De methodo medendi

Galen

Galen, De methodo medendi

Ὅσα γὰρ τῶν ἑλκῶν, ἁπάντων ὀρθῶς καὶ δεόντως γιγνομένων ὅμως οὐ θεραπεύεται, καλεῖται μὲν ὑπὸ τῶν ἰατρῶν κακοήθη, χρονίζει δὲ πάντως ὅταν τὴν ὡς ἑλκῶν μόνην αὐτοῖς τις ἐπάγει θεραπείαν. ἥτις δ’ ἐστὶ τῶν ἑλκῶν ὡς ἑλκῶν ἴασις ἐν τῷ πρὸ τούτου λόγῳ διώρισται. ταῦτα

276
γοῦν τὰ ἕλκη καὶ κακοήθη καὶ πεπαλαιωμένα καὶ χρονίζοντα καλοῦσιν, ἀδιαφόρως χρώμενοι τοῖς ὀνόμασιν ἐπ’ αὐτῶν. καὶ δὴ καὶ πρὸς τὸ διαγνῶναι τὴν διάθεσιν, ὅτι κακοήθης, ἅμα τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ χρονίζειν αὐτὰ πάντων τῶν δεόντων γιγνομένων ἔχει τινὰ μοῖραν. οὐ μὴν τοῦτό γε αὐτὸ χρονίζειν ἢ χρόνια καλεῖσθαί τε καὶ εἶναι, τὴν προσήκουσαν ἐνδείκνυται θεραπείαν· ἀλλ’ ἐκ μὲν τούτου τὸ μοχθηρῶς διακεῖσθαι τὸ ἡλκωμένον μόριον ἔνεστι συλλογίσασθαι· τούτου δ’ εὑρεθέντος εὐπορῆσαι τῆς θεραπείας. πῶς καὶ τίνα τρόπον; εἰ μὲν μόνα τὰ περιέχοντα μόρια τὴν ἕλκωσιν οὕτως εἴη διακείμενα, ταῦτ’ ἐξιασάμενον· εἰ δὲ σύμπαν τὸ σῶμα κακοχυμίας τινὸς εὑρίσκοιτο μεστὸν, ἐκείνην ἐκκενώσαντα. σημεῖον μὲν οὖν τῆς κακοχυμίας. τὸ χρονίζειν. τὰ ἕλκη· τοῦ συμφέροντος δ’ ἡ εὕρεσις, οὐκ ἐκ τοῦ χρονίζειν, ἀλλ’ ἐκ τῆς κακοχυμίας. ὥστ’ εἶναι τρία ταῦτ’ ἐφεξῆς ἀλλήλων, τὸ σημεῖον, τὴν διάθεσιν, τὴν θεραπείαν· σημεῖον μὲν τὸ χρονίζειν· διάθεσιν δὲ τὴν κακοχυμίαν· θεραπείαν δὲ τὴν ταύτης κένωσίν. καὶ κατὰ τοῦτο πολλάκις τοὺς παλαιοὺς
277
ὑπερβαίνοντας τὸ μέσον ἐπὶ τὸ τρίτον εὐθέως ἀπὸ τοῦ πρώτου παραγίνεσθαι, ὥσπερ καὶ Ἱπποκράτης ἐποίησεν εἰπών· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκῶν ξυμφέρει αἷμα ποιέειν πυκινὰ, ὅπως ἂν δοκέῃ καιρὸς εἶναι· οὐ τῆς παλαιότητος δήπουθεν ἐνδειξαμένης τὴν θεραπείαν, ἀλλὰ τῆς μοχθηρίας τοῦ αἵματος. ἐπιφέρων γοῦν αὐτὸς ἐρεῖ· κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα σύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται. καὶ δὴ καὶ μετ’ ὀλίγον αὖθις ὑπὲρ τῶν μὴ συνιόντων εἰς οὐλὴν ἑλκῶν διεξιὼν, οὐδ’ ἢν, φησὶ, τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν, οὐδὲ ταῦτα ἐθέλει συνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς. εἶτα καὶ περὶ τῶν κιρσῶν τῆς ἰάσεως γράφει. καὶ πρὸς τούτοις ἔτι καθάρσεως μέμνηται τοῦ σύμπαντος σώματος ἐπί τε ἄλλοις τισὶ τρώμασι καὶ οἷς σφακελίσαι κίνδυνος, ἕρπησί τε καὶ πᾶσι τοῖς ἐσθιομένοισιν· οὕτω δ’ ὀνομάζειν εἴωθε τὰ ἀναβιβρωσκόμενα. καὶ μὲν δὴ κᾀν τοῖς ἐφεξῆς πάλιν ὧδέ πώς φησιν· ἐπὶ παντὶ
278
ἕλκει, ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν ποιέεσθαι παντὸς τοῦ σώματος. καὶ ὅλως εἰ θελήσαις ἐπιμελῶς διελθεῖν τὸ περὶ τῶν ἑλκῶν βιβλίον, εὑρήσεις αὐτὸν ἀεὶ μὲν ἀπὸ τῶν διαθέσεων τὴν ἔνδειξιν λαμβάνοντα· προσχρώμενον δέ ποτε τῷ χρόνῳ πρὸς τὴν τῆς διαθέσεως διάγνωσιν. ὅτι δ’ οὕτω ταῦτ’ ἔχει μάθοις ἂν ἐκ πρώτης μὲν ἀρχῆς τοῦ συγγράμματος, ἐχούσης ὧδε· ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν πλὴν οἴνῳ· ὅτι πολλάκις ἑτέρα διάθεσις ἐπιπλακεῖσα τῷ ἕλκει κωλύει τὴν ὡς ἕλκους προσφέρεσθαι θεραπείαν. καὶ τὴν αἰτίαν διδάσκων φησί τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, τὸ δ’ ὑγρὸν τοῦ μὴ ὑγιέος. εἶθ’ ἑξῆς τὸ γὰρ ἕλκος ὑγρόν ἐστι· τὸ δὲ ὑγιὲς ξηρόν ἐστι. καὶ διὰ τοῦτο καθ’ ὅλον τὸ σύγγραμμα τῆς θεραπείας τῶν ἑλκῶν ἁπάσης σκοπὸν ποιησάμενος τὸ ξηραίνειν, οὕτως ἤδη τὰ κατὰ μέρος ἐξευρίσκει, σὺν τῷ καὶ πολλάκις ἀναμιμνήσκειν ἡμᾶς τοῦ σκοποῦ. ἔν τε γὰρ τῷ γράψαι, τῶν δὲ ἑλκέων ὅ τι μὲν ἂν ὀξεῖ βέλει ἢ διατμηθῇ, ἢ διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ ἀναξηραῖνον· γίνεται γὰρ ἀποῤῥέοντος τοῦ αἵματος ξηρότερον.
279
καὶ πάλιν· ὁκοῖα δ’ ἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ. καὶ πάλιν, ὅ τι δ’ ἂν μὴ δύνηται προσθεῖναι, ἡ σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ἐν τοῖς τοιούτοις ἅπασιν ἀναμιμνήσκει τοῦ πρώτου σκοποῦ τῶν ἑλκῶν τῆς ἰάσεως. ἕλκους γὰρ ᾗ ἕλκος ἐστὶν ἴαμα τὸ ξηραίνεσθαι μετρίως· εἴρηται δ’ ἡ ἀπόδειξις ἐν τῷ πρὸ τούτου βιβλίῳ. τοῦ μέντοι μεθ’ ἑτέρας διαθέσεως ἧς πρώτης χρὴ ποιήσασθαι τὴν ἐπιμέλειαν, οὐκ ἔθ’ ὡς ἕλκους ἐστὶν ἡ θεραπεία μόνου, ἀλλὰ πρώτη μὲν ἐκείνης τῆς διαθέσεως, ἐφεξῆς δὲ τοῦ ἕλκους· εἴτε γὰρ φλεγμονή τις, εἴτε μελανότης, εἴτ’ ἐκχύμωσις, εἴτ’ ἐρυσίπελας, εἴτ’ οἴδημα περὶ τὴν ἡλκωμένην συσταίη σάρκα, πρώτης ἐκείνης χρὴ ποιεῖσθαι τὴν θεραπείαν. ἀλλ’ ὅτι γε τὸ ἕλκος ἐν τούτῳ τῷ χρόνῳ μὴ ὅτι θεραπεύεται προσηκόντως, ἀλλὰ καὶ πολὺ μεῖζον ἑαυτοῦ γίνεται, παντί που δῆλον· εἴτε γὰρ θλασθείη τὰ πέριξ χωρία τοῦ ἕλκους, εἴτε φλεγμονή τις, εἴτ’ ὄγκος ἕτερος ἐν αὐτοῖς συσταίη, τὴν οἰκείαν ἐκείνης τῆς διαθέσεως ἴασιν ἐξευρήσομεν, εὖ εἰδότες ὡς οὐχ οἷόν τ’ ἐστὶν
280
ἰαθῆναι τὸ ἕλκος πρὶν ὑγιᾶναι τὸ χωρίον ἐν ᾧ συνέστη. διὰ τοῦτ’ οὖν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἀναμιμνήσκων ἡμᾶς ὧν εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος ἀπεφήνατο, τά τ’ ἄλλα τὰ μικρῷ πρόσθεν εἰρημένα προσέγραψε καὶ μέντοι καὶ τάδε· τῶν δ’ ἑλκέων ὅ τι μὲν ἂν ὀξεῖ βέλει ἢ διατμηθῇ, ἢ διακοπῇ, ἐνδέχεται καὶ ἔναιμον φάρμακον τὸ κωλῦον διαπύειν καὶ ἀναξηραῖνον. εἴ τις δ’ ὑπὸ τοῦ βέλους ἐθλάσθη τε καὶ διεκόπη σὰρξ, ταύτην ἰατρεύειν, ὅπως διάπυος ὡς τάχιστα γένηται· ἧττόν τε γὰρ φλεγμαίνει καὶ ἀνάγκη τὰς σάρκας τὰς θλασθείσας καὶ κοπείσας καὶ σαπείσας καὶ πῦον γεννωμένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας. δηλοῖ γὰρ ἐν τούτῳ τῷ λόγῳ σαφῶς ὡς μόνας ἐκείνας τῶν ἐν τοῖς ἡλκωμένοις μέρεσι γινομένων διαθέσεων οὐ χρὴ ξηραίνειν ἐφ’ ὧν ὅ τι τάχιστα γεννῆσαι βουλόμεθα πῦον, εὐθὺς συνεμφαίνων ὅτι μετὰ σήψεώς τινος γεννᾶται τὸ πῦον. ἅπαντα δὲ τὰ σηπόμενα θερμῷ καὶ ὑγρῷ τοῦτο πάσχει. καὶ τοίνυν καὶ τὰ διὰ τῆς ὠμηλύσεως καταπλάσματα θερμαίνοντά τε καὶ ὑγραίνοντα προσφέρομεν ἐπὶ πασῶν τῶν ἐκπυῆσαι δεομένων
281
