ ἐκδεδαρμένου περιτεθὲν τοῖς μεμαστιγωμένοις ὁπωσοῦν ἐναργῶς ὠφελεῖ πάντων ἑτέρων μᾶλλον, ὡς ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ θεραπεύειν αὐτούς· συμπέπτει τε γὰρ καὶ διαφορεῖ τὰ ὕφαιμα.

[κα΄. Περὶ ἵππων λειχήνων.] Λειχῆνας ἵππων λειωθέντας σὺν ὄξει γεγράφασί τινες ἐπιληψίας θεραπεύειν, ἔνιοι δὲ καὶ πρὸς παντὸς θηρίου δῆγμα συμβουλεύουσι χρῆσθαι.

343

[κβ΄. Περὶ ἀράχνης ὑφάσματος.] Ἀράχνης ὕφασμα γράφουσί τινες ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη.

[κγ΄. Περὶ δερμάτων παλαιῶν.] Δέρματα παλαιὰ τὰ ἀπὸ τῶν καττυμάτων καυθέντα πρὸς τὰ ἐκ τῶν ὑποδημάτων ἐκθλίμματα γεγράφασιν ἁρμόττειν, ὡς δῆθεν ἀντιπαθείᾳ τινὶ τοῦτο ποιοῦντα. φλεγμαίνοντα μὲν οὖν οὐκ ὠφελεῖται, παυσαμένης δὲ τῆς φλεγμονῆς εἰκότως ὠφελεῖται ξηραινόμενα· ξηραντικὴ γὰρ ἡ τοιαύτη τέφρα. καὶ ἡμεῖς ἐχρησάμεθά ποτε κατὰ ἀγρὸν αὐτῇ πρός τι τοιοῦτον ἐκ παρατρίμματος ἕλκος. θεραπεύει δ’ εἰκότως ἡ τοιαύτη τέφρα καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν καὶ τὰ καλούμενα παρατρίμματα κατὰ τοὺς μηροὺς γινόμενα.

[κδ΄. Περὶ ὀστρείων.] Ὄστρεια καλοῦσιν ἔνιοι πάντα τὰ ὀστρακόδερμα πρὸς Ἀριστοτέλους ὀνομασθέντα. τὸ δ’ ὑπὸ τῶν πολλῶν ὄστρεον ὀνομαζόμενον, ἐν τῇ δευτέρᾳ συλλαβῇ χωρὶς τοῦ ι λεγόμενον, εἶδος ἕν τι τῶν ὀστρείων τίθενται, περιλαμβάνοντες ἐν τῷ παντὶ γένει καὶ κήρυκας καὶ

344
πορφύρας καὶ χήμας καὶ πίνας ἅπαντά τε τὰ παραπλήσια, ἐφ’ ὧν ἐφεξῆς ἐρῶ.