De methodo medendi

Galen

Galen, De methodo medendi

Ἰστέον δ’ ὅτι ταῖς ξηρότησι τῶν στερεῶν σωμάτων ψύξις ἐξ ἀνάγκης ἀκολουθεῖ χρονιζούσαις. διαμένειν γὰρ αὐτὴ καθ’ ἑαυτὴν ἡ ξηρότης, ἀμέμπτου τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσεως ὑπαρχούσης, οὐ δύναται. τάχιστα γὰρ ἐπὶ ταῖς ἀτροφίαις ἀποψύχεται τὰ μόρια, διότι καὶ ἡ θρέψις αὐτοῖς ἐστιν ἐκ θερμοῦ χυμοῦ τοῦ αἵματος. ἀλλ’ ὅπερ ἐν ἀρχῇ λέλεκται, ξηρότητος ἴασιν ἐποιησάμεθα νῦν ἐξ ἀρχῆς τε συστάσης μόνης ἄχρι πλείστου τε μηδεμίαν ἀξιόλογον ἀκολουθοῦσαν ἐχούσης ψύξιν. ἑξῆς ἂν οὖν εἴη μιγνύειν αὐτῇ ψύξιν ἐναργῆ μὲν ἔχουσαν τὰ γνωρίσματα, μὴ μέντοι μεγάλα.

497
ἔσται τοίνυν ὁ σκοπὸς τῆς θεραπείας οὐκέθ’ ἁπλοῦς, ὡς ὁ καὶ πρόσθεν· οὐ γὰρ ὑγραίνειν μόνον, ἀλλὰ καὶ θερμαίνειν δεήσει. προσέχειν οὖν ἀκριβῶς ταῖς ὕλαις τῶν βοηθημάτων μή τι λάθωμεν ἡμᾶς αὐτοὺς, ἐπιπλέκοντές τι τῶν ἄγαν θερμαινόντων τοῖς ὑγραίνουσιν· ὑπάρχει γὰρ τούτοις τὸ ξηραῖνον ἰσχυρῶς. ἀλλὰ καὶ τὸ ποσὸν τῆς βλάβης ἐν ἑκατέρᾳ δυσκρασίᾳ πρὸς τὴν τῆς ὕλης εὕρεσιν ἱκανὸν ἔσται ποδηγεῖν· οἷον αὐτίκα μεγίστης μὲν ξηρότητος ἴασιν ἄρτι πέπαυμαι γράφων· αἱ μέτριαι δὲ τῆς οὕτως ἀκριβοῦς οὐ δέονται διαίτης, ὅτι μηδὲ τὰ τῆς δυνάμεως ἐπ’ αὐτῶν ἐσχάτως καταπέπτωκεν. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι χαλεπὸν γίγνεται θεραπεῦσαι καλῶς ἰσχυρὰν ξηρότητα σώματος ἢ ὅτι χρῄζει μὲν ἀναθρέψεως, ἡ τροφὴ δ’ οὐ πέφυκεν ἑαυτὴν προσφύειν, ἀλλ’ αὐτοῦ δεῖται τοῦ τρεφομένου δημιουργοῦντος αὐτὴν, ὅπερ ἐστὶν ἄτονον. ὅταν οὖν ᾖ μετρίως τοῦτο ξηρὸν, ἅτε μηδὲ τῆς δυνάμεως ἐσχάτως καταπεπτωκυίας, ἁδρότερόν τε διαιτᾷν ἐγχωρεῖ καὶ κίνδυνος οὐδεὶς ἁμαρτεῖν τοῦ μέτρου. διὰ τοῦτο καὶ ἡμεῖς ἐπὶ τὴν χαλεπωτάτην δυσκρασίαν
498
τὸν λόγον ἀγαγόντες ἐγυμνάσαμεν τοὺς φιλομαθεῖς ἐπ’ αὐτῆς ὡς ἐπὶ παραδείγματος· ἐντεῦθεν γὰρ ὁρμηθέντες αὐτοὶ ἐξευρήσουσιν ὕλας ἐπιτηδείας εἰς ἐπανόρθωσιν ξηροτήτων μετρίων. ὑποκείσθω δὲ καὶ νῦν ἔτι παραπλησία μὲν ἡ ξηρότης τῇ πρόσθεν, ἐζεύχθω δ’ αὐτῇ ψυχρότης. εἰς τοσοῦτον οὖν ἐπιμίξομεν τοῖς ἔμπροσθεν εἰρημένοις τὴν τῶν θερμαινόντων ὕλην εἰς ὅσον ἔψυκται τὸ μόριον. ὑποκείσθω δὴ πρῶτον ἐψῦχθαι μετρίως αὐτό· προσθήσομεν οὖν τοῖς εἰρημένοις ὀλίγον ἔμπροσθεν, ἐν μὲν τῇ τοῦ γάλακτος χρήσει τὸ μέλι πλέον, ἐν δὲ τῇ τοῦ οἴνου τὸν αὐτὸν μὲν τῷ γένει δώσομεν, ἧττον δ’ ὑδαρῆ τοῦ πρόσθεν, ἐτῶν δὲ πλειόνων. ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα σύμπαντα θερμότερα δοτέον οὐ ταῖς φυσικαῖς κράσεσι μόνον, ἀλλὰ καὶ ταῖς προσφάτοις ποιότησι. καὶ ναρδίνῳ μύρῳ συνεχῶς ἐπαλειπτέον τὴν κοιλίαν ὡς μηδέποτε γενέσθαι ξηράν. εἰ δὲ τοῦτο μὴ παρείη, τὸ μαστίχινον ἱκανόν· ἀλλὰ καὶ ὀποβαλσάμῳ χρίσομεν αὐτὴν, αὐτῷ τε καθ’ ἑαυτὸ καὶ μιγνύντες τοῖς προειρημένοις. καὶ εἰ μᾶλλον ἐθέλοιμεν ἔχεσθαι τοῦ χρωτὸς αὐτὰ, καὶ κηροῦ τι
499
προσμίξομεν. εἰ δὲ καὶ τὸ περιέχον εἴη ψυχρὸν, ἔριον βρέξαντες ἐπιθήσομεν. ἀλλὰ καὶ τὴν Χίαν μαστίχην ἐν ὀποβαλσάμῳ λειώσαντες, ἢ μύρῳ ναρδίνῳ, κᾄπειτα ἔριον δεύσαντες ἐπιθήσομεν τῇ γαστρί. κάλλιον δὲ τὸ δευόμενον ἀρίστην εἶναι πορφύραν οἵα πέρ ἐστιν ἡ Τυρία· στύφειν τε γὰρ χρὴ μετρίως αὐτὴν, ἐμπλάττειν τε τοῦ δέρματος τοὺς πόρους. τὰ μὲν γὰρ ἀραιοῦντα καὶ χαλῶντα διαφορεῖ τε ἅμα καὶ τοῖς ἔξωθεν προσπίπτουσι ψυχροῖς εὐάλωτα παρασκευάζει τὰ μόρια· τὰ δ’ ἐπὶ πλέον στύφοντα ξηραίνει. ὅθεν οὔτε διαφορητικῆς εἶναι προσήκει δυνάμεως τὸ θερμαῖνον φάρμακον τὰ οὕτως διακείμενα σώματα καὶ μὴ πολλὴν ἔχειν ἐπιμεμιγμένην στύψιν. ἀναμνήσθητι γὰρ ὧν ἐπί τε τῶν ἀῤῥώστων ἐθεάσω κᾀν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις ἐδιδάχθης, ὡς κατὰ μὲν τὴν ἑαυτῆς δύναμιν ἡ στρυφνὴ ποιότης ψύχει τε καὶ ξηραίνει· ξυμμιγνυμένη δέ τινι τῶν ἰσχυρῶς θερμαινόντων τὸ συγκείμενον ἐξ ἀμφοῖν ἧττον μὲν ἐργάζεται θατέρου θερμαῖνον, οὐχ ἧττον δ’ ἑκατέρου ξηραῖνον. ἐναντιώτατα