διαθέσεων. ὠμήλυσις γὰρ δι’ ὑδρελαίου καὶ ἄρτος δι’ ὑδρελαίου καὶ καταιόνησις δι’ ὕδατος θερμοῦ πολλοῦ καὶ ἡ τετραφάρμακος δύναμις, ἅπαντά τε τὰ θερμαίνοντα καὶ ὑγραίνοντα διαπύϊσκει τάχιστα. διὰ τοῦτο καὶ τοῖς φλεγμαίνουσι μορίοις, ἐπειδὰν ἤδη σφύζῃ σφοδρότερον, ὡς ἀπελπισθῆναι τὴν χωρὶς διαπυήσεως ἴασιν, ἐπ’ αὐτῶν ἅπαντες οἱ παλαιοὶ τὰ τοιαῦτα προσφέρουσι φάρμακα, πρότερον δ’ οὔ. καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐναργῶς ἡμᾶς διδάσκει κατά τε τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὰ μὲν χωρὶς τοῦ; τεθλάσθαι τετρωμένα μόρια ξηραίνειν ὡς μάλιστα, τὰ δ’ ἅμα θλάσει τινὶ γεγενημένα διαπυΐσκειν ὡς τάχιστα. καὶ μέντοι κᾀπειδὰν εἴπῃ, τὰ δὲ ἕλκεα ὅσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον, ἀεὶ πρότερον ἄρξεται βλαστάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα· ὁκοῖα δ’ ἂν καθαρθέντα καλῶς καὶ ἐς τὸ δέον ἀεὶ, ἐπὶ τὸ ξηρότερον θεραπεύεται, πλὴν εἰ θλασθῇ, ταῦτα οὐχ ὑπερσαρκέει ὡς ἐπιπολύ. καὶ γὰρ καὶ ἐνταῦθα τὸ πλὴν εἰ θλασθῇ προσκείμενον, ἀναμιμνήσκει τοῦ κατὰ τὴν
282
προγεγραμμένην λέξιν εἰρημένου, τοῦ χρῆναι πάντα ξηραίνεσθαι πλὴν τῶν θλασθέντων. οὐδὲ γὰρ ὁπότε τὰ φλεγμαίνοντα καταπλάσσεται θερμαίνοντι καὶ ὑγραίνοντι καταπλάσματι, κατὰ πρῶτον λόγον γίνεται τοῦτο· τοῦτ’ ἔστιν οὐχ ὡς ἴαμα τῆς διαθέσεως, ἀλλ’ ὡς παρηγορία τοῦ συμπτώματος· ἐπεί τοι τὰ τῶν φλεγμονῶν αὐτῶν ἰάματα τῆς ξηροτέρας ἐστὶ δυνάμεως. ἄκουσον γοῦν λέγοντος τοῦ Ἱπποκράτους, καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖς περιέχουσιν, εἰ ἑφθῇ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ καὶ τὸ πόλιον ἅπαντα γὰρ ταῦτα ξηραίνειν πέφυκε, καθότι κᾀν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν ἐλέγετο. καὶ ἡ σύντομος θεραπεία τῶν φλεγμαινόντων μορίων, διὰ τῶν τοιούτων ἐπιτελεῖται φαρμάκων, ἃ ἤτοι τελέως ἐξιᾶται τὴν διάθεσιν· ἢ εἰ καὶ καταλείπει τι βραχὺ διαπυΐσκον, ἑτέρου χρῄζει φαρμάκου δριμέος ἐκκενοῦν δυναμένου τὸ πῦον· ἢ εἴπερ λεπτὸν εἴη τὸ περιέχον δέρμα καὶ θᾶττον ἀπαλλάξαι τὸν κάμνοντα βουλόμεθα, τομῆς ἐστι χρεία. ἡ δὲ διὰ τῆς ὠμηλύσεως ἀγωγὴ τῶν φλεγμαινόντων
283
ἐκ τοῦ παρηγορικοῦ τρόπου τῆς τέχνης ἐστίν, οὐ τοῦ θεραπευτικοῦ τε καὶ ἀγωνιστικοῦ· ἀλλὰ περὶ μὲν τῆς τῶν τοιούτων διαφορᾶς ἐν τοῖς ἑξῆς πλέον ἐροῦμεν. ὅτι δὲ τὰ ἕλκη πάντα ξηραίνειν ὁ Ἱπποκράτης κελεύει καὶ ὅτι τὸν σκοπὸν εἶναι τῆς ἰάσεως ἀπεφήνατο τῆς διαθέσεως ἐνδειξαμένης, οὐ τοῦ χρόνου, σαφῶς ἤδη μοι δεδεῖχθαι νομίζω. εἰ δέ τις. ἐπὶ μᾶλλον πεισθῆναι βούλεται, τῷ περὶ τῶν ἑλκῶν βιβλίῳ τἀνδρὸς ἐπιπλέον ὁμιλησάτω πάντα, γνώσεται γὰρ ἐναργῶς αὐτό τε τοῦτο τὸ μίαν εἶναι πάντων ἑλκῶν ἴασιν καθόλου. τὴν ὑφ’ ἡμῶν ἐν τῷ πρὸ τούτου λόγῳ δεδειγμένην, ἔτι τε, πρὸς τούτῳ κᾀκεῖνο μαθήσεται, τὸ μηδεμίαν ὑπάρχειν ἔνδειξιν ἀπὸ τοῦ χρόνου μήτ’ ἐπὶ τῶν ἑλκῶν μήτ’ ἐπὶ τῶν φλεγμονῶν μήθ’ ἁπλῶς ἐπ’ ἄλλης ἡστινοσοῦν διαθέσεως. ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἐπιδεῖξαι δίκαιον. ὡς οὐ μόνον ὧν ἄρτι διεληλύθαμεν εὑρετὴς ὁ Ἱπποκράτης ἐστὶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅσα χρὴ γινώσκειν τὸν μέλλοντα καλῶς ἕλκος ἰάσασθαι. φαίνεται γὰρ οὐ μόνον τῶν ἄνευ τινὸς ἑτέρας διαθέσεως ἑλκῶν ἐξευρὼν τὴν ἴασιν,
284
ὡς ἐν τῷ ξηραίνειν ἐστὶν, ἀλλὰ καὶ τῶν διαθέσεων ἁπασῶν, ἑκάστης ἰδίᾳ κατ’ εἶδος. ἤτοι γὰρ οὐκέτ’ ἐπιῤῥεῖ τῷ δεδεγμένῳ τὴν ἕλκωσιν μορίῳ μοχθηρὸς χυμὸς, ἢ ἐπιῤῥεῖ· μηκέτι μὲν οὖν ἐπιῤῥέοντος, αὐτὸ μόνον ἰᾶσθαι χρὴ τὸ πεπονθός· εἰ μὲν ἤτοι πελιδνὸν, ἢ μέλαν, ἢ ἐρυθρὸν εἴη, σχάζοντάς τε καὶ τοῦ αἵματος ἀφαιροῦντας· εἶθ’ οὕτως παραχρῆμα μὲν ἐπιθέντας, ὡς αὐτὸς ἔλεγε, σπόγγον ξηρότερον μᾶλλον ἢ ὑγρότερον· οὐ γὰρ ἀγνοήσειν οἶμαί τινα τὸ ἢ μόριον ἀποφάσεως ἔχον ἐνταῦθα δύναμιν, ὡς εἰ καὶ οὕτως εἶπε, ξηρότερον, οὐχ ὑγρότερον· ἔπειτα δὲ τοῖς ξηραίνουσι φαρμάκοις χρωμένους, εἶτ’ εἰ πάλιν δεήσειεν, αὖθις αἵματος ἀφαιροῦντας· εἶτ’ αὖθις τὰ τοιαῦτα ποιοῦντας ἄχρις ἂν ἐξυγιασθῇ τελέως· εἰ δὲ τὰ χείλη σκληρὰ καὶ τυλώδη φαίνοιντο, περιτέμνοντας αὐτά. καὶ γὰρ δὴ καὶ περὶ τούτων φησί· τῶν δ’ ἑλκέων τὰ κυκλοτερῆ ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ περιτέμνειν χρὴ τὰ ἀφεστῶτα, ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τοῦ ἀνθρώπου. γέγραφε δὲ καὶ περὶ τῶν ἅμα τοῖς ἕλκεσιν ὄγκων
285
ἁπάντων, ὡς χρὴ θεραπεύειν, ἕκαστον· ὡσαύτως δὲ καὶ περὶ τῶν κιρσῶν· ὅταν καὶ διὰ τούτους ἕλκη δυσίατα γίγνηται, δῆλον ὡς ἐπιῤῥέοντός τινος ἐξ αὐτῶν τοῖς ἡλκωμένοις μορίοις. οὕτως δὲ κᾀπειδὰν ἐξ ὅλου τοῦ σώματος ἡ ἐπιῤῥοὴ γίγνηται, καθαίρειν κελεύει τὸ πᾶν ἐν οὐδενὶ τούτων ἀπὸ τοῦ χρόνου τὴν ἔνδειξιν. λαμβάνων; ἐπεί τοι καὶ γελοῖον ἀπὸ μιᾶς κοινότητος ἐνδείξεις οὕτω πολλὰς καὶ διαφερούσας καὶ πολλάκις ἐναντίας γίγνεσθαι. εἰ γὰρ καὶ συγχωρήσαιμεν ἔνδειξίν τινα περὶ τοῦ χρόνου λαμβάνεσθαι, τίς ποτέ ἐστιν αὐτὴ δίκαιον εἰπεῖν, αὐτὴν ἑνὶ κεφαλαίῳ περιλαβόντα, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ποιοῦμεν οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς ὁ Θεσσαλός. ἓν γοῦν ἐνδείκνυται καθόλου τὸ στεγνὸν πάθος αὐτῷ τὸ χαλᾷν ὥσπερ γε καὶ τὸ ῥοῶδες ἓν ἕτερον τὸ στέλλειν. ἀλλὰ καὶ κατ’ αὐτὰ τὰ ἕλκη τὸ μὲν ῥυπαρὸν καθαίρεσθαι δεῖται, τὸ δὲ κοῖλον πληροῦσθαι· καὶ τὸ μὲν ὁμαλὲς ἐπουλοῦσθαι, τὸ δὲ ὑπερσαρκοῦν καθαιρεῖσθαι, καὶ κατ’ αὐτὸν ἐκεῖνον· λεξάτω τοίνυν ἡμῖν οὕτω
286
κᾀπὶ τοῦ κεχρονισμένου τι τοιοῦτον ἕτερον ἓν, ὡς ἐπ’ ἐκείνων ἑκάστου· ἀλλ’ οὐκ ἔχει· καὶ γὰρ καὶ περιτέμνειν αὐτά φησι χρῆναι. καίτοι τίς ἂν ἔνδειξις αὕτη νοῦν ἔχουσα περὶ τοῦ χρόνου γίγνοιτο; καὶ τῷ διὰ τοῦ νάπυος χρῆσθαι φαρμάκῳ, καθ’ οὗ τὸ κενὸν ὄνομα φθέγγεται, τὴν μετασύγκρισιν· ἔτι τε πρὸς τούτοις, τοῖς ἀπὸ ῥαφανίδων ἐμέτοις· καὶ τελευτῶν ἐπειδὰν μηκέθ’ εὑρίσκῃ μηδὲν, ἐλλεβόρῳ; ἀλλὰ ταῦτα μὲν, ὡς ἔφην, κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον εἰρήσεται, δεικνύντων ἡμῶν ὡς οὐδὲν ἐπ’ οὐδενὸς νοσήματος ὁ χρόνος ἐνδείκνυται, σημεῖον μέντοι πολλάκις γίγνεται τῆς διαθέσεως.

Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὸν Ἱπποκράτην· θαυμάζω γὰρ τῆς ἀκριβείας τὸν ἄνδρα κᾀν τοῖς ἄλλοις ἅπασιν, οὐχ ἥκιστα δὲ κᾀν τῷ μὴ παραλιπεῖν εἰς ἔνδειξιν διαφέροντα σκοπὸν οὐκ ἐφ’ ἑνὸς μόνον ἢ δυοῖν, ἀλλ’ ἐπὶ πάντων ἁπλῶς τῶν νοσημάτων. ἔστι δ’ οὗτος ὁ ἀπὸ τῆς ἰσχύος τῆς διαθέσεως λαμβανόμενος· οὐ μόνον οἱ μεθοδικοὶ παρεῖδον, οὐδὲν γὰρ τοῦτό γε θαυμαστὸν, ἀλλὰ καὶ τῶν λογικῶν οἱ

287
πλεῖστοι· καὶ καθ’ ἕτερον τρόπον ἅπαντες οἱ ἐμπειρικοί. ἐπειδὰν γὰρ ἐπὶ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ κένωσιν ἑαυτοῖς τετηρῆσθαι λέγωσιν, ἄντικρυς ὁμολογοῦσιν, ὡς εἰς οὐδὲν ἄλλο τῶν περὶ τὸν κάμνοντα γιγνομένων ἀποβλέποντες, ἐπὶ τὸ κενοῦν παραγίγνονται. καὶ οὐ τοῦτό φημι διότι καὶ αἱ καθάρσεις κενώσεις εἰσὶν, οὐδ’ αὗται πρὸς τῆς πληθωρικῆς διδασκόμεναι συνδρομῆς, ἀλλ’ ὅτι καὶ τὴν φλεβοτομίαν αὐτὴν ἐνίοτε, καίτοι μὴ παρούσης τῆς πληθωρικῆς συνδρομῆς, δίκαιόν ἐστι παραλαμβάνειν. εἰ γὰρ ἰσχυρὸν εἴη τὸ νόσημα καὶ ῥώμη δυνάμεως, οὐκ ἔστιν ὅστις οὐκ ἂν φλεβοτομήσειε τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης. αὐτοὺς γοῦν ὁρῶμεν τοὺς ἐμπειρικοὺς, ἐπειδὰν ἐκ καταπτώσεώς τινος ἢ ἄλλης πληγῆς θλασθῇ μέρη τινὰ τοῦ σώματος ἰσχυρῶς, ἐπὶ τὴν φλεβοτομίαν ἐρχομένους· καίτοι μικρὸν ἔμπροσθεν ὑγιαίνεν ἐκεῖνος, μηδεμίαν ἔχων πληθωρικὴν συνδρομήν. ᾧ δῆλον ὡς οὐχ οὗτός ἐστιν ὁ σκοπὸς τῆς φλεβοτομίας, ἀλλ’ ἥ-τε τοῦ νοσήματος ἰσχὺς καὶ ἡ ῥώμη τῆς. δυνάμεως, ἀφωρισμένων τοῦ λόγου τῶν παιδίων. καὶ γὰρ αὖ καὶ καθ’ ἕτερον τρόπον, εἴ τις ὑγιαίνων
288
ἔτι καὶ μηδὲν μηδέπω βεβλαμμένος ἐν τῇ πληθωρικῇ γένοιτο συνδρομῇ, τοῦτον οὐκ ἀνάγκη φλεβοτομεῖν· ἀλλ’ ἀρκεῖ τῷ μὲν ἀσιτία, τῷ δὲ ὀλιγοσιτία, τῷ δ’ ὑπαγωγὴ γαστρὸς, ἢ κάθαρσις, ἢ πλείω λουτρά· τῷ δέ τινι καὶ γυμνάσιον ἤρκεσε μόνον ἢ τρίψις πολλή· φλεβοτομία δ’ οὐκ ἐξ ἀνάγκης, οὐδ’ ὑπ’ αὐτῶν τῶν ἐμπειρικῶν τοῖς οὕτως ἔχουσι προσάγεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ἡ κάθαρσις ἐπὶ μόνῳ πλήθει χυμῶν μοχθηρῶν δεόντως παραλαμβάνεται· ἀλλ’ ὥσπερ ἡ φλεβοτομία διά τε πλῆθος αἵματος καὶ ἰσχυρὰν νόσον, οὕτω καὶ ἡ κάθαρσις διά τε πλῆθος ἑτέρου τινὸς χυμοῦ καὶ ἰσχὺν νοσήματος. περὶ μὲν τῆς φλεβοτομίας ἐν ἑτέρῳ τέ μοι διῄρηται λόγῳ κᾀν τοῖς ἑξῆς εἰρήσεται· περὶ δὲ τῆς καθάρσεως ἐν τῷδε τῷ λόγῳ δίειμι· χρῄζουσι γὰρ αὐτῆς οἱ κάμνοντες οὐχ ὡς τὸ λυποῦν περίττωμά καθαιρούσης μόνον, ἀλλὰ καὶ ὡς ἀντισπώσης τε καὶ κενούσης καὶ διὰ τοῦθ’ Ἱπποκράτης ἔν τε τοῖς ἄλλοις ἅπασι συγγράμμασι κᾀν τῷ περὶ τῶν ἑλκῶν ἐπισκοπεῖται καὶ τὴν ἰσχὺν τοῦ νοσήματος εἰς ἔνδειξιν
289
καθάρσεως. ὑποκάθαρσις γὰρ, φησὶ, τῆς κάτω κοιλίης ξυμφέρει τοῖς πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι καὶ ἐν κοιλίῃ καὶ ἐν ἄρθροισι καὶ ὅσα σφακελίσαι κίνδυνος καὶ ὅσα ῥάπτεται καὶ τοῖς ἐσθιομένοισι καὶ ἕρπησι καὶ τοῖσιν ἄλλοισι τοῖσι πεπαλαιωμένοισι τὰ ἕλκεα καὶ ὁκοῖα δ’ ἂν μέλλῃ τις. ἐπιδέειν, ὑποκαθαίρειν τὴν κάτω κοιλίην. ἐν τούτῳ τῷ λόγῳ σαφῶς ἡμᾶς ἐδίδαξεν ὅτι τοῖς ἕλκεσιν ἅπασι καὶ τοῖς τρώμασιν, ὅταν ἰσχυρὰ γένηται κάθαρσις, συμφέρει. τριχῶς γὰρ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν ἄλλων παθῶν ἁπάντων ἰσχυρῶν γιγνομένων, ἢ διὰ τὸ κύριον τοῦ πεπονθότος μέρους, ἢ διὰ τὸ μέγεθος τῆς διαθέσεως, ἢ διὰ τὴν κακοήθειαν, ἑκάστου τούτων ἰδία φαίνεται μεμνημένος, ὁ Ἱπποκράτης ἐπὶ μὲν τῶν ἐν τῇ κεφαλῇ καὶ κοιλίᾳ τρωμάτων τὸ κύριον ἐμφαίνων τοῦ τετρωμένου μορίου. κοιλίαν δ’ ὅτι μὴ τὴν κάτω μόνην ἀκούειν νῦν χρὴ, ἀλλὰ καὶ τὴν ἄνω, πρόδηλον οἶμαι παντί διαιρουμένου γὰρ τοῦ μεταξὺ τραχήλου καὶ σκελῶν κύτους εἰς δύο μεγίστας κοιλότητας,
290
ἡ πρώτη μὲν ὑπὸ τοῦ θώρακος, ἡ δευτέρα δ’ ὑπὸ τοῦ περιτοναίου περιέχεται. καὶ δὴ τῶν τρωμάτων ὅ τι ἂν εἴη εἴσω τοῦ θώρακος, ἢ εἴσω τοῦ περιτοναίου διασχῇ, κίνδυνον οὐ σμικρὸν ἐπιφέρει, καὶ μάλισθ’ ὅταν συντρώσῃ τι τῶν ἔνδον· ἀλλὰ καὶ ὅτι ταχέως κακοήθη γίνεται πάντα τὰ ἐν τοῖς ἄρθροις τρώματα, καὶ τοῦτο σχεδὸν ἅπαντες ἴσασιν, ἐκ μὲν τῆς πείρας μόνης μεμαθηκότες οἱ ταύτῃ μόνῃ προσέχοντες τὸν νοῦν, ἐκ δὲ τῆς φύσεως αὐτῶν τῶν τετρωμένων ὀργάνων οἷς ἐσπουδάσθη φύσεως σώματος ἐπιστήμην ἔχειν. ὅπου γὰρ τένοντες καὶ νεῦρα καὶ ἄσαρκα καὶ ὀστώδη χωρία. κίνδυνος ἐνταῦθα καὶ ὀδυνηθῆναι καὶ ἀγρυπνῆσαι καὶ σπασθῆναι καὶ παραφρονῆσαι· ταῦτά τε οὖν τὰ τρώματα καὶ πρὸς τούτοις ὅσα ῥάπτεται, τουτέστιν ὅσα οὕτως ἐστὶ μεγάλα ὡς ῥαφῆς χρῄζειν, ἢ εἰ μὴ ταύτης, ἀλλ’ ἐπιδέσεως γοῦν, ὑποκαθαίρεσθαί δεῖται. λέλεκται δ’ ἐν τῷ πρόσθεν λόγῳ διότι χρὴ τὰ μεγάλα τῶν ἑλκῶν ἢ ῥαφαῖς, ἢ ἐπιδέσεσι συνάγεσθαι. καὶ μὲν δὴ καὶ ὅσα σφακελίσαι κίνδυνος, ἐν μεγέθει δηλονότι φλεγμονῆς ἐστι. καὶ τοίνυν καὶ τὰ ἐσθιόμενα,
291
τουτέστι τὰ ἀναβιβρωσκόμενα, κακοήθη τε ἅμα καὶ κακοχυμίας ἐστὶν ἔκγονα. καὶ οἳ ἕρπητες δ’ ἐπὶ χολώδει περιττώματι συνίστανται· καὶ τὰ ἄλλᾳ σύμπαντα τὰ παλαιούμενα κατά τινα τοιαύτην γίνεται πρόφασιν· ὥστ’ εὐλόγως ἐπὶ πάντων τούτων ὑποκαθαίρειν συμβουλεύει. καὶ μὲν δὴ καὶ προελθὼν ἔτι τάδε φησίν· ἐπὶ παντὶ ἕλκει ἐρυσιπέλατος ἐπιγενομένου κάθαρσιν ποιέεσθαι τοῦ σώματος ἐφ’ ὁπότερα ξυμφέρει τῷ ἕλκει, εἴτε ἄνω εἴτε κάτω· τούτου δ’ αὐτοῦ πάλιν ἡμᾶς τὸν διορισμὸν ἐν τῷ περὶ χυμῶν ἐδίδαξεν, ἀντισπᾷν μὲν κελεύων εἰς τἀναντία, παροχετεύειν δ’ εἰς τὰ πλάγια· καὶ μὲν δὴ καὶ ὡς ἐπειδὰν μάλιστα ῥέπῃ, τότε ἀντισπαστέον· εἴρηται καὶ περὶ τούτου κατ’ ἐκεῖνο τὸ βιβλίον. ὥστε καὶ νῦν; εἰ μὲν ἔτι φέροιτο σφοδρῶς τὸ ῥεῦμα; διὰ τῶν ἐναντίων ἀντισπάσομεν· ἄνω μὲν γενομένου τοῦ ἕλκους κάτω καθαίροντες, εἰ δ’ ἐν τοῖς κάτω μέρεσι συσταίη, τὴν ἄνω κοιλίαν κενοῦντες· ἤδη δὲ καὶ πεπαυμένου καὶ κατὰ τὸ μόριον ἐστηριγμένου παροχετεύειν ἄμεινον· ἐγγυτέρω γὰρ ἡ μετάληψις καὶ ἡ ὁρμὴ-καὶ ἡ ὁλκὴ τῷ καθαίροντι φαρμάκῳ
292
ῥᾴων ἐκ τοῦ πλησίον. ὅτι δ’ ὁ λόγος οὗτος ἤδη καὶ ἄλλου τινὸς ἅπτεται τῶν τῆς τέχνης μερῶν, τοῦ περὶ τὴν τῶν χυμῶν ἴασιν, οὐκ οἶμαί τινα λανθάνειν· ὅθεν κᾀν τοῖς ἑξῆς αὐτὸν ἀναγκαῖον ἔσται πάλιν ἐπαναλαβεῖν καὶ τελειῶσαι σύμπαντα. νυνὶ δ’ ὅτι τὴν ἰσχὺν τοῦ νοσήματος, ἣν εἰ καὶ μέγεθός τις ὀνομάζειν ἐθέλει, σκοπόν ἐστι ποιητέον ἡμῖν ἁφαιρέσεως αἵματος, ἢ καθάρσεως, καὶ ὡς Ἱπποκράτης ἀπάντων πρῶτος ὧν ἴσμεν ἐξεῦρε τοῦτον τὸν σκοπὸν ἐπιδεῖξαι βούλομαι. περὶ μὲν οὖν τῶν ἄλλων νοσημάτων ἐν τοῖς ἑξῆς λόγοις ἐπιδείξω, περὶ δὲ τῶν ἑλκῶν ἐν τῷδε. τὰ μὲν οὖν τῶν καθάρσεων ἤδη μοι λέλεκται. τριχῶς γὰρ ἑκάστου νοσήματος ἰσχυροῦ γενομένου, διὰ τὸ κύριον τοῦ πεπονθότος μορίου, διὰ τὸ μέγεθος τῆς διαθέσεως καὶ τρίτην τὴν κακοήθειαν αὐτοῦ, ἁπάντων τούτων ἐμνημόνευσεν Ἱπποκράτης ἐν τῷ τῆς καθάρσεως λόγῳ. τί δὴ οὖν, ἴσως φησί τις, οὐχὶ καὶ φλεβοτομεῖν ἐνίοτε συμβουλεύει διὰ τὰς αὐτὰς προφάσεις; ἐμοὶ γοῦν δοκεῖ καὶ τοῦτο κελεύειν, ἀλλὰ διὰ ταχέων τε καὶ μετ’ ἀποδείξεως, ὡς αὐτῷ τε τούτῳ καὶ τοῖς
293
ἄλλοις παλαιοῖς ἦν ἔθος. εἴσῃ δὲ πρῶτον μὲν ἀναγνοὺς τήνδε τὴν ῥῆσιν αὐτοῦ ἕλκει νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, συμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἢ ἔλασσον· φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα. μετὰ δὲ ταύτην ἐν τῷ περὶ ἑλκῶν γεγραμμένην ἀναμνησθεὶς ὧν ἐν τοῖς ἄλλοις ἅπασι συγγράμμασι πολλάκις ὑπέθετο, μιμητὴν ἀξιῶν εἶναι τὸν ἰατρὸν οὐ τῆς φύσεως μόνον, ἀλλὰ κᾀκείνων ὅσα αὐτόματα ὠφελεῖ, σαφῶς ἂν ἤδη τὴν γνώμην εἰδείης τοῦ παλαιοῦ περὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως ἐπὶ τῶν ἰσχυρῶν τραυμάτων· εἰ γὰρ δὴ συμφέρει μὲν αἷμα ῥυῆναι τοῖς τοιούτοις, οὐκ ἐῤῥύη δὲ, τὸ λεῖπον αὐτὸν χρὴ προστιθέναι· δηλοῖ δὲ τοῦτο κᾀξ αὐτῶν ὧν ἐπιφέρει, συνάπτων γοῦν τῇ προειρημένῃ ῥήσει τήνδε φησί· καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκινὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ’ αὐτῶν τῶν ἑλκέων καὶ ἀπὸ τῶν περιεχόντων τὸ ἕλκος. ἐπειδὴ γὰρ προειρήκει, ἕλκει νεοτρώτῳ παντὶ ξυμφέρει αἷμα ῥυῆναι, γιγνώσκων
294
ὡς εἰ μὴ καὶ τῶν κεχρονισμένων μνημονεύσειεν, οἰήσεταί τις ἐπὶ τῶν προσφάτων μόνων οὕτως αὐτὸν ἀποφήνασθαι, διὰ τοῦτο δεόντως προσέθηκε τὸ καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ἀφαιρεῖν τοῦ αἵματος. ἀλλ’ εἴπερ ἐκεῖνο καθόλου παρ’ αὐτοῦ μεμαθήκαμεν, ὡς ἀρχομένων μὲν τῶν ῥευμάτων ἀντισπᾷν προσῆκεν, ἐστηριγμένων δὲ ἐν τῷ πεπονθότι μορίῳ τὴν κένωσιν ἢ ἀπ’ αὐτοῦ ποιεῖσθαι τοῦ πεπονθότος μορίου, ἢ ὅτι μάλιστα πλησιέστατα, πρόχειρον ἡμῖν καὶ νῦν συλλογίσασθαι περὶ τῆς τοῦ αἵματος ἀφαιρέσεως, ὡς ἐν ἀρχῇ μὲν πόῤῥωθεν ἐξ, ὑστέρου δ’ ἀπ’ αὐτῶν τῶν ἡλκωμένων προσήκει ποιεῖσθαι. καὶ μὲν δὴ καὶ τούτοις αὐτοῖς οἷς εἴρηκα προσθεὶς ὡς τὸν πλεονάζοντα χυμὸν ἐκκενοῦν ὁ Ἱπποκράτης συμβουλεύει, ποτὲ μὲν ἐπὶ τὴν τοῦ αἵματος ἀφαίρεσιν ἄξεις, ὅταν τοῦτο κρατῇ, ποτὲ δ’ ἤτοι ξανθῆς, ἢ μελαίνης χολῆς, ἢ φλέγματος ἀγωγὸν δώσεις φάρμακον, ἐκείνου μεμνημένος ἐν ἅπασι τούτοις, ὡς οὐκ ἔστιν ἕλκους ᾖ ἕλκος οὐδεμία τῶν τοιούτων ἰάσεων, ἀλλ’ ἤτοι κακοχυμίας συμπαρούσης, ἢ πλήθους, ἢ φλεγμονῆς, ἢ ἕρπητος, ἤ
295
τινος ἑτέρου τοιούτου· καὶ μὲν δὴ καὶ ὡς ἐνίοτε τῶν συμβεβηκότων τι τοῖς ἕλκεσιν ἔνδειξιν ἰδίαν ποιεῖται, καθάπερ καὶ τὸ μέγεθος. εἴρηται· δὲ καὶ περὶ αὐτῶν ἐν τῷ πρὸ τούτου γράμματι, τὰς διαφορὰς τῶν ἑλκῶν ἁπάσας, ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ τίς ἐφ’ ἑκάστου αὐτῶν ἔνδειξις, ἐξηγησαμένου μου. τὸ δ’ ἀπὸ τῆς ἰσχύος τοῦ νοσήματος ἔνδειξιν γίγνεσθαι κενώσεως, ἐν ἐκείνῳ μὲν οὐκ εἶπον τῷ λόγῳ, διότι τε μακροτέρας ἀποδείξεως ἐδεῖτο καὶ τὴν τοῦ ὅλου σώματος ἐπιμέλειαν οὐ συνῆπτον ἐν αὐτῷ τοῖς ἕλκεσιν, ἐνταῦθα δὲ διεξῆλθον ὅσον εἰς τὰ παρόντα χρήσιμον.

