De methodo medendi

Galen

Galen, De methodo medendi

Τὴν θεραπευτικὴν μέθοδον, ὦ Εὐγενιανὲ φίλτατε, πάλαι μὲν ὑπηρξάμην γράφειν Ἱέρωνι χαριζόμενος, ἐπεὶ δὲ ἐξαίφνης ἐκεῖνος ἀποδημίαν μακρὰν ἀναγκασθεὶς στείλασθαι, μετ’ οὐ πολὺν χρόνον ἠγγέλθη τεθνεὼς, ἐγκατέλιπον κᾀγὼ τὴν γραφήν. οἶσθα γὰρ ὡς οὔτε ταύτην οὔτε ἄλλην τινὰ πραγματείαν ἔγραψα τῆς παρὰ τοῖς πολλοῖς ἐφιέμενος δόξης, ἀλλ’ ἤτοι φίλοις χαριζόμενος ἢ γυμνάζων ἐμαυτὸν, εἴς τὲ τὰ παρόντα χρησιμώτατον γυμνάσιον εἴς τε τὸ τῆς λήθης γῆρας, ὡς ὁ Πλάτων φησὶν, ὑπομνήματα θησαυρισόμενος.

457
ὁ γάρ τοι τῶν πολλῶν ἀνθρώπων ἔπαινος εἰς μὲν χρείας τινὰς ἐπιτήδειον ὄργανον ἐνίοτε γίγνεται τοῖς ζῶσιν, ἀποθανόντας δὲ οὐδὲν ὀνίνησιν, ὥσπερ οὐδὲ τῶν ζώντων ἐνίους. ὅσοι γὰρ ἥσυχον εἵλοντο βίον, ὠφελημένοι μὲν ἐκ τῆς φιλοσοφίας αὐτάρκη δ’ ἔχοντες τὰ πρὸς τὴν τοῦ σώματος θεραπείαν, τούτοις ἐμπόδιον οὐ σμικρόν ἐστιν ἡ παρὰ τοῖς πολλοῖς δόξα, περαιτέρω τοῦ προσήκοντος ἀπάγουσα τῶν καλλίστων αὐτούς. ὥσπερ ἀμέλει καὶ ἡμᾶς οἶσθα πολλάκις ἀνιωμένους ἐπὶ τοῖς ἐνοχλοῦσιν οὕτω συνεχῶς ἐνίοτε χρόνον ἐφεξῆς πολήν, ὡς μηδ’ ἅψασθαι δυνηθῆναι βιβλίου. ἐγὼ δὲ οὐκ οἶδ’ ὅπως εὐθὺς ἐκ μειρακίου θαυμαστῶς, ἢ ἐνθέως, ἢ μανικῶς, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, κατεφρόνησα μὲν τῶν πολλῶν ἀνθρώπων δόξης, ἐπεθύμησα δὲ ἀληθείας καὶ ἐπιστήμης, οὐδὲν εἶναι νομίσας οὔτε κάλλιον ἀνθρώποις οὔτε θειότερον κτῆμα. διὰ ταῦτ’ οὖν οὐδ’ ἐπέγραψά ποτε τὸ ἐμὸν ὄνομα τῶν ὑπ’ ἐμοῦ γεγραμμένων βιβλίων οὐδενί· παρεκάλουν δ’, ὧς οἶσθα, καὶ ὑμᾶς μήτ’ ἐπαινεῖν με παρὰ τοῖς ἀνθρώποις ἀμετρότερον, ὥσπερ εἰώθατε,
458
μήτ’ ἐπιγράφειν τὰ συγγράμματα. κατὰ ταῦτ’ οὖν ἅπαντα καὶ ἡ θεραπευτικὴ μέθοδος ἐγκατελείφθη μοι, τὰ μὲν κεφάλαια τῶν εὑρημένων διὰ βραχέων ὑπομνημάτων ἐμαυτῷ γράψαντός μου, διεξοδικὴν δ’ οὐδεμίαν ἔτι προσθέντος διδασκαλίαν. νυνὶ δ’ ἐπειδὴ καὶ σὺ καὶ ἄλλοι πολλοὶ τῶν ἑταίρων, ἅπερ ἐθεάσασθέ με πολλάκις ἐπὶ τῶν νοσούντων ἔργῳ διαπραττόμενον, ἐν ὑπομνήμασιν ἔχειν ἀξιοῦτε, προσθήσω τὸ λεῖπον ἔτι τῇδε τῇ πραγματείᾳ.

Ἐν μὲν οὖν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ καὶ ἕκτῳ τῶνδε τῶν ὑπομνημάτων τὸ κοινὸν νόσημα τῶν ὁμοιομερῶν τε καὶ ὀργανικῶν μορίων ὅπως χρὴ θεραπεύειν ἐγεγράφειν· ἀρξάμενος μὲν οὖν ἀπ’ αὐτοῦ, διότι τε σαφέστερόν ἐστι τῶν ἄλλων ἐναργῆ τε τὸν ἔλεγχον ἔχει τῶν ἔμπροσθεν ἁπάντων σχεδὸν ἰατρῶν ὅσοι μεθόδῳ μὲν ἐπαγγέλλονται μεταχειρίζεσθαι τὴν τέχνην, ἀμέθοδοι δέ εἰσιν ἐν ταῖς θεραπείαις. πλὴν γὰρ Ἱπποκράτους τοῦ πάντων ἡμῖν τῶν καλῶν παρασχόντος τὰ σπέρματα, τῶν ἄλλων οὐδεὶς οὐδ’ ἐπεχείρησε τὸ γένος τοῦτο τοῦ νοσήματος

459
ἰάσασθαι μεθόδῳ. δεῖται δὲ καὶ τὰ Ἱπποκράτους αὐτοῦ γεωργῶν ἀγαθῶν, οἳ σπεροῦσί τε αὐτὰ καὶ αὐξήσουσι καὶ τελειώσουσι προσηκόντως. καὶ ὅτι πρὸ ἡμῶν οὐδεὶς τοῦτ’ ἔπραξεν, ἀλλ’ οἱ πλεῖστοί γε καὶ προσδιέφθειραν αὐτοῦ τὰ σπέρματα, νομίζω σαφῶς ἐπιδεδεῖχθαι τοῖς προσεσχηκόσι τὸν νοῦν. τοῦτο μὲν οὖν τὸ γένος τοῦ νοσήματος, εἴτε συνεχείας λύσιν, εἴθ’ ἑνώσεως, εἴθ’ ὁπωσοῦν ἄλλως ὀνομάζειν τις ἐθέλοι, καλεῖν ἐπετρέψαμεν ὡς ἑκάστῳ φίλον. οὐ γὰρ ὑπὲρ ὀνομάτων σπουδάζομεν οὔτε κατὰ ταύτην τὴν πραγματείαν οὔτε καθ’ ἑτέραν τινὰ τῶν ἰατρικῶν, ἀλλ’ ὅπως ἂν μάλιστα τοῦ τέλους τῆς τέχνης τυγχάνωμεν. ἐπὶ δὲ τὸ πρῶτον ἁπάντων ἐπανερχώμεθα νῦν τῷ λόγῳ νόσημα, τὸ τοῖς ὁμοιομερέσιν ἐγγινόμενον, ὧν πρῶτόν εἰσιν αἱ κατὰ τὸ ζῶον ἐνέργειαι. δέδεικται γὰρ ἐν ἄλλαις πραγματείαις ὅπως ἕκαστον τῶν ὀργανικῶν μορίων ἐνεργεῖν τι λέγομέν, οἷον ὀφθαλμὸν ὁρᾷν, ἢ βαδίζειν σκέλος. εἶναι γὰρ οὔτε ὅλου τοῦ σκέλους, ἀλλὰ τοῦ μυώδους ἐν αὐτῷ γένους τὸ κῦρος τῆς ἐνεργείας· οὔτε ὀφθαλμοῦ τι βλέπειν, ἀλλὰ τοῦ κρυσταλλοειδοῦς·
460
ἐπί τε τῶν ἄλλων ἁπάντων ὀργάνων ἀνάλογον. ἐδείχθη δὲ ἐν τῷ δευτέρῳ τῆσδε τῆς πραγματείας καὶ ὡς ἀναγκαιότατόν ἐστι τὸ γένος τοῦ νοσήματος τούτου, καὶ ὡς οὐδεὶς αὐτὸ λογικῶς ἰάσαιτο τῶν ἀγνοησάντων τὰ πρῶτα στοιχεῖα, καὶ ὡς οὐδὲν ὧν φθέγγονται συνίασιν ἔνιοι τῶν λογικοὺς ἑαυτοὺς ὀνομαζόντων, ὅταν ἀτονίαν εἶναι φάσκωσιν ἢ κοιλίας, ἢ ἐντέρων, ἢ ἥπατος, ἢ ὀφθαλμῶν, ἢ ὁτουδηποτοῦν μέρους. εἰ μὲν γὰρ τὴν περὶ τὸ σύμφυτον ἔργον ἀσθένειαν οὕτως ὀνομάζουσιν, οὐδὲν ἰδιώτου πλέον ἴσασιν· ἀκοῦσαι γάρ ἐστι κᾀκείνων ἀτονεῖν ἑαυτῶν τὴν γαστέρα φασκόντων, μὴ πέττειν γοῦν αὐτὴν, μήτε τὰ σμικρότατα καὶ κουφότατα τῶν προσφερομένων. εἰ δὲ διάθεσίν τινα λέγουσιν ἐν τῇ γαστρὶ τὴν ἀτονίαν, ἐρμηνευσάτωσαν ἡμῖν ἥν τινά ποτε ταύτην εἶναί φασιν, ὡς ἐπὶ φλεγμονῆς ἐποίησαν. τῷ μὲν γὰρ ἐμπειρικῷ τὰ συμπτώματα μόνον ἀρκεῖ τῶν πεπονθότων μορίων ἑρμηνεῦσαι, παρὰ φύσιν ὄγκον εἰπόντι καὶ ἀντιτυπίαν, ὀδύνην τε σφυγματώδη καὶ τάσιν 
461
ἔρευθός τε καὶ ὅσα τοιαῦτα καὶ τίθενταί γε πολλάκις ἓν ὄνομα κατὰ τοῦ σύμπαντος ἀθροίσματος ἕνεκα διδασκαλίας συντόμου, καθάπερ ἐπὶ τοῦ προειρημένου φλεγμονήν. οἱ δογματικοὶ δ’ οὐχ οὕτως, ἀλλ’ αὐτὴν τὴν οὐσίαν ἐπισκέπτονται τοῦ νοσήματος ᾗ τὸ προειρημένον ἄθροισμα τῶν συμπτωμάτων ἐξ ἀνάγκης ἕπεται. δοκεῖ γοῦν Ἐρασιστράτῳ τὸ παρεμπεσὸν εἰς τὰς ἀρτηρίας αἷμα πρὸς τοῦ πνεύματος ὠθούμενον ἐν τοῖς πέρασιν αὐτῶν σφηνωθῆναι, καὶ τοῦτο εἶναι τὴν φλεγμονήν. ἀλλ’ ἦν, οἶμαι, δίκαιος ἢ Ἐρασίστρατος αὐτὸς ἢ τῶν ἀπ’ αὐτοῦ τις ὁμοίως ἐξηγήσασθαι καὶ τὴν ἐν ταῖς. ἀτονίαις ἑκάστου μορίου διάθεσιν ὥσπερ γὰρ ἐπὶ τῆς φλεγμονῆς. εἰς ὅ τι μεταπέπτωκεν ἡ φυσικὴ κατασκευὴ τοῦ μέρους ἐδήλωσεν, οὕτως ὁ λόγος ἐπιζητεῖ ῥηθῆναι καὶ τὴν εἰς ἀτονίαν ἑκάστου μορίου μετάπτωσιν. οὐ γὰρ δὴ κατὰ φύσιν γε διακείμενον ἀτονεῖ περὶ τὴν οἰκείαν ἐνέργειαν, ἀλλά τι πάντως αὐτῷ, παρὰ φύσιν αἴτιον ἐγγενόμενον ἐξέλυσέ τε καὶ κατέβαλε καὶ νεκρῷ παραπλήσιον ἀπέφηνεν· ὃ οὔτε Ἐρασίστρατος οὔθ’ Ἡρόφιλος οὔτ’ ἄλλος οὐδεὶς ἰατρὸς εἶπε
462
τῶν μὴ τολμησάντων ἀποφήνασθαί τι περὶ τῆς τῶν πρώτων σωμάτων φύσεως.

