De methodo medendi

Galen

Galen, De methodo medendi

Ταῦτα δὲ πράξαντα σαρκοῦν ὅτι τάχιστα τὸ τραῦμα, πρὶν ἀποῤῥυῆναι τοῦ ἀγγείου τὸν βρόχον. εἰ μὴ γὰρ φθάσειεν ἡ ἐπιτραφεῖσα σὰρξ στεγνῶσαι τὸ πέριξ χωρίον τῆς ἀποτετμημένης ἀρτηρίας, ἀλλ’ εὑρεθείη που χώρα κενὴ, τὸ καλούμενον ἀνεύρυσμα γίνεται. διὰ τοῦτο καὶ τοῖς ἐμπλάττουσιν ἰσχαίμοις χρῆσθαι κελεύω μᾶλλον τῶν, ἐσχαρούντων, ὅτι θᾶττόν τε καὶ ἀκινδυνότερον ἐπ’ αὐτοῖς σαρκοῦται τὸ τραῦμα· κίνδυνος γὰρ ἐπὶ τῶν ἄλλων ἀποπιπτούσης τῆς ἐσχάρας αὖθις αἱμοῤῥαγῆσαι τὸ ἀγγεῖον. ἄριστον οὖν ἁπάντων ὧν οἶδα φαρμάκων, ᾧ καὶ πρὸς τὰς ἐκ μηνίγγων αἱμοῤῥαγίας ἀσφαλέστερον χρῆσθαι, τὸ λεχθησόμενον ἐστί· λιβανωτοῦ μέρος ἓν ἀλόης ἡμίσει μεμίχθω μέρει· κᾄπειτα τῆς χρείας ἐπιστάσης ὠοῦ τῷ λευκῷ φυράσθῳ τοσούτῳ τὸ πλῆθος ὡς μελιτώδη σύστασιν ἔχειν· εἶτ’ ἀναλαμβανέσθω τοῦτο λαγωαῖς θριξὶ ταῖς μαλακωτάταις· κᾄπειτα τῷ ἀγγείῳ καὶ τῷ ἕλκει παντὶ πλεῖστον ἐπιτιθέσθω. καταδείσθω δ’ ἔξωθεν ἐξ ὀθόνης ἐν ὑποδεσμίδι· τὰς μὲν πρώτας ἐπιβολὰς τέτταρας ἢ πέντε κατ’ αὐτοῦ αἱμοῤῥαγοῦντος ἀγγείου ποιουμένων