Ὁ γάρ τοι σύμπας λόγος ὑπὲρ τῆς τοιαύτης ἐνδείξεως, ἣν ἀπὸ τῆς ἰσχύος φαμὲν τοῦ νοσήματος λαμβάνεσθαι καὶ μετὰ ταῦθ’ ἡμᾶς ἀναμένει ῥηθῆναι, καθάπερ καὶ ἡ ἀπὸ τῆς ἡλικίας, καὶ προσέτι καὶ ἡ ἀπὸ τῆς τῶν χυμῶν ἰάσεως· οὕτω δὲ καὶ ἡ ἀπὸ τῶν πεπονθότων μορίων ἔνδειξις εἰς τὴν θεραπείαν γιγνομένη, τελεώτερον ἐν τοῖς ἐξῆς ὑπομνήμασιν ἀποδοθήσεται. νυνὶ μὲν γὰρ ὅσον ἀπὸ τῆς φύσεως αὐτῶν, τουτέστι τῆς κράσεώς τε καὶ οὐσίας, οἷόν τ’ ἐστὶν

296
εἰς τὰς ἰάσεις λαμβάνεσθαι λέλεκται μόνον· ἡ δ’ ἀπὸ τῆς θέσεώς τε καὶ διαπλάσεως, ἔτι τε χρείας, ἀναισθησίας τε καὶ δυσαισθησίας ἔνδειξις οὐκ εἴρηται· λεγέσθω δὲ καὶ περὶ τούτων ὅσον εἰς τὴν τῶν ἑλκῶν ἴασιν διαφέρει. τὸ μὲν οὖν αἰσθητικὸν μόριον ἀνωδύνως ὅτι μάλιστα χρὴ πειρᾶσθαι θεραπεύειν εἴρηται δ’ ἐν τοῖς περὶ φαρμάκων ἡ τῶν ἀνωδύνων ὕλη. τὸ δὲ δυσαισθητότερον ἐγχωρεῖ καὶ διὰ τῶν σφοδροτέρων, εἰ ἡ διάθεσις οὕτω κελεύει· καὶ μὲν δὴ καὶ τοῦ μὲν κυρίου μορίου τὸν τόνον χρὴ φυλάττειν, ὡς ἐπὶ πλέον ἐν τοῖς περὶ φλεγμονῆς λογισμοῖς ἀποδείξομεν· εἰ δέ τι μὴ τοιοῦτον, ἐγχωρεῖ τοῦτο καὶ τὴν χαλαστικὴν ἀγωγὴν τῆς θεραπείας ἀλύπως δέχεσθαι. ταυτὶ μὲν οὖν ἐν τοῖς ἐφεξῆς ἐπιπλέον ἐροῦμεν, ἐν δὲ τῷ παρόντι λόγῳ τὴν ἀπὸ τῆς θέσεώς τε καὶ διαπλάσεως τῶν μορίων ἔνδειξιν ἔτι προσθέντες, οὕτω καταπαύσομεν καὶ τουτὶ τὸ τέταρτον βιβλίον. ἐντεῦθεν γοῦν ἐπενοήθη τὸν μὲν κατὰ τὴν κοιλίαν ἡλκωμένον πίνειν τὰ φάρμακα, τὸν δὲ κατὰ τὸν στόμαχον, οὐχ ἅπαξ οὐδ’ ἀθρόως ὅλα προσφέρειν, ἀλλὰ κατὰ βραχύ τε καὶ συνεχῶς· ἐν γὰρ
297
τῷ παρέρχεσθαι καὶ ψαύειν ἡ ὠφέλεια τούτοις ἐστὶν, οὐκ ἐν τῷ περιέρχεσθαι καὶ πλησιάζειν ἐπὶ πλείονα χρόνον, ὥσπερ τῇ γαστρί. καὶ μὲν δὴ καὶ ὡς χρὴ παχύτερα προσφέρειν ταῦτα καὶ γλίσχρα, παρὰ τῆς θέσεώς τε καὶ διαπλάσεως ἡ ἔνδειξις. ἐπεὶ γὰρ δίοδός τις ὁ στόμαχός. ἐστι τῶν ἐσθιομένων τε καὶ πινομένων, διὰ τοῦτο πάντων τῶν ἔχεσθαί τε καὶ περιπήγνυσθαι καὶ προσκολλᾶσθαι δυναμένων ἐστὶ χρεία φαρμάκων, οὐ τῶν ἀποκλύζεσθαι καὶ διαῤῥεῖν ἑτοίμως πεφυκότων. περιπήγνυται μὲν οὖν παχέα, κολλᾶται δὲ τὰ γλίσχρα. τὰ δ’ ἐν τοῖς παχέσιν ἐντέροις ἕλκη τῶν διὰ τῆς ἕδρας ἐνιεμένων χρῄζει μᾶλλόν φαρμάκων ἐγγυτέρω γὰρ ταύτης ἐστί· τὰ δ’ ἐν τοῖς λεπτοῖς ἀμφοτέρων· ποῤῥωτέρω γὰρ ἤδη ταῦτ’ ἐστὶ καὶ μέσα τῇ θέσει τῶν ἄνωθέν τε λαμβανομένων καὶ κάτωθεν ἐνιεμένων φαρμάκων. κοινὴ δ’ ἐπὶ πάντων τῶν ἐντὸς μορίων ἔνδειξις αἱρεῖσθαι μὲν τὰ συνηθέστατα τοῦ ζώου τῇ φύσει καὶ σιτία καὶ φάρμακα· φεύγειν δὲ καὶ ἀποτρέπεσθαι τἀναντία· καίτοι γ’ ἐπὶ τῶν ἐκτὸς ἑλκῶν ἄλυπος
298
καὶ ἡ τῶν τοιούτων χρῆσις, ἰοῦ καὶ χαλκοῦ κεκαυμένου καὶ λεπίδος χαλκοῦ καὶ καδμείας καὶ πομφόλυγος καὶ λιθαργύρου καὶ ψιμμυθίου. ταῦτ’ οὖν καὶ τὰ τοιαῦτα μὴ προσφέρειν τοῖς ἐντός. εἴρηται δὲ περὶ τῆς φύσεως αὐτῶν ἔν τε τῷ τρίτῳ περὶ κράσεων κᾀν τοῖς περὶ φαρμάκων. αἱρεῖσθαι δὲ καὶ τὰς τροφὰς, εἰ μὲν εἰς οὐλὴν ἀγαγεῖν, ἢ κολλῆσαι βουλοίμεθα τὸ ἕλκος, αὐστηράς τε καὶ γλίσχρας καὶ ἀδήκτους· εἰ δ’ ἀνακαθῆραι, ῥυπτούσας μετρίως. εἰς μὲν δὴ τοῦτο πάντων ἄριστον μέλι ἄπεφθον, τὰ δ’ αὐστηρὰ πόματα καὶ αἱ τοιαῦται τροφαὶ πρόδηλοι παντί. καλῶ δ’ αὐστηρὸν ὅπερ καὶ στῦφον ὀνομάζεται, τὸ στρυφνὸν δὲ ἐπιτεταμένον ἐστὶν αὐστηρόν. ὅσα δὲ φάρμακα λαμβάνεται τοῖς ἐντὸς ἄλυπα γέγραπται μὲν ἐν τοῖς περὶ φαρμάκων, εἰρήσεται δὲ καὶ νῦν ὁ τύπος αὐτῶν. ὑποκυστὶς δὴ βαλαύστιον καὶ κύτινοι ῥοιῶν καὶ κηκὶς καὶ ῥοιᾶς λέμματα καὶ Σάμιος ἀστὴρ καὶ Λημνία-σφραγὶς καὶ χυλὸς ῥοῦ καὶ ῥόδων, ἀκακία τε καὶ τἄλλα ὅσα τοιαῦτα τοῖς ἐντὸς ἕλκεσιν ἀρήγοντα, βλάβην δ’
299
οὐδεμίαν ἐργάζεται περὶ τὰ σπλάγχνα. διδόναι δ’ αὐτὰ διά τινος τῶν στυφόντων ἀφεψήματος, ἢ μήλων κυδωνίων, ἢ σχίνου, ἢ βάτου ἀκρεμόνων, ἢ ἀμπέλων, ἢ μύρτων, ἢ καὶ δι’ οἴνου τινὸς τῶν αὐστηρῶν. εὔδηλος δὲ ἡ τοῦ οἴνου χρῆσις, ὡς πεφυλάχθαι χρὴ τὸν καιρὸν τῶν φλεγμονῶν· ἄλλως δ’ οὐδὲν κωλύει διδόναι. εὔδηλον δὲ ὡς καὶ ἀναλαμβάνειν χρὴ τὰ τοιαῦτα φάρμακα, παρασκευάζοντα διά τε τῶν εἰρημένων ὑγρῶν καὶ προσέτι τραγακάνθης τε καὶ κόμμεως ἐπιμιγνύντα καὶ μάλιστα τοῖς ἐν στομάχῳ προσάξειν μέλλοντα. καὶ μὲν δὴ καὶ ἀνακογχυλίζεσθαι μὲν τοῖς κατὰ τὴν φάρυγγα καὶ τὰ παρίσθμια προσφέροντα κελεύειν χρὴ, κατέχειν δ’ ὕπτιον ἐπὶ πλεῖστον ἐν τῷ στόματι χαλαροὺς ἐργασάμενον ἅπαντας τοὺς τῇδε μῦς, ἐπὶ τῶν κατὰ τὴν ἀρτηρίαν ἑλκῶν· παραῥῥεῖ γὰρ οὕτως ἀτρέμα καὶ κατὰ βραχὺ, σαφῶς καὶ αἰσθητῶς εἰς αὐτὴν τὴν ἀρτηρίαν τοῦ φαρμάκου· καὶ γὰρ κᾀν τῷ κατὰ φύσιν ἔχειν εὖ εἰδέναι χρὴ παρηθούμενον οὐκ ὀλίγον ἐνταῦθα τοῦ πόματος. ἀλλ’ ὥσπερ ὑγιαινόντων, οὕτω
300