Ἀλλ’ οὐ χρὴ μηκύνειν ἐπὶ πλέον, αὐτάρκως προαποδεδειχότας ἔμπροσθεν ὡς χρησιμώτατόν τε τοῦτ’ ἐστὶ τὸ γένος τοῦ νοσήματος ἐζητῆσθαι τοῖς ἰατροῖς καὶ ἀναγκαῖον τὸ περὶ στοιχείων πρότερον ἐπεσκέφθαι τὸν μέλλοντα καλῶς αὐτὸ μεταχειρίζεσθαι. ὥσθ’ ἡμῖν ὁ μέλλων νῦν λεχθήσεσθαι λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις περανθήσεται στοιχείοις, ὑπὲρ ὧν ἓν, ὡς οἶσθα, βιβλίον ἐποιησάμεθα τὸ περὶ τῶν καθ’ Ἱπποκράτη στοιχείων ἐπιγεγραμμένον. ἔστι μὲν οὖν καὶ Διοκλεῖ καὶ Μνησιθέῳ καὶ Διευχεῖ καὶ Ἀθηναίω καὶ σχεδὸν πᾶσι τοῖς εὐδοκιμωτάτοις ἰατροῖς, ὥσπερ οὖν καὶ τῶν φιλοσόφων τοῖς ἀρίσταις, ἡ αὐτὴ δόξα περὶ φύσεως σώματος, ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ νομίζουσι κεκρᾶσθαι τά τε ἄλλα σύμπαντα σώματα καὶ τὰ τῶν ζώων οὐχ ἥκιστα. τῷ δὲ περὶ τούτων ἁπάντων ἀποφηναμένῳ τε καὶ ἀποδείξαντι πρώτῳ δίκαιον, οἶμαι, μαρτυρεῖν ἐστι τὴν εὕρεσιν. καὶ διὰ τοῦθ’ ἡμεῖς ὀνομάζομεν αὐτὰ καθ’ Ἱπποκράτην στοιχεῖα,

463
κᾂν ὅτι μάλιστα Χρύσιππος, ἢ Ἀριστοτέλης, ἤ τις ἄλλος ἰατρὸς ἢ φιλόσοφος ὡσαύτως ὑπὲρ αὐτῶν δοξάζῃ. καὶ τοίνυν ἐπειδὴ τῶν τοῦ ζώου μορίων ἕκαστον ἰδίαν ἐνέργειαν ἐνεργεῖ, τῶν ἄλλων ἐνεργειῶν εἰς τοσοῦτον διαφέρουσαν εἰς ὅσον καὶ αὐτὸ. διαφέρει τῶν ἐνεργούντων αὐτὰς, διαφέρει δὲ τῷ θερμότερον, ἢ ψυχρότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ὑπάρχειν, ἢ κατὰ συζυγίαν τι τούτων πεπονθέναι, τὴν κρᾶσιν αὐτῶν φυλακτέον ἐστὶ τῷ τὴν ἐνέργειαν φυλάττοντι. φυλαχθήσεται δὲ ψυχόντων μὲν, εἰ πρὸς τὸ ψυχρότερον, ὑγραινόντων δὲ, εἰ πρὸς τὸ ξηρότερον· οὕτω δὲ καὶ ξηραινόντων μὲν, εἰ ὑγραίνοιτο, ξηραινόντων δ’ ἅμα καὶ θερμαινόντων, εἰ ὑγραίνοιτό τε ἅμα καὶ ψύχοιτο, ξηραινόντων δὲ καὶ ψυχόντων, εἰ πρὸς τὸ ὑγρότερόν τε καὶ θερμότερον ἐκτρέποιτο, καὶ κατὰ τὰς λοιπὰς δύο συζυγίας ἀνάλογον. ἀεὶ γὰρ χρὴ τῷ πλεονάζοντι τὸ ἐναντίον ἀντεισάγειν εἰς τοσοῦτον, ἄχρις ἂν εἰς τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν ἀγάγῃς τὸ μόριον. ἡ μὲν δὴ καθόλου τοῦ γένους ἅπαντος νοσήματος
464
ἐν ὁμοιομερέσι συνισταμένου μέθοδος ἰάσεως ἤδη μοι λέλεκται. ὀκτὼ γὰρ ὄντων αὐτῶν, ὡς ἐν τῷ περὶ τῆς τῶν νοσημάτων ἀποδέδεικται διαφορᾶς, ὀκτὼ καὶ οἱ τῆς ἰάσεως ἔσονται τρόποι, κοινὸν ἔχοντες σκοπὸν τὴν ἀλλοίωσιν τοῦ πεπονθότος ὁμοιομεροῦς σώματος· ἐπειδὴ καὶ τὸ νόσημα αὐτὸ κατὰ δυσκρασίαν καὶ ἀλλοίωσιν ἐγένετο τῆς κατὰ φύσιν ἑκάστου κράσεως· ἡ δὲ τῶν κατὰ μέρος ἴασις ἐν δυοῖν τούτοιν προερχομένη γίνεται, τῇ τε τῆς ὕλης εὐπορίᾳ καὶ τῇ ταύτης ἐπιδεξίᾳ χρήσει. τὴν μὲν δὴ τῶν φαρμάκων εὐπορίαν ἔκ τε τῆς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἔτι τε τῆς περὶ συνθέσεως αὐτῶν πραγματείας ἔξεστί σοι λαμβάνειν μεθόδῳ· τὴν δὲ ὁδὸν τῶν διαιτημάτων ἐντεῦθεν. ἀλλὰ καὶ ὅπως χρὴ διαγινώσκειν ἑκάστου μορίου δυσκρασίαν, ἐκ τριῶν πραγματειῶν ἀναμιμνήσκου, πρώτης μὲν τῆς περὶ κράσεων, δευτέρας δὲ τῆς περὶ τῶν πεπονθότων μορίων· καὶ τρίτης, ἣν ἐπιγράφομεν ἰατρικὴν τέχνην. οὔκουν ἔτι δεῖ πολλῶν εἰς τὰ νῦν ἐνεστῶτα τοῖς φύσει τε συνετοῖς γεγυμνασμένοις τὸν
465
λογισμὸν ἐν τοῖς πρώτοις· ὅτῳ δὲ οὐδέτερον ὑπάρχει τούτων, ἔτι ἐνδεῖ τῷ λόγῳ πάμπολυ. εἰ δὲ καὶ μοχθηρᾷ λόγων αἱρέσει συνανετράφη, διττή γ’ οὕτω χρεία τοῦ χρόνου· ἑτέρου μὲν, ἵνα ἀποτρίψηται τὰς μοχθηρὰς δόξας, ἑτέρου δ’, ἵν’ ἀσκηθῇ κατὰ τὰς βελτίους.