321
ἡμῶν, ἐντεῦθεν δὲ ἐπὶ τὴν ῥίζαν αὐτοῦ νεμομένων, ἐφ’ ὧν ἐγχωρεῖ μερῶν ἐπὶ τὴν ῥίζαν νέμεσθαι· σχεδὸν δ’ ἐπὶ πάντων ἐγχωρεῖ πλὴν μηνίγγων. εἶτα λύσαντα διὰ τρίτης, εἰ μὲν ἀσφαλῶς ἔτι προσέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὖθις ἕτερον ἐν κύκλῳ περιχέοντα καὶ ὥσπερ ἐπιτέγγοντα τὸν ἐκ τῶν τριχῶν μοτὸν ἐπιδεῖν, ὡς ἐξ ἀρχῆς ἐπέδησας· εἰ δ’ αὐτομάτως ὁ πρότερος ἀποπίπτοι μοτὸς, ἀτρέμα πιέζοντα τῷ δακτύλῳ τὴν ῥίζαν τοῦ ἀγγείου πρὸς τὸ μηδὲν ἐπιῤῥυῆναι, τοῦτον μὲν ἀφελεῖν ἠρέμα, προσθεῖναι δ’ ἕτερον. οὕτω σε θεραπεύειν δεῖ μέχρι περ ἂν σαρκωθῇ τὸ ἀγγεῖον, ἀνάῤῥοπον ἀπ’ ἀρχῆς ἄχρι τέλους φυλάττοντα τὸ μόριον. ἔστω δὲ μηδὲ τοῦτο ἄμετρον τὸ σχῆμα· κίνδυνος γὰρ ὀδύνην γενέσθαι καὶ αὖθις αἱμοῤῥαγῆσαι τὸ ἀγγεῖον. οὐδὲν γὰρ ὀδύνης μᾶλλον αἱμοῤῥαγίας τε κινεῖ καὶ φλεγμονὰς αὐξάνει. τούτῳ τῷ φαρμάκῳ πολυειδέστατα χρῶμαι· ποτὲ μὲν, ὡς εἴρηται, μιγνύων ἀλόῃ τὸ διπλάσιον τοῦ λιβανωτοῦ, ποτὲ δ’ ἐξίσης ἀμφοτέροις χρώμενος, ἢ βραχεῖ πλείονι τῷ λιβανωτῷ τῆς ἀλόης, ἢ πλείονι μὲν, ἀλλ’ οὔπω τῶ διπλασίῳ· καὶ μάννην δ’ ἀντὶ λιβανωτοῦ
322
ποτ’ ἔβαλλον. ἔστι δὲ στυπτικώτερον μὲν φάρμακον ἡ μάννης. τοῦ λιβανωτοῦ· ὁ λιβανωτὸς δ’ ἐμπλαστικώτερος τῆς μάννης. εὔδηλον δ’ ὅτι τοῖς μὲν σκληροῖς σώμασι τὴν ἀλόην χρὴ προσφέρεσθαι πλείονα, τοῖς δὲ μαλακοῖς τὸν λιβανωτόν· ἔσται δὲ τὸ μὲν ἕτερον αὐτῶν στυπτικώτερον, τὸ δ’ ἕτερον ἐμπλαστικώτερον. διὸ καὶ τὸν γλισχρότερον καὶ ὡς ἂν εἴποι τις ῥητινωδέστερον αἱρεῖσθαι χρὴ λιβανωτὸν, ὅταν ἐμπλαστικώτερον ἐργάσασθαι τὸ φάρμακον ἐθέλῃς· ἔστι δ’ οὗτος ἁπαλώτερος ἅμα καὶ λευκότερος καὶ μασσώμενος οὐ θρύπτεται δίκην ἀλόης καὶ μάννης, ἀλλὰ συνεχὴς ἑαυτῷ μένει, καθάπερ ἡ μαστίχη. ταυτὶ μὲν οὖν ἤδη τῆς περὶ συνθέσεως φαρμάκων πραγματείας ἐστὶν, ἧς ἀδύνατον μηδαμῶς ἅπτεσθαι κατὰ τὴν ἐνεστῶτα λόγον. ἢ γὰρ οὐδόλως ἐχρῆν ἡμᾶς μεμνῆσθαι τῶν ἐν μέρει παραδειγμάτων, ἀλλ’ αὐταῖς μόναις ἀρκεῖσθαι ταῖς καθόλου μεθόδοις, ἢ καὶ τῶν ἐν μέρει προσαπτομένους ἅπτεσθαί ποτε καὶ τῆς σκευασίας αὐτῶν, ἀλλ’ ὡς καὶ πρόσθεν εἴρηται, παράδειγμα τοῦ γένους τῶν φαρμάκων τῶν κατὰ τὴν μέθοδον εὑρισκομένων, ἓν ἢ δύο ἐνταυθοῖ γράφοντας
323
ἀρκεῖσθαι προσήκει. τούτου μὲν οὖν ἀεὶ χρὴ μεμνῆσθαι· πάλιν δ’ ἐπανέλθωμεν ἐφ’ ὅπερ λέγοντες ἀπελίπομεν. ἐμνήσθην γὰρ ἐπὶ πλέον τοῦ προειρημένου φαρμάκου, διότι πάντων αὐτὸ τῶν ἄλλων ἄμεινον εἶναι πέπεισμαι· καὶ θαυμάζοιμ’ ἂν εἴ τις εὑρεῖν δύναται βέλτιον. καὶ διὰ τοῦτ’ αὐτῷ χρῶμαι κατά τε τῶν μηνίγγων ἀεὶ καὶ τῶν ἐν τῷ τραχήλῳ τρώσεων, ἄχρι καὶ τῶν σφαγιτίδων αὐτῶν· καὶ γὰρ καὶ τούτων ἐπέχει τὸ αἷμα χωρὶς βρόχου. χρὴ δὲ μὴ σπεύδειν ἐν τῷ ἔργῳ καθάπερ ἔνιοι τῶν ἐμπλήκτων χειρουργῶν, ἀλλὰ τῇ μὲν ἑτέρᾳ χειρὶ τὸ κάτω μέρος τοῦ ἀγγείου προστέλλειν ἢ περιλαβόντα κατέχειν, τῇ δ’ ἑτέρᾳ τὸ φάρμακον ἐπιθέντα τῇ τρώσει προστέλλειν ἀτρέμα, ἄχρι περ ἂν προσπαγῇ, κᾄπειθ’ οὕτως ἐπιδεῖν ἄνωθεν κάτω, μὴ καθάπερ ἐν τοῖς κώλοις κάτωθεν ἄνω· πρὸς γὰρ τὰς ῥίζας τῶν ἀγγείων ἀφικνεῖσθαι χρὴ τὴν ἐπίδεσιν ἀναστέλλουσαν τὸ ἐπιῤῥέον. ἔστι δὲ καὶ ἄλλα πλείω φάρμακα τῶν ἐμπλαττόντων ἀλύπως· ἀλλ’ οὐδὲν οὕτως σαρκοῖ. χρεία δ’ ἐστὶ μάλιστα κατὰ τὰ τοιαῦτα συμπτώματα
324
τοῦ περισαρκοῦσθαι τὸ ἀγγεῖον, ἀποπίπτοντος τοῦ προτέρου φαρμάκου. τὰ δέ γε τὰς ἐσχάρας ἐπιπηγνύντα γυμνότερον ἐργάζεται τὸ μέρος ἢ κατὰ φύσιν εἶχεν ἀποπιπτούσης αὐτῆς. ἔστι γὰρ ἡ γενέσις τῆς ἐσχάρας ἐκ τῶν ὑποκειμένων καὶ περικειμένων σωμάτων, ὡς ἂν εἴποι τις ἡμικαύτων γενομένων, ἵν’ ὁποῖόν τι χρῆμα τουτουσὶ τοὺς ἐσβεσμένους ἄνθρακας εἰς τὸν χειμῶνα παρασκευάζονται, τοιοῦτό ὑπάλειμμα τῆς διαπύρου σαρκὸς ἡ ἐσχάρα γένηται. ὥστ’ ἀπόλλυται τοῦ μορίου τοσοῦτον τῆς κατὰ φύσιν σαρκὸς, ὅσον ἐσχαρούμενον ἐκαύθη. τοῦτ’ οὖν ἅπαν λείπει τῷ μορίῳ τῆς ἐσχάρας ἐκπιπτούσης, καὶ διὰ τοῦτο γυμνὸν καὶ ἄσαρκον φαίνεται, καὶ πολλοῖς αἱμοῤῥαγία δυσεπίσχετος ἐπηκολούθησεν ἐπὶ ταῖς τῶν ἐσχαρῶν ἀποπτώσεσιν. ὥστε κᾀν τούτοις ὅστις ἂν ἐθέλῃ μεθόδῳ πάντα πράττειν, ἐσκέφθω τε πρὸ πολλοῦ τοὺς τρόπους ἅπαντας οἷς ἐφέξει τὸ αἷμα, τόν τ’ ἀκινδυνότερον αἱρεῖσθαι πειράσθω χρώμενος καὶ τοῖς ἄλλοις ἅπασιν, ὅταν ἀνάγκη βιάζηται. μεγίστην δ’ ἀνάγκην οἶδα τοῦ χρῆσθαι φαρμάκοις ἐσχαρωτικοῖς ἢ καυτηρίοις διαπύροις, 
325
ὅταν ἐξ ἀναβρώσεως σηπεδονώδους ἡ αἱμοῤῥαγία γίγνηται. καὶ μέντοι κᾀπειδὰν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἅπαν ἐκκόψωμεν τὸ σηπόμενον, ἀσφαλέστερον ἤτοι καίειν αὐτοῦ τὴν οἷον ῥίζαν ἢ φαρμάκοις ἐσχαρωτικοῖς χρῆσθαι. καὶ κατὰ τοῦτο ἐπ’ αἰδοίων καὶ ἕδρας εἰς τὴν τοιαύτην ἀνάγκην ἀφικνούμεθα πολλάκις, ὅτι ῥᾳδίως σήπεται τὰ μόρια διά τε τὴν σύμφυτον ὑγρότητα καὶ ὅτι περιττωμάτων εἰσὶν ὀχετοί. σκοπὸς δ’ ἔστω σοι τῶν ἐσχαρούντων φαρμάκων οὐχ ἁπλῶς ἡ θερμότης, ἀλλ’ ἄμεινον ὅταν ἅμα τῷ στύφειν ὑπάρχῃ, καθάπερ ἐν χαλκίτιδι καὶ μίσυϊ καὶ χαλκάνθῳ καυθεῖσί τε καὶ ἀκαύστοις εἰς χρείαν ἀγομένοις. τὰ δὲ διὰ τῆς ἀσβέστου τιτάνου σφοδρότερα μὲν τούτων, ἀλλ’ οὐ μέτεστι τῇ τιτάνῳ στυπτικῆς δυνάμεως. ἀποπίπτουσι τοιγαροῦν θᾶττον αἱ τοιαῦται τῶν ἐσχαρῶν, ἔχονται δὲ τῶν σωμάτων ἐπὶ πλέον αἱ ἐκ τῶν στυφόντων· ἄμεινον δὲ τοῦτο μακρῷ· φθάνει γὰρ ὑποσαρκοῦσθαι τὰ κατὰ τὴν βάσιν αὐτῶν καὶ γίνεσθαι καθάπερ τι πῶμα τοῖς ἀγγείοις. ὅθεν οὐδ’ ἡμᾶς αὐτοὺς
326
χρὴ σπεύδειν, ὥσπερ ἔνιοι, τὰς ἐσχάρας ἐκβάλλειν, ἔνθα κίνδυνος αἱμοῤῥαγίας, ἀλλ’ ἐπ’ ἐκείνων μόνων τῶν διαθέσεων, ἐφ’ ὧν διὰ σηπεδόνα τὸ καυτήριον ἠναγκάσθημεν ἐπιφέρειν ἀνθρώπου σώματι. καλεῖται δ’ οὐκ οἶδ’ ὅπως ἅπασιν ἤδη τοῖς ἰατροῖς ἡ τοιαύτη διάθεσις νομὴ, διότι νέμεσθαι συμβέβηκεν αὐτὴν ἀπὸ τῶν πεπονθότων μορίων ἐπὶ τὰ κατὰ φύσιν ἔχοντα καὶ τούτων ἀεί τι προσεπιλαμβάνειν, ὡς ἀπὸ τοῦ συμβεβηκότος, οὐκ ἀπὸ τῆς οὐσίας τοῦ δηλουμένου πράγματος, ἔθεντο τὴν προσηγορίαν. ἡ δ’ εὐπορία τῆς ὕλης ἁπάντων τῶν τοιαύτην ἐχόντων δύναμιν φαρμάκων ἐν ταῖς οἰκείαις εἰρήσεται πραγματείαις. οἰκείαις δὲ δηλονότι λέγω τήν τε περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως καὶ τὴν περὶ συνθέσεως αὐτῶν.

