De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[κε΄. Περὶ κηρύκων καὶ πορφυρῶν.] Κηρύκων καὶ πορφυρῶν τὸ ὄστρακον, ἐπειδὴ σκληρότατόν ἐστιν, οὐδέποτ’ αὐτῷ χωρὶς καύσεως κέχρημαι. καυθὲν μέντοι ξηραντικῆς ἐστι δυνάμεως, ἀκριβῶς δ’ αὐτὸ χρὴ λειοῦν, ὡς χνοῶδες γίνεσθαι, κόψαντα δηλονότι τι καὶ σήσαντα πρότερον. ἔστω δέ σοι τοῦτο κοινὸν ἐπὶ πάντων τῶν λιθώδη καὶ ὀστρακώδη τὴν οὐσίαν ἐχόντων. εἰ μὴ γὰρ ἀκριβῶς λειωθείη, παραπλήσια ταῖς ψάμμοις ἐστί. καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειωθέντων αὐτῶν τὸ γινόμενον ἄλευρον ἕλκεσι κακοήθεσιν ἁρμόττει. κοινὸν δὲ καὶ τοῦτ’ αὐτὸ πάντων ἐστὶ τῶν ξηραινόντων ἰσχυρῶς, ἄνευ τοῦ δάκνειν ἐπιφανῶς· ἐρεθίζοντα γὰρ ἐκεῖνα ῥευμάτων αἴτια γίνεται. καὶ ἄλλο δέ τι κοινὸν ὑπάρχει τοῖς τοιούτοις ἅπασι, μετ’ ὀξυκράτου γὰρ ἢ ὄξους ἢ οἰνομέλιτος ἢ ὀξυμέλιτος ἐπιτήδεια τοῖς σηπεδονώδεσιν ἕλκεσι γίγνεται. διὰ τοῦτο καὶ οἱ λίθοι πάντες εἰς τοιαύτην ἀγόμενοι χρείαν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ἅπαντες δ’ αὖ ὠφελοῦσι.

345

[κστ΄. Περὶ ὀστρέων.] Ὀστρέων τὸ ὄστρακον καυθὲν ὁμοίας ἐστὶ δυνάμεως τῷ τῶν κηρύκων ὀστράκῳ, καὶ μᾶλλον ἔτι λεπτομερεστέρας, ἀσφαλέστερον δ’ εἰπεῖν, ἧττον παχυμεροῦς. ἅπαντα γὰρ γεώδη καὶ σκληρὰν τὴν τοῦ σώματος ἔχοντα σύστασίν τε καὶ πῆξιν ἱκανῶς ἐστι παχυμερῆ, διὸ καὶ λειοῦν ἐπιμελῶς αὐτὰ προσήκει. ὅταν οὖν ποτ’ εἴπωμεν ἕτερον ἑτέρου τούτων εἶναι λεπτομερέστερον, οὕτως ἀκούειν χρὴ τῆς λέξεως, ὡς εἰ καὶ τὸν Ὀδυσσέα φαίημεν εἶναι τοῦ Θερσίτου μείζονα, μικρῶν ἀμφοτέρων ὄντων, ἢ τὸν Αἴαντα τοῦ Ἀχιλλέως μικρότερον, ἀμφοῖν καὶ τούτων μεγάλων ὄντων. ἔχει δ’, ὡς εἴρηται καὶ πρόσθεν, ἅπαντα τὰ τοιαῦτα τῆς συνακτικῆς τι δυνάμεως ἐν ἑαυτοῖς, δι’ ἣν καὶ πιληθείσης αὐτῶν τῆς οὐσίας σκληρὰ καὶ γεώδη γέγονεν, ὃ διὰ τῆς καύσεως ἀποβαλόντα τὴν ἐναντίαν ἐπικτᾶται δύναμιν, ἣν διαφορητικὴν ὀνομάζομεν. εἰ δὲ πλύναις αὐτὰ καὶ καύσαις, τὸ μὲν οἷον ἐμπύρευμα πᾶν ἐναποτίθεται τῷ ὕδατι, καὶ τοῦτό γ’ ἐργάζεται θερμαῖνον λεπτομερῶς, ὡς καὶ σήπειν ἐνίοτε. τὸ δὲ ὑπόλοιπον ἄδηκτον γίγνεται γεῶδες, ὃ