Σὺ μὲν οὖν εὖ οἶδ’ ὅτι καὶ αὐτὸς ἱκανὸς ὑπάρχεις ἐκ τῶν καθόλου τοῦ γένους εἰρημένων εὑρίσκειν τὰ κατὰ μέρος· ἀλλὰ καὶ ἡμᾶς ἐθεάσω πολλὰ τῶν τοιούτων νοσημάτων ἰωμένους, ὥστ’ ἐξ ἀμφοτέρων ἔχεις τὸ μὴ δεῖσθαι τῶν κατὰ μέρος. ἀλλ’ ἐπεί φησιν ὁ Πλάτων, οὐ γάρ ἐστι τὰ γραφέντα μὴ ἐκπεσεῖν, ἵν’ εἴποτε καὶ εἰς ἄλλον ἀφίκοιτο τὸ βιβλίον ἀγύμναστον τῷ λογισμῷ, ῥᾷον αὐτὸν διδάξειε, προσθεῖναι χρή τινα τῶν κατὰ μέρος· ἐξ ὧν εὐθέως ἐνέσται καὶ αὐτὸ τοῦτο πεισθῆναι σαφῶς, ὃ μικρὸν ἔμπροσθεν εἴρηται, ὡς δυνατόν ἐστι σαυτῷ τὰ κατὰ μέρος ἐξευρίσκειν. ἐγὼ γοῦν ἐμαυτῷ πάντα ἐξεῦρον αὐτὰ, τῷ λόγῳ ποδηγούμενος. ὅσον μὲν γὰρ ἐπὶ τοῖς διδασκάλοις, ἐχρῆν δήπου κᾀμὲ τοῖς ἀτόνοις τὴν γαστέρα συμβουλεύειν ἐδέσματα μὲν 

466
τὰ στύφοντα καὶ ὑπόπικρα· καὶ οἶνον ὡσαύτως τὸν αὐστηρόν· ἀψίνθιόν τε καὶ τοῦ διὰ μήλων κυδωνίων χυλοῦ καὶ ὅσα τοιαῦτα καταπίνεται φάρμακα. τῶν δ’ ἔξωθεν ἐπιτιθεμένων πρώτην μὲν τὴν δι’ ἀψινθίου καὶ ὠμοτριβοῦς ἐλαίου κατάντλησιν· εἶτ’ ἐπίδεσιν ἐρίου πιλήματος, ἐξ αὐτῶν τε τούτων καὶ προσέτι μύρου μηλίνου καὶ μαστιχίνου καὶ ναρδίνου· καὶ μετὰ ταῦτα κηρωτὴν διὰ τῶν αὐτῶν ἐσκευασμένην· εἶτ’ ἄλλα φάρμακα κηρωτῶν ἰσχυρότερα, τὰ πρὸς τῶν ἰατρῶν ἐπιθέματα καλούμενα, διά τε τῶν εἰρημένων μύρων συγκείμενα καὶ φαρμάκων τῶν παραπλησίων, ἐν οἷς ἐστιν ἤδη καὶ ἀρωμάτων πλῆθος οὐκ ὀλίγον, στάχυς νάρδου καὶ ἄμωμον καὶ ὁ ἀρωματικὸς κάλαμος, ἴρις τε καὶ λάδανον καὶ τὸ τοῦ μαλαβάθρου φύλλον καὶ στύραξ καὶ βδέλλιον, ὀποβάλσαμόν τε καὶ βάλσαμον καὶ ξυλοβάλσαμον, ὅ τε λοιπὸς τῶν ἀρωμάτων κατάλογος. εἰ δὲ μηδὲ ταῦτα μηδὲν ἐνεργοίη, τὸ κοινὸν ἁπάντων τῶν ἀτονούντων ἐπὶ τέλει βοήθημα ποιοῦμεν, καλοῦσι δ’ αὐτὸ φοινιγμὸν, ἤτοι διὰ θαψίας γιγνόμενον, ἢ διὰ νάπυος, ἤ τινος τῶν τοιούτων·
467
εἶτ’ ἀποπέμψαι πρὸς ὑδάτων χρῆσιν αὐτοφυῶν. οὐδὲν γὰρ τούτων οἶδε πλέον ὁ ἐμπειρικὸς, ὡς καὶ τὰ συγγράμματα αὐτῶν δηλοῦσι. Κόϊντος μέν γε τοῖς ἀπεπτεῖν ἢ ἀνορεκτεῖν. φάσκουσι πρῶτον μὲν γυμνάζεσθαι συνεβούλευε καὶ ἐσθίειν ὡς εὐπεπτότατά τε καὶ μὴ πολλὰ, μηδὲν δὲ ὠφελουμένων ἠναγκάζετο καὶ αὐτὸς εἰς τὰ τῶν ἐμπειρικῶν μετιέναι. τίς γὰρ οὐκ οἶδεν ὡς τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν εἰώθει σκώπτειν, βαλανείων ὀνόματα προσαγορεύων, ὧν χωρὶς ἀδύνατόν ἐστι θεραπεῦσαι μεθόδῳ τὰς ἀτονίας τῶν μορίων ; ὥσθ’ ὅσον μὲν ἐπὶ τούτοις τὴν αὐτὴν ὁδὸν ἐβάδιζον ἂν κᾀγὼ κατὰ τὴν τῶν τοιούτων διαθέσεων ἴασιν, ἀλλ’ ὁ λόγος ἐδίδαξέ με τὰς ὀκτὼ διαφορὰς τῆς θεραπείας ἀτόνου γαστρός. ἐθεάσω γοῦν καὶ σύ τινας μὲν ἡμέρᾳ μιᾷ, μᾶλλον δὲ ὥρᾳ, ψυχροῦ πόσει θεραπευθέντας· ὧν ἐνίοις μὲν οὐ μόνον τὸ πρόσφατον ἔδωκα πηγαῖον, ἀλλὰ καὶ τὸ διὰ χιόνος ἐψυγμένον, ὡς ἐν Ῥώμῃ σκευάζειν ἔθος ἔχουσι, προθερμαίνοντες τὴν κατασκευὴν ἣν αὐτοὶ προσαγορεύουσι δηκόκταν·
468
ἐδέσματά τε τὰ οὕτως ἐψυγμένα πολλάκις ἐθεάσω συγχωροῦντά με λαμβάνειν αὐτοῖς· ἐν οἷς ἐστι καὶ ἡ μέλκα, τῶν ἐν Ῥώμῃ καὶ τοῦτο ἓν εὐδοκιμούντων ἐδεσμάτων, ὥσπερ καὶ τὸ ἀφρόγαλα· τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰς ψυχρὰς κατὰ δύναμιν ὀπώρας ὁμοίως ἀποψύχων ἐδίδουν· καὶ πτισάνην καλῶς ὡσαύτως ἐψυγμένην, ἕτερά τε τοιαῦτα μυρία, σκοπὸν ἕνα ποιούμενος ἐπ’ αὐτῶν τὴν ψύξιν· ἐκώλυον δ’ ἀψινθίου καὶ τῶν στυφόντων ἅψασθαι· καθάπερ γε καὶ ἄλλους ὁμοίως μὲν ἀπῆγον τῶν ψυχόντων, ἐθέρμαινον δὲ παντοίως οἶνον παλαιὸν τῶν ἱκανῶς θερμῶν τῇ δυνάμει διδοὺς, οἷοι μάλιστά εἰσι Φαλερῖνός τε καὶ Σουῤῥεντῖνος, καὶ τροφὰς θερμαινούσας μετὰ πεπέρεως συχνοῦ. ἐπί τινων δ’, ὡς οἶσθα, τὸν σκοπὸν τῆς θεραπείας ἐποιησάμην ἐν τῷ ξηραίνειν· καὶ ἦν αὐτοῖς ἐδέσματά τε τὰ φύσει ξηρὰ, καλᾶς ὠπτημένα καὶ τὸ σύμπαν ὀλίγιστον ποτόν ἥ τε τῶν στυφόντων ἁπάντων χρῆσις, ἣν μόνην γινώσκουσιν οἱ χωρὶς λόγου θεραπεύοντες αὐτούς. ἄλλον δ’ οὐ πρὸ πολλοῦ ξηρότατον ἤδη γεγεννημένων, ὡς ὁμοιότατον εἶναι τὴν ἰδέαν
469
τοῖς μαρασμώδεσιν, ἰασάμην, εἰς τὰ ἐναντία πάντα μεταγαγὼν ἢ ὡς οἱ θαυμασιώτατοι ἰατροὶ συνεβούλευον. οὐδὲ γὰρ οὐδὲ ἐξ ἄλλου τινὸς εἰς τοῦτο ἧκε κινδύνου, βραχεῖαν τότε κατ’ ἀρχὰς ἔχων δυσκρασίαν ἐπὶ ξηρότητι δεομένην ὑγράνσεως· ἀλλ’ οἱ παραλαβόντες αὐτὸν, ἀψίνθιόν τε ποτίζοντες καὶ πικροὺς ἀσπαράγους καὶ βολβοὺς ἐσθίειν διδόντες, ἔτι τε μῆλα κυδώνια καὶ κεστιανὰ καὶ ῥοιὰς, ὕστερόν τε, ὡς οὐδενὸς τούτων ἡ γαστὴρ ἐκράτει καὶ ῥοῦ χυλὸν ἀναγκάζοντες πιεῖν, ὅσα τε ὀλίγον ἔμπροσθεν εἶπον ἐπιτιθέντες ἔξωθεν ὀλίγου δεῖν ἀπεφήναντο ἀλίβαντα, τοῦτον ἡμεῖς ἰασάμεθα, παντοίως ὑγραίνοντες αὐτοὶ τὴν ὕλην ἐξευρίσκοντες, ἐκ τῆς γεγραμμένης ἡμῶν μεθόδου κατὰ τὴν περὶ τῶν φαρμάκων πραγματείαν.

Ὡς γὰρ κᾀν τῷ περὶ τῆς ἀποδεικτικῆς εὑρέσεως εἴρηται γράμματι, περιαντληθεὶς ὑπὸ τοῦ πλήθους τῆς τῶν ἰατρῶν διαφωνίας, εἶτ’ ἐπὶ τὸ κρίνειν αὐτὴν τραπόμενος, ἔγνων χρῆναι πρότερον ἐν ἀποδεικτικαῖς μεθόδοις γυμνάσασθαι. καὶ τοῦτο πράξας ἔτεσιν ἐφεξῆς πολλοῖς ὑπέβαλλον

470
οὕτως ἕκαστον τῶν δογμάτων αὐτῇ καὶ ὡς ἡ τῶν εὑρεθέντων ἔνδειξις ἐποδήγει με, τὰς θεραπείας ἐποιούμην. ἀλλὰ γὰρ οὐ πάντες γε τοιοῦτοι, χρὴ τοίνυν γράφειν αὐτοῖς γυμνάσια τῆς ἐν τοῖς κατὰ μέρος εὐπορίας τῶν ὑλῶν, ἐπὶ τοῖς ὀκτὼ σκοποῖς τῆς θεραπείας, ἀρξαμένους αὖθις ἀπὸ τῆς κοιλίας, ἐπειδὴ πρώτης ταύτης ἔτυχον ἄρτι μνησθείς. εὐιατότατοι μὲν οὖν εἰσιν αἱ κατὰ θερμότητα καὶ ψύξιν ἀλλοιώσεις, ὅτι ταῖς δραστικωτάταις ἐπανορθοῦνται ποιότησι· δυσιατότεραι δὲ αἱ καθ’ ὑγρότητα καὶ ξηρότητα· ταῖς γὰρ ἀσθενέσι καὶ ὡς ἂν εἴποι τις ὑλικωτέραις ποιότησιν ἡ ἴασις αὐτῶν ἐπιτελεῖται, καὶ μάλισθ’ ὅταν ὑγραίνειν δέῃ. τὰ μὲν δὴ τοῦ χρόνου τῆς ἐπανορθώσεως ἴσα πώς ἐστι θερμότητί τε καὶ ψυχρότητι, τὸ δὲ τῆς ἀσφαλείας οὐκ ἴσον. εἰ μὴ γὰρ ἰσχυρὰ πάντα εἴη τὰ πέριξ μόρια τοῦ θεραπευομένου, κίνδυνος αὐτοῖς ὑπὸ τῶν ψυχόντων οὐ σμικρὰν πληγῆναι πληγήν. ἐπὶ δὲ τῶν ὑπολοίπων δυοῖν ποιοτήτων ἡ μὲν ἀσφάλεια παραπλήσιος, ὁ δὲ χρόνος τῆς θεραπείας πολλαπλάσιος ἐπὶ ταῖς ξηραῖς δυσκρασίαις· οἷον γάρ τι τὸ γῆράς ἐστιν ἐπὶ τῶν ὑγιαινόντων, 
471
τοιοῦτον ἡ· ξηρὰ δυσκρασία τοῖς νοσοῦσιν, ὥστε καὶ ἀνίατον ὑπάρχειν, ὅταν ἀκριβῶς συμπληρωθῇ. τὸ δ’ ἀκριβὲς τῆς συμπληρώσεως ἐστιν ἐν τῷ τὰ τῆς στερεᾶς οὐσίας τῶν ὁμοιομερῶν σωμάτων γεγονέναι ξηρότερα.