Ἀναλαβόντες οὖν αὖθις τὰ κεφάλαια τῆσδε τῆς μεθόδου, καθ’ ἣν ἰᾶσθαι χρὴ τὰς προχείρους αἱμοῤῥαγίας, ἑξῆς ἐπὶ τὰς διὰ βάθους γιγνομένας ἀφικώμεθα τῷ λόγῳ. τὸ τοίνυν ἐκχεόμενον αἷμα τῶν ἀγγείων ἢ τῷ μηκέτι ἐπιῤῥεῖν αὐτὸ παύσαιτ’ ἂν, ἢ τῷ στεγνωθῆναι τὴν διαίρεσιν,

327
ἢ ἅμα ἀμφοτέρων γιγνομένων, ὅπερ, οἶμαι, βέλτιστόν ἐστιν. ἐπιῤῥεῖν μὲν οὖν κωλύεται διά τε λειποθυμίαν καὶ ἀντίσπασιν καὶ παροχέτευσιν καὶ ψύξιν ὅλου τε τοῦ σώματος, καὶ πολὺ δὴ μᾶλλον αὐτοῦ τοῦ τετρωμένου μορίου. κατὰ τοῦτον γοῦν τὸν λόγον καὶ τὸ ψυχρὸν ὕδωρ ποθὲν, ἐπέσχεν αἱμοῤῥαγίας πολλάκις, ἔξωθέν τε καταντλούμενον αὐτό τε τὸ ὕδωρ ψυχρὸν, ὀξύκρατόν τε καὶ οἶνος στρυφνὸς, ὅσα τ’ ἄλλα στύφειν ἢ ἁπλῶς ψύχειν πέφυκε. στεγνοῦται δὲ ἡ διαίρεσις ἢ μύσαντος, ἢ φραχθέντος τοῦ διηρημένου. μύει μὲν οὖν στυφόμενόν τε καὶ ψυχόμενον, ἐπιδέσει τε συναγόμενον καὶ βρόχῳ διαλαμβανόμενον. ἐμφράττεται δὲ ἢ ἔνδοθεν, ἢ ἔξωθεν· ἔνδοθεν μὲν ὑπὸ θρόμβου, ἔξωθεν δὲ ὑπό τε τούτου καὶ μοτῶν καὶ σπόγγων, ἐσχάρας τε καὶ τῶν ἐμπλαστικῶν φαρμάκων, ἔτι τε τῶν περικειμένων σωμάτων προσταλέντων· ὅπως δ’ ἐργάσῃ τῶν εἰρημένων ἕκαστον εἴρηται. τὰ δ’ ἐκ τοῦ βάθους αἱμοῤῥαγοῦντα βρόχοις μὲν οὐκ ἄν τις οὐδ’ ἐπιδέσει θεραπεύσειεν, ὥσπερ οὐδὲ καυστηρίοις,
328
οὐδ’ ἁπλῶς εἰπεῖν ὅσα διὰ τοῦ ψαύειν αὐτοῦ τοῦ διῃρημένου σώματος ἢ μέρος ἐπιτεχνώμεθα· δι’ ἀντισπάσεως δὲ καὶ παροχετεύσεως ἐδεσμάτων τε καὶ πομάτων ἐμπλαττόντων τε καὶ ψυχόντων καὶ στυφόντων φαρμάκων· ἄφθονον δὲ καὶ τὴν τῶν τοιούτων ὕλην ἐν ταῖς οἰκείαις ἔχεις πραγματείαις. ἡ δ’ ἀπὸ τῶν μορίων ἔνδειξις τοῖς κοινοῖς τῆς θεραπείας σκοποῖς τοῖς εἰρημένοις ἐξ ἐπιμέτρου καθ’ ἕκαστον πάθημα πρόσεισιν· ὀργάνοις γοῦν ἐνίοτε χρώμεθα διὰ τὴν ἰδιότητα τοῦ μέρους, ἄλλοις μὲν ἐπὶ μήτρας, ἄλλοις δὲ ἐπὶ κύστεως, ἄλλοις δὲ ἐπὶ τῶν παχέων ἁπάντων ἐντέρων. εἰς ταῦτα μὲν γὰρ διὰ κλυστῆρος, εἰς μήτραν δὲ διὰ μητρεγχυτῶν τῶν ἐπιτηδείων τι φαρμάκων ἐνίεμεν· ὥσπερ γε καὶ εἰς κύστιν διὰ τῶν εὐθυτρήτων καθετήρων. σπανιώτεραι μὲν οὖν αἱ ἐκ τούτων αἱμοῤῥαγίαι· γίγνονται δ’ οὖν ποτε κᾂν εἰ μὴ τῷ λαύρῳ κινδυνώδεις, ἀλλὰ τῷ γε χρονίζειν οὐκ ἀκίνδυνοι. τεττάρων γοῦν ἡμερῶν οἶδά ποτε διὰ μήτρας φερόμενον αἷμα, πρὸς οὐδὲν τῶν βοηθημάτων εἶξαν ἄχρι τῆς τετάρτης,
329
χυλῷ δὲ χρησαμένων ἡμῶν ἀρνογλώσσου παντάπασιν ἐπαύσατο. κάλλιστον μὲν οὖν τοῦτο τὸ φάρμακόν ἐστι καὶ πρὸς τὰς ἐξ ἀναβρώσεως αἱμοῤῥαγίας· εἴωθα δ’ αὐτῷ μιγνύειν τι τηνικαῦτα καὶ τῶν ἰσχυροτέρων φαρμάκων ἄλλοτε ἄλλο, πρὸς ὅλην ἀποβλέπων τὴν διάθεσιν, ὅπερ ἀεὶ χρὴ πράττειν, οὐ μικρὸν ἔχοντας εἰς ἅπαντα παράγγελμα. κατὰ γοῦν αὐτὰ ταῦτα τὰ ἐκ μήτρας, ἢ ἐκ κύστεως, ἢ ἐντέρων αἱμοῤῥαγοῦντα, σκέπτεσθαι μὲν χρὴ καὶ τὸ τῆς αἱμοῤῥαγίας ποσόν· ἵν’ ἤδη τὸν μὲν πρῶτον ἔχωμεν ἐν τῇ θεραπείᾳ σκοπὸν τοῦτον, ἢ τὸν δεύτερον· οὐ μὴν οὐδὲ τῆς ὅλης διαθέσεως ἀσκέπτως ἔχειν. εἰ μὲν γὰρ ἔῤῥωγεν ἀγγεῖόν τι τῶν μεγάλων, ἤ ἰσχυρῶς ἀνεστόμωται, τῶν αὐστηρῶν φαρμάκων ἐστὶ χρεία, ὡς βαλαυστίου καὶ ὑποκυστίδος καὶ ῥοῦ καὶ ὀμφακίου καὶ ἀκακίας καὶ κηκῖδος ὀμφακίτιδος καὶ τῶν τῆς ῥοιᾶς λεμμάτων· εἰ δ’ ἤτοι μικρόν ἐστι τὸ ἐῤῥωγὸς ἀγγεῖον, ἢ ἀνεστόμωται μετρίως, ὡς ὀλίγον εἶναι τὸ φερόμενον αἷμα, καὶ ἀλόη καὶ μάννα καὶ ὁ τῆς πίτυος φλοιὸς, ἥ τε σφραγὶς ἡ Λημνία καὶ ὁ τῆς Αἰγυπτίας ἀκάνθης καρπὸς; ἔτι τε κρόκος καὶ λίθος 
330
ὁ αἱματίτης ὀνομαζόμενος, ὅσα τ’ ἄλλα τοιαῦτα δι’ οἴνου μεγάλως αὐστηροῦ χρηστὰ φάρμακα. μὴ παρόντος δὲ μήτ’ οἴνου τοιούτου μήτ’ ἀρνογλώσσου μήτε στρύχνου, καὶ γὰρ καὶ ταῦτα ἐπιτήδεια, ἀφεψεῖν ἐν ὕδατι βλαστοὺς βάτου καὶ κυνοσβάτου καὶ μυρσίνης καὶ σχίνου καὶ κισσοῦ καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν στυφόντων, εἴτε ῥίζα τις, εἴτε καρπὸς, εἴτε φλοιὸς, εἴτε βλάστημα τύχοι· διὰ τοῦτο καὶ τᾶν στυφόντων μήλων καὶ μάλιστα τῶν κυδωνίων· ἔτι τε μύρτων καὶ μεσπίλων ἐπιτήδειόν ἐστιν εἰς τὰ παρόντα τὸ ἀφέψημα.