346
μάλιστά ἐστιν ἐπὶ τῶν ὑγρῶν ἑλκῶν χρήσιμον, εἰς πλήρωσίν τε καὶ συνούλωσιν. τῷ δ’ οὖν ὀστράκῳ τῶν ὀνομαζομένων ἰδίως ὀστρέων κεκαυμένῳ χρῶμαι πρὸς τὰς ἐκ ῥευμάτων χρονίας καὶ δυσσαρκώτους κοιλότητας, ὅσαι συραγγώδεις εἰσὶ καὶ βαθεῖαι, περιτεθεὶς ἔξωθεν αὐτὸ μετὰ παλαιοῦ στέατος ὑείου. καλεῖται δ’ ὑπὸ τῶν πολλῶν ἀξούγγιον τοῦτο. καὶ εἴς γε τὸν κόλπον αὐτὸν ἐμβάλλω τι τῶν τὰ τοιαῦτα σαρκούντων, οἷόν ἐστι καὶ τὸ κεκαυμένον διφρυγὲς, ὃ καλοῦσι σπεκάριον. ὁμοίας δὲ κατὰ γένος ἐστὶ δυνάμεως καὶ τὰ τῶν ἄλλων ὀστρακοδέρμων ὄστρακα καυθέντα, μάλιστα δ’, ὡς ἔφην, τὸ τῶν ὀστρέων, εἶτα τῶν κηρύκων τε καὶ πορφυρῶν. μίγνυταί τε οὖν ἐμπλαστικαῖς δυνάμεσι διαφορητικαῖς ἡ τοιαύτη τέφρα καὶ μετὰ στέατος ἅπαντος διαφορεῖ. τῷ δ’ εἶναι διαφορητικώτερον τὸ παλαιὸν ἐκείνῳ μᾶλλον μίγνυται. δριμύτερον δὲ τοῦ προσήκοντος γίνεται τὸ φάρμακον, εἰ τῶν δριμέων τι μίξειας αὐτῷ στεάτων, ὑπὲρ ὧν ἔμπροσθεν διωρισάμην. ἀλλὰ καὶ λαμπρύνει τοὺς ὀδόντας ἡ τῶν τοιούτων ἁπάντων τέφρα, οὐ
347
μόνῳ τῷ ῥυπτικῷ τῆς δυνάμεως, ἀλλὰ καὶ τῷ τῆς οὐσίας τραχεῖ, καθάπερ ἡ κίσσηρίς τε καὶ τὸ τῶν κλιβάνων ὄστρακον. ἐν μὲν οὖν τῇ τοιαύτῃ χρήσει πάνυ σφόδρα λειοῦν οὐκ ἀναγκαῖόν ἐστι τὰ οὕτω καυθέντα, τοῖς δὲ κακοήθεσιν ἕλκεσιν ἐπὶ πάντων ἀκριβῶς προλειώσεις. καὶ τὰ ὑπερσαρκοῦντα δὲ μετρίως καθαιρεῖ καὶ προστέλλει. μετά γε μὴν ἁλῶν πάντα τὰ τοιαῦτα καυθέντα ποιεῖ μὲν καὶ τὸ τῶν ὀδόντων σμῆγμα δραστικώτερον, ὡς τὰ πλαδαρὰ τῶν οὔλων ξηραίνειν, ἀλλὰ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ.

[κζ΄. Περὶ σηπίας.] Ἱκανῶς τὸ σηπίας ὄστρακον χαῦνόν ἐστιν, οὐχ ὥσπερ τὰ τῶν ὀστρείων λιθώδη. τὸ μὲν οὖν ῥύπτειν, ὥσπερ καὶ τἄλλα τῶν ὀστρακοδέρμων ὄστρακα, κοινὸν αὐτῷ πρὸς ἐκεῖνα, καθάπερ γε καὶ τὸ ξηραίνειν. τὸ δὲ τῆς οὐσίας λεπτομερὲς ἐξαίρετον αὐτῷ παρὰ τἄλλα ὑπάρχει, διὸ καὶ καυθέντι χρώμεθα πρὸς ἀλφοὺς ἔφηλίν τε καὶ φακοὺς καὶ ψώρας. ἀλλὰ καὶ τοῖς ὀρυκτοῖς ἁλσὶ μιχθὲν ἀποτήκει τὰ κατ’ ὀφθαλμοὺς γινόμενα πτερύγια. καὶ πρὶν καυθῆναι δὲ ὀπτώμενόν τε καὶ λειούμενον ὀδόντας τε λαμπρύνει

348
καὶ ξηραίνει τὰ ἕλκη. τῷ συμμέτρῳ αὐτοῦ τῆς τραχύτητος καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μεγάλας τραχύτητας, ἃς καλοῦσιν συκώσεις, εἰώθαμεν χρῆσθαι, διαγλύφοντες ἐξ αὐτοῦ παραπλήσιόν τι κολλυρίῳ κατὰ τὸ σχῆμα καὶ ἀνατρίβοντες αὐτὰς ὡς αἱμάξαι. τούτου γὰρ γενομένου καὶ τὰ καθαιρετικὰ τῶν κολλυρίων ἄμεινον ἐπ’ αὐτῶν ἐνεργεῖ.