500
δὲ τούτων οἱ νῦν ἰατροὶ διαπράττονται, ξηρῷ καὶ ἀτρόφῳ μορίῳ πολλάκις ἐπιτιθέντες ἐκ θερμῆς καὶ στρυφνῆς ὕλης σύνθετον φάρμακον. ἔστι δὲ οὐδὲν τῶν στρυφνῶν μετρίως στῦφον, ὅθεν οὐδὲ ξηραίνει μετρίως· ἀφεκτέον οὖν ἐστιν αὐτῶν ἐπὶ τῶν προκειμένων διαθέσεων. εἰ δὲ καὶ ἡ ψύξις εἴη πολλὴ μετὰ τῆς κατὰ ξηρότητα δυσκρασίας, ὡς ἀναγκάζειν ἐπὶ πλέον θερμαίνειν, πρῶτον μὲν ἀναμιμνήσκου τοῦ τῆς δυσκρασίας εἴδους· ἐδείχθη γὰρ ἁπάντων χαλεπώτατον· ὥστε δυσεπανόρθωτον αὐτὸ γίνωσκε καὶ πολλῆς ἀκριβείας δεόμενον. ἀπέχεσθαι δὲ ὁμοίως τῶν ἰσχυρῶς θερμῶν καὶ στρυφνῶν πειρῶ, ἐλπίζων ἐν χρόνῳ πλείονι διὰ τῶν ἀσφαλεστέρων ἰᾶσθαι τὴν διάθεσιν. ἀσφαλέστεραι δέ εἰσιν αὗται, αὖθις γὰρ εἰπεῖν ὑπὲρ τῶν ὄντως ἀναγκαίων ἄμεινον, ἐν ναρδίνῳ μύρῳ λειώσας μαστίχην Χίαν ὡς λιπαρωτάτην, ἀναλαμβάνων πορφύρᾳ χρῶ. μιγνύναι δ’ ἄμεινον εἰ παρείη καὶ τὸν ὀπὸν τοῦ βαλσάμου. διδόναι δὲ καὶ τὸ μέλι πλέον ἅμα τῷ γάλακτι προαπηφιρσμένον, ὅπως ἧττόν 
501
τε εἴη περιττωματικὸν καὶ μᾶλλον τρόφιμον. ἀλλὰ καὶ αὐτὸ καθ’ ἑαυτὸ ἀφηψημένον τὸ μέλι τροφὴ καλλίστη ψυχρᾷ γαστρὶ, πολεμιώτατον δὲ τῇ θερμῇ. καὶ χρὴ μεμνῆσθαι τούτων ἀμφοτέρων ἐν τοῖς μάλιστα, μὴ γινωσκομένων τοῖς πλείστοις ἰατροῖς, καὶ μήθ’ αἱρεῖσθαί τι μέλιτος μᾶλλον ἐν ψυχροῖς σώμασι μήτε φεύγειν ἐν θερμοῖς. ἡ μὲν δὴ πλείστη τροφὴ τῆς τοιαύτης διαθέσεως ἔστω μὲν μέλι τὸ κάλλιστον ἀφηψημένον ἐπ’ ἀνθράκων δρυΐνων, ἢ ἀμπελίνων εἰς τέλος διακαῶν, ἀφῃρημένου παντὸς τοῦ ἀφροῦ. τὸν δ’ οἶνον ἀεὶ καὶ μᾶλλον αἱρεῖσθαι παλαιότερον ὅσῳ περ ἂν ἡ ψύξις ἐπὶ μᾶλλον κρατῇ. καὶ εἰ δεήσειεν ὅλον τὸ γένος ὑπαλλάττειν, Ἀδριανὸν μὲν τὸ πρῶτον, εἶτ’ αὖθις Τιβουρτῖνον, ἤ τινα τῶν ὁμοίων αἱρούμενον ἅπαντας παλαιοὺς μὲν, ἀλλ’ οὐχ οὕτως ὥστε πικροὺς ὑπάρχειν ἤδη· ξηραίνουσι γὰρ οἱ πικροὶ, περαιτέρω τοῦ δέοντος. ἄριστον δὲ φάρμακον ἐπὶ τῶν τοιούτων ἁπάντων ᾧ καθ’ ἑκάστην ἡμέραν οἱ πιττωταὶ χρῶνται. καταχρίειν οὖν αὐτῷ προσήκει τὴν γαστέρα σύμπασαν· εἶτ’ ἀποσπᾷν πρὶν ψυχθῆναι· καὶ τοῦτο ἀρκεῖ ποιῆσαι δὶς
502
ἐφεξῆς ἐν ἡμέρᾳ μιᾷ· πλεονάκις δ’ οὐ χρή· διαφορήσεις γὰρ οὕτως, οὐ πληρώσεις αἵματος χρηστοῦ τὸ μόριον· ἡμεῖς δὲ οὐ διαφορεῖν τὸ περιεχόμενον, ἀλλ’ ἐκ τῶν πλησίον ἐπισπᾶσθαι βουλόμεθα. τοῦτο καὶ ἐπὶ τῶν ἠτροφηκότων πάντων μορίων θαυμαστὸν φάρμακον, ἤν τις ἐπίστηται μετρίως χρῆσθαι. καὶ μέντοι καὶ τὸ θερμαίνειν τὴν γαστέρα, μὴ ποιότητι παραύξοντα τὸ θερμὸν, ἀλλ’ ὅτι μάλιστα φυλάττοντα μὲν αὐτοῦ τὴν κατὰ φύσιν εὐκρασίαν, αὐξάνοντα δὲ τὴν οὐσίαν, οὐχ ὁ φαυλότατός ἐστι τῶν ἐν ταῖς τοιαύταις διαθέσεσι σκοπῶν. ἐργάζεται δὲ τοῦτο κατὰ μὲν τὴν δίαιταν ἅμα τοῖς εἰρημένοις ἔμπροσθεν οἶνος μάλιστα· τῶν δ’ ἔξωθεν τῇ γαστρὶ προσφερομένων εὔσαρκον παιδίον συγκοιμώμενον, ὡς ψαύειν ἀεὶ τῶν κατ’ ἐπιγάστριον. ἔνιοι δὲ καὶ κυνίδια λιπαρὰ τῆς αὐτῆς ἕνεκα χρείας ἔχουσιν, οὐκ ἐν τῷ νοσηλεύεσθαι μόνον, ἀλλὰ καὶ ὑγιαίνοντες. τὰ μὲν οὖν τοιαῦτα καὶ τοῖς διὰ ξηρότητα μόνην ἀτονοῦσι τὴν κοιλίαν ἐπιτήδεια. καὶ χρὴ περὶ παντὸς ποιεῖσθαι τὸ παιδίον ἄνικμον ἔχειν τὸν χρῶτα· τὰ γὰρ ἐφιδροῦντα διὰ νυκτὸς ψύχει μᾶλλον
503
ἢ θερμαίνει. βλάπτουσι δὲ καὶ αἱ θερμαὶ πυρίαι τὰς τοιαύτας διαθέσεις, αἱ μὲν οὖν ἅμα ξηρότητι συνιστάμεναι, διότι τῶν ὁμοιομερῶν σωμάτων ἐκβόσκονται τὰς νοτίδας· αἱ δὲ σὺν ὑγρότητι τῷ διαφορεῖν τε ταύτας, καὶ μάλισθ’ ὅταν ἐπὶ πλέον χρησώμεθα, καὶ τῷ σφόδρα μανὸν ἐργάζεσθαι καὶ τὸ σῶμα καὶ εὔψυκτον. περὶ μὲν οὖν ταύτης τῆς συζυγίας τῶν δυσκρασιῶν ἱκανὰ καὶ ταῦτα.