καὶ νοσούντων φυλάττεσθαι χρὴ τὸ πλέον, ὡς βηχῶν κινητικόν. ἄχρι μὲν γὰρ ἂν ἐν κύκλῳ παρὰ τὸν χιτῶνα τῆς ἀρτηρίας ὡσπερεὶ παρὰ τοῖχον ὕδωρ φέρηται τὸ ὑγρὸν, οὐκ ἐργάσεται βῆχα, τὸ δ’ εἰς τὰς ὁδοὺς μέσας τοῦ πνεύματος ἐμπῖπτον εὐθὺς βηχώδεις ἀποτελεῖ. ταῦτά γε οὖν ἀπὸ τῆς θέσεως καὶ διαπλάσεως τῶν μορίων εἴληπται πάντα· καὶ πρὸς τούτοις ἔτι τὸ συμμιγῆναι μέλιτος ἅπασι τοῖς πρὸς τὰς ἑλκώσεις φαρμάκοις ἐπὶ τὸν κατὰ τὸν θώρακα καὶ τὸν πνεύμονα· μόνα γὰρ εἴπερ ἐπὶ τούτων αὐστηρὰ προσφέροις φάρμακα, χρονίζει κατὰ τὴν γαστέρα. τῆς οὖν ἀναδόσεως αὐτῶν ὄργανον ὑπάρχει τὸ μέλι καὶ ἔστιν οἷον ὄχημά τι ταχείας φορᾶς, ἅμα τῷ μηδὲ βλάπτειν ἕλκη. κατὰ δὲ τὸν αὐτὸν λόγον αὐτό τε τὸ μέλι καὶ τῶν οὔρησιν κινούντων τινὰ μίγνυσθαι χρὴ τοῖς τῶν ἑλκῶν φαρμάκοις, ἐπειδὰν τὰ κατὰ τὴν κύστιν καὶ τοὺς νεφροὺς ᾖ πεπονθότα. τὸ δὲ καὶ τὰς διαγνώσεις τῶν ἡλκωμένων μορίων, ἀπό τε τῆς οὐσίας αὐτῶν καὶ τῆς ἐνεργείας καὶ χρείας γίγνεσθαι καὶ τῆς θέσεώς τε καὶ διαπλάσεως, εὔδηλον μὲν οἶμαι, κᾂν ἐγὼ μὴ λέγω, δείκνυται δ’
301
αὐτάρκως κᾀν ταῖς περὶ τῶν πεπονθότων τόπων διαγνώσεσιν· ἀλλ’ οὐ πρόκειται νῦν περὶ ἐκείνων λέγειν· αὖθις οὖν ἐπὶ τὴν θεραπευτικὴν μέθοδον ἐπάνειμι. φημὶ δὴ καὶ ταῦτα καὶ ἄλλα πολλὰ τὴν τῶν μορίων ἐνδείκνυσθαι θέσιν τε καὶ διάπλασιν· ἐπιδῆσαι γὰρ τὸ ἡλκωμένον μόριον οὐκ ἐγχωρεῖ καλῶς ἄνευ τοῦ λαβεῖν τὴν ἔνδειξιν ἢ ἐκ τῆς διαπλάσεως, ἢ ἐκ τῆς θέσεως, ἢ ἐκ συναμφοτέρων· ἐνιέναι τε τὸν αὐλίσκον τοῦ κλυστῆρος εἰς τὴν ἕδραν ἐπιτηδείως οὐχ οἷόν τε χωρὶς τῆς τοιαύτης ἐνδείξεως. καὶ μὴν καὶ διὰ τοῦ καυλοῦ φάρμακον ἐνιέναι πολλάκις εἰς τὴν κύστιν. ἀναγκαῖόν ἐστι. περὶ μὲν γὰρ τοῦ καθετῆρος οὐδὲν δέομαι λέγειν, ὡς οὐχ οἷόν τέ ἐστι καλῶς. χρήσασθαι αὐτῷ χωρὶς τοῦ καὶ θέσιν ἀκριβῶς ἐπίστασθαι καὶ διάπλασιν ὅλης τῆς κύστεως. ἐν μὲν δὴ τοῖς τοιούτοις ἅπασι πρόδηλον ὡς οὐκ ὀλίγον εἰς τὴν ὅλην θεραπείαν ὁ πεπονθὼς τόπος συνενδείκνυται. ἐπὶ δὲ τῶν καλουμένων ῥηγμάτων, πλέονες ἐνδείξεις φαίνονται συντρέχειν εἰς ταὐτό καὶ γὰρ καὶ ἡ ἀπὸ τῆς θέσεως ὀρθῶς ἂν ἐξετάζοντο· διότι γὰρ ἐν βάθει τοῦ σώματός ἐστι καὶ κατακέκρυπται,
302
διὰ τοῦτο καὶ τῆς θεραπείας ἐξηλλαγμένης παρὰ τὰ φαινόμενα δεήσεται. διότι δὲ σὺν ἐκχυμώσει μὲν πάντως, ἐνίοτε δὲ καὶ σὺν περιθλάσει τῆς ἐῤῥωγυίας σαρκὸς ἀποτελεῖται, διὰ τοῦτο πλείους ἰάσεις ἐνδείξεται· ἀεὶ γὰρ τῷ πλήθει τῶν διαθέσεων οἱ πρῶτοι σκοποὶ τῶν ἰάσεων ἰσάριθμοι. λεχθήσεται μὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ τῆς φλεγμονῆς λογισμοῖς ὡς ἰσχυροτέρων δεῖται φαρμάκων ἅπαντα τὰ διὰ βάθος πεπονηκότα σώματα τῶν ἐπιπολῆς ἀῤῥωστούντων. δῆλον δ’ οἶμαι καὶ νῦν ἤδη τό γε τοσοῦτον, ὡς ἐκλύεσθαι τὴν δύναμιν ἀναγκαῖόν ἐστι τῶν ἐπιτιθεμένων ἔξωθεν φαρμάκων, ὅταν ἐν τῷ βάθει κατακεκρυμμένον ᾖ τὸ δεόμενον τῆς ἀπ’ αὐτῶν ὠφελείας· ἐπιτείνειν οὖν αὐτὴν εἰς τοσοῦτον προσήκει εἰς ὅσον ἐκλύεσθαι μέλλει κατὰ τὴν εἰς τὸ βάθος ὁδόν. αἱ δ’ ἐκχυμώσεις ἅπασαι τὸν σκοπὸν τῆς ἰάσεως κένωσιν ἕξουσιν· ὥστε θερμαινόντων αὐταῖς καὶ μετρίως ξηραινόντων ἐστὶ χρεία φαρμάκων. ὅσα γὰρ ἰσχυρῶς ξηραίνει, διαφορεῖ μὲν εὐθὺς κατ’ ἀρχὰς ἐπιδηλότερον τῶν ἀσθενεστέρων, ἀπολείπει δέ τι λείψανον τῆς. διαθέσεως· σκιῤῥῶδες καὶ δυσίατον.
303
εἰρήσεται μὲν οὖν κᾀν τοῖς ἑξῆς περὶ τούτων ἀκριβέστερον, ἀλλὰ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον αὐτάρκως λέλεκται. τά τε γὰρ ὑγραίνοντα καὶ θερμαίνοντα, φάρμακα καὶ ταῦτα δὴ τὰ συνήθως ἅπασιν ὀνομαζόμενα χαλαστικὰ καὶ τούτων ὅσα βραχὺ μὲν πρὸς τὸ ξηρότερον ἀποκεχώρηκεν, οὔπω δὲ σαφῶς οὐδ’ ἐναργῶς ἐστι συντατικὰ, τῶν ἐκχυμωμάτων ἁπάντων ἐστὶν ἰάματα. χρὴ δὲ δηλονότι καὶ, ταῦτα τοῖς τῷ ἐν βάθει τοῦ σώματος ῥήγμασι συνεπιτείνεσθαί τε τῇ δυνάμει καὶ δριμύτερα προσφέρεσθαι καὶ τμητικώτερα καὶ τὸ σύμπαν εἰπεῖν ἐνεργέστερα τοσοῦτον εἰς ὅσον τοῦ δέρματος ἀποκεχώρηκε πρὸς τὸ βάθος ἡ ἐκχύμωσις. ἐκ τῶν τοιούτων εἴη ἂν καὶ ἡ τῆς σικύας χρῆσις ὠφέλιμος ὄργανον δὲ καὶ αὕτη τοῖς ἰατροῖς ἐξεύρηται βιαίας ὁλκῆς. ἐπειδὰν μέντοι διαφορηθῇ τὸ σύμπαν ἐκχύμωμα, ξηραίνειν ἤδη σφοδρότερον ἐγχωρεῖ τὸ ῥῆγμα καὶ συνάγειν ἐπιδέσει καὶ τὸ σύμπαν εἰπεῖν ἅπαντα πράττειν ὑπὲρ τοῦ συμφῦναι τὸ ἕλκος. εἰ μὲν οὖν ἐν τάχει διαφορηθείη τὸ ἐκχύμωμα, προσίεται ῥᾳδίως τὴν σύμφυσιν ἡ ἐῤῥωγνῖα σάρξ· εἰ δ’ ἐν χρόνῳ πλείονι διαφοροῖτο
304
ῥύπος ἀξιόλογον ὑποτρεφόμενον ἐν τῷ μεταξὺ τῶν χειλῶν ἵσταται τοῦ ἕλκους· ὥστ’ οὐκέθ’ οἷόν τε συμφῦναι τῷ ῥήγματι. καὶ διὰ τοῦτο πᾶν ὁτιοῦν αἴτιον ὑπομιμνήσκει ταῦτα καὶ γὰρ ῥιγώσαντες καὶ ἀπεπλήσαντες καὶ πυρέξαντες καὶ σφοδρότερον ἐνεργήσαντες τοῖς τοιούτοις μορίοις εὐθέως ἀλγοῦσιν· οὐ γὰρ συνέφυ τὰ χείλη τοῦ ῥήγματος, ἀλλὰ παράκειται μόνον· ὥστε μικρὰ πρόφασις ἀφίστησί τε ῥᾳδίως ἀπ’ ἀλλήλων αὐτὰ καὶ τὴν μεταξὺ χώραν ἐμπίπλησιν, ὑγρότητος περιττῆς. καὶ τί γὰρ ἄλλο ἢ ἐκχύμωμα γίνεται συνεχῶς αὐτοῖς ὅμοιον τῷ κατ’ ἀρχὰς, ἡνίκα τὸ πρότερον ἡ σὰρξ ἐῤῥάγη, πλὴν ὅτι νῦν ἰχῶρός τινος μᾶλλον λεπτοῦ, κατ’ ἀρχὰς δ’ αἵματος ἦν τὸ ἐκχύμωμα; διὰ τοῦτο καὶ ῥᾷον νῦν ἡ κατ’ ἀρχὰς διαφορεῖταί. ταῦτα μὲν οὖν εἴρηταί μοι πρός τε τὴν περὶ τῶν ἑλκῶν λόγον ἀποχρήσοντα, καὶ ἤδη τέλος ἐπιτίθημι καὶ τῷδε τετάρτῳ γράμματι.

305

Τὴν τῶν ἑλκῶν ἴασιν ὡς ἄν τις ἄριστα ποιοῖτο διὰ τῶν ἔμπροσθεν τοῦδε δυοῖν ὑπομνημάτων διερχόμενος, καὶ τοὺς ἄλλους μὲν ἅπαντας ἰατροὺς ὅσοι χωρὶς τοῦ ζητεῖσθαι τὰ στοιχεῖα τῶν ἁπλῶν ἐν ἡμῖν μορίων ἅπτονται τῆς τέχνης οὐ δυναμένους οὐδὲν ἰάσασθαι μεθόδῳ, πάντων δὲ μάλιστα τοὺς τὴν Θεσσαλοῦ πρεσβεύοντας αἵρεσιν; ἐπέδειξα. οἱ μὲν γὰρ ἄλλοι τά γ’ ἐν τοῖς διαφέρουσι μέρεσιν ἕλκη διαφόρως θεραπεύειν ἀξιοῦσιν ὑπὸ τῆς πείρας δεδιδαγμένοι· τοῖς δ’ ἀπὸ τοῦ Θεσσαλοῦ διὰ τὸ περιττὸν τῆς σοφίας ἅπαν

306
ἕλκος ὁμοίας δοκεῖ δεῖσθαι θεραπείας, ἐν ὅτῳπερ ἂν ᾖ μέρει τοῦ ζώου γεγονός· εἰ μὲν γὰρ εἴη κοῖλον, ἀναπληρώσεως αὐτό φασι χρῄζειν· εἰ δ’ ὁμαλὲς, ἐπουλώσεως· εἰ δ’ ὑπερσαρκοῦν, καθαιρέσεως· εἰ δ’ ἔναιμόν τε καὶ πρόσφατον κολλήσεως· ὥσπερ τῷ ταῦτα γινώσκειν, ἀκόλουθον ἐξ ἀνάγκης τὸ θεραπεύειν ὀρθῶς, ἀλλ’ οὐχὶ κοινὸν μὲν τοῦτο καὶ πρὸς τοὺς ἰδιώτας ὑπάρχον, οὐδεὶς οὖν ἀγνοεῖ τῶν ῥηθέντων οὐδέν. οὐ μὴν οὔθ’ ὡς χρὴ σαρκῶσαι τὸ κοῖλον οὔθ’ ὡς ἐπουλῶσαι τὸ πεπληρωμένον, ἢ καταστεῖλαι τὸ ὑπεραυξανόμενον, ἢ συμφῦσαι τὸ καθαρόν τε καὶ μὴ κοῖλον ἐπίστανται· μόνον γὰρ, οἶμαι, τῶν ἰατρῶν τὰ τοιαῦτα τῶν ἔργων ἐστὶν ἤτοι γ’ ἐκ λόγου τινὸς, ἢ ἐξ ἐμπειρίας, ἢ ἐκ συναμφοτέρου τὴν εὕρεσιν ἔχοντα. πάλιν οὖν ἀναλαβόντες ἐν κεφαλαίοις, ὑπὲρ αὐτῶν διεξέλθωμεν ἕνεκα τοῦ συνάψαι τὴν ἀρχὴν τῶν μελλόντων λεχθήσεσθαι τῇ τελευτῇ τῶν φθανόντων εἰρῆσθαι. πᾶν ἕλκος ἐδείχθη ξηραινόντων χρῄζειν φαρμάκων· ἀλλὰ τὸ μὲν κοῖλον ἧττόν τε τῶν ἄλλων καὶ πρὸς τῷ μετρίως ξηραίνειν
307
τὸ ῥύπτειν ἐχόντων, τὸ δὲ τῆς ἑνώσεως τῶν χειλῶν δεόμενον, οἶα τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐστιν ἔναιμα, τῶν τε μᾶλλον ἔτι ξηραινόντων καὶ χωρὶς τοῦ ῥύπτειν ἀτρέμα στυφόντων· ἔτι δὲ μᾶλλον ὅσα τῶν ἑλκῶν εἰς οὐλὴν ἀχθῆναι δεῖται, ξηραινόντων τε χρῄζει φαρμάκων καὶ στυφόντων οὐκ ἀγεννῶς. εἰ δὲ ἡ σὰρξ αὐτῶν ὑπὲρ τὸ κατὰ φύσιν ἀρθείη, δριμέων τε καὶ καθαιρετικῶν, ἅπερ ἐξ ἀνάγκης εἶναι θερμὰ καὶ ξηρά. συμπτώματος δέ τινος ἑτέρου προσγινομένου τοῖς ἕλκεσιν ἀπὸ τῆς ἐκείνου φύσεως ὁ σκοπὸς τῆς ἰάσεως ἐλαμβάνετο· κᾀκ τούτου πάλιν ἡ τῶν φαρμάκων δύναμις. εἰ μὲν γὰρ ῥύπος ἐπιτραφείη, τῶν ἀφαιρούντων αὐτὸν εἶναι τὴν χρείαν· ἅπερ ἅπανθ’ ὑπάρχει ῥυπτικὰ πολὺ δή. τι πλέον ἢ κατὰ τὰ σαρκοῦντα. πλέονος δ’ ὑγρότητος ἐν αὐτοῖς φανείσης, ἔτι μᾶλλον ξηραίνειν χρῆναι τὸ φάρμακον, οὐκ ἐξιστάμενον τῆς οἰκείας ἰδέας. ἀλλ’ εἰ μὲν κολλητικὸν εἴη, ξηραῖνόν τε καὶ στῦφον, εἰ δὲ σαρκωτικὸν, ξηραῖνόν τε καὶ ῥύπτον· ἐφ’ ἑκάστου τε τῶν
308
ἄλλων ὥσπερ εἴρηται. δυσκράτου δὲ τῆς ὑποκειμένης γεγονυίας σαρκὸς, ἐκείνης προτέρας ἰᾶσθαι τὴν δυσκρασίαν, τὴν μὲν ξηροτέραν τοῦ κατὰ φύσιν ὑγραίνοντας, τὴν δ’ ὑγροτέραν ξηραίνοντας, καὶ τὴν μὲν θερμοτέραν ψύχοντας; τὴν δὲ ψυχροτέραν θερμαίνοντας, καὶ εἰ κατὰ συζυγίαν δέ τίνα δύσκρατος ὑπάρχοι, καὶ τὴν τοῦ φαρμάκου δύναμιν ἐξ ὑπεναντίου κατ’ ἀμφοτέρας αἱρεῖσθαι τὰς συζυγίας. κοινὸν γὰρ εἶναι τοῦτό γε τῶν παρὰ φύσιν ἁπάντων ὡς μηδὲν δύνασθαι πρὸς τὸ κατὰ φύσιν ἐπανελθεῖν ἄνευ τῶν ἐναντίων ἑαυτῷ τῇ δυνάμει. προσεπισκοπεῖσθαι δ’ ἐν τῷδε καὶ τὰς αὐτῆς τῆς δυσκρασίας αἰτίας εἴτε κοιναὶ τοῦ σώματος ἅπαντας ὑπάρχοιεν, εἴτε μορίων τινῶν ἐξαίρετοι, κατὰ συμπάθειαν ἀδικοῦσαι τὸ ἡλκωμένον. ἐξιᾶσθαι δὲ προτέραν μὲν τὴν τῆς γινομένης δυσκρασίας αἰτίαν, ἐφεξῆς δὲ καὶ τῆς ἤδη γεγενημένης· εἶναι γὰρ δεῖ καὶ τοῦτον τὸν σκοπὸν ἁπάντων κοινὸν τῶν ὑπ’ αἰτίου τινὸς ἐπιγιγνομένων. ἐδείξαμεν δὲ καὶ τὰς ἀπὸ τῆς διαφορᾶς τῶν ἑλκῶν διαφόρούς ἐνδείξεις καὶ τὰς ἀπὸ τῆς
309
τῶν πεπονθότων σωμάτων κράσεως, ἑτέρως ἐχούσας ταῖς προειρημέναις. ἐκεῖναι μὲν γὰρ ἀπὸ τῶν παρὰ φύσιν ὑπάρχουσαι τῶν ἐναντίων ἅπασι χρῄζουσιν· αὗται δ’ ἐκ τῶν κατὰ φύσιν ὁρμώμεναι τῶν ὁμοίων· τὸ μὲν γὰρ ξηρότερον μόριον ξηραίνεσθαι δεῖ μᾶλλον, τὸ δὲ ἧττον τοιοῦτον ἧττον ξηραίνεσθαι χρή. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ θερμαίνεσθαί τε καὶ ψύχεσθαι· λαμβάνεσθαι. δέ τινα κᾀκ τοῦ κύριον ἢ μὴ τοιοῦτον εἶναι τὸ μόριον; εὐαίσθητόν τε καὶ δυσαίσθητον, διάφορον ἰάσεως ἔνδειξιν.