Εἰ δ’ ἐξ ἀναβρώσεώς τις αἱμοῤῥαγία γίγνοιτο, τὰ πολλὰ μὲν οὐδὲ λαῦρος αὐτοῖς ἐστιν, ἀλλ’ ὀλίγη καὶ κατὰ βραχύ· καὶ διὰ τοῦτο τῷ Πασίωνος, ἢ Ἄνδρωνος, ἢ Πολυείδου τροχίσκῳ χρηστέον, ἢ ὡς εἴρηται τῷ ἡμετέρῳ τὴν αὐτὴν μὲν κατὰ γένος ἔχοντι δύναμιν, ἰσχυροτέρῳ δὲ ὑπάρχοντι. παύει γὰρ ταῦτα τὴν ἀνάβρωσιν ἅμα τῷ δηλονότι καὶ τοῦ παντὸς σώματος προνοεῖσθαι, ὡς ἔμπροσθεν εἴρηται. λαύρου δὲ ἐμπεσούσης αἱμοῤῥαγίας, τοῖς αὐστηροτάτοις χρηστέον φαρμάκοις, ἄχρι περ ἂν ἐπισχῶμεν αὐτῆς τὸ

331
σφοδρόν· εἶθ’ οὕτως ἅμ’ ἐκείνοις μιγνύναι τοὺς τροχίσκους· εἶθ’ ἑξῆς ἐπ’ αὐτοὺς μόνους μετέρχεσθαι μετά τινος τῶν εἰρημένων χυλῶν ἢ ἀφεψημάτων. ὅσα δὲ ἔξωθεν ἐπιτίθεται τοῖς αἱμοῤῥαγοῦσι στύφοντά τε καὶ χωρὶς στύψεως ψύχοντα, ταῦτ’ οὐχ ἁπλῶς ἐπαινῶ καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν, ἀλλά μοι δοκεῖ τοὐναντίον ἐνίοτε πᾶν οὗ δεόμεθα διαπράττεσθαι, συνελαύνειν εἴσω τὸ αἷμα καὶ πληροῦν τὰς ἐν τῷ βάθει φλέβας. οἶδα γοῦν τινας ἐκ πνεύμονος ἀναβήττοντας αἷμα προφανῶς βλαβέντας ἐπὶ ταῖς τοῦ θώρακος καταψύξεσιν· οὕτω δ’ ἐνίους καὶ τῶν ἐμούντων αἷμα, τῆς γαστρὸς ἔξωθεν ψυγείσης· ὡσαύτως δὲ καὶ τῶν ἐκ ῥινὸς αἱμοῤῥαγούντων ἔνιοι φανερῶς ἐβλάβησαν ἐπὶ ταῖς τῆς κεφαλῆς ψύξεσιν. οὔκουν ἁπλῶς, οὐδ’ ἀδιορίστως, οὐδ’ ἐν παντὶ καιρῷ συμβουλεύω ψύχειν τὰ κύκλῳ τῶν αἱμοῤῥαγούντων, ἀλλ’ ἀποτρέψαντας εἰς ἕτερον πρότερον, οἷον ἐπὶ τῆς ῥινὸς ἤτοι φλεβοτομίᾳ χρησάμενον, ὡς εἴπομεν, ἢ τρίψει καὶ δεσμοῖς τῶν κώλων, ἢ σικύαις ἐπὶ τῶν ὑποχονδρίων. οὐ δεῖ
332
οὖν οὐδ’ οὕτω χρῆσθαι τοῖς ψύχουσιν εὐθέως ἐπὶ μετώπῳ καὶ κεφαλῇ, ἀλλὰ σικύᾳ πρότερον ἀντισπᾷν ἐρείδοντα κατ’ ἰνίον. διττὴ γὰρ ἡ ἀντίσπασις ἐπὶ ταῖς ἐκ μυκτήρων αἱμοῤῥαγίαις, ἥ τε ἐπὶ τὰ κάτω μόρια τοῦ σώματος ὅλου καὶ ἡ ἐπὶ τὰ τῆς κεφαλῆς ὀπίσω· διότι καὶ αὐτὸ τὸ μόριον ἡ ῥὶς ἄνω τ’ ἐστὶ καὶ πρόσω, ἀντίκειται δὲ τὸ μὲν ἄνω τῷ κάτω, τὸ δὲ ὀπίσω τῷ πρόσω· ἀλλὰ περὶ μὲν αἱμοῤῥαγίας ἱκανὰ καὶ ταῦτα. δῆλον γὰρ ὅτι καὶ ἡ διαπήδησις ὑπὸ τῶν ψυχόντων καὶ στυφόντων θεραπευθήσεται· καὶ εἰ διὰ λεπτότητα γίγνοιτό ποτε τοῦ αἵματος, ὑπὸ τῆς παχυνούσης διαίτης· ὁποία δ’ ἐστὶν αὕτη λεχθήσεται μέν που κᾀν τοῖς ἑξῆς, εἴρηται δὲ δυνάμει κᾀν τῷ περὶ λεπτυνούσης διαίτης· ἐπὶ δὲ τὴν θεραπείαν ἰτέον ἤδη τῶν εἰρημένων διαθέσεων. τὸ μὲν οὖν τῆς φλεβὸς ἕλκος ἐπειδὰν πρόχειρον ᾖ, παραπλησίας δεῖται θεραπείας τοῖς ἐν σαρκὶ γιγνομένοις, ὑπὲρ ὧν ἐν δυοῖν ὑπομνήμασι τοῖς πρὸ τοῦδε διελέχθην. εἴτε γὰρ ἐκ τρώσεως ὑπογυίου τυγχάνει γεγονὸς, ἐγχωρεῖ συμφύειν αὐτὸ τοῖς
333
ἐναίμοις καλουμένοις φαρμάκοις· εἴτε κατ’ ἀνάβρωσιν, ὅσα περὶ τῶν κακοηθῶν ἑλκῶν εἴρηται, ταῦτα τῷ λόγῳ διορισάμενον, ἑξῆς ἔργῳ πράττειν αὐτὰ πειρᾶσθαι. καὶ μέντοι καὶ ὁπότε βρόχῳ διαληφθείσης, ἢ ἰσχαίμοις φαρμάκοις, ἢ· καυτηρίοις χρησαμένων, ὁ σκοπὸς τῆς θεραπείας ἐστὶ περισαρκῶσαι τὰ χείλη τοῦ ἕλκους, τοῖς αὐτοῖς χρησόμεθα πάντως φαρμάκοις οἷς ἡ μέθοδος ἡμᾶς ἐδίδαξεν ἐπὶ τῶν κοίλων ἑλκῶν.