Ἑτέρα γάρ ἐστιν ἡ ξηρότης τῶν ἐκ τῆς ὑγροπαγοῦς οὐσίας συνεστώτων, ὁποῖόν ἐστι πιμελὴ καὶ σὰρξ, ἐκτακέντων. καὶ τρίτη γε πρὸς ταύταις τῆς οἰκείας ὑγρότητος, ἐξ ἧς τρέφεται τὰ μόρια, τελέως ἀπολλυμένης. περιέχεται δ’ αὐτὴ κατὰ πάντα τοῦ ζώου τὰ μόρια δροσοειδῶς ἐν αὐτοῖς παρεσπαρμένη, καὶ λέλεκται πολλάκις ἤδη περὶ αὐτῆς ἑτέρωθι· ταύτην οὖν ἐνθεῖναι τοῖς μορίοις οὐχ οἷόν τε χωρὶς τροφῆς· καὶ διὰ τοῦτο χαλεπωτάτη τῶν τοιούτων ἐστὶ διαθέσεων ἡ ἴασις· ἄλλη δὲ ξηρότης ἐστὶν ἡ κατὰ τὰς ἀρτηρίας καὶ φλέβας τὰς ἰδίας ἑκάστου τῶν μορίων συνισταμένη. γίγνεται δὲ καὶ αὕτη δηλονότι κατὰ τὴν τοῦ αἵματος ἔνδειαν. ἁπάσας ταύτας ξηρότητας ἐσχάτως βλάπτουσιν αἱ τῶν αὐστηρῶν ἐδεσμάτων καὶ πομάτων καὶ φαρμάκων προσφοραί· ἐκδαπανῶσι γὰρ εἰ καί τι λείποιτο τῆς ἐν αὐτοῖς ὑγρότητος ἐμφύτου,

472
τὸ μὲν ἐκπίνουσαι, τὸ δὲ ἐκθλίβουσαι διὰ τῶν πόρων εἰς τὴν ἐντὸς εὐρύτητα τῆς κοιλίας, τὸ δ’ ἐπὶ τὰ συνεχῆ μόρια διωθούμεναι. θεραπεύειν οὖν αὐτὰς προσήκει, τὸ μὲν συνιζηκὸς τῶν πόρων ἀναπεταννύντα, τὸ δ’ εἰς τὰ παρακείμενα μόρια διωσθὲν ἐπισπώμενον, ὑγραινούσῃ τε τροφῇ πληροῦντα τῆς οἰκείας ὑγρότητος ἕκαστον τῶν ὁμοιομερῶν, ὥσπερ καὶ ἡμεῖς τὸν ἐξηρασμένον ὑπὸ τῶν ἰατρῶν ἐθεραπεύσαμεν ἄνθρωπον. ἐν μὲν γὰρ τῇ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσει μηδεμίαν ἐπικρατοῦσαν ἐναργῶς ἔχοντα δυσκρασίαν μήτε καθ’ ὅλον τὸ σῶμα μήτε κατὰ τὴν γαστέρα, ξηρὸν δὲ καὶ λεπτὸν ἱκανῶς γεγενημένον, ἐκ τοῦ μὴ πέττειν καλῶς ἀτονούσης τῆς κοιλίας ἐπὶ τῇ κατὰ ξηρότητα δυσκρασίᾳ. τούτου γὰρ ὁ μὲν σκοπὸς τῆς θεραπείας ἦν ὑγρᾶναι τήν τε γαστέρα καὶ σύμπαν τὸ σῶμα. τίσι δ’ ἐνεργείαις ἐχρησάμεθα ταῖς κατὰ μέρος, ἐπὶ τίσι τε μάλισθ’ ὕλαις ὑπὲρ τοῦ τυχεῖν τοῦ σκοποῦ διελθεῖν ἄμεινον. οἴκημα μὲν αὐτῷ παρεσκευασάμην ἐγγυτάτω τοῦ βαλανείου· τοιαῦτα δ’ ἐστὶν, ὡς οἶσθα, πολλὰ κατὰ τὰς τῶν πλουσίων οἰκίας· ἐξ
473
αὐτοῦ δ’ εὐθέως ἕωθεν εἰς τὸ βαλανεῖον εἰσεφερόμην ἐπὶ σινδόνων, ὅπως μὴ καταξηραίνοιτό τε δι’ ἑαυτοῦ κινούμενος ἐκλύοιτό τε πρὸ τοῦ δέοντος καιροῦ· τούτων γὰρ τὸ μὲν εἰς αὐτὴν τὴν διάθεσιν συντελεῖ, τὸ δὲ συντέμνει τὴν ἐν τῷ βαλανείῳ διατριβήν. ἐπὶ, πλεῖστον γὰρ χρὴ τὸν ἄνθρωπον ἐνδιατρίβειν τῷ ὕδατι· καὶ διὰ τοῦτο καὶ αἱ κολυμβῆθραι βελτίους εἰσὶ τῶν μικρῶν πυέλων καὶ μάλισθ’ ὅσαι πλησίον ὑπάρχουσι τῆς ἔξωθεν θύρας, ὡς μηδὲ διὰ μακροῦ τὴν ἐκ τοῦ ὕδατος αὐτῷ πρὸς τοὐκτὸς εἶναι φοράν· οὐ γὰρ δὴ τοῦ ἀέρος ἐπὶ τῶν οὕτως ἐχόντων χρῄζομεν. ἔστω δ’ ἀκριβῶς εὔκρατον τὸ ὕδωρ· τὸ μὲν ψυχρότερον λεληθυῖαν ψύξιν ἐναπεργάζεται τοῖς ἀσθενοῦσι σώμασι, τὸ δὲ θερμότερον συνάγει καὶ σφίγγει τοὺς πόρους καὶ πυκνοῖ. ἡμεῖς δ’ ἀνεῖναι καὶ χαλάσαι καὶ ἀνευρῦναι δεόμεθα συνιζηκότας αὐτούς· ὅπερ ἡ τῶν εὐκράτων ὑδάτων ἐργάζεται ποιότης· ἡδίστη γὰρ οὖσα προκαλεῖται τὴν φύσιν ἐξαπλοῦσθαι καὶ ἀποτείνεσθαι πανταχόσε πρὸς τὸ τερπνὸν, ἀνάπαλιν τοῖς ἀήδεσιν· ἀποχωρεῖ, γὰρ ἀπὸ τούτων καὶ φεύγει πρὸς τὸ βάθος. οὐδὲν οὖν θαυμαστὸν
474
ἐπὶ μὲν τῇ τῶν ἀνιώντων ὁμιλίᾳ πιλεῖσθαι καὶ σφίγγεσθαι καὶ σκληρύνεσθαι τὰ σώματα καὶ τοὺς πόρους αὐτῶν συνάγεσθαι καὶ πυκνοῦσθαι, τοῖς δ’ ἐναντίοις τοῖς ἥδουσιν ἕπεσθαι τὰ ἐναντία· χεῖσθαι μὲν γὰρ καὶ μαλάττεσθαι τὰ σώματα, τοὺς πόρους δ’ εὐρύνεσθαι. μετὰ δὲ τὸ τοιοῦτον λουτρὸν εὐθέως. ἐδίδομεν ὄνειον γάλα τὴν ὄνον εἰς τὸν οἶκον εἰσάγοντες ἐν ᾧ κατέκειτο. ἐπεπείσμεθα γὰρ ὡς μάλιστα μὲν, εἰ αὐτὸν τὸν ἄνθρωπον οἷόν τε ἦν θηλάζειν τὴν ὄνον, οὕτως ἂν ἐθεραπεύθη τάχιστα τούτου δ’ ἔχοντος· ἀηδίαν ἐλάχιστον χρόνον ὁμιλεῖν αὐτὸ τῷ πέριξ ἀέρι, τάχιστα μεταβάλλεσθαι πεφυκὸς, ὁμοίως τῷ σπέρματι· καὶ γὰρ καὶ τοῦτο χρόνον οὐδένα χρὴ διαμένειν ἔξω τῶν οἰκείων ὀργάνων, εἰ μέλλει τὴν ἑαυτοῦ φυλάξειν δύναμιν· ἀλλ’ ἢ ἐν τοῖς τοῦ ἄῤῥενος εἶναι μορίοις, ἢ τοῖς τῆς θηλείας συνῆφθαι. καὶ δὴ καὶ τὸ γάλα κάλλιστον μὲν εἰ ἐξ αὐτῶν τῶν θηλῶν ἐπισπῷτό τις, ὥσπερ Εὐρυφῶν καὶ Ἡρόδοτος καὶ Πρόδικος ἀξιοῦσιν· οἳ τοσοῦτον ἄρα τεθαῤῥήκεσαν αὐτῷ πρὸς ἀνάθρεψιν σωμάτων ὥστε καὶ τοὺς ὑπὸ φθόης συντετηκότας ἐκέλευον
475
ἐντιθεμένου τοῦ τιτθοῦ τῆς γυναικὸς τὴν θηλὴν βδάλλειν τὸ γάλα. τοῦτο δὲ οὐχ ὑπομενόντων ποιεῖν τῶν πλείστων ἄμεινόν ἐστιν ὅτι τάχιστα θερμὸν μεταφέρειν ἐκ τῶν τιτθῶν εἰς τὴν κοιλίαν τοῦ κάμνοντος αὐτό. τὸ μὲν οὖν ἀνθρώπειον ὡς ἂν ὁμόφυλον ἄριστον. ἐπεὶ δ’ ὑπομένουσιν οἱ πόλλοι γάλα γυναικὸς προσφέρεσθαι δίκην παιδίων, ὡς ὄνοις αὐτοῖς δοτέον ὄνειον γάλα. τοῦτο γάρ ἐστι πάντων τῶν ἄλλων ἄριστον εἰς τὴν ἐνεστῶσαν διάθεσιν· λεπτότατον γὰρ ὑπάρχει, ἥκιστά τε τυροῦται καὶ τάχιστα διαδίδοται πανταχόσε. δεῖται δ’ ἀμφοῖν τούτοιν ὁ πεπονθὼς τὴν γαστέρα· τοῦ μὲν μὴ τυροῦσθαι, διὰ τὴν κοινὴν χρείαν· ἅπαντας γὰρ βλάπτει τοῦτο· τοῦ διαδίδοσθαι δὲ, διά τε τὸ δεῖσθαι ταχείας θρέψεως καὶ ὅτι μεμύκασιν αὐτῆς αἱ διέξοδοι. τοῦτό τε οὖν δοτέον αὐτὸ καθ’ αὑτὸ καὶ μέλι χλιαρὸν ὀλίγον ἐπιμιγνύειν αὐτῷ. μεγίστη δ’ ἔστω φροντὶς ἀμφοῖν τῆς ἀρετῆς ἐν ταῖς τοιαύταις διαθέσεσι. τὸ μὲν οὖν μέλι τὸ ξανθὸν τὴν χροιὰν καὶ ἡδὺ τὴν ὀσμὴν καὶ καθαρὸν οὕτως ὡς ὅλον 
476