Ὅσον οὖν ὑπόλοιπον ἔτι τῆς τούτου τοῦ γένους θεραπείας ἐστὶν ἤδη λέγωμεν. ὀνομάζεται μὲν τὸ γένος τοῦτο πρὸς ἡμῶν ἕνεκα σαφοῦς διδασκαλίας ἑνώσεως λύσις, οὐδὲν διαφέρον εἰ καὶ συνεχείας εἴποιμεν. ἐγγίνεται δ’ οὐ μόνον τοῖς ὁμοιομερέσι τε καὶ ἁπλοῖς ὀνομαζομένοις μορίοις, ἀλλὰ καὶ τοῖς συνθέτοις τε καὶ ὀργανικοῖς. αἱ δὲ τῶν βοηθημάτων ἐνδείξεις ἕτεραι μὲν ἀπὸ τῶν ὁμοιομερῶν εἰσιν, ἕτεραι δὲ ἀπὸ τῶν ὀργανικῶν. ἀμφοτέρας μὲν οὖν οἱ τὴν Ἱπποκράτους μέθοδον ἀσπαζόμενοι γινώσκουσι, διότι καὶ 

310
τὴν ἑκατέρων τῶν μορίων φύσιν ἐπίστανται· τὴν δ’ ἑτέραν ἐξ αὐτῶν μόνην τὴν ἀπὸ τῶν ὀργανικῶν οἱ περὶ τὸν Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον. ὥστε κᾀν τοῖς ἐφεξῆς λόγοις ὅσα μὲν ἀπὸ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ σώματος ἢ πάθους εἰς τὴν ἔνδειξιν λαμβάνεται, τούτων οὐδενὸς ἕξουσι μέθοδον οἱ περὶ τὸν Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσα δὲ ἀπὸ τῆς διαπλάσεως, ἢ θέσεως, ἢ κυριότητος, ἢ εὐαισθησίας, ἢ τῶν ἐναντίων, οὐκ ἀγνοήσουσι. φανείη δ’ ἄν σοι σαφέστερον ὃ λέγω τῶν σωμάτων αὐτῶν προχειρισθέντων. ἐπεὶ τοίνυν ἔμπροσθεν ὑπὲρ τῶν ἐν σαρκώδεσι μέρεσι γινομένων ἑλκῶν ὁ πλεῖστός μοι λόγος ἐπεράνθη, νῦν δ’ ἤδη καιρὸς ὑπὲρ τῶν ἐν ἀρτηρίᾳ καὶ φλεβὶ καὶ νεύρῳ διελθεῖν, οὐδὲ περὶ τούτων ἁπλῶς, ἀλλὰ καὶ καθ’ ἕκαστον σπλάγχνον ἢ συλλήβδην εἰπεῖν ὀργανικὸν τοῦ ζώου μόριον. εἰ δέ τις ἀρτηρίαν ἢ φλέβα τρωθείη μεγάλην, αἱμοῤῥαγία τε λαύρως ἐπιπίπτει τοπαραυτίκα καὶ κολληθῆναι τῷ τοιούτῳ τραύματι χαλεπὸν μὲν κᾀν τῇ φλεβί· κατὰ δὲ τὴν ἀρτηρίαν οὐ
311
χαλεπὸν μόνον, ἀλλὰ ἴσως καὶ ἀδύνατον, ὥς τινες ἀπεφήναντο τῶν ἰατρῶν. λεκτέον οὖν ὑπὲρ ἑκατέρων ἐν μέρει πρότερον μὲν τῶν αἱμοῤῥαγιῶν, δεύτερον δὲ τῶν συμφύσεων. ἐπεὶ δὲ καὶ κατὰ ἀναστόμωσίν τε καὶ τὴν καλουμένην διαπήδησιν αἱμοῥῥαγίαι γίνονται, διὰ τὴν κοινωνίαν τῶν ἰαμάτων οὐδὲν χεῖρον ἐν τῷδε μνημονεύειν αὐτῶν, εἰ καὶ δοκοῦσιν ἐξ ἑτέρου γένους εἶναι νοσημάτων. ἐκχεῖται τοίνυν αἷμα φλεβὸς καὶ ἀρτηρίας ἤτοι κατὰ τὸ πέρας ἀνεστομωμένων τῶν ἀγγείων, ἢ τοῦ χιτῶνος αὐτῶν διαιρεθέντος, ἢ ὡς ἄν τις εἴποι διηθούμενον, ἢ διιδρούμενον. ὁ μὲν οὖν χιτὼν διαιρεῖται τιτρωσκόμενός τε καὶ θλώμενος καὶ ῥηγνύμενος καὶ διαβιβρωσκόμενος. ἀναστόμωσις δὲ γίνεται διά τε ἀτονίαν ἀγγείου καὶ πλῆθος αἵματος ἀθρόως ῥεύσαντος ἐπὶ τὸ στόμιον αὐτοῦ καί τινα ποιότητα προσπίπτουσαν ἔξωθεν αὐτῷ δριμεῖαν. ἡ δὲ διαπήδησις ἀραιωθέντος μὲν τοῦ χιτῶνος, λεπτυνθέντος δὲ τοῦ αἵματος ἀποτελεῖται· γένοιτο δ’ ἄν ποτε καὶ δι’ ἀναστόμωσιν ἀγγείων μικρῶν. λεκτέον οὖν ὑπὲρ ἑκάστης διαθέσεως ἐν μέρει, καὶ πρώτης γε τῆς διαιρέσεως, ἣν
312
ἐξ ἀναβρώσεως καὶ τρώσεως καὶ θλάσεως καὶ ῥήξεως ἔφαμεν γίγνεσθαι. τὰ μὲν δὴ τιτρώσκοντα τῶν αἰτίων ὀξέα τ’ ἐστὶ καὶ σύντομα, τὰ δὲ θλῶντα βαρέα τε καὶ σκληρὰ, τὰ δὲ ῥηγνύντα διὰ μέσης μὲν ἅπαντα τῆς τάσεως ῥήγνυσιν· ἔστι δὲ πλείω σφοδρότης ἐνεργείας καὶ πλῆθος χυμῶν, οὐ τὸ πρὸς τὴν δύναμιν, ἀλλ’ ὅταν ὑπὸ τῶν περιεχόντων μὴ στέγηται, καὶ κατάπτωσις ἐξ ὑψηλοῦ καί τι τῶν βαρέων καὶ σκληρῶν ἐμπεσόν. τὸ γὰρ τοιοῦτον ἐπειδὰν μὲν ἤτοι κενοῖς, ἢ ὀλιγίστην οὐσίαν περιέχουσιν ἀγγείοις ἐμπέσοι, θλάσιν ἐργάζεται, μετὰ τοῦ καὶ τὸ ἀντιστηρίζον ἔχειν σκληρόν· ἐπειδὰν δὲ πλῆρες ᾖ, φθάνει ῥηγνύειν πρὶν θλᾶσθαι, παραπλησίου τοῦ συμβαίνοντος ὄντος ὥσπερ εἰ καὶ πληρώσας ἀσκὸν ἢ κύστιν ἐπιῤῥίψαις λίθον, ἢ εἰ κατὰ τοῦ λίθου σφοδρῶς ἐπιῤῥίψαις τὸν ἀσκόν. ἔοικε δὲ μάλιστα τοῦτο τὸ γινόμενον ἐν ταῖς καταπτώσεσιν· ὃν γὰρ ἔχει λόγον ὡς πρὸς τὸν λίθον ὁ ἀσκὸς, τοῦτον ὡς πρὸς τοὔδαφος ὁ ἄνθρωπος. ὅσοι δὲ μέγιστον ἢ ὀξύτατον βοήσαντες ἔῤῥηξαν ἀγγεῖον ἐν πνεύμονι,
313
διὰ συντονίαν ἐνεργείας ἔπαθον οὕτως· ὡσαύτως δ’ αὐτοῖς καὶ ὅσοι βαρὺν ὄγκον σώματος ἢ τοῖς ὤμοις ἀναθέσθαι προὐθυμήθησαν, ἢ ἄλλως πως ἐξᾶραι διὰ ταῖν χεροῖν. ἔτι δὲ μᾶλλον ὅσοι διὰ δρόμον ὠκὺν, ἢ πηδήσαντες μέγιστα, ἤ πως ἄλλως ἰσχυρῶς τείναντές τι μόριον· ἔστι γὰρ καὶ τοῦτο παραπλήσιόν ὡς εἰ καὶ σχοινίον, ἢ ἱμᾶντα διατείναις ἐπὶ πλεῖστον. ὅτι δὲ καὶ διὰ τὸ μὴ στέγειν τὸ περιεχόμενον ἐν αὐτοῖς αἷμα, καὶ μάλισθ’ ὅταν ᾖ πνευματικὸν, οὐκ ὀλίγα ῥήγνυται, δηλοῦσιν οἵ τε πίθοι πρὸς τοῦ γλεύκους ἀναῤῥηγνύμενοι καὶ ἄλλᾳ πολλὰ τῶν ἰσχυροτάτων σωμάτων.

Εἰ μὲν οὖν ἐκ τρώσεως, ἢ βοῆς, ἢ καταπτώσεως ἡ ῥῆξις ἐγένετο, πέπαυται τὸ αἴτιον. εἰ δ’ ὑπὸ πλήθους, ἐγχωρεῖ καὶ νῦν ἔτι τὸ ἀγγεῖον ἐπὶ πλέον ἀναῤῥήγνυσθαι, μενούσης ἔτι τῆς ποιούσης αἰτίας ἐπὶ μὲν οὖν τῆσδε τῆς διαθέσεως ἐκκενωτέον ὅτι τάχιστα τὸ πλῆθος· εἶθ’ οὕτως ἐπισχετέον τὸ αἷμα· κᾄπειτα τὸ ἕλκος θεραπευτέον. ἐφ’ ὧν δὲ οὐκ ἔστι τὸ αἴτιον, ἐπισχεῖν μὲν χρὴ πρῶτον τὸ