Ἐπ’ ἀρτηρίας μέντοι τρωθείσης ἐῤῥήθη καὶ πρόσθεν ὡς ἐνίοις τῶν ἰατρῶν ἀδύνατος ἡ σύμφυσις εἶναι δοκεῖ. καὶ λέγουσι τοῦτό τινες μὲν ἀρκεῖσθαι φάσκοντες μόνῃ τῇ πείρᾳ, τινὲς δὲ καὶ λόγῳ χρώμενοι τοιῷδε, σκληρὸν καὶ χονδρώδη φασὶν εἶναι τὸν ἕτερον τῶν χιτώνων τῆς ἀρτηρίας· οὐδὲν δὲ τῶν τοιούτων συμφῦναι δύνασθαι, μόνων γὰρ τῶν μαλακῶν σωμάτων ἰδίαν ὑπάρχειν τὴν σύμφυσιν, ὡς ἐπί τε τῶν ἐκτὸς ἔνεστι θεάσασθαι, μήτε λίθου πρὸς λίθον ἑνωθέντος ποτὲ μήτε ὀστράκου πρὸς ὄστρακον· ἐπί τε τῶν ἐν ἡμῖν, μήτε χόνδρου χόνδρῳ συμφύντος οὔτ’ ὀστοῦ

334
πρὸς ὀστοῦν ἑνωθέντος. οὐδὲ γὰρ τὰ κατάγματα διὰ συμφύσεως, ἀλλὰ διὰ πώρου τὴν κόλλησιν ἴσχειν. ἀρξώμεθα οὖν καὶ ἡμεῖς ἀπὸ προτέρας τῆς ἡμετέρας πείρας, εἰς τὸ κοινὸν κατατιθέντες ὅσα τυγχάνομεν ἑωρακότες. ἐθεασάμεθα γὰρ ἐπὶ μὲν γυναικῶν καὶ παιδίων ἀρτηρίας κολληθείσας τε καὶ περισαρκωθείσας ἐν μετώπῳ καὶ σφυρῷ καὶ καρπῷ. νεανίσκῳ δ’ ἀγροίκῳ ποτὲ καὶ τοιοῦτόν τι συνέπεσε, φλέβα τμηθῆναι βουληθέντι κατὰ τὴν ἐαρινὴν ὥραν, ἐν ἔθει δὲ μάλιστα τοῦτό ἐστι τοῖς παρ’ ἡμῖν ἀνθρώποις, δήσαντος τὸν βραχίονα τοῦ μέλλοντος αὐτὸν φλεβοτομεῖν ἰατροῦ, συνέβη κυρτωθῆναι τὴν ἀρτηρίαν, ὥστε καὶ διεῖλεν αὐτὴν ὁ ἰατρὸς ἀντὶ φλεβός. βραχεῖα μὲν οὖν ἡ διαίρεσις ἐγένετο, ξανθὸν δὲ καὶ λεπτὸν καὶ θερμὸν εὐθέως ἐξηκοντίζετο τὸ αἷμα σφυγμωδῶς. ὁ μὲν οὖν ἰατρὸς, ἦν δὲ καὶ πάνυ νέος καὶ ἄπειρος τῆς τέχνης τῶν ἔργων, ᾤετο διῃρηκέναι τὴν φλέβα. θεασάμενος δ’ ἐγὼ τὸ γεγονὸς σὺν ἄλλῳ τινὶ τῶν παρόντων ἰατρῶν πρεσβύτῃ, τῶν ἐναίμων τι φαρμάκων τῶν ἐμπλαστῶν παρασκευάσας ἐπιμελῶς τε πάνυ συναγαγὼν τὴν διαίρεσιν, ἐπέθηκά τε τὸ 
335
φάρμακον αὐτίκα καὶ σπόγγον μαλακώτατον ἔξωθεν ἐπέδησα. θαυμάζοντος δὲ τοῦ τέμνοντος τὴν ἀρτηρίαν τὸν λόγον τῆς ἐπελθούσης ἡμῖν περὶ τὰ τοιαῦτα προνοίας, ἐδηλώσαμεν αὐτῷ τὸ γεγονὸς, ἐξελθόντες τῆς καταγωγῆς τοῦ τμηθέντος· ἐκελεύσαμέν τε μήτε λῦσαι χωρὶς ἡμῶν μήτε θᾶττον πρᾶξαι τοῦτο τῆς τετάρτης ἡμέρας, ἀλλ’ ὡς εἶχεν ἡ ἐπίδεσις φυλάξαι ἐπιτέγγοντα μόνον τὴν σπογγιάν· ἐπεὶ δὲ λύσαντες ἐν τῇ τετάρτῃ κεκολλημένην ἀκριβῶς εὕρομεν τὴν διαίρεσιν, ἐπιθεῖναί τε τὸ αὐτὸ φάρμακον αὖθις ἐκελεύσαμεν, ἐπιδήσαντά τε ὁμοίως ἡμερῶν πλειόνων μὴ λύειν. οὕτω μὲν ἐθεραπεύθη τὴν διαίρεσιν τῆς ἀρτηρίας ὁ ἄνθρωπος ἐκεῖνος μόνος· ὃν εἶδον ἐν ἀγκῶνι τμηθέντα ἀρτηρίαν· ἅπασι δὲ τοῖς ἄλλοις ἀνεύρυσμα τοῖς μὲν μεῖζον ἐπεγένετο, τοῖς δ’ ἧττον. ὅπως μὲν οὖν χρὴ θεραπεύειν ἀνευρύσματα προϊόντος τοῦ λόγου κατὰ τὸν οἰκεῖον εἰρήσεται καιρὸν, ὅταν καὶ τῶν ἄλλων ἁπάντων ὄγκων τῶν παρὰ φύσιν ἡ θεραπεία γράψηται· νυνὶ δὲ ἐπὶ τὸ συνεχὲς ἴωμεν τοῦ λόγου. ἡ γάρ τοι φύσις ἡ
336
τῆς ἀρτηρίας ὄντως ἐνδείκνυται τὸ δυσσύμφυτον, οὐ τὸ παντάπασιν ἀσύμφυτον τοῦ σκληροῦ τῶν ἐν αὐτῇ χιτώνων· οὐ γὰρ οὕτως ἐστὶ ξηρὸς καὶ σκληρὸς ὡς ὀστοῦν ἢ χόνδρος, ἀλλὰ πολὺ μαλακώτερος τούτων καὶ σαρκωδέστερος. οὔκουν εὐλόγως ἄν τις ἀπογινώσκοι συμφῦναι τὴν διαίρεσιν, ὅταν αὐτή τε γένηται μικρὰ καὶ τὸ σῶμα τἀνθρώπου μαλακὸν ὑπάρχει φύσει. ἔοικε δὲ καὶ ἡ πεῖρα τῷ λόγῳ μαρτυρεῖν· ἐπί τε γὰρ παίδων καὶ γυναικῶν ἐθεασάμην συμφύσασαν αὐτὴν διὰ τὴν ὑγρότητα καὶ μαλακότητα τῶν σωμάτων· ἐφ’ ἑνός τε νεανίσκου βραχεῖαν ἴσχοντος διαίρεσιν, ὡς εἴρηται. δυσιατοτέρα μὲν οὖν ἐστὶν ἡ ἀρτηρία τῆς φλεβὸς, οὐ μὴν ἐξήλλακταί γε πολλῷ τῶν φαρμάκων ἡ χρῆσις ἐφ’ ἑκατέρου τῶν ἀγγείων, ἀλλ’ ἔστιν ἡ αὐτὴ κατ’ εἶδος, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφέρουσα· τοσούτῳ γὰρ δεῖται ξηραντικωτέρων φαρμάκων ἣ ἀρτηρία τῆς φλεβὸς, ὅσῳπερ καὶ φύσει ξηροτέρα τὴν κρᾶσιν ἐστίν. εἰ δὲ περισαρκοῦσθαι δέοι, τῶν αὐτῶν ἀμφότεραι χρῄζουσι· σαρκὸς γάρ ἐστι γένεσις ἐν τῇ περισαρκώσει κατὰ τὸν αὐτὸν τρόπον γεννωμένης,
337
ὡς κᾀν τοῖς κοίλοις ἕλκεσιν ἐδείχθη γιγνομένη. αἱ δὲ κατὰ τὴν μήτραν, ἢ κύστιν, ἢ ἔντερα φλέβες καὶ ἀρτηρίαι, τῶν αὐτῶν δεόμεναι κατὰ γένος φαρμάκων ὅταν ἕλκω θῶσιν, ὀργάνων χρήζουσι τῶν εἴσω παραπεμψόντων αὐτὰ, μητρεγχυτῶν δηλονότι καὶ καθετῆρος εὐθυτρήτου καὶ κλυστῆρος. εἰς δὲ τὰ κατὰ τὸ ἀπευθυσμένον ἕλκη· καὶ διὰ κύστεως ἐγχωρεῖ ἐγχεῖν φάρμακον τηκτὸν χλιαρὸν, αὐλίσκον ἐχούσης κατὰ τὸ πέρας αὐτῆς εὐθύτρητον. ἐξελεγχθήσεται τοιγαροῦν. ἅμα τῇ τῶν ὀργάνων ἰδέᾳ καὶ ἢ τῶν φαρμάκων σύστασις· οὐ γὰρ οἷον τε παχέα φάρμακα τοῖς τοιούτοις ἐγχεῖν, ἀλλ’ ὑγροτέρων δηλονότι δέονται· καὶ διὰ τοῦτο συμμέτρως θερμῶν ὡς τὰ πολλά· διὰ τοῦτο δὲ καὶ τῶν τηκτῶν καλουμένων φαρμάκων ἐπιτηδειότερα τὰ ξηρά· μίγνυται γὰρ ἑτοίμως, εἴτ’ ἀρνογλώσσου τις, εἴθ’ ἑτέρου τοιούτου βούλοιτο χυλῶ. τὰ δὲ τοιαῦτα φάρμακα κρόκος τ’ ἐστὶ καὶ πομφόλυξ καὶ ἀλόη καὶ τὰ κεφαλικὰ καλούμενα· κατὰ δὲ τὸν πρῶτον καιρὸν τῆς σαρκώσεως, τὸν συνάπτοντα τῇ ἐπισχέσει τοῦ αἵματος, καὶ ἡ Λημνία σφαγὶς ἀγαθὸν φάρμακον.