διαυγεῖσθαι καὶ γευομένοις ἐπ’ ὀλίγον δριμὺ καὶ ἥδιστον· εἰς τοσοῦτό τε συνεστὼς ὡς ἐπαρθὲν τῷ δακτύλῳ καταῤῥεῖν χαμᾶζε, συνεχὲς ἑαυτῷ διαμένον ἁπάντων ἄριστον. εἰ δ’ ἀποῤῥηγνύοιτο κατά τι καὶ μὴ μένοι συνεχὲς, ἐπὶ τὴν γῆν κατατεινόμενον ἤτοι παχύτερόν ἐστιν ἢ λεπτότερον ἢ ἀνομοιομερές. ὀνομάζω δὲ ἀνομοιομερὲς, ὥσπερ οὖν καὶ αὐτὰ τοὔνομα ἐνδείκνυται, τὸ συγκείμενον ἐξ ἀνομοίων μερῶν. εὑρήσεις οὖν αὐτὸ διαθεώμενος ἤτοι παχύτητας ἢ ὑγρότητας ἐμφερομένας ἔχον, οὐχ ὁμοίας ἀλλήλαις τε καὶ τῷ παντί. κηρωδέστερον οὖν μέλι τό τε παχὺ καὶ ᾧ τοιαῦταί τινες ἐμφέρονται παχύτητες. περιπτωματικώτερον δὲ καὶ ἀκατεργαστότερον καὶ δυσπεπτότερον τό θ’ ὑγρὸν ὅλον ᾧ τε πολλαὶ κατὰ τὰ μόρια κατεσπαρμέναι φαίνονται σταγόνες ὑγρότητος· ᾧ δ’ ἐμφέρεταί τις ἢ κηροῦ ποιότης, ἢ προπόλεως, ἤ τις ἄλλη τοιαύτη γευομένοις οὐ μόνον οὐκ ἄριστον, ἀλλ’ ἤδη καὶ φαῦλον. ὅλως γὰρ οὐδεμίαν ἐξέχουσαν ἑτέρου οὐδενὸς πράγματος ἐν αὐτῷ χρὴ περιέχεσθαι ποιότητα. διόπερ
477
οὐδὲ τὸ τῶν θύμων ὄζον ἐναργῶς ἐπαινῶ· ἀκατεργαστότερον γάρ ἐστι τοῦτο καὶ οὐκ ἀκριβῶς πως μέλι· καίτοι τινας οἶδα τὸ τοιοῦτον ἐπαινοῦντας, ὥστε καὶ τῶν πιπρασκόντων ἔνιοι κόπτοντες τὸν θύμον ἐπιβάλλουσιν, ὅπως αὐτοῦ ὄζοι καὶ δόξειεν εἶναι κάλλιστον. ἀλλ’ ἐγὼ τὸ μὲν οὕτως ἀναιδῶς ὄζον οὐκ ἐπαινῶ· καὶ πολὺ δὴ μᾶλλον, εἰ ἐπεμβληθείη τι θύμου τὸ δ’ ἀμυδράν τινα ποιότητα κατ’ ὀσμὴν ἢ γεῦσιν φέρον οὐ μέμφομαι. κατὰ ταὐτὰ δὲ καὶ τὸ γάλα μηδεμίαν ἔξωθεν ἐπιδεικνύσθω ποιότητα κατ’ ὀσμὴν ἢ γεῦσιν· ἀλλ’ ἔστω γλυκὺ μὲν ὡς ἔνι μάλιστα καὶ συνεχὲς ἑαυτῷ καὶ λαμπρὸν, ὡς γάλακτι πρέπει· πρὸ πάντων δ’ ὁμοιομερὲς εἰς ὅσον ἐγχωρεῖ γάλακτι γενέσθαι τοιούτῳ· τελείαν γὰρ οὐκ ἐπιδέχεται τὴν ἀρετὴν, ὥσπερ τὸ μέλι τὸ ἄριστον. ὅπως δ’ εἴη τοιοῦτον, καὶ τροφὰς τῷ ζώῳ παρασκευαστέον ἐπιτηδείους καὶ γυμνάσια γυμναστέον σύμμετρα, καὶ εἴ τινα θηλάζει πῶλον, ἀφαιρετέον. ὅτι δὲ καὶ ἡλικίᾳ τὸ ἀκμαιότατον εἶναι προσήκει παντί που δῆλον. ἐπιμελητέον δὲ καὶ ὅπως εὐπεπτότατον
478
ἔσται, καταφρονοῦντας τῶν γελασόντων, εἰ καὶ τὰς ὄνους διαιτήσειν μέλλομεν. εἰ γὰρ οἱ περὶ Βαίνετον καὶ Πράσινον ἐσπουδακότες ὀσφραίνονται τὰς κόπρους τῶν ἵππων ἕνεκα τοῦ γνῶναι πῶς κατεργάζονται τὰς τροφὰς, ὡς ἐκ τούτου τὴν ὅλην αὐτῶν εὐεξίαν κατανοήσωσι, καὶ ἡμᾶς δήπου χρὴ πολὺ δὴ μᾶλλον εἰς ἀνθρώπου σωτηρίαν ἅπαντα προορᾶσθαι τὰ τοιαῦτα, καὶ πόας τε παρέχειν τῷ ζώῳ μὴ λίαν ὑγρὰς καὶ χόρτου καὶ κριθῆς τὸ σύμμετρον· οὐκ ἀμελεῖν δὲ οὐδὲν ψύχειν καὶ ἀνατρίβειν καὶ ἀποῤῥύπτειν καὶ καθαίρειν τὸ τῆς ὄνου σῶμα. εἰ μὲν οὖν ἀποπατήσειεν ὑγρότερα καὶ δυσωδέστερα καὶ μετὰ φύσης μεστὰ φαίνοιτο, πρόδηλον δήπουθεν ὡς οὐκ ἔπεψε καλῶς· ὥστε ἤ τι τῶν τροφῶν ἀφελεῖν, ἢ προσθεῖναι τοῖς γυμνασίοις, ἢ ὑπαλλάξαι χρὴ τὰς ποιότητας, ἢ τὴν περὶ τὰς τρίψεις τε καὶ ψύξεις ἐπιμέλειαν οὐ τὴν αὐτὴν ποιεῖσθαι, σκληρότερα δ’ ἀποπατήσαντος τοῦ ζώου πρὸς τἀναντία βλέπειν κᾀκείνων τι μετακοσμεῖν. ἐγὼ γὰρ εἰ πάνθ’ ὅσα χρὴ σκοπεῖσθαι περὶ τὸ ζῶον οὗ τῷ γάλακτι χρῆσθαι μέλλοιμεν ἑξῆς ἅπαντα λέγοιμι, τῆς ὑγιεινῆς
479
ὅλης ὑπομνήσομαι πραγματείας, ἣν ἀναγκαῖον μέν ἐστι γινώσκειν τὸν χρηστὸν παρασκευάσοντα τὸ γάλα, λέγειν δ’ οὐ νῦν καιρὸς, ἑτέρωθί γε διειλεγμένον τελεώτατα ὑπὲρ αὐτῆς. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπάνειμι. καί μοι πάλιν ἀναμιμνήσκου τοῦ λελουμένου τε καὶ τὸ γάλα προσενεγκαμένου. τοῦτον οὖν τὸν ἄνθρωπον ἡσυχάζειν ἐάσαντες ἄχρι τοῦ δευτέρου λουτροῦ τρίψομεν τηνικαῦτα μετρίως τε ἅμα καὶ λιπαρῶς, εἰ ἀκριβῶς κατείργασται τὸ δοθὲν γάλα ταῖς ἐρυγαῖς τε καὶ τῷ τῆς γαστρὸς ὄγκῳ τεκμηράμενοι. σύμμετρος δὲ ἀπὸ τοῦ πρώτου λουτροῦ πρὸς τὸ δεύτερον, ὡρῶν ἰσημερινῶν τεττάρων ἢ πέντε χρόνος, εἴ γε τὸ τρίτον ἔτι μέλλοις λούειν αὐτὸν, εἰ δὲ μὴ, πλεόνων. λούσεις δὲ τὸ τρίτον, ἢν εἰθισμένος ᾖ λουτροῖς χρῆσθαι πλείοσιν· οὗτοι γὰρ καὶ χαίρουσι καὶ ὀνίνανται πολλάκις λουόμενοι. καὶ μὲν δὴ καὶ ἐπαλείψομεν αὐτὸν ἐλαίῳ πρὶν ἀμφιέννυσθαι καθ’ ἕκαστον λουτρόν· εἰς ἀνάθρεψιν γὰρ συντελεῖ καὶ τοῦτο, καθάπερ καὶ αἱ τρίψεις. εἴρηται δὲ ὑπὲρ ἁπάντων τῶν τοιούτων τῆς δυνάμεως ὁ λογισμὸς ἐν τοῖς ὑγιεινοῖς· οὐδὲν μὴν χεῖρον ἀναμνῆσαι
480
καὶ νῦν ἐπὶ κεφαλαίων αὐτῶν. εἴτε γὰρ ὕδωρ ἐπιχέοις θερμὸν εὔκρατον ὁτῳδήποτε μορίῳ τοῦ σώματος, εἴτε τρίβοις, εἴτε λούοις, εἴθ’ ὁπωσοῦν ἄλλως θερμαίνοις, ὄψει γιγνόμενον ὅπερ Ἱπποκράτης ἐπὶ τῶν ὕδατι θερμῷ καταντλουμένων εἶπε· τὸ μὲν γὰρ πρῶτον ἀείρεται, ἔπειτα δὲ ἰσχναίνεται. διὰ τοῦτο σαρκῶσαι μὲν ἡμῖν βουλομένοις ὁτιοῦν σῶμα μέχρι τοσούτου θερμαντέον ὡς εἰς ὄγκον ἀρθῆναι. διαφορῆσαι δὲ καὶ κενῶσαι μέχρι τοσούτου χρονιστέον ὡς ἰσχνωθῆναι τὸ πρότερον ὀγκωθέν. ἀκριβῶς δὲ τὸν νοῦν προσέχειν χρὴ τὸν ἐπιστατοῦντα ταῖς τοιαύταις ἐνεργείαις καὶ μάλιστα ἐφ’ ὧν βούλεται σαρκῶσαι· τοῦ μὲν γὰρ διαφορῆσαι πλατὺς ὁ καιρὸς, ὥστε οὐδ’ ἑκὼν ἁμάρτοις ἂν αὐτοῦ· τοῦ σαρκῶσαι δ’ ὀξύς· ὅταν γὰρ πρῶτον ὀγκωθῇ, τότε παύσασθαι χρή· τὸ δ’ ὀγκωθῆναι τοῦτο καθ’ ἕκαστον τῶν σωμάτων ἴδιόν ἐστιν. οὐ γὰρ οἷόν τε τὸν τῷ λόγῳ προκείμενον νῦν τὸν ἰσχνὸν εἰς ὄγκον ἀφικέσθαι τοῖς ὑγιαίνουσιν ἴσον· ἀλλ’ ὅταν ἐπ’ ὀλίγον ἀρθῇ, διαφορεῖται παραυτίκα. χρὴ τοίνυν ἀκριβῶς 
481