Μιγνύσθω δ’ ἐφεξῆς δαψιλεῖ ξηρότητι, καθάπερ ὑπόκειται, μὴ πάνυ πολλὴ θερμότης. ἐπὶ μὲν τῆς τοιαύτης ὑπαλλάξεως τὴν πρώτην ἀγωγὴν φυλάξομεν, οὐχ ὅπως αὐξάνοντες ἢ τὴν τοῦ οἴνου δύναμιν, ἢ τὸ πλῆθος τοῦ μέλιτος, ἀλλὰ καὶ καθαιροῦντες ὡς μέλιτος μὲν μηδόλως γεύεσθαι, τὸν δ’ οἶνον ἥκιστα παλαιὸν προσφέρεσθαι. χλιαρὰ δὲ τὰ ἐδέσματα προσοίσομεν, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς γαλακτώδη· θέρους δ’ ὄντος ἃ καλοῦσι κρηναῖα· καὶ τὴν κοιλίαν ἐπαλείψομεν ὀμφακίνῳ τε καὶ μηλίνῳ· πολὺ δὲ δὴ μᾶλλον ἐὰν πλείων ἡ θερμότης ᾖ, τὸν οἶνον ὑδαρέστερόν τε δώσομεν καὶ οὕτως ἔχοντα ψύξεως ὡς τὸ κρηναῖον ὕδωρ

504
ἐν ἦρι μέσῳ, γινώσκοντες ὡς ἡ τοιαύτη διάθεσις ἀνάλογός ἐστι πυρετῷ· ὅπερ γὰρ ἐκεῖνος ἢ κατὰ σύμπαν τὸ ζῶον, ἢ κατὰ τὴν καρδίαν ἐστὶ, τοῦθ’ ἡ νῦν προκειμένη διάθεσις ἐν τῇ γαστρί. καὶ ἐγὼ πρῶτον μὲν ἁπάντων οἶδά τινα θεασάμενος ἅμα τοῖς διδασκάλοις ἄνδρα τῆς καθεστώσης ἡλικίας, ἐνοχλούμενον ἤδη μηνῶν οὐκ ὀλίγων· ἀλλ’ οὔτ’ ἐκείνων τις ἐγίνωσκε τὴν διάθεσιν οὔτ’ ἐγώ· μετὰ ταῦτα δ’ ἀνεμνήσθην εὑρηκὼς ἤδη τὴν θεραπευτικὴν μέθοδον, ὡς τοῦτ’ ἄρ’ ἦν ἐκεῖνο τὸ θεωρηθέν μοι πάλαι. κάλλιον δ’ αὐτὸ καὶ διηγήσασθαι, πάντως γὰρ δή που καὶ τοὺς ἀκούσαντας ὀνήσει, καθάπερ κᾀμέ. τετταρακοντούτης μὲν ἦν ὁ ἄνθρωπος, ἕξεως δὲ συμμέτρου κατὰ πάχος καὶ λεπτότητα κατὰ τὸν τῆς ὑγείας χρόνον. ἐδίψα δὲ σφόδρα καὶ μισεῖν ἔφασκε τὸ θερμὸν, ἐδίδου δ’ αὐτῷ οὐδεὶς ψυχρὸν ἱκανῶς λιπαροῦντι· πυρέττειν μέντοι τοῖς ἰατροῖς οὐκ ἐδόκει· καὶ ἡ γαστὴρ ἐξέκρινε τὰ ληφθέντα τριῶν ἢ τεττάρων ὡρῶν ὕστερον ἅμα τῷ ποτῷ. ταῦτ’ ἄρα καὶ ἰσχνὸς ἦν ἤδη καὶ πλησίον ἀφῖκτο κινδύνου,
505
μηδὲν ὀνινάμενος ὑπὸ τῶν αὐστηρῶν καὶ στρυφνῶν ἐδεσμάτων τε καὶ φαρμάκων. ἐλάμβανε δὲ καὶ οἶνον αὐστηρὸν ἐπὶ τῇ τροφῇ οὗτος ὁ ἄνθρωπος, ἅμα μὲν οὐκέτι φέρων τὸ δίψος, ἅμα δὲ καὶ, ὡς ἔφασκεν, ἑλόμενος ἀποθανεῖν μᾶλλον ἢ ζῇν ἀνιώμενος. ὕδατος ψυχροῦ δαψιλὲς ἀθρόως ἐπὶ τῇ τροφῇ προσενεγκάμενος αὐτίκα μὲν ἐπαύσατο διψῶν, ἐξήμεσε δ’ ὀλίγον ὕστερον τὸ πλεῖστον. φρικῶδες δὲ τοὐντεῦθεν γίνεται τὸ σύμπαν σῶμα καὶ δεῖται σκεπασμάτων πλειόνων ἀποῤῥίπτων ἔμπροσθεν ἅπαντα· τό τε οὖν λοιπὸν ἅπαν τῆς ἡμέρας ἐφεξῆς τοῦτο ἔπραξε καὶ δι’ ὅλης νυκτὸς ἐφ’ ἡσυχίας ἔμεινεν, ἐνθάλπων ἑαυτὸν ἐπιβλήμασιν. ἐξέκρινε δ’ ἅπαξ ἡ γαστὴρ αὐτῷ μετρίως συνεστῶτα διὰ μέσης νυκτός· ὥστε οὐδὲ διψώδης ἦν ἔτι κατὰ τὴν ὑστεραίαν, εὐχρούστερός τε μακρῷ καὶ ἰσχυρότερος ἀπείργαστο. καὶ σκέψις μὲν ἐγένετο τοῖς ἰατροῖς εἰ λουστέον αὐτὸν, ἐνίων μὲν κελευόντων, ἐνίων δ’ ἀπαγορευόντων· ἐκράτει δὲ ἡ τοῦ λούειν δόξα. καὶ τοίνυν λουσάμενος εὐφόρως, μετρίως τε διῃτήθη καὶ κρεῖττον ἢ κατὰ τὴν προτεραίαν ἔπεψεν ἡ γαστήρ. ἐμέμψατο δὲ τὴν 
506
κατάποσιν ὡς δυσχερῆ καὶ πᾶσιν ἐδόκει διὰ τὸν ἔμετον ἀήθως γενόμενον ἐσπαράχθαι τε καὶ κάμνειν τὸν στόμαχον, ὡς δὲ καὶ τῶν ἑξῆς ἡμερῶν ἔμενε τὸ σύμπτωμα, δῆλον ἐγίγνετο πᾶσιν ἡμῖν ὡς ἡ μὲν γαστὴρ ἐθεραπεύθη τὴν ἀτονίαν, ὁ στόμαχος δὲ ἐψύχθη. καὶ οὐδὲν ἄρα θαυμαστὸν ἦν εἰς συμμετρίαν μὲν ἐπανελθεῖν τῇ πόσει τὸ ὑπερτεθερμασμένον, ψυχθῆναι δὲ τὸ μετρίως θερμόν. οὐ μὴν οὐδὲ ἠδυνήθη τις αὐτοῦ θεραπεῦσαι τὸν στόμαχον, ἀλλ’ ἕτερον ἀνθ’ ἑτέρου κακὸν ἀνταλλαξάμενος ἐτελεύτα τῷ χρόνῳ. ἄλλον δὲ τοιοῦτον ἔτεσιν ὕστερον οὐκ ὀλίγοις ἐθεασάμην, ἤδη διαγινώσκειν εἰδὼς ἁπάσας τῆς γαστρὸς τὰς δυσκρασίας, ἐδόκει μοι δὴ ψύχειν ἀγωνιστικώτερον εὐθέως πρὶν ἐπὶ πλέον λεπτυνθέντα παραπλήσιόν τι τῷ πρόσθεν ἐπὶ τῇ ψύξει παθεῖν. ἀσφαλέστερον οὖν ἐφαίνετό μοι τὴν πρώτην ἀποπειραθῆναι τῶν κατὰ τὸ ὑποχόνδριον ἐπιτιθεμένων ψυκτηρίων φαρμάκων. καὶ οὕτω πράξαντος ἠλαττώθη μὲν τὸ καῦμα τῆς κοιλίας, ἀνέπνει δὲ τοῖς στενάζουσιν ὁμοίως ὁ ἄνθρωπος, ὡς μόλις κινῶν ὅλον τὸν θώρακα. καὶ μέντοι καὶ αὐτὸς ἀνερωτώμενος