[κη΄. Περὶ πωμάτων πορφυρῶν.] Πώματα πορφυρῶν δι’ ὄξους ποθέντα σπλῆνας οἰδαλέους ἔγραψάν τινες ἰᾶσθαι, θυμιώμενα δὲ τὰς πνιγομένας ὑστερικῶς ὠφελεῖν ἐκβάλλειν τε τὰ κατεχόμενα χόρια.

[κθ΄. Περὶ ἐρίων οἰσυπηρῶν.] Ἔρια τὰ μὲν ἔτι ῥυπαρὰ, καὶ διὰ τοῦτο καλούμενα πρός τινων οἰσυπηρὰ, χρησίμως δέχεται τὰς κατὰ τῶν τεθλασμένων ἢ ὁπωσοῦν πεπληγότων μορίων ἐπιβροχὰς, συνεργαζόμενα πρὸς τὴν ἐξ αὐτῶν ὠφέλειαν διὰ τὸν οἴσυπον. τὰ δὲ πεπλυμένα καὶ μηκέτι ἔχοντα τὸν οἴσυπον ὕλη τις ἐπιτήδειος γίνεται πρὸς τὸ δέξασθαι τὰς ἐπιβρεχομένας ὑγρότητας. καυθέντα δὲ δύναμιν

349
ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὥστε καὶ τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιστα. βάλλεται δὲ καὶ εἰς φάρμακον ξηραντικὸν, καῖε δ’ αὐτὰ καθάπερ καὶ τῶν ἄλλων τὰ πλεῖστα, χύτραν καινὴν πληρῶν, εἶτα πωμάζων ὀπὰς πλέονας ἔχοντι πώματι.

[λ΄. Περὶ τριχῶν κεκαυμένων.] Τρίχες κεκαυμέναι παραπλησίως τοῖς κεκαυμένοις ἐρίοις θερμαντικῆς τε καὶ ξηραντικῆς ἱκανῶς εἰσι δυνάμεως.

[λα΄. Περὶ τῆς τῶν ὠῶν δυνάμεως.] Ἀκόλουθον ἂν εἴη τῇ περὶ τῶν μορίων διδασκαλίᾳ καὶ περὶ τῶν ὠῶν εἰπεῖν, ἀλλαχόθι γὰρ αὐτῶν οὐκ ἔχω μνημονεῦσαι. μέρη μὲν οὖν τῶν ζώων οὐκ ἔστι τὰ ὠὰ, καθάπερ οὐδὲ τῶν δένδρων ὁ καρπὸς, οὐδὲ τῶν κυουσῶν τὰ ἔμβρυα, τοῖς δ’ ἐπιφυομένοις ἀνάλογον ἔχει. φαίνεται δὲ τῶν ἐπιφυομένων τὰ μὲν οἰκεῖα πάντῃ ταῖς φύσεσιν τῶν φυτῶν ἢ ζώων εἶναι, τὰ δ’ οὐ πάντῃ τοιαῦτα, καθάπερ ὁ ἰξὸς ὁ ἐπιφυόμενος ταῖς δρυσὶν, οὐδ’ ἁπλῶς εἴ τι τοῖς δένδροις ἑτερογενὲς ἐπιφύεται δένδρον ἢ θάμνος ἢ καρπὸς ἢ πόα ἢ ὅλως ἐκβλάστημά τι, 