προσέχειν τὸν νοῦν, ὅπως μὴ λάθῃ σε παρελθὼν ὁ καιρός. ἐὰν γοῦν ἀνατρίβῃς τὸν ἄκρως ἰσχνὸν, ἀρκεῖ τὸ ἐρύθημα μόνον· ἐάν τε λούῃς, τὸ θερμῆναι μετρίως· ἐπέκεινα δὲ τοῦδε χρονίζων καταλύσεις μᾶλλον ἢ θρέψεις αὐτόν. ἐπαλείφειν δὲ ἐλαίῳ μετὰ τὰ λουτρὰ χάριν τοῦ μὴ διαπνεῖσθαι πλέον τοῦ προσήκοντος, ἀλλ’ ἐμπεφράχθαι τοῦ δέρματος τοὺς πόρους. εἴη δ’ ἂν εὐθέως αὐτὸ τοῦτο τῆς μὲν ξηρότητος ἄκος, οἷον πρόβλημα δέ τι πρὸς τὴν ἐκ τοῦ περιέχοντος βλάβην. καὶ εἰ μὲν οὖν ἥδοιτο τῷ γάλακτι, καὶ μετὰ τὸ δεύτερον αὐτῷ δώσομεν λουτρόν· εἰ δὲ μὴ, πτισάνην ἀκριβῶς καθεψημένην, ἢ χόνδρον ὡς πτισάνην κατεσκευασμένον. εἶτ’ αὖθις ἡσυχάσαντα πάλιν πρὸς τὸ τρίτον ἄξομεν λουτρὸν ἢ ἄντικρυς ἐπὶ τὸ δεῖπνον. ἄρτος δ’ ἔστω παρεσκευασμένος αὐτῷ κλιβανίτης καθαρὸς ἐπιμελῶς μὲν ὠπτημένος, ἔχων δὲ ζύμης τε καὶ ἁλῶν αὐτάρκων. ὄψον τε τῶν πετραίων ἰχθύων, ἢ ὀνίσκος ἐκ λευκοῦ ζωμοῦ. καὶ μὴν καὶ τὰ πτερὰ καὶ οἱ ὄρχεις τῶν ἐν γάλακτι τρεφομένων ἀλεκτρυόνων ἐπιτήδειοι, μὴ
482
παρόντων δὲ τούτων ἄλλοις χρηστέον. οὕτω δὲ καὶ πέρδιξι καὶ στρουθοῖς χρῆσθαι τοῖς ὀρείοις τε καὶ μαλακοσάρκοις, φυλάττεσθαι δὲ τά θ’ ἕλεια καὶ σκληρόσαρκα· συνελόντι δὲ φάναι, τὸ κεφάλαιον τῆς τροφῆς, εὔπεπτος ἔστω καὶ τρόφιμος, ἥκιστα δὲ καὶ γλίσχρος καὶ περιττωματική. τροφιμώτατον οὖν ἐστιν ἁπάντων ὧν ἴσμεν ἐδεσμάτων χοίρειον κρέας, ἀλλ’ οὐχ ὁμοίως τοῖς εἰρημένοις εὔπεπτον καὶ χυμοῦ γλίσχρου καὶ παχέος γεννητικόν. οὐδὲ γὰρ οὐδ’ ἄλλως οἷόν τε διακεῖσθαι τὸ ἄκρως τρόφιμον. ἴσχεσθαι γὰρ αὐτὸ χρὴ καὶ προσπλάττεσθαι δυσαπολύτως, οὐ διαῤῥεῖν ὑπὸ λεπτότητος. οὐ μὴν εἴς γε τὰ παρόντα χρηστόν. εἰ μὲν γὰρ ἡ τροφὴ ἑαυτὴν πέττουσα καὶ ἀναδιδοῦσα καὶ τοῖς τρεφομένοις ὁμοιοῦσα, προσεφύετο τοῖς πλείστης ἀναθρέψεως δεομένοις, τροφιμωτάτων ἂν ἔδει σιτίων. ἐπεὶ δ’ οὐκ ἄλλο μέν ἐστι τὸ τρέφεσθαι δεόμενον, ἄλλο δὲ τὸ ταῦτα κατεργαζόμενον, ἀλλ’ ἑαυτῷ τε τὴν τροφὴν ἐπισπᾶται τὸ τρέφεσθαι μέλλον, ἑαυτῷ τε μεταβάλλει καὶ πέττει καὶ προσφύει καὶ ἐξομοιοῖ, διττὸν
483
ἕξει σκοπὸν τῆς τῶν σιτίων ἐπιτηδειότητος· ἕνα μὲν οὖν αὐτοῦ τοῦ σιτίου τὴν φύσιν, ἕτερον δὲ τὴν οἰκείαν τε αὐτῷ καὶ σύμφυτον δύναμιν. ἐξ οὖν τῶν εἰρημένων εὔδηλον ὡς οὔτε τὸ τροφιμώτατον σιτίον ἄριστον εἰς τὰ δεόμενα σώματα πλείονος ἀναθρέψεως· οὐ γὰρ ὑπάρχει τῷ τοιούτῳ τὸ πέττεσθαι ῥᾳδίως· οὔτε τὸ εὐπεπτότατον, ὅτι γε μηδὲ τοῦτο δυνατὸν εἶναι τροφιμώτατον. ἐναντιουμένων οὖν ἀλλήλοις τῶν σκοπῶν οὐ χρὴ τοῦ ἑτέρου τῆς ἀκρότητος ὀριγνώμενον ἐπιλαθέσθαι θατέρου παντάπασιν, ἀλλ’ ἀμφοῖν ἀεὶ μεμνημένον, εἰς ὅσον οἷόν τέ ἐστι μιγνύειν αὐτούς. τούτου μὲν δή μοι διαπαντὸς μέμνησο τοῦ παραγγέλματος. οἴνου δ’ ἐφεξῆς ποιότητός τε καὶ ποσότητος μνημονεύσωμεν, μεγίστην ἔχοντος εἰς τὰ τοιαῦτα δύναμιν, ἐπειδὴ καὶ μόνῳ τούτῳ ποτῷ χρηστέον εἶναί φημι πᾶσι τοῖς ἀναθρέψεως δεομένοις σώμασιν ἄνευ τοῦ πυρέττειν. ἔστω τοίνυν ὡς ἐν παραδείγματι μὲν εἰπεῖν, οἷος ὁ Σαβῖνος μὲν ἐπὶ τῆς Ἰταλίας, Ἀρσύνιος δὲ κατὰ τὴν Ἀσίαν, ὡς δὲ τύπῳ τε καὶ ὅλῳ τῷ γένει περιλαβεῖν, ὁ ὑδατώδης μὲν τἄλλα, βραχεῖαν δ’ ἔχων τὴν
484
στύψιν. ὑδατώδη δ’ οἶνον ὀνομάζω τὸν λεπτὸν καὶ λαμπρὸν τὸν λευκὸν, ὃς καὶ καθαρὸν καὶ ὀλιγοφόρον, ὡς Ἱπποκράτης ἐκάλεσεν. ὀλιγοφόρος δ’ ἐστὶν, ὡς ἂν ἐν τῷ κεράννυσθαι, τὴν τοῦ ὕδατος μίξιν ὀλιγίστην φέρει. τουτέστιν ὁ ἀσθενέστατός τε καὶ ὑδατωδέστατος ὡς ἐν οἴνοις· ὁ γὰρ ἀνεχόμενος ὕδατος πλείστου μίξιν ἐν τῷ κεράννυσθαι σφοδρότατός ἐστι καὶ ἰσχυρότατος. ὠνόμαζε τὸν τοιοῦτον ὁ Ἱπποκράτης οἰνώδη. ἀλλὰ τοῦτον μὲν φυλάττεσθαι, πλήττοντα τὰς ἀσθενεῖς δυνάμεις. ὁ δ’ ὑδατώδης μὲν, αὐστηρὸς δὲ, ἐπιτήδειος, ὡς ἂν τὴν τοῦ ὕδατος ἐκπεφευγὼς ἀσθένειαν καὶ μηδέπω τὴν οἴνου βλάβην ἔχων. ἐκ τούτων οὖν τῶν σκοπῶν εὑρήσεις αὐτοῦ καὶ τὴν ἡλικίαν καὶ τὴν κρᾶσιν. ὁ μὲν γὰρ νέος ὑδατωδέστερός τε καὶ ἀσθενέστερός πως ἢ ὡς οἴνῳ πρέπει, μετὰ καὶ τοῦ δυσπεπτότερος εἶναι καὶ περιττωματικώτερος. ὁ δὲ πρεσβύτερος οἰνωδέστερός τε καὶ ἰσχυρότερος ἢ ὡς τοῖς παροῦσιν ἁρμόττει. διὸ καὶ θᾶττον ἐτῶν ἓξ ὁ εὐγενὴς Σαβῖνος οὐκ ἐπιτήδειος, ἐμπλέων ἐπὶ πλεῖστον ἔν τε τῷ στομάχῳ καὶ τῇ γαστρὶ καὶ κλύδωνας ἐργαζόμενος.
485
εὐγενῆ δ’ ὀνομάζω τὸν αὐστηρὸν, ὁμοίως μὲν Σαβῖνον, ὁμοίως δὲ Ἀδριανόν τε καὶ Ἀλβανὸν, ὁμοίως δὲ Ἀρσύνιόν τε καὶ Τιτακαζηνὸν, ὅσοι τε ἄλλοι τοιοῦτοι· λέλεκται γὰρ ἐπὶ πλέον ὑπὲρ ἁπάντων οἴνων ἰδίᾳ. πρὸς τούτους οὖν ἀναφέρων τοὺς σκοποὺς καὶ τὴν πρὸς τὸ ὕδωρ αὐτοῦ ποιεῖσθαι κρᾶσιν· ἔτι δ’ ἂν μᾶλλον ἀκριβῶς στοχάζοιο τῶν εἰρημένων, εἰ τῆς τοῦ ὕδατος κακίας τὰ κεφάλαια διὰ μνήμης ἔχοις· ἤρτηται δὲ ἐκ τῆς ψυχρότητος αὐτοῦ πάντα, δι’ ἣν ἐν τοῖς ὑποχονδρίοις τε μέχρι πλείστου παραμένει καὶ κλύδωνας ἐργάζεται καὶ πνευματοῦται καὶ διαφθείρεται καὶ τῆς γαστρὸς ἐκλύει τὸν τόνον, ὡς καὶ τὰς πέψεις διὰ τοῦτο χείρους γίγνεσθαι· συμπράττει δ’ οὐδὲ ταῖς ἀναδόσεσι τῆς τροφῆς οὐδὲν ὅ τι καὶ ἄξιον λόγου. καὶ μέν γε καὶ αἱ τῶν προειρημένων οἴνων ἀρεταὶ ταῖς νῦν εἰρημέναις κακίαις ἐξ ὑπεναντίου τὴν φύσιν ἔχουσιν· οὔτε γὰρ ἐμφυσῶσι τὸ ὑποχόνδριον, ἀλλ’ εἰ καὶ φυσωδέστερόν πως εἴη προστέλλουσιν, οὔτε χρονίζουσιν αὐτόθι τῷ τῆς θερμασίας συμμέτρῳ, τάς θ’ ὁδοὺς τῆς ἀναδόσεως ἀνοιγνύντες, αὐτοί τε συνεπωθοῦντες 
486