507
ὡμολόγει τοιούτου τινὸς αἰσθάνεσθαι παθήματος. ἔγνων οὖν ἐψῦχθαι τὰς φρένας αὐτῷ· καὶ διὰ τοῦτο ἀποῤῥίψας τὰ ψυκτήρια, κατήντλουν ἐλαίῳ θερμῷ. τάχιστα δὲ τῆς ἀναπνοῆς ἀπολαβούσης τὸν κατὰ φύσιν ῥυθμὸν, ἐπαυσάμην μὲν τῆς αἰονήσεως, ἔγνων δὲ μετρίως αὐτὸν ψύχειν ἐν χρόνῳ πλείονι. τά τε οὖν ἔξωθεν ἐπιτιθέμενα κάτω μᾶλλον ἐπετίθην ἀποχωρῶν τοῦ διαφράγματος, ὡς ἐπὶ τὸν ὀμφαλόν· ἅπαντά τε τὰ ἐσθιόμενα καὶ τὰ πινόμενα πλὴν τοῦ γάλακτος ἐδίδων ψυχρὰ, παραπλησίως ὕδατι κρηναίῳ. καὶ οὕτως ἐν χρόνῳ πλείονι κατέστη, μηδὲν τῶν ἄλλων βλαβείς. ἰστέον δέ σοι καὶ τοῦτο πρὸ πάντων, ὡς ἐπειδὰν μὲν ἰσχυρῶς ἀλλοιωθῇ κατ’ ἀμφοτέρας τὰς ποιότητας ὁτιοῦν μόριον, ἀπόλλυται τὸ ἔργον αὐτοῦ σύμπαν. οὐ ῥᾴδιον δὲ οὐδὲ τὸ οὕτω διατεθὲν ἐπανελθεῖν εἰς τὸ κατὰ φύσιν. ἐπειδὰν δὲ ἡ ἑτέρα μόνη ποιότης ἐπὶ πλέον ὑπαλλαχθῇ, καθάπερ νῦν ὑπεθέμεθα τὴν ξηρότητα, τῶν δ’ ἄλλων τις ᾖ μετρία, δυνατὸν ἰάσασθαι τὸν οὕτω διακείμενον ἄνθρωπον.

508

’Υποκείσθω δὴ πάλιν ἐπικρατεῖν μὲν τὴν θερμὴν δυσκρασίαν, μίγνυσθαι δ’ αὐτῇ ποτὲ μὲν ὑγρότητα, ποτὲ δὲ ξηρότητα, μετρίαν ἑκατέραν, καὶ προτέραν γε τὴν ὑγρότητα. τὴν τοιαύτην δυσκρασίαν ἀδεέστερον ὕδατι θεραπεύσομεν ψυχρῷ διὰ τὸ μὴ βλάπτεσθαι πρὸς αὐτοῦ τὰ γειτνιῶντα μετρίως διακείμενα. κατὰ γὰρ τὰς ξηρὰς διαθέσεις ἀναγκαῖόν ἐστιν οὐ τὰ πλησιάζοντα μόνον, ἀλλὰ τὸ σύμπαν ἰσχνότερον γενέσθαι τὸ σῶμα· τῆς κοιλίας δ’ αὐτῆς μηδέπω κατεξηρασμένης, ὡς ὑπόκειται νῦν, οὐδὲ τὸ σύμπαν σῶμα λεπτύνεσθαι δυνατόν· ὥστε οὐδὲ βλάπτεσθαι τῇ πόσει τοῦ ψυχροῦ. εἰ δ’ οὕτω ποτὲ ἰσχυρὰ δυσκρασία θερμότητος εἴη κατὰ τὴν κοιλίαν ὡς μέχρι τῆς καρδίας ἐξικνεῖσθαι, πυρέττειν ἀνάγκη τὸν ἄνθρωπον· ὥστε καὶ τὸν κίνδυνον ὀξύτερον εἰκὸς ἕπεσθαι ταῖς τοιαύταις δυσκρασίαις· ἡ δ’ ἴασις ἡ αὐτὴ μὲν κατὰ γένος, εἰρήσεται δὲ αὖθις ἐν ταῖς θεραπείαις τῶν πυρετῶν. ἡ δὲ μετὰ ξηρότητος θερμότης τοῖς αὐτοῖς μὲν ὑπάγεται κατὰ γένος, οὐ μὴν ὁμοίως γε ἀδεὴς τῶν ψυχόντων ἡ χρῆσίς ἐστι, δι’ ἃς εἶπον αἰτίας. ἡ δὲ ὑγρὰ δυσκρασία καὶ

509
μόνη συστᾶσα πασῶν ἐστιν εὐιατοτάτη καὶ μετὰ θερμότητος ἢ ψυχρότητος ἐπιπλεκομένη. καὶ διότι γε συνεχῶς αἱ τρεῖς αὗται δυσκρασίαι καταλαμβάνουσι τὴν γαστέρα καί εἰσιν ἰαθῆναι ῥᾷσται, τὴν θεραπείαν δὲ ἀεὶ τούτων ἔχοντες ἐν μνήμῃ, πάντες οἱ χωρὶς μεθόδου θεραπεύοντες τὰς νόσους ἐπὶ τὰς ἄλλας, ὡς εἴρηται, μεταφέρουσιν ἀγνοοῦντες ὅτι πλείους εἰσίν. ἔστι δὲ δήπου τῆς μὲν ὑγρᾶς δυσκρασίας μόνης συνισταμένης βοηθήματα τὰ ξηραίνοντα τῶν ἐδεσμάτων, ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἰσχυρῶς· ἔτι τε πρὸς τούτοις ἔνδεια τῶν συνηθῶν ποτῶν· τῶν δὲ μετὰ θερμότητος ἡ στυφόντων ἐδεσμάτων καὶ ποτῶν χρῆσις· ἔστω δὲ καὶ ταῦτα χωρὶς τοῦ θερμαίνειν αὐστηρὰ, καὶ μὲν δὴ καὶ τὸ ψυχρὸν ποτὸν ἐπιτήδειον αὐτοῖς. τῆς δὲ μετὰ ψύξεως ὑγρᾶς δυσκρασίας ἄριστα μὲν ἰάματα τὰ δριμέα σύμπαντα· μιγνύσθω δ’ αὐτοῖς καὶ τὰ στρυφνὰ χωρὶς τοῦ ψύχειν σαφῶς. ἄριστον δ’ ἴαμα καὶ τούτοις ὀλίγιστον πόμα καὶ τοῦτό τις τῶν θερμαινόντων ἰσχυρῶς οἴνων· εὔδηλον δὲ καὶ ὡς ὁ τοιοῦτος οὐδὲ νέος ἐστίν. ἀνάλογον δὲ τοῖς ἐσθιομένοις