338

Τὰ δ’ ἐν τῷ πνεύμονι συνιστάμενα τῶν ἑλκῶν χαλεπωτέραν ἔχει τὴν ἴασιν. ἐνίοις δ’ οὐ χαλεπὴ μόνον, ἀλλὰ καὶ ἀδύνατος εἶναι δοκεῖ τῷ τε λόγῳ τεκμαιρομένοις καὶ τῇ πείρᾳ· τῷ λόγῳ μὲν, ἐπειδὴ διὰ τὴν ἀναπνοὴν ἀεικίνητόν ἐστι σπλάγχνον ὁ πνεύμων, ἡσυχίας δὲ δεῖ τοῖς μέλλουσιν ἰαθήσεσθαι· τῇ πείρᾳ δ’, ὅτι μηδὲ πώποτε μηδένα τῶν τοῦτο παθόντων ἐθεάσαντο θεραπευθέντα. τὸ μὲν δὴ τῆς πείρας, ἐντεῦθεν γὰρ ἄρξασθαι δίκαιον, ἀμφισβήτησιν ἴσως ἔξει κατὰ τὴν διάγνωσιν. ἡμεῖς γοῦν ἐθεασάμεθα τὸν μέν τινα τῷ βοῆσαι μέγα, τὸν δὲ τῷ καταπεσεῖν ἀφ’ ὑψηλοῦ, τὸν δ’ ἐν παλαίστρᾳ πληγέντα, παραχρῆμά τε βήξαντα σφοδρότατα καὶ σὺν τῇ βηχὶ τοὺς μὲν μίαν ἢ δύο κοτύλας, ἐνίους δὲ καὶ πλείους πτύσαντας. αὐτῶν δὲ τῶν ταῦτα παθόντων ἔνιοι μὲν ἀνώδυνοι παντάπασιν ἦσαν, ἔνιοι δ’ ὠδυνῶντο κατὰ θώρακα. καὶ τοίνυν καὶ τὸ αἷμα τοῖς μὲν ὀδυνηθεῖσιν οὔτ’ ἀθρόον ἦν οὔτε πολὺ καὶ ἧττον ἐρυθρὸν καὶ ἦττον θερμὸν, ὡς ἂν πόῤῥωθεν ἧκον τοῖς δ’ ἀνωδύνοις οὖσιν