ἅμα καὶ συναναφέροντες τὴν τροφὴν εἰς τάχος τῇ κατὰ τὴν ἀνάδοσιν ἐνεργείᾳ συντελοῦσιν, εὔχυμοι τ’ εἰσὶ καὶ κατακεραστικοὶ καὶ πεπτικοὶ τῶν κατὰ γαστέρα τε καὶ φλέβας. αὐξάνουσι δὲ καὶ τὴν δύναμιν τῶν ὀργάνων καὶ τὰ περιττώματα πρὸς τὰς ἐκκρίσεις ποδηγοῦσι. ταῦτ’ ἄρα καὶ οὐρητικοὶ τῶν ἄλλων οἴνων οἱ τοιοῦτοι μᾶλλόν εἰσιν, ὡς ἂν αὐτοί τε ταχέως διερχόμενοι τὸ σύμπαν σῶμα καὶ τὰ περιττώματα τῇ ῥύμῃ τῆς φορᾶς ἑαυτοῖς συνεκκρίνοντες. εἴρηται μὲν οὖν ἑτέρωθι τελεώτερον ὑπὲρ τῆς τῶν οἴνων δυνάμεως, ὥσπέρ γε καὶ περὶ τῆς τῶν σιτίων· καὶ χρὴ τὸν μεθόδῳ τὴν τέχνην ἐργάζεσθαι βουλόμενον ἰδίας τῶν ὑλῶν ἁπασῶν ἐκμαθόντα τὰς δυνάμεις μηκέτι καθ’ ἕκαστον πάθος ἀκούειν ἀξιοῦν, ἀλλ’ αὐτὸ μόνον ἐπιγνόντα τὸ τῆς θεραπείας εἶδος εὑρετικὸν εἶναι τῆς ἁρμοζούσης διαίτης. ἐγὼ δ’ οὐκ ὀκνήσω, κηδόμενος τῶν τἀληθῆ σπευδόντων ἐκμανθάνειν, ἐφάψασθαι καὶ τῆς τοιαύτης διδασκαλίας, ἕνεκα τοῦ τοὺς ἀγυμναστοτέρους τὸν λογισμὸν ἀπὸ τῶν καθόλου μεταβαίνειν ἐπὶ τὰ κατὰ μέρος ὑπὸ τῶν παραδειγμάτων ποδηγουμένους. ὅσον οὖν ὑπόλοιπόν
487
ἐστι προσθετέον αὖθις. ὁ σκοπὸς τῆς ποσότητος ἐπὶ μὲν τοῦ πόματος, ὡς μηδέ ποτ’ ἐμπλεῦσαι τῇ γαστρὶ καὶ κλύδωνος ἐργάζεσθαί τινα αἴσθησιν, ἐπὶ δὲ τῶν σιτίων, μάλιστα μὲν εἰ οἷόν τε, μηδὲ βαρῦναί ποτε αὐτήν· χαλεπὸν δὲ τὸ τοιοῦτον ἢ ἴσως ἀδύνατον, ἐν ἀτόνῳ γαστρὶ φυλάξασθαι παντάπασιν, δεύτερον δ’ ὅτι τάχιστα παύσασθαι τὸ βάρος· ἐφεξῆς δὲ διάτασίν τε καὶ πνευμάτωσιν ὑποχονδρίων φυλάττεσθαι. εἰ μὲν δὴ συμπέσοι τοιοῦτό τι κατὰ τὴν πρώτην ἡμέραν, ἀνάλογον τῷ μεγέθει τοῦ συμπτώματος ἀφελεῖν χρὴ τῶν σιτίων ἐπὶ τῆς ὑστεραίας· εἰ δ’ ἀμέμπτως ἅπαντα γίγνοιτο, προσθεῖναι βραχύ τι. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ τῆς τρίτης ἡμέρας ἢ ἀφαιρεῖν ἢ προσθεῖναι, τῇ προηγουμένῃ παραβάλλοντας. καὶ οὕτως ἄχρι παντὸς ἀναθρεπτικῶς τε καὶ ἀναληπτικῶς ἅπαντα διαπράττεσθαι κινήσεσιν, αἰωρήσεσι καὶ περιπάτοις ἀνάλογον τῇ τοῦ σώματος ἐπιδόσει, προστιθέντα καὶ τἄλλα πάντα κατὰ τὸν ἀναληπτικὸν ὀνομαζόμενον τρόπον, ὃς οὐ τῷ γένει διενήνοχε τοῦ νῦν ἡμῖν ἐνεστῶτος, ἀλλὰ τῷ σύμπαν ὡσαύτως ἔχειν ἐπ’ ἐκείνου τὸ σῶμα, καθάπερ
488
ἡ γαστὴρ ἐπὶ τοῦδε. συμβαίνει δὲ μάλιστα κατὰ τὰ χρόνια τῶν ἀῤῥωστημάτων, ὅταν ἡ σύμφυτος ὑγρότης ἑκάστου μέρους, ἐξ ἧς πρώτης τρέφεται, κινδυνεύει μηκέτι εἶναι· τὴν μὲν γὰρ αὐτῶν τῶν στερεῶν σωμάτων ξηρότητα τῶν ἀδυνάτων ἐστὶν ἐπανορθώσασθαι, καθάπερ καὶ τὸ γῆρας, ὡς κᾀν τῷ περὶ μαρασμοῦ δέδεικται λόγῳ· τὴν ὑγρότητα δὲ κᾂν ἀπόληται τελέως, οἷόν τε γεννῆσαι κατὰ τὴν εἰρημένην ἀρτίως δίαιταν. ἐν μὲν οὖν ταῖς ἄλλαις ἀναλήψεσιν οὐδὲν ἐξαίρετον ἡ γαστὴρ πέπονθεν· ἐν δὲ τῇ νῦν προκειμένῃ διαθέσει τὸ νόσημα μέν ἐστι τῆς γαστρὸς, λεπτύνεται δὲ τῷ χρόνῳ τὸ σύμπαν σῶμα μὴ καλῶς τρεφόμενον· εὔλογον οὖν ἀκριβεστέρας δεῖσθαι διαίτης τούσδε, διὰ τὸ περὶ τὰς πέψεις ἄῤῥωστον, ἀλλ’ ὅταν γε βελτίους γένωνται, κατὰ βραχὺ μετάγειν αὐτοὺς ἐπὶ τὴν ἀναθρεπτικὴν καὶ ἀναληπτικὴν ὀνομαζομένην ἀγωγήν. γίγνοιτο δ’ ἂν τοῦτο τρίψεσί τε πλείοσιν ἢ πρόσθεν αἰωρήσεσί τε χρωμένων. ὑπαλλάττειν δ’ ἐν τούτῳ χρὴ καὶ τῶν τροφῶν τό τε ποσὸν καὶ τὸ ποιὸν, ὡς καὶ πλείω καὶ ἰσχυρότερα σιτία τῶν ἔμπροσθεν διδόναι.
489
καὶ τοῦ χρόνου δὲ προϊόντος, ὅταν ἤδη πλησίον ἥκωσι τῆς ὑγιεινῆς καταστάσεως, ἀποχωρῆσαι πτισάνης καὶ γάλακτος· ἔτι δὲ τῶν ἐκ χόνδρου ῥοφημάτων ἐπὶ τὰ συνήθη προσάγοντας σιτία· εἶτα καὶ τοὺς ἰχθύας ἀφελεῖν, εἰ μὴ δι’ ἔθους εἶεν, ἐπὶ τοῖς πτηνοῖς διαιτωμένους· ἐδωδῆς τε χοιρείων κρεῶν, ἄρξασθαι μὲν ἀπὸ ποδὸς ἐν πτισάνῃ καθεψημένου· μετὰ ταῦτα δὲ καὶ ὁ κωλὴν ἂν ληφθείη καλῶς, ἔπειτα ἤδη καὶ τἄλλα μόρια· τὸ μὲν πρῶτον ἱερείου νέου καὶ, εἰ χειμὼν εἴη, πρὸ μιᾶς ἡμέρας ἐσφαγμένου· τὸ γὰρ ἕωλον εὐπεπτότερόν ἐστι τοῦ προσφάτου. θέρους δ’ ἀρκεῖ τεθύσθαι μὲν ἕωθεν τὸ ἱερεῖον, ἐσθίεσθαι δὲ περὶ δυσμὰς ἡλίου· πειρατέον γὰρ ἄχρι παντὸς μὲν διαφυλάττειν ὃ παρῃνέσαμεν ἐν τοῖς ἔμπροσθεν, ἡνίκ’ εἰς ἑσπέραν ἠξιοῦμεν, δίδοσθαι τὴν ἰσχυροτέραν τροφὴν, οὐ μικρῶν ἀγαθῶν ἀπολαβόντων τῶν οὕτω διαιτωμένων· γνώσῃ δ’ ἐπισκεψάμενος ἀκριβέστερον· ἄμεινον γὰρ ἐπ’ ἀρχὴν ἀναγαγεῖν τὸν λόγον. ἐπειδὴ δέονται μὲν οἱ οὕτως ἔχοντες ὅτι πλείστου τοῦ θρέψαντος, οὐ δύνανται δὲ πέττειν οὐδὲ τὰ μέτρια, κατὰ βραχὺ καὶ πολλάκις ἄμεινον αὐτοῖς
490
διδόναι. διὰ τοῦτο οὖν οὐ μόνον ἅπαξ οὐχ οἷόν τ’ ἐστὶ τρέφειν αὐτοὺς ἱκανῶς, ἀλλ’ οὐδὲ δὶς, ἕως ἂν ὦσιν ἰσχνότατοι· καὶ διὰ ταύτην τὴν αἰτίαν εἴωθα τρὶς αὐτοὺς τρέφειν. ὅταν μέντοι βελτίους ἑαυτῶν ἐναργῶς ἤδη φαίνονται γεγονότες, ἀρκεῖ καὶ δὶς αὐτοὺς τρέφειν. τοσαύτην οὖν εὔλογον εἶναι αὐτοῦ τὴν πρώτην τροφὴν, ὡς ἀκριβῶς ἅπασαν πεπέφθαι πρὶν ἢ τὴν δευτέραν λαμβάνεσθαι. τοῦτο δὲ οὐχ οἷόν τε ταῖς ἰσχυροτέραις ὑπάρξαι. ληπτέον οὖν ἀσθενῆ τὴν πρώτην, ὡς πεφθῆναί τε τάχιστα καὶ ὑπελθεῖν αὐτῆς τὸ περίττωμα καὶ κενῇ καὶ καθαρᾷ τῇ γαστρὶ τὴν δευτέραν δοθῆναι τροφήν. ἀλλ’ ἐπεὶ μὴ μόνον ἡσυχία καὶ ὕπνος, ἀλλὰ καὶ χρόνος μακρότερος ἐκδέχεται τὴν ταύτης οἰκονομίαν, εὔλογον ὅσα τῶν σιτίων ἰσχυρότερα κατὰ τοῦτον μάλιστα δίδοσθαι τὸν καιρόν. ἀμέλει καὶ οἱ ἀθλοῦντες οὕτω πράττουσιν ἅπαντες, οὐ λόγου μόνον ἐξευρόντος αὐτοῖς τινος, ἀλλὰ καὶ τῆς πολυχρονίου πείρας μαρτυρούσης. καὶ μέντοι καὶ ὅπερ ἐκεῖνοι πράττουσιν, οὐδὲν χεῖρόν ἐστι καὶ τοὺς ἀναληπτικῶς ἀγομένους ποιεῖν καὶ μὴ πίνειν ἐπὶ τῷ δείπνῳ παραυτίκα, πρὶν πεφθῆναι 
491