510
καὶ πινομένοις καὶ τἄλλα ἔστω σύμπαντα τὰ ἔξωθεν προσαγόμενα.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, πάλιν ἐπ’ ἀρχὴν τὸν λόγον ἀναγαγόντες, ἀθροίσωμεν αὐτοῦ τὰ κεφάλαια. τὴν μὲν οὖν θερμὴν δυσκρασίαν ψυκτέον ἐστὶ, τὴν δὲ ψυχρὰν θερμαντέον· οὕτω δὲ καὶ τὴν μὲν ὑγρὰν ξηραντέον, τὴν δὲ ξηρὰν ὑγραντέον. εἰ δὲ κατὰ συζυγίαν τινὰ εἴη γεγενημένη, μιγνύειν ἀμφοτέρους τοὺς σκοποὺς, τὴν μὲν ὑγρὰν καὶ θερμὴν ξηραίνοντας καὶ ψύχοντας, τὴν δ’ ὑγρὰν καὶ ψυχρὰν ξηραίνοντας καὶ θερμαίνοντας· οὕτως δὲ καὶ ξηρὰν καὶ θερμὴν ὑγραίνοντας καὶ ψύχοντας, τὴν δὲ ψυχρὰν καὶ ξηρὰν ὑγραίνοντας καὶ θερμαίνοντας. ἁπασῶν δὲ χειρίστην ἰστέον εἶναι τῶν μὲν ἁπλῶν τὴν ξηρὰν, τῶν δὲ συνθέτων τὴν ξηράν τε ἅμα καὶ ψυχράν. ἐν τούτῳ μὲν ἡμῖν τέλος ἐχέτω τὰ περὶ τῆς δυσκρασίας τῆς γαστρὸς, ἄνευ περιττῆς τινος ἔξωθεν ὑγρότητος.

Ἑξῆς δ’ ἐπὶ τὰς διά τι τοιοῦτο γιγνομένας ἴωμεν τῷ λόγῳ. πολλάκις μὲν οὖν ἐν αὐτῷ τῷ κύτει τῆς 

511
κοιλίας τι περιεχόμενον ὑγρὸν ἤτοι θερμαίνειν, ἢ ψύχειν, ἢ ὑγραίνειν, ἢ ξηραίνειν αὐτὴν πεφυκὸς, ἢ κατὰ συζυγίαν τινὰ τούτων ποιεῖν· ἐνίοτε δ’ εἰς αὐτοὺς τοὺς χιτῶνας, ὡς ἂν εἴποι τις, ἀναπεπωμένον, ἢ ἐμπεπλασμένον ἐργάζεται τὴν δυσκρασίαν. ἡ μὲν οὖν προτέρα διάθεσις εἰ μὲν ἅπαξ συσταίη, δι’ ἐμέτων ἐκκαθαρθεῖσα καθίσταται ῥᾳδίως· εἰ δ’ αὖθις καὶ αὖθις ἐξ ἑτέρου τινὸς ἢ ἑτέρων ἐπιῤῥέοι μορίων, ἀκριβοῦς δεῖται τῆς διαγνώσεως. ἡ θεραπεία δ’ εὐθέως ἐπακολουθήσει τῇ γνώσει τῆς ποιούσης αἰτίας. ἐλέχθη γὰρ ἡμῖν ἐν ἄλλοις τέ τισι κᾀν ταῖς τῶν πυρετῶν διαφοραῖς ὡς ἐπιῤῥεῖ πολλάκις ἐξ ἑτέρων μορίων ἑτέροις, ἡ περιουσία· καθάπερ, εἰ οὕτως ἔτυχε, τῶν κατὰ τὴν κεφαλὴν τοῖς ὀφθαλμοῖς. ἔνθα χρὴ τὰ πέμποντα θεραπεύοντα μόρια μόνου τοῦ τόνου προνοεῖσθαι τῶν ὀφθαλμῶν, ὡς μὴ ῥᾳδίως δέχοιντο μηδὲν τῶν ἐπιῤῥεόντων αὐτοῖς. οὕτως οὖν χρὴ καὶ ἐπὶ τῆς κοιλίας εὑρόντα τὸ πέμπον τὰ περιττὰ σύμπασαν μὲν ἐκείνῳ προσάγειν τὴν θεραπείαν, τῆς γαστρὸς δὲ προνοεῖσθαι τοσοῦτον
512
μόνον, ὡς μὴ ῥᾳδίως δέχοιτο τὰ ἐπιῤῥέοντα. γένοιτο δ’ ἂν, οἶμαι, τοῦτο κατὰ διττὸν τρόπον· ἕνα μὲν τὸν κοινὸν ἁπάντων ῥευμάτων, ἀναστέλλεται γὰρ ὑπὸ τῶν στυφόντων· ἕτερον δὲ καὶ τοῦτον κοινὸν ἁπάντων τῶν εἰς εὐεξίαν ἀγομένων μορίων ὑπὸ τῆς ἐν τῇ κράσει συμμετρίας. ἐπισκέπτεσθαι τοιγαροῦν ὅλον μὲν τὸ σῶμα πρότερον χρὴ, εἰ περιττωματικὸν ἢ πληθωρικὸν ὂν ἐπιπέμπει ῥεῦμα τῇ γαστρί· δεύτερον δ’, εἰ μὴ τοῦτο φαίνοιτο, τὸ καθ’ ἕν ἕκαστον τῶν μορίων σκοπεῖσθαι. κατὰ μὲν δὴ τὴν τοῦ παντὸς σώματος ἐπίσκεψιν ἔμαθες μὲν καὶ τὰ τοῦ πλήθους καὶ τὰ τῶν περιττωμάτων γνωρίσματα διά τε τῆς ὑγιεινῆς πραγματείας καὶ τοῦ περὶ πλήθους βιβλίου. προσεπισκέπτου δ’ αὐτοῖς καὶ τάδε· πρῶτον μὲν ἐπὶ γυναικῶν, εἰ μὴ καθαίρονται κατὰ φύσιν· ἑξῆς δ’ ἐπ’ ἀνδρῶν, εἰ ἡ συνήθης ἔκκρισις ἐπέσχηται. πολλοῖς μὲν γὰρ αἱμοῤῥοῒς εἴθισται τὸ περιττὸν ἐκκενοῦν· ἐνίοις δ’ αἱμοῤῥαγίαι διὰ ῥινῶν, ἢ ἔμετος, ἤ τι κατ’ ἄλλον τινὰ τόπον ἐν ὡρισμέναις περιόδοις ἀποστομούμενον ἀγγεῖον· οἶδα γοῦν ἐν στόματι καὶ φάρυγγι πολλοῖς τοῦθ’ ὑπάρχον.