339
ἀθρόον τε καί πλεῖστον, ἐρυθρόν τε καὶ θερμὸν ἀνεβήττετο, σαφῶς ἐνδεικνύμενον ὅτι μὴ πόῤῥωθεν ἥκει. ἔχει μὲν οὖν ἀπορίαν καὶ ἄλλην οὐ σμικρὰν ἡ ἐκ τοῦ θώρακος εἴς τὰς τραχείας ἀρτηρίας μετάληψις τοῦ αἵματος, ἐζητημένην τοῖς ἰατροῖς ὅσοι ἀδύνατον εἶναι νομίζουσι τὴν διὰ τοῦ περιέχοντος ὑμένος τὸν πνεύμονα φορὰν αὐτοῦ. καὶ τάχ’ ἂν, εἰ μὴ πολλοῖς τῶν οὕτω παθόντων ὅ τε παραχρῆμα πόνος ἥ τ’ ἐξ ὑστέρου τισὶν αὐτῶν ἐπιγενομένη φλεγμονὴ σὺν ἀποστάσει σαφῆ τὴν ἔνδειξιν ἔφερε τοῦ κατὰ τὸν θώρακα πάθους, ἀπεφήναντο μηδέποτ’ ἐκ θώρακος αἷμα διὰ τῆς φάρυγγος ἀναβήττεσθαι. νυνὶ δ’ ὑπὸ τούτων δυσωπούμενοι συγχωροῦσι μὲν ἀπὸ τοῦ θώρακος φέρεσθαι, ζητοῦντες δ’ ἑτέραν ὁδὸν τῆς διὰ τοῦ περιέχοντος ὑμένος τὸν πνεύμονα, πολλὰ καὶ ἄτοπα λέγειν ἀναγκάζονται. καίτοι τό γε πῦον ἐπὶ τῶν ἐμπύων ἐν τῇ μεταξὺ χώρᾳ θώρακός τε καὶ πνεύμονος ὁμολογοῦντες περιέχεσθαι βλέπουσιν, οἶμαι, σαφῶς ἀναβηττόμενον ἐκ πνεύμονος. ἡμεῖς δὲ κᾀπὶ τῶν ἀπόστημα τοιοῦτον ἐν θώρακι ἐχόντων, ὡς σφακελίσαι τι καὶ τῶν 
340
ὀστῶν, ἐπεδείξαμεν αὐτοῖς ἐναργῶς τὸ ἐνιέμενον τῷ θώρακι μελίκρατον ἀναβηττόμενον ἐκ πνεύμονος. ἴσμεν γὰρ δήπου τὰς τοιαύτας διαθέσεις ἐν θώρακι συνισταμένας οὐκ ὀλιγάκις ἐν Ῥώμῃ μάλιστα τρόπῳ ῥευματικῷ, ὡς ἀναγκασθῆναι τὸ πεπονθὸς ἐκκόπτειν ὀστοῦν. ἐπὶ τῶν πλείστων δ’ εὐθὺς ἅμα τῇ διεφθαρμένῃ πλευρᾷ καὶ ὁ ὑπεζωκὼς αὐτὴν ὑμὴν ἔνδοθεν εὑρίσκεται διασεσηπώς. εἰώθεμεν οὖν ἐν τῇ θεραπείᾳ μελίκρατον ἐκχέοντες διὰ τοῦ ἕλκους, ἐνίοτε μὲν ἐγκελεύεσθαι βήττειν αὐτοῖς ἐπικεκλιμένοις τῷ πεπονθότι μέρει, πολλάκις δὲ κατασείειν ἠρέμα, καί ποτε καὶ πυουλκῷ κομίζεσθαι τὸ ὑπολειπόμενον ἔνδον τοῦ μελικράτου. ἐπειδὰν δὲ τοῦτο ποιήσαντες ἐκκεκλύσθαι τότε πῦον ἅπαν καὶ τοὺς ἰχῶρας τοῦ ἕλκους ἐλπίσωμεν, ἐντίθεμεν οὕτως τὰ φάρμακα. κατὰ τὰς τοιαύτας οὖν διαθέσεις, εἴ τις ἐάσειεν ἐν τῇ μεταξὺ πνεύμονος καὶ θώρακος χώρᾳ τὸ ὑγρὸν, αὐτίκα ἀναβηττόμενον θεάσεται. θαυμάσαι δ’ ἐστὶν ἐπὶ τῇ τοῦ πνεύμονος ὁδῷ τῶν ἀπορούντων, πῶς οὐ μᾶλλον ἀποροῦσιν ἐπὶ τοῦ προχεομένου παχέος αἵματος ἐν ταῖς τῶν καταιμάτων πωρώσεσιν·
341
αὐτό τε γὰρ τὸ προχεόμενον οὐ σμικρῷ παχύτερόν ἐστι τοῦ κατὰ φύσιν, ἥ τε τοῦ δέρματος οὐσία παμπόλλῳ δή τινι παχυτέρα τοῦ παρὰ τῷ πνεύμονι χιτῶνος. ὅπερ οὖν ἐλέγομεν ὅταν ἐκ καταπτώσεως, ἢ μεγάλης ἅμα καὶ ὀξείας φωνῆς, ἀγγείου ῥαγέντος ἐν πνεύμονι χωρὶς ὀδύνης ἀθρόον καὶ θερμὸν, εὐανθές τε καὶ πολὺ μετὰ βηχὸς ἀναφέρηται τὸ αἷμα, πεπεῖσθαι μὲν χρὴ τὸ τραῦμα κατὰ τὸ σπλάγχνον ἐνυπάρχειν, ἐπιχειρεῖν δὲ τῇ θεραπείᾳ καθάπερ ἡμεῖς πολλάκις ἐπιχειρήσαντες ὀλιγάκις ἀπετύχομεν. αὐτῷ μὲν οὖν τῷ κάμνοντι προστάξαι χρὴ μήτ’ ἀναπνεῖν μέγα καὶ σιωπᾷν ἀεί· τέμνειν δ’ αὐτίκα φλέβα κατ’ ἀγκῶνα τὴν ἔνδον· ἐπαφαιρεῖν δὲ δίς που καὶ τρὶς, ἀντισπάσεως ἕνεκα· τρίβειν τε καὶ διαλαμβάνειν ὅλα τὰ κῶλα δεσμοῖς, ὥσπερ εἰώθαμεν, ἐπειδὰν δὲ ταῦτα πραχθῇ, πρῶτον μὲν ὀξύκρατον ὑδαρές τε καὶ χλιαρὸν διδόναι πίνειν· ὅπως εἴ τις εἴη θρόμβος ἐν τῷ σπλάγχνῳ διαλυθεὶς ἐκβηχθείη· καὶ τοῦτ’ οὐδὲν κωλύει καὶ δὶς καὶ τρὶς ἐν ὥραις τρισὶν ἐργάσασθαι. μετὰ δὲ ταῦτα διδόναι τι τῶν ἐμπλαττόντων τε ἅμα καὶ στυφόντων φαρμάκων,
342
ἤτοι δι’ ὑδαροῦς ὀξυκράτου τὴν πρώτην ἢ δι’ ἀφεψήματος μήλων, ἢ μύρτων, ἤ τινος ἄλλου τῶν στυπτικῶν. εἰς ἑσπέραν τε πάλιν ὁμοίως διδόναι τὸ φάρμακον, εἴργοντας ἁπάσης τροφῆς, ἐὰν ἰσχυρὸς ᾖ. εἰ δὲ μὴ, ῥοφήματος αὔταρκες διδόναι. κάλλιστον δὲ καὶ κατὰ τὴν ὑστεραίαν ἐπαφελεῖν αὖθις ὀλίγον αἵματος ἀπὸ τῆς τετμημένης φλεβὸς, ἐὰν ἰσχυρὸς ᾖ· καὶ τροφαῖς καὶ φαρμάκοις ὡσαύτως χρῆσθαι, μέχρι τῆς τετάρτης ἡμέρας, ἐπιβρέχοντας ἐν κύκλῳ τὴν θώρακα, θέρους μὲν μηλίνῳ ἢ ῥοδίνῳ, χειμῶνος δὲ μύρῳ ναρδίνῳ. εἰ δὲ καὶ τῶν ἐμπλαστῶν τινι χρήσασθαι βούλοιο φαρμάκων, κάλλιστον ἂν ἔχοις τὸ ἡμέτερον, ᾧ καὶ πρὸς τὰ ἄλλα τραύματα θαῤῥῶν χρῶ· σύγκειται δὲ ἐξ ἀσφάλτου καὶ ὄξους ὅσα τ’ ἄλλα μίγνυται τοῖσδε κατὰ τὰς καλουμένας ὑπὸ τῶν ἰατρῶν ἐναίμους βαρβάρους. εἰ δὲ γυναῖκα θεραπεύοις, ἢ παῖδα, ἢ ὅλως μαλακόσαρκόν, τινα τὸ διὰ τῆς χαλκίτεως ἱκανὸν φάρμακον· οὗ κατὰ τὸ πρῶτον ἐν τοῖς περὶ φαρμάκων συνθέσεως ἐδήλωσα τὴν δύναμιν. οὕτως ἡμεῖς
343
ἐθεραπεύσαμεν οὐκ ὀλίγους, ἐπιφανέντες αὐτίκα τῷ πεπονθότι. τὸ γάρ τοι μέγιστον αὐτὸ τοῦτ’ ἔστιν, ᾧ πάνυ προσέχειν σε χρὴ τὸν νοῦν, εἰ παραχρῆμα τῆς ῥήξεως τῶν ἀγγείων γεγενημένης, ὑπάρξαις τῆς θεραπείας, ὥστ’ ἔναιμον ὂν κολληθῆναι τὸ τραῦμα πρὶν ἄρξασθαι φλεγμαίνειν. εἰ δέ γέ φλεγμήνειεν, ὀλίγη μὲν ἔτι τοῦ κολληθῆναι τὸ τοιοῦτον ἡ ἐλπὶς, εἰς χρόνον δ’ ἐκπίπτει πλείονα. καὶ τὸ χαλεπὸν ἢ ἀδύνατον τῶν ἐν τῷ τοιῷδε τῆς ἰάσεώς ἐστι· ἐκπλύνειν γὰρ δηλονότι χρὴ τό τε πῦον καὶ τοὺς ἰχῶρας τοῦ ἕλκους, λυομένης τῆς φλεγμονῆς. ἐκ μὲν δὴ τῶν κατὰ μήτραν καὶ κύστιν ἐκκρίνεται μὲν καὶ αὐτόματα τῷ κατάντει τῆς φορᾶς, ἐκκλύζεσθαι δὲ δύναται καὶ πρὸς ἡμῶν· ἐπὶ πνεύμονος δὲ γίνεσθαι ἑκάτερον ἀδύνατον. ἀπολείπεται οὖν ἔτι μόνη τοῖς ἐνταυθοῖ πᾶσιν ἕλκεσιν ἡ μετὰ τοῦ βήττειν κάθαρσις. ἀλλ’ εἴπερ ὀρθῶς τήν τ’ ἄλλην ἡσυχίαν αὐτοῖς συνεβουλεύομεν, ἀναπνεῖν τε καὶ καταβραχὺ καὶ μηδ’ ὅλως φθέγγεσθαι προσετάττομεν ὑπὲρ τοῦ κολληθῆναι τὸ τραῦμα, τίς ἂν εἴη τοῖς βήττουσι τῆς ἰάσεως ἡ ἐλπίς; οὔκουν ὅτι διὰ τὴν ἀναπνοὴν
344
ἀεικίνητόν ἐστι τὸ σπλάγχνον, ὡς οἱ πρὸ. ἡμῶν φασιν ἰατροὶ, ἄπορος ἡ ἴασις, ἀλλὰ διὰ τὴν τῶν ἰχώρων τε καὶ τοῦ πύου κένωσιν. καὶ διὰ τοῦτο παραχρῆμα μὲν εἰς σύμφυσιν ἀφικνεῖται καθ’ ὃν εἴρηται τρόπον ἰαθέντα· φλεγμῆναι δὲ φθάσαντα χαλεπὴν καὶ ἄπορον ἴσχει τὴν ἐπανόρθωσιν· ὅ τε γὰρ ἰχὼρ καὶ τὸ πῦον οὐκ ἀκριβῶς ἐκκενοῦται τῶν κατὰ τὴν πνεύμονα χωρίων, αἵ τε βῆχες ἱκανῶς σπαράττουσι τὰ πεπονθότα. τὰ δ’ ἐκ θώρακος τριχῆ τῶν κατὰ τὸ σπλάγχνον τοῦτο πλεονεκτεῖ· τά τε γὰρ ἀγγεῖα πολὺ σμικρότερα καὶ ἡ ἐκροὴ τῶν ἰχώρων εἰς τὴν εἴσω γίνεται χώραν, ὅλως τε σαρκωδέστερός ἐστι τοῦ πνεύμονος. οὐδὲ γὰρ οὐδ’ ἡ τῶν τραχειῶν ἀρτηριῶν οὐσία κατ’ ἄλλό τι τοῦ ζώου μόριόν ἐστιν, ἱκανῶς ἀσάρκων καὶ ξηρῶν ὑπαρχουσῶν· ὧν καὶ αὐτῶν δήπου ῥῆξις ἐν ταῖς τοιαύταις πτώσεσι γίγνεται· ὡς εἴ γε τῶν ἄλλων μέν τι ῥαγείη, μένοιεν δ’ ἀπαθεῖς αἱ τραχεῖαι ἀρτηρίαι, κατὰ τὰς συναναστομώσεις μόνας ἡ μετάληψις γίνεται. ὥστε οὔτε θερμὸν οὔτ’ ἐρυθρὸν οὔτε πολὺ τοῖς τοιούτοις ἀναφέρεται τὸ αἷμα. καὶ δοκεῖ μὲν εἶναι μετριώτερα τὰ τοιαῦτα 
345
παθήματα τὴν γε πρώτην, ὡς ἂν μὴ καταπλήττοντα τῷ πλήθει. τῆς κενώσεως· ἔστι δὲ χείρω δι’ αὐτὸ τοῦτο· κωλύεται γὰρ ἡ σύμφυσίς ὑπὸ τοῦ περιθρομβουμένου τοῖς ἐῤῥωγόσιν ἀγγείοις αἵματος, οὐκ ἔχοντος εὐπετῆ τὴν εἰς τὰς τραχείας ἀρτηρίας διέξοδον.