τὴν τροφήν· ἐμπλέει γὰρ τὰ σιτία πινόντων, ὡς μὴ ψαύειν αὐτῶν τὸ τῆς γαστρὸς σῶμα, μέσης ἱσταμένης τῆς ὑγρότητος. εἰ δὲ διψώδεις εἶεν, ἀπέχειν μὲν αὐτοὺς τὸ πάμπαν ἀνιαρόν τε ἅμα καὶ ἀλυσιτελές· ὀλίγον δὲ δοτέον ὡς παραμυθήσασθαι τὴν ἀνίαν καὶ πραῧναι τὸ δίψος. ἐπειδὰν δὲ πέψωσι τὴν τροφὴν, ἐπιτρέπειν αὐτάρκως πιεῖν· ἀναδίδοται γὰρ οὕτω πραξάντων τάχιστα. μετὰ δὲ τὸν ὕπνον, ἕωθεν μὲν ἀποπατήσαντα καὶ βραχύ τι περιπατήσαντα τρῖψαι συμμέτρως. ἡ δὲ σύμμετρος ἐπὶ τούτων τρίψις ἐστὶν, ὡς θερμῆναι τὸ σῶμα· κᾄπειτα αἰώραις χρηστέον· εἶτ’ αὖθις λουτέον τε καὶ τριπτέον ἐντὸς τοῦ μέσου τῆς ἡμέρας, ἢ πάντως γε περὶ τὸ μέσον ὡς ἱκανὸν γίγνεσθαι τὸ πρὸς τὴν ἑσπέραν διάστημα. τὸ δ’ ὅτι καὶ τῶν οἴκων ἐν οἷς ὁ ἀναλαμβανόμενος διαιτᾶται φροντιστέον ἐστὶν ἐν τοῖς μάλιστα, ὅπως μὴ ψυχρότεροι τοῦ προσήκοντος ἢ θερμότεροι γενηθῶσιν, οὐδὲν δέομαι λέγειν· ὅσα τ’ ἄλλα τοιαῦτα δυνατὸν ἑαυτῷ τινα χωρὶς ἡμῶν εὑρίσκειν, οὐ μόνον ἐκ τῶν ἐνταῦθα λελεγμένων ὁρμώμενον, ἀλλὰ καὶ ἐκ τῆς ὑγιεινῆς
492
πραγματείας. ἔστι γὰρ ἡ ἀναληπτικὴ δίαιτα μέση τῆς ὑγιεινῆς τε καὶ θεραπευτικῆς. ὥστε ἐκ τῶν καθ’ ἑκατέραν λεγομένων οὐδὲν ἔτι χαλεπὸν ἑαυτῷ τινα τὸ μέσον ἐξευρίσκειν. τά τε γὰρ ἄλλα καὶ οὐχ ἓν εἶδος ἅπασι διαίτης ἐν ἔθει· τοῖς μὲν γὰρ ἅπαξ, τοῖς δὲ δὶς σιτεῖσθαι, καὶ τοῖς μὲν θᾶττον, τοῖς δ’ εἰς ἑσπέραν ἄρχεσθαι τῆς προσφορᾶς ἔθος ἐστί. καὶ δὴ καὶ τὰ ἐσθιόμενα τοῖς μὲν ἰχθύες εἰσὶ τὸ πλεῖστον ἢ ὅλως τὰ ἐκ τῆς θαλάττης, τοῖς δὲ λάχανα μᾶλλον ἢ ὅλως τὰ ἐκ κήπων τοῖς δὲ ὀπῶραι, τοῖς δὲ ὄσπρια, τοῖς δὲ ἀκρόδρυα, τοῖς δὲ κρέα τετραπόδων ζώων, ἄλλοις ἄλλα, τοῖς δὲ ὀρνίθων, ἄλλων ἄλλοις καὶ ταῦτα. καὶ δὴ καὶ τυρῷ καὶ γάλακτι χρῶνταί τινες, οἱ πλεῖστοι μὲν αἰγῶν τοὐπίπαν ἢ βοῶν, ἔνιοι δὲ καὶ ἑτέρων τινῶν. καὶ πίνουσιν οἱ μὲν θερμὸν, οἱ δὲ ψυχρόν· καὶ οἶνον ἢ πολὺν, ἢ ὀλίγον, ἢ οὐδόλως, ἢ τοῖον, ἢ τοῖον. εἰς ταῦτ’ οὖν ἐπανάγειν ἕκαστον εἰς ἅπερ εἴθισται. γέγραπται δὲ καὶ περὶ ἔθους ἀκριβέστερον ἰδίᾳ· καὶ νῦν ἀρκεῖ τό
493
γε τοσοῦτον εἰπεῖν, ὡς οὐ μόνον ἐπὶ τῆς ἀναληπτικῆς διαίτης, ἀλλὰ καὶ κατὰ τὰς νόσους παμπόλλην μοῖραν εἰς ὕλης τροφῆς καὶ φαρμάκου ἔκλεξιν ἐκ τῶν ἐθῶν ἐστι λαβεῖν. ὁ μὲν γὰρ λόγος ὅλου τοῦ γένους ὑπαγορευτικώτερός ἐστι· τὰς δὲ ὕλας ἔκ τε τῶν ἄλλων ὧν εἶπον, ἀτὰρ οὐχ ἥκιστα καὶ ἐκ τῶν ἐθῶν ληπτέον. ἐπιβλέπειν δὲ καὶ τὰς τῶν φύσεων ἰδιότητας. οἶδα γοῦν τινας, εἰ διὰ τῆς νυκτὸς ὁτιοῦν ἀναγκασθεῖεν ἐγρηγορικὸν διαπράξασθαι, μηκέτι κοιμηθῆναι δυναμένους. ἐκείνοις οὖν οὐ χρὴ συμβουλεύειν ἐν τῇ νυκτὶ πίνειν, μή πως δι’ αὐτὸ τοῦτο περιπεσόντες ἀγρυπνίᾳ βλαβῶσι τὰ μέγιστα· ξηραίνει γὰρ ὅλου τοῦ σώματος τὴν ἕξιν ἡ ἀγρυπνία καὶ διὰ τοῦτό ἐστι βλαβερωτάτη τοῖς κατὰ ξηρότητα νοσοῦσιν. ἔνιοι δὲ εἰ γεύσαιντο πτισάνης, αὐτίκα ναυτιῶσιν· ἐνίοις δ’ ὀξύνεται ῥᾳδίως. ὅτι δὲ καὶ τὰ βόεια κρέα πέπτουσί τινες ῥᾳδίως, ἕν τι τῶν τεθρυλημένων ἐστί· καὶ ὡς ἄλλοι πρὸς ἄλλα βρώματά τε καὶ πόματα διάκεινται εὖ τε καὶ κακῶς. οὐ μόνον δ’ ἐκ τούτων, ἀλλὰ κᾀκ τῶν ὡρῶν τε καὶ χωρῶν εὐπορία τῆς ὕλης τῶν διαιτημάτων γίγνεται. καὶ ἤδη πολλοῖς τῶν πρὸ ἐμοῦ πρεσβυτέρων γέγραπται
494
ταῦτα· διὸ κᾀγὼ παρατρέχω μὲν τὰ τοιαῦτα, μόνον ἀναμιμνήσκων αὐτῶν, ὑπὲρ τοῦ μηδὲν παραλείπεσθαι. τὸ παραλελειμμένον δὲ τοῖς νεωτέροις ἰατροῖς ἅπασιν ἐπέξειμι, τὸ τὰς διαθέσεις τῶν σωμάτων θεραπεύειν μεθόδῳ τῶν παλαιῶν, ὡς εἶπον καὶ πρόσθεν, ἀρξαμένων μὲν καλῶς, οὐ συντελεσάντων δὲ τὴν μέθοδον. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον αὖθις. αἱ ξηραὶ δυσκρασίαι τῶν σωμάτων αὐτῶν ἁψάμεναι τῶν στερεῶν, εἰ μὲν περί τι μόριον συσταῖεν, ὥσπερ ὑπόκειται νῦν κατὰ τὴν γαστέρα, τελέως οὐκ ἄν ποτε θεραπευθεῖεν, οὐδ’ ἐπανέλθοιεν εἰς τὴν πρὸ τοῦ νοσῆσαι διάθεσιν. ἀλλ’ ὅπερ εἴωθε λέγεσθαι συνήθως ὑπ’ αὐτοῦ τοῦ πράγματος διδαχθεῖσι τοῖς πολλοῖς, ὡς ἡ νόσος ἐκάκωσε τὴν γαστέρα καὶ ἀσθενῆ παρεσκεύασεν εἰς τὸν ἔπειτα βίον, ἐπὶ ταῖς τοιαύταις μάλιστα συμπίπτει δυσκρασίαις. γέροντος γὰρ οὗτοι ἴσχουσι γαστέρα πρὶν γηρᾶσαι· διὸ καὶ βλάπτονται ῥᾳδίως ὑπὸ σμικρῶν αἰτιῶν, ὥσπερ οἱ γέροντες, καὶ πέττειν οὐ δύνανται καλῶς· ἐξ οὗ συμβαίνει καὶ τὸ σύμπαν αὐτοῖς σῶμα
495
χεῖρον ἴσχειν· οὕτως δὲ κᾂν ἄλλο τι πάθωσι μόριον, ἂν δὲ καὶ τὴν καρδίαν αὐτὴν, ἐν τάχει μαραίνονται· καὶ καλεῖ τὸν τοιοῦτον μαρασμὸν ὁ Φίλιππος ἐκ νόσου γῆρας. οὗτος μὲν οὖν ὁ μαρασμὸς ἐπὶ θάνατον ἄγει συντόμως· ἐφεξῆς δὲ καὶ ὁ ἀπὸ τοῦ ἥπατος ἀρξάμενος· εἶθ’ ὁ ἀπὸ τῆς γαστρός· οἱ δ’ ἐπ’ ἄλλοις μορίοις εἰς τοσοῦτον χρονιώτεροι εἰς ὅσον ἕκαστον αὐτῶν ἀκυρώτερόν ἐστι τῶν εἰρημένων. εἰ δὲ βραχύ τι τὸ τῆς καρδίας σῶμα ξηρανθείη, ταχύγηροι μὲν γίγνονται, διαρκοῦσι δ’ εἰς ἔτη πλείω τῶν ἰσχυρῶς βλαβέντων. μετὰ ταῦτα δ’ ἐφ’ ἥπατι καὶ γαστρὶ, καθάπερ εἴρηται, κᾀπὶ τοῖς ἄλλοις ἅπασιν ἀνάλογον. ἀλλ’ ἥ γε δίαιτα κατὰ γένος ἡ αὐτὴ καὶ ταύτῃ τῇ ξηρότητι καὶ τῇ τὴν ὑγρότητα μόνην ἐκδαπανώσῃ, τὴν τρέφουσαν τὰ στερεά· καὶ πρὸς ταύταις γέ τοι τῇ τρίτῃ ῥηθείσῃ ξηρότητι κατὰ τὸν ἔμπροσθεν λόγον. εὐιατοτάτη δὲ πασῶν ἐστιν ἡ τετάρτη, καθ’ ἣν αἱ φλέβες ἐκκενοῦνται τῶν χυμῶν. καὶ μᾶλλον ὡς ψυχρότης ἕξεως ἡ τοιαύτη θεραπεύεται διάθεσις ἤπερ ὡς ξηρότης· καὶ ἵνα σαφέστερον εἴπω, τὸ μὲν τῆς ψύξεως ἐπικρατεῖ καὶ ὁ κίνδυνος 
496
κατὰ τοῦτο. δευτέρα δ’ ἐστὶν ἡ ξηρότης, ὅθεν καὶ ἡ ἴασις ἑτοίμη τε καὶ ταχίστη. δύο γὰρ ἡμέραις εἴ τις αὐτοὺς διαιτήσειε πεφυλαγμένως θερμαίνων τε ἅμα τὰ μέτρια καὶ ἀνατρέφων ἀσφαλῶς, εὐθέως τῇ τρίτῃ προσίενται δίαιταν ἁδροτέραν ἀβλαβῶς· καὶ πολὺ δὴ μᾶλλον τῇ τετάρτῃ καὶ τῇ πέμπτῃ. καὶ τοῦτο ἄρα ἦν τὸ ὑφ’ Ἱπποκράτους λεγόμενον, τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα νωθρῶς ἐπανατρέφειν, τὰ ἐν ὀλίγῳ ὀλίγως.