513
ἔστι δ’ οἷς καὶ διὰ γαστρὸς αἵματος ἔκκρισις ἀνὰ χρόνον γίγνεται, καὶ μάλισθ’ ὅσοι γυμνασίων ἰσχυρῶν ἀποστάντες οὐκ ἀπέστησαν τῆς ἔμπροσθεν διαίτης, ἤ τι κῶλον ὅλον ἀφῃρέθησαν, ὡς ἐδήλωσε καὶ ὁ Ἱπποκράτης. ἐνίοις δὲ καὶ διάῤῥοιαι καὶ χολέραι διὰ χρόνων τινῶν γιγνόμεναι κενοῦσιν ἅπαντος τοῦ σώματος τὴν περιουσίαν. ἐπὶ δὲ τοῖσδε σκεπτέον ὁποίᾳ τινὶ κέχρηται διαίτῃ· πότερον ἀπεψίαις πλείοσιν, ἢ πλησμοναῖς, ἐν ἀργῷ βίῳ καὶ μάλιστα παρὰ τὸ ἔθος, ἢ τοὐναντίον. εἶθ’ ἑξῆς ἐπισκεπτέον εἰ μέλος ἄλλο τοῦ σώματος ἐνοχλούμενον ἐν περιόδοις τισὶ χρόνων οὐκ ἐνοχλεῖται νῦν. ἐνίοις μὲν γὰρ ἀρθρῖτις, ἢ ἰσχιὰς, ἢ ποδάγρα· κεφαλαία δ’ ἄλλοις, ἢ εἰς ὀφθαλμοὺς ἢ εἰς ὦτα κατασκῆπτον ῥεῦμα μετέστη νῦν εἰς τὴν γαστέρα. πολλοῖς δὲ καὶ κατάῤῥοι καὶ κόρυζαι συνεχῶς γινόμεναι μεθίστανται κατά τινα χρόνον εἰς τὰ κατὰ τὴν γαστέρα χωρία. ταῦτ’ οὖν ἅπαντα κατασκεψάμενος, εἰ μὲν ἐξ ἀκυρωτέρων ἡ μετάστασις εἴη γεγενημένη, πρὸς ἐκεῖνα πάλιν ἀντισπάσεις τὸ περιττεῦον· εἰ δ’
514
ἐκ κυριωτέρων, ἀμφοῖν ὁμοίως προνοήσεις τὴν ἐργαζομένην τὸ ῥεῦμα διάθεσιν ἐκκόπτων ἀεί. γίγνοιτο δ’ ἂν τοῦτο πάντα μὲν εἰς εὐεξίαν ἀγόντων ἡμῶν τὰ τοῦ σώματος μόρια, πάσας δὲ τὰς φυσικὰς ἐκκρίσεις εὔρους ἀεὶ παρασκευαζόντων. ὅπως δ’ ἄν τις ἐργάζοιτο ταῦτα διὰ τῆς ὑγιεινῆς πραγματείας δεδήλωται. πρόδηλον δ’ ὅτι κᾂν εἰ διὰ πληθώραν ὅλου τοῦ σώματος ἡ γαστὴρ δέχηται ῥεῦμα, τὸ σύμπαν σῶμα κενωτέον ἐστίν. ὥσπερ γε καὶ εἰ διὰ κακοχυμίαν, ἐκείνην ἐκκαθαίρειν προσήκει, κᾄπειθ’ οὕτως ἐπ’ αὐτὴν ἰέναι τὴν γαστέρα. πάντως γὰρ δήπου πλείοσιν ἡμέραις εἰς αὐτὴν ἐνηνεγμένων τῶν περιττῶν ἀπήλαυσέ τι τῆς μοχθηρίας αὐτῶν. ὥστε ἐν καιρῷ χρήσαιτ’ ἂν ὁ οὕτω κάμνων ἀψινθίῳ ποτῷ. δήλη δ’ οἶμαί σοι καὶ ἡ μετὰ ταῦτα πρόνοια μέχρι τοῦ τὴν ἔμπροσθεν ἕξιν ἀνακτήσασθαι τῇ γαστρί. κατὰ γάρ τοι τὴν κρᾶσιν τοῦ λυπήσαντος αὐτὴν ῥεύματος ἔστιν ὅτε δύσκρατος γενομένη τῶν ἐναντίων εἰς ἐπανόρθωσιν ἰαμάτων δεῖται. ῥᾷστον δὲ δήπου τὴν τοιαύτην ἰάσασθαι βλάβην,
515
ὅταν ὀλίγων ἡμερῶν ᾖ. ὡς εἴ γε δι’ ἀπορίαν τῶν ἰασομένων διαμείνῃ χρόνῳ πλείονι, ποτὲ μὲν οἱ χιτῶνες αὐτῆς ἐμπίπλανται τῆς κακοχυμίας, ἔστι δ’ ὅτε καὶ αὐτὸ τὸ ὁμοιομερὲς αὐτῶν σῶμα δύσκρατον ἱκανῶς γενόμενον ὁμοίας χρῄζει θεραπείας τῇ λελεγμένῃ πρόσθεν ἐν τῷδε τῷ λόγῳ τῶν δυσκρασιῶν. ὑπόλοιπον οὖν ἐστι διελθεῖν ὅπως ἄν τις ἰῷτο τὰς ἐν τοῖς χιτῶσι τῆς γαστρὸς κακοχυμίας. ἔστι δὲ ἐπιτήδεια πρὸς τὰς τοιαύτας διαθέσεις φάρμακα τῷ γένει μὲν ἐκ τῶν καθαιρόντων μετρίως, ὡς μὴ προϊέναι τὴν δύναμιν αὐτῶν ἀνωτέρω τῶν κατὰ γαστέρα τε καὶ τὰ ἔντερα χωρίων· ἢ εἴπερ ἄρα πρὸς τούτοις, ἅπτεσθαι τῶν κατὰ τὸ μεσεντέριον ἀγγείων. ἐν εἴδει δὲ τὰ διὰ τῆς ἀλόης ἐστὶ κάλλιστα καὶ αὐτὴ καθ’ αὑτὴν ἡ ἀλόη, μὴ παρόντων ἐκείνων. ἄπλυτος μὲν οὖν ἱκανώτερον ἐκκενοῖ, πλυθεῖσα δὲ ἧττον μὲν καθαίρει, ῥώννυσι δὲ μᾶλλον τὴν γαστέρα. χρὴ τοίνυν ἔχειν τὴν καλουμένην ἤδη πρὸς ἁπάντων τῶν ἰατρῶν πικρὰν, ἐσκευασμένην διττῶς, ἐξ ἀπλύτου τε καὶ πεπλυμένης ἀλόης. μίγνυται δὲ αὐτῇ κινναμώμου τε καὶ ξυλοβαλσάμου καὶ ἀσάρου 
516