Ὡσαύτως δὲ καὶ τὰ τοῦ διαφράγματος τραύματα, τά γε μὴ διασχόντα πρὸς τοὐκτὸς, ἐν μὲν τοῖς σαρκώδεσι μέρεσι πολλάκις ἐκολλήθη, μηδὲν ὑπὸ τῆς κινήσεως αὐτοῦ παρεμποδισθέντα· τὰ δ’ ἐν τοῖς νευρώδεσιν ἀνίατα. χαλεπὴ δὲ καὶ ἡ ἐν τοῖς σαρκώδεσιν ἴασις, εἰ φλεγμῆναι φθάσειεν, οὐκ αὐτῷ τῷ διαφράγματι μόνῳ, ἀλλὰ καὶ τοῖς ἔνδον τοῦ περιτοναίου πᾶσιν· εἰς ταῦτα γὰρ ἀποῤῥέουσιν οἱ ἰχῶρες. ἀλλὰ χρὴ ξηραίνειν παντὶ τρόπῳ πειρᾶσθαι, διά τε τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων καὶ τῶν πινομένων δι’ ὕδατος ἢ οἴνου λεπτοῦ. ἔστι δ’ αὐτῶν ἐπιτηδειότατα τά τε διὰ σπερμάτων λεγόμενα καὶ τὸ σύνηθες ἡμῖν, ᾧ καὶ πρὸς τὰς τοῦ θώρακος συντρήσεις ἀεὶ χρώμεθα, τῷ διὰ τῆς κασσίας. ἀλλὰ καὶ ταῦτα καί τινες

346
ἐπιβροχαὶ τοῖς τοιούτοις τραύμασιν ἐπιτήδειοι τῆς περὶ φαρμάκων εἰσὶ πραγματείας· ἐνταυθοῖ δὲ τὰς μεθόδους λέγομεν μόνας ἐνδεικνυμένας τῶν φαρμάκων τὸ γένος· ὥστ’ εἴποτε λέγεταί τινα τῶν κατὰ μέρος, ὡς παραδείγματα σαφηνείας ἕνεκα γεγράφθαι χρὴ νομίζειν αὐτά.