350
καθάπερ οἱ μύκητες. ἐκ δ’ οὖν τῶν οἰκείων ἐστὶ καὶ τὸ ἔριον ἐπὶ τῶν προβάτων καὶ αἱ τρίχες ἐπὶ τῶν ἄλλων ζώων, καὶ τὰ κέρατα δὲ τὰ ἀποπίπτοντα καὶ πάλιν φυόμενα, καθάπερ ἐπὶ τῶν ἀῤῥένων ἐλάφων, ἐκ τούτου τοῦ γένους ἐστί. τὰ δὲ κυούμενα τοῖς καρποῖς ἀνάλογον ἔχει, διαδοχῆς ἕνεκα τοῦ γένους ὑπὸ τῆς φύσεως γινόμενα. τούτων ἕν τι καὶ τὸ ὠόν ἐστιν, ἕνεκα τῆς τοῦ γένους διαμονῆς γεγονός. ἔστι δὲ καὶ ὡς τροφὴ χρήσιμον, ἀλλὰ νῦν οὐ πρόκειται περὶ τροφῆς λέγειν. ὅσα τοίνυν ὡς φάρμακα ἐνεργεῖ, ταῦτ’ εἰρήσεται κατὰ τόνδε τὸν λόγον, ἐξ ὀλίγων τῶν κατὰ μέρος χρήσεων εὑρισκόντων ἡμῶν τὴν δύναμιν αὐτοῦ, κατά τε τὰ μόρια καὶ τὴν ὅλην οὐσίαν, ἐμάθομεν γὰρ ὅπως εὑρεθείσης τῆς καθόλου δυνάμεως ἑκάστου τῶν ὄντων ἐπὶ πολλὰς κατὰ μέρος χρήσεις ἄγειν αὐτὴν δυνάμεθα. προμεμαθήκαμεν δὲ καὶ ὅπως ἐκ μιᾶς ἢ δευτέρας πείρας ἐστὶ περὶ τῆς καθόλου δυνάμεως συλλογίσασθαι. τὸ μὲν οὖν λευκὸν καὶ λεπτὸν τῶν ὠῶν, ᾧ καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, τῶν ἀδηκτοτάτων ἐστὶ φαρμάκων, οὐδ’ ἀποτυχίαν εἶχον ἐκ δυσκρασίας
351
τοιαύτης, οἵαν ἔχει τὸ γάλα πολλάκις, ὡς ἔμπροσθεν ἐδείκνυμεν ἐπὶ τῶν ἠπεπτηκότων ζώων ἢ ὑπερπεπεινηκότων ἢ ὑπερδεδιψηκότων ἢ μοχθηροῖς ἐδέσμασι κεχρημένων, ἃ δὴ καὶ μᾶλλον ἐπὶ γυναικῶν εἴωθε γίνεσθαι διὰ τὴν τῆς διαίτης πλημμέλειαν. τὰ δ’ ὠὰ μίαν μόνην ἐπιδέχεται μοχθηρίαν τὴν ἐκ τῆς παλαιότητος, ἣν ῥᾷστον φυλάττεσθαι τοῖς προσφάτοις χρώμενον. ἔστι δὲ συνηθέστατον ἡμῖν εὐποριστώτατόν τε τὸ τῶν ἀλεκτορίδων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα μὴ δεόμενοι τῶν ἄλλων, καίτοι τὴν αὐτὴν ἐχόντων φύσιν. τῇ κράσει δ’ ἐστὶ ψυχρότερον τοῦ συμμέτρου. χρηστέον οὖν τῷ λευκῷ τῶν ὠῶν οὐ μόνον ἐπὶ τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὅσα τῶν ἀδηκτοτάτων δεῖται φαρμάκων, ὡς τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον ἕλκη κακοήθη πάντα. μίγνυται δὲ χρησίμως καὶ τοῖς τὰς ἐκ μηνίγγων αἱμοῤῥαγίας ἐπέχουσι φαρμάκοις, ἅπερ ἐστὶν ἀδήκτως ἐμπλαττόμενά τε καὶ στύφοντα. καὶ πρὸς τὰ κακοήθη δὲ τῶν ἑλκῶν μίγνυται τοῖς ξηραίνειν ἀδήκτως ταῦτα πεφυκόσιν, ὁποῖόν ἐστι
352
φάρμακον ὅ τε πεπλυμένος πομφόλυξ καὶ τῶν μεταλλικῶν ἔνια πλυθέντα, περὶ ὧν προείρηται κατὰ τὸν ἴδιον λόγον. ἔστι δὲ καὶ ἡ λέκιθος τῶν ὠῶν ὁμοίας φύσεως, καὶ διὰ τοῦτο μίγνυται κηρωταῖς ἀδήκτοις ἑψηθέντων ἢ ὀπτηθέντων τῶν ὠῶν. εὔδηλον δ’ ὅτι διοίσουσιν ἀλλήλων αὗται βραχεῖαν διαφορὰν διὰ τὸ ξηραντικώτερα μὲν ἠρέμα γίγνεσθαι τὴν ὄπτησιν, ὅσον δὲ προσέλαβε τῆς δυνάμεως ταύτης τοσοῦτον ἀπολλύναι τοῦ παρηγορικοῦ. μίγνυται δὲ καὶ καταπλάσμασιν ἀφλεγμάντοις, ὥσπερ ἐν ἕδρᾳ τοῖς διὰ μελιλώτου. ὠμῷ δ’ ὅλῳ ὠῷ χρώμεθα, μιγνύντες ῥόδινον ἐπὶ τῶν κατὰ βλέφαρα καὶ ὦτα καὶ τιτθοὺς φλεγμονῶν, ὅσαι τε πληγέντων αὐτῶν ἢ καὶ ἄλλως γίγνονται καὶ κατὰ τῶν νευρωδῶν δὲ σωμάτων, οἷον ἀγκῶνός τε καὶ τῶν κατὰ τοὺς δακτύλους τενόντων ἢ ἄρθρων ἐν ποσί τε καὶ χερσίν. ἐν ὄξει δ’ ἑψηθὲν ὠὸν βρωθείη, ξηραίνει τὰ κατὰ γαστέρα ῥεύματα. καὶ εἰ μίξειας δ’ αὐτῷ τι τῶν πρὸς δυσεντερίαν ἢ κοιλιακὴν διάθεσιν ἁρμοττόντων, εἴτ’ ἐπ’ ἀκάπνου τε καὶ μετρίου πυρὸς, ὁποῖόν ἐστι τὸ ἐκ τῶν ἀνθράκων, ταγηνίσας
353
δοίης φαγεῖν, οὐ σμικρότατα τοὺς κάμνοντας ὠφελήσεις. ἐπιτηδειότατα δὲ πρὸς τὴν τοιαύτην μίξιν ἐστὶν ὀμφάκιόν τε καὶ ῥοῦς ὅ τε τοῖς ὄψοις ἐπιπαττόμενος, ἐρυθρὸς ὀνομαζόμενος, ὅ τε χυλὸς αὐτοῦ κηκίς τε καὶ σίδια καὶ τέφρα τῶν ὀπτηθέντων ὅλων κοχλιῶν. ἐπιτήδεια δὲ καὶ γίγαρτα σταφυλῶν καὶ μύρτα καὶ μέσπιλα καὶ κράνα. φαρμακωδέστερα δὲ τούτων βαλαύστιόν τε καὶ ὑποκυστὶς καὶ κύτινοι. καὶ πρὸς κατακαύματα δὲ παραχρῆμα ὠμὸν ἐπιτιθέμενον ὠφέλιμόν ἐστιν, εἴτε τις ἀναλαβὼν ἐρίῳ μαλακῷ τὸ λευκὸν αὐτοῦ μόνον, εἴτε καὶ σὺν λεκίθῳ πᾶν ἀναδεύσας ἐπιθείη. καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει. τοιούτῳ δ’ ὄντι χρώμεθα αὐτῷ καὶ πρὸς τὰ κατὰ τοῦ μετώπου τῶν καλουμένων ἀνακολλημάτων ἐπιτιθέμενα καὶ τὰς ἐκ τῶν βλεφάρων δὲ τρίχας ἀνακολλῶμεν, ἐπιμιγνύντες τι τῶν ἐπιτηδείων, οἷός πέρ ἐστι καὶ ὁ λιβανωτὸς, καὶ μάλισθ’ ὅταν ᾖ λιπαρὸς καὶ μὴ παλαιὸς καὶ ξηρός. ἀλλ’ ἔν γε τοῖς τοιούτοις ἡ γλισχρότης τοῦ λευκοῦ τῶν ὠῶν ἐστι χρήσιμος, οὐχ ἡ κρᾶσις, εἰ μὴ καθ’ ὅσον οὐδὲν ἐναντιοῦται τῷ προσφερομένῳ
354
φαρμάκῳ, χρήσιμον εἶναί τις αὐτὴν λέγοι. τινὰ γὰρ τῶν γλίσχρων ἐναντιοῦται, καθάπερ ὁ ἰξὸς δριμὺς καὶ θερμὸς ὢν εἰς τὰ μὴ δεόμενα θερμαίνεσθαι. καὶ λέλεκταί γε πολλάκις ὡς τὰ μηδεμίαν ἰσχυρὰν ἔχοντα δύναμιν φάρμακα μίγνυται τοῖς τὰς τοιαύτας ἔχουσιν δυνάμεις ὡς ὕλη καὶ διὰ τοῦτ’ ἔστι πολύχρηστα τοῖς ἰσχυρῶς ἐνεργοῦσιν ὑπηρετοῦντα. τοιοῦτον ὑπάρχον καὶ τὸ ὠὸν, ἅμα δὲ καὶ κατὰ τὴν τῆς ἑψήσεως ἢ ὀπτήσεως ποσότητα προσεπικτώμενον οὐ σμικρὰν διαφορὰν, πολύχρηστον γίνεται. τοῖς μὲν γὰρ ξηραίνουσι τὰς ὑγρότητας φαρμάκοις ἑψηθέν τε καὶ ὀπτηθὲν καὶ ταγηνισθὲν μίγνυται, τοῖς δὲ τὰ κατὰ θώρακα καὶ πνεύμονα τέμνουσιν τὸ καλούμενον ῥοφητὸν, ὃ μέχρι τοσούτου προσήκει δι’ ὕδατος ἕψειν, ὡς γενέσθαι θερμόν. κατὰ δὲ τὴν αὐτὴν φύσιν ἐπὶ τῶν τετραχυσμένων τὴν φάρυγγα διὰ κραυγὴν ἢ χυμοῦ δριμύτητα παραλαμβάνεται, περιπλαττόμενον μὲν τοῖς πεπονθόσι μέρεσι καὶ προσμένον ὥσπερ τι κατάπλασμα, τῷ δὲ τῆς οὐσίας ἀδήκτῳ παρηγοροῦν τε ἅμα καὶ ἐκθεραπεῦον αὐτά. τῷ δ’ αὐτῷ λόγῳ καὶ τὰς 
355
κατὰ τὸν στόμαχον καὶ γαστέρα καὶ ἔντερα καὶ κύστιν ἰᾶται τραχύτητας.