καὶ νάρδου στάχυος καὶ κρόκου καὶ Χίας μαστίχης. ἔστωσαν δὲ ἓξ μὲν τούτων ἑκάστου δραχμαὶ, μόνης δὲ τῆς ἀλόης ἑκατόν. ἄριστον δὲ τοῦτο τὸ φάρμακον εἰς τὰς τῶν χιτώνων τῆς γαστρὸς κακοχυμίας· ἄμεινον δὲ χρῆσθαι ξηρῷ δι’ ὕδατος ὅσον δυοῖν κοχλιαρίων μικρῶν τὸ πλῆθος, ὅταν γε μετρίως καὶ μέσως αὐτῷ χρῆσθαι προαιρώμεθα· τὸ γὰρ δὴ πλεῖστον καὶ τελεώτατον οὐ σμικρῶν δυοῖν, ἀλλὰ μεγάλων ἡ πόσις, ἐν ὕδατος εὐκράτου τρισὶ κυάθοις· ἐλαχίστη δὲ δόσις ἑνὸς κοχλιαρίου μικροῦ. χρῆσθαι δ’ ἐν τῷ καιρῷ τῷδε καὶ πτισάνης χυλῷ, πρῶτον αὐτὸν ἀπὸ τοῦ βαλανείου λαμβάνοντα. τὸ μὲν γὰρ φάρμακον αὐτὸ κατὰ τὸν συνήθη τοῖς καθαίρουσι διδόσθω καιρόν. ἐπ’ αὐτῷ δὲ περιπατήσαντα σύμμετρα καὶ κινηθέντα μέτρια τῶν ἄλλων τῶν κατὰ τὴν δίαιταν ὑπαλλάττειν μηδέν. ἔνιοι δ’ ἀποτίθενται τὸ φάρμακον, ἀναλαμβάνοντες ἀπηφρισμένῳ μέλιτι, καὶ γίνεται μὲν οὕτω μονιμώτερον, οὐ μὴν δὲ ὁμοίως γε πρὸς τὰς ὑποκειμένας ἐν τῷ παρόντι λόγῳ διαθέσεις ἀγαθόν· ἧττον γὰρ ῥώννυσι τὴν κοιλίαν καὶ μᾶλλον ὑπάγει. γλίσχρου μέντοι φλέγματος
517
ἐμπεπλασμένου τῇ γαστρὶ δοτέον αὐτοῖς πρότερον ὅσα τέμνει τοῦτο, κᾄπειτα οὕτω καθαρτέον. εἰ δὲ καὶ πρὸς ἔμετον ἐπιτηδείως ἔχοιεν, οὐδὲν ἂν εἴη χεῖρον ἐμεῖν ἀπὸ ῥαφανίδων δι’ ὀξυμέλιτος. εἰ δὲ μήτε γλίσχρος ὁ χυμὸς εἴη μήτε παχὺς, ἀρκεῖ καὶ ὁ ἀπὸ χυλοῦ τῆς πτισάνης ἔμετος μόνου καὶ ὁ ἀπὸ τοῦ μελικράτου· λαμβάνειν δ’ ἑκατέρου πλέον ἢ ὡς ἄν τις ἔλαβεν, ἤτοι τροφῆς ἕνεκεν ἢ ὑπαγωγῆς γαστρός. ἐπιτήδειον δὲ καὶ τὸ μελίκρατόν ἐστιν, ἀφηψημένου καθ’ αὑτὸ τοῦ ἀψινθίου πίνεσθαι· καὶ γὰρ καὶ τοῦτο καλῶς ὑπάγει κάτω τοὺς λεπτοὺς χυμοὺς, ὅσοι περ ἂν ἐν τῷ στόματι τῆς γαστρὸς αὐτῆς περιέχονται. κοινωνεῖ δὲ ὁ λόγος ὅδε σύμπας ὁ περὶ τῆς δυσκρασίας τοῖς ὑγιεινοῖς παραγγέλμασι, καθ’ ἕν τι μέρος ἑαυτοῦ τὸ τῶν ἀσθενῶν ἐνεργειῶν, οὐ γὰρ δὴ τῶν γε ἀπολωλυιῶν, ἢ πλημμελῶς γιγνομένων· ἐκπέπτωκε γὰρ ἐκεῖνο τελέως τῶν ὑγιεινῶν· ἡ δ’ ἀσθενὴς ἐνέργεια κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον τῆς ὑγιεινῆς ἐστι πραγματείας ἢ τῆς θεραπευτικῆς, ὀλίγον μέν τι παραποδιζομένη τῆς ὑγιεινῆς, ἐπὶ πλέον δὲ τῆς θεραπευτικῆς. ὅρος δ’ ἑκατέρας τὸ
518
τῶν συνηθῶν πράξεων ἤτοι γε ἀφίστασθαι διὰ τὸ μέγεθος τῆς βλάβης ἢ μή.

Λέλεκται δὲ καὶ περὶ τούτων ἐν τοῖς ὑγιεινοῖς· καὶ χρὴ καὶ διὰ τοῦτο θᾶττον ἀφίστασθαι τοῦ λόγου, γεγραμμένης γε δὴ συμπάσης ἤδη τῆς μεθόδου, καθ’ ἣν χρὴ τὰς δυσκρασίας ἰᾶσθαι τῆς γαστρὸς, εἴτε καθ’ ἕξιν, εἴτε κατὰ σχέσιν ἐν αὐτῇ γένοιντο. δῆλον δὲ ὡς καὶ μικτή ποτ’ ἐστὶ διάθεσις ἐν τῇ γαστρὶ τῶν εἰρημένων τριῶν τῶν ἁπλῶν· ὥστε καὶ αὐτὰ τὰ στερεὰ μόρια δυσκράτως ἔχειν καὶ χυμοὺς μοχθηροὺς ἐμπεπλάσθαι δυσεκνίπτως τῇ γαστρὶ καὶ κατὰ τὴν ἔνδον εὐρυχωρίαν ἑτέρους περιέχεσθαι. δύναται μὲν γάρ ποτε καὶ τὸ πρῶτον ἅμα τῷ δευτέρῳ ῥηθέντι συστῆναι· δύναται δὲ καὶ τὸ δεύτερον ἅμα τῷ τρίτῳ· καὶ αὖθίς γε τὸ πρῶτον ἅμα τῷ τρίτῳ· καὶ πάνθ’ ἅμα πολλάκις. ἐφ’ ὧν ἀναμνησθήσῃ μὲν δήπου καὶ τῆς ἔμπροσθεν εἰρημένης μεθόδου ἐν τοῖς περὶ τῶν ἑλκῶν λόγοις ἁπασῶν τῶν ἐπιπλεκομένων ἀλλήλαις διαθέσεων, οὐδὲν δ’ ἂν εἴη χεῖρον καὶ νῦν αὐτὴν διελθεῖν. ἐπίσκεψαι γὰρ ἐν ταῖς τοιαύταις ὑπαλλάξεσι

519
πρῶτον μὲν ἀφ’ οὗ μάλιστα κινδυνεύειν εἰκός ἐστι τὸν κάμνοντα, δεύτερον δὲ, τί μὲν ἐξ αὐτῶν ἢ τίνα λόγον αἰτίας ἔχει, τίνα δὲ ἀποτελεῖται πρὸς αὐτῶν, καὶ τρίτον οἷς τ’ ἀδύνατόν ἐστιν ἰαθῆναι πρὸ τῶν ἄλλων καὶ ὅσοις δυνατὸν, ὥσπερ ἐπὶ τῶν ἑλκῶν ἐδείκνυμεν τῶν ἅμα φλεγμοναῖς συνισταμένων. ἔνθα μὲν γὰρ ἀπό τινος τῶν διαθέσεων οὐ μικρὸς ὁ κίνδυνός ἐστιν, ὁ πρὸς τὸ κατεπεῖγον σκοπὸς αἱρετέος· ἔνθα δὲ τὸ μὲν ποιοῦν ἐστι, τὸ δὲ γιγνόμενον, ὁ πρὸς τὸ αἴτιον· ἔνθα δὲ οὐχ οἷόν τε θεραπευθῆναι τόδε πρὸ τοῦδε, ὁ ἀπὸ τῆς τάξεως. ἐν μὲν οὖν τῷ πρὸς τὸ κατεπεῖγον σκοπῷ τὸ μέγεθος τῆς διαθέσεως σκεπτέον. ἔστι δὲ τρία μεγέθη, τὸ μέν τι κατὰ τὸ τῆς βεβλαμμένης ἐνεργείας ἀξίωμα, τὸ δέ τι κατὰ τὴν οἰκείαν οὐσίαν τῆς διαθέσεως, καὶ τρίτον ἐπὶ τοῖσδε τὸ πρὸς τὴν διοικοῦσαν τὸ βεβλαμμένον σῶμα δύναμιν. ἐν δὲ τῷ πρὸς τὸ αἴτιον σκοπῷ θεωρητέον τί μὲν ἐκ τῶν ἐπιπεπλεγμένων ἀλλήλοις αὐξάνειν ἤ γεννᾷν πέφυκε τὰ λοιπὰ, τίνα δ’ ἤτοι τὴν γένεσιν, ἢ τὴν αὔξησιν ὑπ’ ἐκείνου λαμβάνει. ἐν δὲ τῷ κατὰ τὴν τάξιν, τί πρὸ τίνος, ἢ τί σὺν τίνι, ἢ τί μετὰ