314
αἷμα, τὸ δ’ ἕλκος ἑξῆς ἰᾶσθαι. πῶς οὖν ἐπισχῶμεν τὸ αἷμα; στεγνώσαντες μὲν τὸ ἐῤῥωγὸς, ἐκτρέψαντες δὲ καὶ ἀποστρέψαντες ἑτέρωσε τὸ δι’ αὐτοῦ φερόμενον, ὡς εἴ γε καὶ τοῦτ’ ἐπιῤῥέοι, καθάπερ ἐξ ἀρχῆς ὥρμησε, καὶ τὸ στόμιον ἴσον ἑαυτῷ διαμένοι, θᾶττον ἂν ἀπόλοιτο τὸ οὕτως αἱμοῤῥαγοῦν ξῶον ἢ τὸ αἷμα παύσαιτο κενούμενον. ἀλλὰ καὶ τό γ’ ἕλκος, ἤτοι τῶν διεστώτων χειλῶν ἐς ταὐτὸν ἀφικομένων, ἢ τοῦ στομίου φραχθέντος στεγνωθήσεται. συναχθήσεται μὲν οὖν ἐς ταὐτὸν ἀλλήλοις τὰ χείλη διά τε τῶν ἡμετέρων χειρῶν, ὅταν οὕτως πρόχειρον ᾖ τὸ τραῦμα, καὶ δι’ ζῶον ἐπιδέσεως, ὁπότε τῶν ψυχόντων καὶ στυφόντων φαρμάκων. οὐ γὰρ δὴ ῥάπτειν γε δυνάμεθα τὸ τῆς ἀρτηρίας ἢ φλεβὸς τραῦμα, καθάπερ ἂν εἴποιεν οἱ μηδεμίαν ἐκ τῆς τῶν τετρωμένων μερῶν οὐσίας τε καὶ φύσεως ἔνδειξιν γίνεσθαι φάσκοντες. ἐμφραγήσεται δὲ τὸ στόμιον ὑπό τε θρόμβου καὶ τῶν ἔξωθεν ἐπιβαλλομένων αὐτῷ δύναται δὲ ἐπιβάλλεσθαι τά τε περικείμενα σαρκώδη καὶ τὸ δέρμα κατ’ ἐνίας τρώσεις ὅσα θ’ ἡμεῖς ἐπιτεχνώμεθα. ταῦτα δ’ ἐστὶν οἵ τε 
315
καλούμενοι μοτοὶ καὶ τῶν φαρμάκων ὅσα τ’ ἐμπλάσσει γλίσχρα καὶ παχέα ταῖς οὐσίαις ὄντα, καὶ ὅσα τὴν καλουμένην ἐσχάραν ἐργάζεται· καὶ γὰρ καὶ ταύτην οἷον φράγματι τοῖς τοιούτοις ἕλκεσι ἐξεῦρον οἱ πρόσθεν· ἐργάζονται δ’ αὐτὴν διά τε πυρὸς αὐτοῦ καὶ φαρμάκων ὁμοίαν πυρὶ τὴν δύναμιν ἐχόντων. ἐκ τοιού των μὲν δὴ στεγνοῦται τὸ στόμιον, ἀποτρέπεται δὲ καὶ ἀποστρέφεται τὸ αἷμα πρὸς ἕτερα μόρια παροχετεύσει τε καὶ ἀντισπάσει· καὶ γὰρ καὶ ταῦθ’ Ἱπποκράτους εὑρήματα κοινὰ πάσης ἀμέτρου κενώσεως. παροχετεύεται μὲν οὖν εἰς τοὺς πλησίον τόπους· ἀντισπᾶται δὲ ἐπὶ τοὺς ἀντικειμένους· οἷον τῷ δι’ ὑπερώας κενουμένῳ διὰ ῥινῶν μὲν ἡ παροχέτευσις, κάτω δ’ ἡ ἀντίσπασις, ὥσπερ γε τῷ δι’ ἕδρας διὰ μήτρας μὲν ἡ παροχέτευσις, ἄνω δὲ ἡ ἀντίσπασις. οὕτως γοῦν καὶ ἡ φύσις αὐτὴ δρᾷν πέφυκε. γυναικὶ μὲν, φησὶν, αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις. διὰ τοῦτ’ ἄρα καὶ καταμηνίων ἀθρόων ἐκκενουμένων ἢ ὁπωσοῦν ἄλλως αἱμοῤῥαγούσης μήτρας ἀντισπάσεις
316
ἄνω σικύαν μεγίστην ὑπὸ τοὺς τιτθοὺς προσβαλών· ἔστι γὰρ καὶ τοῦτο Ἱπποκράτους εὕρημα. διὰ τοῦτο δὲ καὶ τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας ἐπέχουσιν αἱ κατὰ τῶν ὑποχονδρίων ἐπιβαλλόμεναι μέγισται σικύαι. χρὴ δ’ ὅταν ἐκ δεξιοῦ ῥέῃ μυκτῆρος, ἐφ’ ἥπατος ἐρείδειν, ὅταν δ’ ἐξ ἀριστεροῦ, κατὰ σπληνὸς, ὅταν δ’ ἐξ ἀμφοτέρων, ἀμφοτέροις τοῖς σπλάγχνοις ἐπιφέρειν τὰς σικύας. εἰ δὲ μηδέπω καταλελυμένος ὁ κάμνων εἴη, καὶ φλέβα τέμνειν ἐξ ἀγκῶνος τοῦ κατ’ εὐθὺ, κενώσαντα δ’ ὀλίγον, εἶτα διαλιπόντα μίαν ὥραν αὖθις ἐκκενοῦν· εἶτ’ αὖθις καὶ αὖθις ὡς πρὸς τὴν δύναμιν τοῦ κάμνοντος. οὕτω δὲ καὶ τἄλλα ῥεύματα σύμπαντα, κοινὸς γὰρ ὁ λόγος, ἀντισπάσεις τε καὶ παροχετεύσεις, τὰ μὲν διὰ γαστρὸς ἤτοι δι’ οὔρων ἢ μήτρας, τὰ δὲ δι’ οὔρων ἤτοι διὰ μήτρας ἢ δι’ ἕδρας· ὡσαύτως δὲ καὶ τὰ διὰ μήτρας ἤτοι δι’ οὔρων ἢ διὰ γαστρός· ἐπὶ δὲ τῶν κατ’ ὀφθαλμοὺς καὶ ὦτα καὶ ὑπερώαν, διὰ ῥινῶν ἡ προχέτευσις. ἡ δ’ ἀντίσπασις ἄνω μὲν ἐπὶ τοῖς κάτω πᾶσι, κάτω δ’ ἐπὶ τοῖς ἄνω· καὶ μὲν. δὴ κᾀκ τῶν δεξιῶν
317
ἐπὶ θάτερα, κᾀξ ἐκείνων ἐπὶ ταῦτα, κᾀκ τῶν εἴσω πρὸς τὰ ἔξω, κᾀκ τούτων αὖ πάλιν πρὸς ἐκεῖνα. τρίψεις οὖν τῶν ἀντικειμένων μερῶν καὶ μάλιστα διὰ φαρμάκων θερμαινόντων, ἔτι τε δεσμὰ σφοδρότερα τῶν ἀντισπαστικῶν ἐστι βοηθημάτων· ὥσπερ γε καὶ οἱ. ἀντικείμενοι τῶν φυσικῶν πόρων ἀναστομωθέντες· εἴρηται δ’ ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν ἡ τῶν τοῦτο δυναμένων ἐργάζεσθαι φαρμάκων ὕλη. περὶ μὲν οὖν ἁπάντων ῥευμάτων εἰπεῖν ἀναγκαῖον ἔσται κᾀν τοῖς ἑξῆς ὑπομνήμασι· νυνὶ δὲ ἐπὶ τὰς αἱμοῤῥαγίας ἰτέον. ἐκ γάρ τοι τοῦ γένους τῆς στεγνώσεώς ἐστί πως καὶ ὁ βρόχος ὁ περιτιθέμενος αὐτοῖς τοῖς αἱμοῤῥαγοῦσιν ἀγγείοις, οἵ θ’ ἡμέτεροι δάκτυλοι συνάγοντές τε καὶ σφίγγοντες αὐτά. τούτου δ’ ἐστὶ τοῦ γένους καὶ ἡ ἐπίδεσις· καίτοί γ’ οὐ κατὰ κύκλον τὸ ἀγγεῖον περιλαμβάνουσα, καθάπερ ὁ βρόχος, ἀλλὰ τῷ συνάγειν τέ πως ἐκ μέρους τὰ διεστῶτα χείλη τοῦ τετρωμένου μορίου καὶ προστέλλειν τὰ ἐπικείμενα τῶν στεγνωτικῶν ἐστι βοηθημάτων.
318
ἔξωθεν δὲ τῶν εἰρημένων. ἁπάντων αἱμοῤῥαγίας βοήθημ’ ἐστὶ τὸ ἐπιτήδειον σχῆμα τοῦ τετρωμένου μορίου. ἐπιτήδειον δὲ γίνεται δυοῖν τούτοιν ἐχόμενον σκοποῖν, ἀνωδυνίας τε καὶ ἀναῤῥοπίας· εἰ δ’ ἤτοι κατάῤῥοπον ἢ ὀδυνῶδες γίγνοιτο, καὶ τὰς οὐκ οὔσας αἱμοῤῥαγίας ἐργάσεται, μή τοί γε δὴ τὰς οὔσας οὐ παύσει. ταῦτ’ οὖν ἐπιστάμενός τις, ἢν ἐπιστῇ ποθ’ αἱμοῤῥαγοῦντι μορίῳ διὰ τρῶσιν, ἐπὶ τούτων γὰρ ὁ λόγος μοι γιγνέσθω πρῶτον, αὐτίκα μὲν ἐπιβαλλέτω τὸν δάκτυλον ἐπὶ τὸ στόμιον τοῦ κατὰ τὸ ἀγγεῖον ἕλκους, ἐρείδων πρᾳέως καὶ πιέζων ἀνωδύνως, ἅμα τε γὰρ ἐφέξει τὸ αἷμα καὶ θρόμβον ἐπιπήξει τῇ τρώσει. καὶ μέντοι κᾂν εἰ διὰ συχνοῦ βάθους εἴη τὸ αἱμοῤῥαγοῦν ἀγγεῖον, ἀκριβέστερον ἂν καταμάθοις τήν τε θέσιν αὐτοῦ καὶ τὸ μέγεθος· καὶ πότερα φλὲψ, ἢ ἀρτηρία ἐστί· μετὰ δὲ ταῦτα διαπείρας ἀγκίστρῳ ἀνατεινέτω τε καὶ περιστρεφέτω μετρίως. μὴ ἐπισχεθέντος δ’ ἐν τῷδε τοῦ αἵματος, εἰ μὲν φλὲψ εἴη, πειράσθω χωρὶς βρόχου στέλλειν τὸ αἷμα τῶν ἰσχαίμων τινὶ φαρμάκων.
319
ἄριστα δ’ αὐτῶν ἐστι τὰ ἐμπλαστικὰ, συντιθέμενα διά τε τῆς· φρυκτῆς ῥητίνης καὶ ἀλεύρου πυρίνου χνοῦ καὶ γύψου καὶ ὅσα τοιαῦτα. εἰ δὲ ἀρτηρία ἐστὶ, δυοῖν θάτερον, ἢ βρόχον περιθεὶς, ἢ ὅλον διακόψας τὸ ἀγγεῖον, ἐφέξεις τὸ αἷμα. βρόχον δ’ ἀναγκαζόμεθά ποτε καὶ ταῖς μεγάλαις περιτιθέναι φλεψὶν, ὥσπερ γε καὶ διατέμνειν· πότ’ αὐτὰς ὅλας, ἐγκαρσίας δηλονότι. κατασταίη δ’ ἄν τις εἰς ἀνάγκην τοῦδε κατὰ τὰς ἐκ πολλοῦ βάθους ὀρθίας ἀναφερομένας, καὶ μάλιστα διὰ στενοχωρίας τινὸς ἢ μερῶν κυρίων. ἀνασπᾶται γὰρ οὕτως ἐκάτερον τὸ μέρος ἑκατέρωθεν, καὶ κρύπτεται καὶ σκέπεται πρὸς τῶν ἐπικειμένων σωμάτων ἡ τρῶσις. ἀσφαλέστερον δ’ ἄμφω ποιεῖν, βρόχον μὲν τῇ ῥίζῃ περιτιθέναι τοῦ ἀγγείου, τέμνειν δὲ τοὐντεῦθεν. ῥίζαν δ’ ἀγγείου καλῶ τὸ πρότερον αὐτοῦ μέρος, ἤτοι τῷ ἥπατι συνάπτον ἢ τῇ καρδίᾳ. τοῦτο δ’ ἐν τραχήλῳ μέν ἐστι τὸ κάτωθεν, ἐν χερσὶ δὲ καὶ σκέλεσι τὸ ἄνωθεν· ἐν ἑκάστῳ τε τῶν ἄλλων μορίων, ὡς ἐξ ἀνατομῆς ἔνεστι, μαθεῖν· ἣν οὐδ’ αὐτὴν οἱ ἀμέθοδοι προσίενται Θεσσάλειοι.