[λβ΄. Περὶ ἐχίνων κεκαυμένων.] Ἐχίνων ἀμφοτέρων, τοῦ τε θαλαττίου καὶ τοῦ χερσαίου, τὸ σῶμα πᾶν καιόμενον ἐργάζεται τέφραν, ῥυπτικῆς τε καὶ διαφορητικῆς καὶ καθαιρετικῆς δυνάμεως. ἔνιοι γοῦν αὐτῷ πρός τε τὰ ὑπερσαρκήσαντα καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν ἐχρήσαντο.

[λγ΄. Περὶ κοχλιῶν.] Κοχλίαι δὲ ὅλοι, μετὰ τῶν ὀστράκων καιόμενοι μιγνυμένης αὐτοῖς κηκίδος ὀμφακίτιδος καὶ πεπέρεως λευκοῦ, μεγάλα ὠφελοῦσι δυσεντερίας, ἐφ’ ὧν οὐδέπω σηπεδονώδη τὰ ἕλκη. προσήκει δ’ εἶναι τοῦ μὲν πεπέρεως ἓν μέρος, τῆς δὲ κηκίδος δύο, τέσσαρα δὲ τῆς τέφρας τῶν κοχλιῶν. ἀκριβῶς λεῖα ποιήσας ταῦτα, τοῖς τ’ ὄψοις ἐπίπαττε καὶ δίδου πίνειν δι’ ὕδατος ἢ οἴνου λευκοῦ τε καὶ αὐστηροῦ. χωρὶς δὲ τοῦ μιχθῆναι κηκίδι, κοχλιῶν ἡ τέφρα ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, ἐχούσης τι διὰ τὴν καῦσιν καὶ θερμοῦ. ἄκαυστοι δ’ οἱ κοχλίαι λειωθέντες ἅμα τοῖς ὀστράκοις ἐπιτίθενται κατά τε τῆς γαστρὸς ὅλης ἐπὶ τῶν

356
ὑδερικῶν, κατά τε τῶν ἐν τοῖς ἄρθροις ὄγκων ἐπὶ τῶν ἀρθριτικῶν. καὶ γίνεται μὲν ἡ πρόθεσις αὐτῶν δυσαφαίρετος, ἱκανῶς δὲ ξηραίνει. καὶ μέντοι καὶ προσκεῖσθαι διὰ παντὸς ἐᾷν αὐτοὺς προσῆκεν, ἄχρις ἂν ἀποπέσωσιν αὐτόματα. τοῦτο δὲ ποιητέον κᾀπὶ τῶν δυσλύτων ἐκ πληγῆς ὄγκων καὶ περὶ θλάσεως γενομένης ἐν ὠσί. ξηραίνουσι γὰρ ἱκανῶς ἅπαντας αὐτοὺς, κᾂν γλίσχρον καὶ παχὺ κατὰ βάθους ὑγρὸν περιέχηται.

[λδ΄. Περὶ καρκίνων κεκαυμένων.] Ἥ γε μὴν τῶν ποταμίων καρκίνων τέφρα ξηραντικὴ μέν ἐστιν ὁμοίως τοῖς προειρημένοις, ἰδιότητι δὲ τῆς ὅλης οὐσίας θαυμαστῶς ἐπὶ τῶν λυσσοδήκτων ἐνεργεῖ, καὶ μόνη μὲν, ἀλλὰ καὶ μετὰ γεντιανῆς τε καὶ λιβανωτοῦ πολὺ μᾶλλον. εἶναι δὲ χρὴ τοῦ μὲν λιβανωτοῦ μοῖραν μίαν, πέντε δὲ τῆς γεντιανῆς καὶ τῶν καρκίνων δέκα. καὶ ἄλλως μὲν οὖν καυθεῖσιν αὐτοῖς ἐχρησάμεθά ποτε σπανίως, ὡς τὸ πολὺ δὲ καθ’ ὃν Αἰσχρίων ὁ ἐμπειρικὸς ἐχρήσατο φαρμάκων ἐμπειρικώτατος γέρων, πολίτης τε καὶ διδάσκαλος ἡμέτερος. ἦν δὲ λοπὰς ἐρυθροῦ