520
τί δυνατὸν ἰᾶσθαι. ὑποκείσθω γοῦν εἰς τὴν γαστέρα καταῤῥέουσά τις ἐξ ἐγκεφάλου περιουσία ψυχρὰ καὶ διὰ ταύτην ἤδη μέν τις οὖσα δυσκρασία κατὰ τὴν κοιλίαν· ἔτι δὲ μᾶλλον καὶ χυμοὶ μοχθηροὶ καθ’ ὅλον αὐτῆς τὸ σῶμα τὰς μεταξὺ χώρας ἁπάσας τῶν ὁμοιομερῶν κατειληφότες. ἐν ταῖς τοιαύταις ἐπιπλοκαῖς ἀξιώματι μέν ἐστι μείζων ἡ δυσκρασία, διότι καὶ ἡ εὐκρασία· κατὰ δὲ τὴν οἰκείαν οὐσίαν ὅ τι περ ἂν αὐτῶν τύχῃ περὶ τὸν ὑποκείμενον ἄῤῥωστον ἐν τῷ λόγῳ. καὶ κείσθω πρός γε τὸ παρὸν ἐν τοῖς εἰρημένοις τρισὶ μείζων εἶναι διάθεσις ἡ τῶν ἐν τοῖς χιτῶσι τῆς γαστρὸς χυμῶν. ἔστω δ’, εἰ βούλει, καὶ τοῦτο αὐτὸ πάθημα δῆξιν ἐργαζόμενον, καὶ διὰ τοῦτο αὐτὸ λειποψυχίαν τε καί τινας ἱδρῶτας ἅμα συγκοπτικαῖς ἐκλύσεσιν, ὡς εἶναι μεῖζον αὐτὸ τῶν ἄλλων, καθ’ ὅσον ὑπὲρ τὴν δύναμίν ἐστιν. εὔδηλον οὖν ὅτι τὴν μὲν πρώτην ἄν τις ἐπιμέλειαν ἀντιτάξαιτο πρὸς τὸ καταλῦον τὴν δύναμιν. ἑξῆς δ’ ἐπειδὴ μέγιστον τῶν ἄλλων ὑπέκειτο τοῦτο κατὰ τὴν οἰκείαν οὐσίαν, ἐπὶ πρῶτον ἄν τις αὐτὸ παραγίγνοιτο 
521
καὶ πρῶτον ἰῷτο. εἰ δ’ ἡμῖν ἤδη μετρίως ἔχει τοῦτο καὶ μήθ’ ἡ δύναμις ἔτι καταπίπτει μήτε ἡ κατὰ τὴν γαστέρα κακοχυμία παμπόλλη τις εἴη, τότε ἐπὶ τὴν αἰτίαν ἀφιξόμεθα, γιγνώσκοντες ὡς οὐχ οἷόν τ’ ἐστὶ τελέως ἰαθῆναι διάθεσιν οὐδεμίαν, ἔτι μενούσης τῆς ἐργαζομένης αὐτὴν αἰτίας. ἡ δέ γε τάξις τῆς θεραπείας ἐνίοτε μὲν ὡς ἐπὶ φλεγμονῆς καὶ ἕλκους ἐναντίων ἐστὶν ἐνδεικτικὴ βοηθημάτων· ἐδείκνυτο γὰρ ὡς τὰ τὴν φλεγμονὴν θεραπεύοντα μεῖζον ἀποφαίνει τὸ ἕλκος, ἐνίοτε δ’ οὐδὲν βλάπτει τὴν ἑτέραν διάθεσιν, ὥσπερ ἐπὶ τῆς ἐνεστώσης ὑποθέσεως. ὁ γὰρ ἐκκενῶν τὸ περιεχόμενον ὑγρὸν ἐν τῷ τῆς γαστρὸς κύτει, τῶν ἐν τοῖς χιτῶσι περιεχομένων ὑγρῶν ὑποτέμνεται τὴν τροφήν· ὥσπερ γε καὶ ὁ τὸν ἐγκέφαλον ἰώμενος, ὡς μηδεμίαν ἐν ἑαυτῷ γεννᾷν αἰσθητὴν περιουσίαν, ἐκκόπτει τὴν οἷον πηγὴν τῶν εἰς τὴν γαστέρα ῥευμάτων. ἐπὶ μὲν δὴ τούτων ἡ τάξις τῆς θεραπείας τῇ τάξει τῶν αἰτίων ὁμολογεῖ, κᾂν ἐν ἄλλοις διαφέρηται. τὸ δ’ ἀπὸ τοῦ μεγέθους χρὴ διορίζεσθαι, καθάπερ εἴρηται. καὶ πρῶτον μὲν πειρᾶσθαι τῷ μεγίστῳ τὴν
522
οἰκείαν ὕλην ἐφαρμόζειν τῶν βοηθημάτων· ἑξῆς δὲ κατὰ τὸν τῶν αἰτιῶν στοῖχον ἰᾶσθαι τὸ σύμπαν. ὅταν γὰρ μήτε πλῆθος ἀξιόλογον ᾖ τῶν κατὰ τὴν γαστέρα περιττωμάτων μήτ’ ἐν τῇ κοιλότητι περιεχομένων αὐτῆς μήτ’ ἐν τοῖς χιτῶσι, μήτε δῆξις ἀδικοῦσα τὴν δύναμιν, ἁπάντων μὲν χρὴ πρῶτον ἐκνοσηλεῦσαι τὸν ἐγκέφαλον, ἐφεξῆς δὲ τὸ κύτος τῆς γαστρὸς ἐκκενῶσαί τε καὶ διαῤῥῦψαι, καὶ μετὰ ταῦτα ἐκκαθῆραι τοὺς χιτῶνας, εἶτα τὴν δυσκρασίαν ἰᾶσθαι. εἴρηται δὲ ἑκάτου τὰ ἰάματα πρόσθεν, ὥστε οὐ χρὴ μηκύνειν ἔτι τὰ κατὰ τὸν λόγον, ἀλλ’ ἤδη τέλος ἐπιθεῖναι τῷ γράμματι. τὰς γὰρ τῶν ἄλλων ἁπάντων μορίων δυσκρασίας ἀνάλογον ἄν τις ἰῷτο τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις. ἀεὶ γὰρ χρὴ τό τ’ ἐναντίον τῇ διαθέσει πορίζεσθαι βοήθημα καὶ τὴν ἀπὸ τῆς φύσεως τοῦ πεπονθότος ἔνδειξιν τῶν ὠφελησόντων προστιθέναι, περὶ ἧς εἴρηται μὲν ἤδη καὶ διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ διὰ τῶν ἑξῆς ἐπὶ πλέον. ἀναγκαῖον δ’ ἂν εἴη καὶ νῦν ἐπ’ ὀλίγον αὐτῆς μνημονεῦσαι.