357
χαλκοῦ, καθ’ ἧς ἐπιτιθεὶς ζῶντας τοὺς καρκίνους ἔκαε ἄχρις οὗ τεφρωθῶσιν, ὡς εὐκόλως λειοῦσθαι. οὗτος ὁ Αἰσχρίων εἶχεν ἀεὶ παρεσκευασμένον ἕτοιμον ἐπὶ τῆς οἰκίας τὸ φάρμακον, ὥρᾳ θέρους κάων τοὺς καρκίνους, μετὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν, ἡνίκα λέοντι ἥλιος ἦν, ἡ σελήνη δὲ ὀκτωκαιδεκαταία. πίνειν τε καθ’ ἑκάστην ἡμέραν ἐδίδου τὸ φάρμακον τοῦτο τοῖς λυσσοδήκτοις, ἄχρι τῆς τεσσαρακοστῆς ἐπιπάσσων ὕδατι κοχλιάριον εὐμέγεθες. εἰ δ’ οὐκ ἐξ ἀρχῆς, ἀλλὰ μεθ’ ἡμέρας τινὰς τοῦ δηχθῆναι προὐνοεῖτο τοῦ δεδηγμένου, δύο κοχλιάρια καθ’ ἑκάστην ἡμέραν ἐπέπαττεν. ἐχρῆτο δὲ καὶ κατ’ αὐτοῦ τραύματος τῷ διὰ τῆς Βρυτίας πίττης, ὀποπάνακός τε καὶ ὄξους, ἐμπλαστικῷ φαρμάκῳ, μίαν λαμβάνοντι πίττης λίτραν, ἕνα δὲ ὄξους δριμυτάτου ξέστην Ἰταλικὸν, ὀποπάνακος δὲ τρεῖς οὐγγίας. ταῦτα καίτοι τῆς προκειμένης οὐκ ὄντα πραγματείας, ἔγραψα διὰ τὸ θαῤῥεῖν τῷ φαρμάκῳ, μηδενὸς μηδέποτε ἀποθανόντος τῶν ὡς εἴρηται χρησαμένων αὐτῷ. ποιήσομαι δὲ καὶ κατὰ μόνας ἑτέραν.
358
πραγματείαν περὶ τῶν ἰδιότητι τῆς ὅλης οὐσίας ἐνεργούντων, ἐν οἷς ἐστι καὶ τὰ τοιαῦτα πάντα. συγγινώσκειν οὖν χρὴ τῷ τῆς γραφῆς ἀκαίρῳ καὶ νῦν καὶ κατ’ ἄλλα χωρία τῆσδε τῆς πραγματείας ἐνίοτε γεγονότι, διὰ τὴν ἐκ τῶν λεγομένων ὠφέλειαν μεγίστην οὖσαν, ἣν διασώζεσθαι βούλομαι τοῖς μεθ’ ἡμᾶς ἀνθρώποις, εἰ καὶ μεταξὺ θάνατος γενόμενος ἀποκωλύσει με γράψαι τὰς ἐφεξῆς τῆσδε τῆς πραγματείας. ἁπάντων δὲ τῶν τοιούτων τὰς αἰτίας λέγειν βουλόμενος ὁ διδάσκαλος ἡμῶν Πέλοψ εἰκότως ἔφη τὸν καρκίνον, ἔνυδρον ζῶον ὑπάρχοντα, ὠφελεῖν τοὺς λυσσοδήκτους, οἷς φόβος ἐστὶν ἁλῶναι πάθει ξηροτάτῳ τῇ λύττῃ, διὸ καὶ τὸ ὕδωρ φοβοῦνται. ποταμίους δὲ τοὺς καρκίνους, οὐ θαλαττίους, ἔφασκεν ἁρμόττειν, ἐπειδὴ διὰ τὴν ἐπιμιξίαν τῶν ἁλῶν, ξηραντικωτάτων ὄντων, τὰ θαλάττια ζῶα τὴν πρὸς τὴν λύτταν ἐναντιότητα μὴ διαφυλάξειεν ἀκριβῆ. καί τινος εἰπόντος αὐτῷ, διὰ τί οὖν οὐχὶ καὶ πάντα τὰ ἐν ὕδατι ποτίμῳ ζῶα παραπλησίως τοῖς καρκίνοις ὠφελεῖ; ὅτι, ἔφη, τὴν ὁμοίαν σκευασίαν
359
τοῖς καρκίνοις οὐ δύναται δέξασθαι. τούτων γὰρ καυθέντων τὴν τέφραν, ξηραντικὴν γινομένην, ἐκδαπανᾷν τε ἅμα καὶ διαφορεῖν τὸν ἰὸν τῶν δακνόντων κυνῶν. ταῦτα μὲν οὖν ὁ Πέλοψ ἔλεγεν, ἐπαγγελλόμενός τε καὶ φιλοτιμούμενος ἐπίστασθαι τὰς αἰτίας αὐτῶν ἁπάντων. ἐγὼ δὲ ἐὰν μὴ πρότερον ἐμαυτὸν πείσω γινώσκειν ἀκριβῶς τι, τοὺς πέλας οὐκ ἐπιχειρῶ πείθειν. οὐκοῦν οὐδὲ τὸν τοῦ Πέλοπος λόγον ὡς ἀληθῆ προσηκάμην, ἀντιλογίας ἔχοντα συχνὰς, ἀλλὰ καὶ τοὺς καρκίνους ἡγοῦμαι κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελεῖν. διὰ δὲ τὸ μηδένα τεθνάναι τῶν χρησαμένων αὐτοῖς, τοῖς γε μὴν σώμασιν ὅλοις ἐβουλήθην ἤδη δεδηλῶσθαί μοι τοῦτο, κᾂν μὴ τῆς ἐνεστώσης πραγματείας οἰκεῖον ᾖ. τοῦτο γὰρ οὐκ ἦν τὸ προκείμενον.

[λε΄. Περὶ χελιδόνων κεκαυμένων.] Οὐδ’ ἐφ’ ὧν εἶπον μόνων ζώων, ἀλλὰ καὶ τῶν χελιδόνων ἐχρήσαντο πολλοὶ καίοντες καὶ τῇ τέφρᾳ μέλι μιγνύντες, εἶτα διαχρίοντες τοὺς συναγχικούς. καὶ ὅλως ὅσα κατὰ φάρυγγα καὶ γαργαρεῶνα σὺν ὄγκοις γίγνεται πάθη. χρῶνται δ’ ἔνιοι καὶ πρὸς ὀξυδερκίαν 

360
τῇ τέφρᾳ ταύτῃ. σκελετεύοντες δὲ αὐτὰς ἄλλοι διδόασι πίνειν δραχμῆς πλῆθος.

[λστ΄. Περὶ τεττίγων.] Καὶ τοῖς τέττιξι δὲ ξηροῖς χρῶνταί τινες ἐπὶ τῶν κωλικῶν διαθέσεων, μετὰ πεπέρεως ἴσων τὸν ἀριθμὸν κόκκων, καὶ διδόασιν ἢ τρεῖς ἢ πέντε ἢ ἑπτὰ, κατά τε τὰ διαλείμματα καὶ τοὺς παροξυσμούς. ὀπτῶντες δ’ αὐτοὺς ἄλλοι διδόασιν ἐσθίειν τοῖς πεπονθόσι κύστιν.

    [λζ΄. Περὶ κορύδων.] Ὅ γε μὴν κόρυδος τὸ πτηνὸν ζῶον τουτὶ τὸ μικρὸν, ὃ καὶ κατὰ τὰς ὁδοὺς πολλάκις ὁρῶμεν, ἑψόμενον ἐν τῷ ζωμῷ τοὺς κωλικοὺς ὠφελεῖ. χρὴ δὲ συνεχῶς καὶ πολλάκις ἐσθίειν αὐτὸ μετὰ τοῦ ζωμοῦ. ἔχει δὲ ἐπὶ τῆς κεφαλῆς τοῦτο τὸ ζῶον ὥσπερ τινὰ λόφον ἐκ τῶν τριχῶν αὐτοφυῆ, δι’ ὃν καὶ ὁ μῦθος ὃν Ἀριστοφάνης ὁ κωμικὸς ἔγραψεν ἐπλάσθη. λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον· ἀμαθὴς γὰρ ἔφυς καὶ πολυπράγμων, οὐδ’ Αἴσωπον μεμάθηκας, ὃς ἔφασκε λέγων κόρυδον πρώτην πάντων ὀρνίθων γενέσθαι, πρότερον τῆς γῆς, κᾄπειτα νόσῳ τὸν πατέρα αὐτῆς ἀποθνήσκειν, γῆν δ’ οὐκ εἶναι, αὐτὸν δὲ προκεῖσθαι

    361
    πεμπταῖον, τὴν δ’ ἀποροῦσαν ὑπ’ ἀμηχανίας τὸν πατέρα αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. τοῦτο δέ φασι καὶ τὸν Θεόκριτον αἰνίττεσθαι λέγοντα,

  1. Οὐδ’ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι.
  2. δηλοῦν γὰρ αὐτὸν τὰς τὸν τύμβον ἐπὶ τῆς κεφαλῆς ἐχούσας. προσέθηκα δὲ ταῦτα τῷ λόγῳ, διὰ τὸ βούλεσθαι σαφῶς δηλῶσαι τὸ ζῶον τὸν κόρυδον, ὁποίαν τινὰ τὴν ἐπὶ τῆς κεφαλῆς ἀνάστασιν ἔχει τῶν τριχῶν, ἐπειδὴ τῆς ὠφελείας αὐτοῦ πρὸς τοὺς κωλικοὺς ἐπειράθην, καὶ βούλομαι καλῶς γνωρίσαι τοῖς οὐκ εἰδόσιν αὐτὸ, ἐπειδὴ τοῖς πυργήτοις ὀνομαζομένοις ἔοικεν, ἀλλὰ τῷ τε λόφῳ διακρίνεται καὶ βραχύ τι μείζων ἐστὶν αὐτοῦ. καὶ γάρ τοι καὶ ἡ κορυδαλὶς καλουμένη βοτάνη καὶ αὐτοῖς κωλικοῖς ἁρμόττει. καί σοι καὶ τοῦτο κατὰ τὸ πάρεργον ἐγνώσθω.