De crisibus

Galen

Galen, De crisibus

Εἰ δὲ καὶ πόθεν εὕροιμεν αὐτὰς ἐπιχειρούντων ἡμῶν διδάσκειν, ἠσκηκώς τις ἀντιλογικὴν ἕξιν, οἵαν καὶ ὁ θαυμάσιος Ἀσκληπιάδης ἤσκησεν, ἐμποδίζοι τε καὶ διακόπτοι τὸν λόγον, ἀναμιμνήσκειν χρὴ τοῦτον ὡς οὐ τὸ πρᾶγμα αὐτὸ διαβάλλει τοῦτο πράττων, ἀλλὰ τὸν ὑπὲρ αὐτοῦ λόγον. οὔτε γὰρ ὡς οὐ γίνονταί τινες ἐξαιφνίδιοι ταραχαὶ περὶ τὸ τοῦ κάμνοντος σῶμα δύναιτ’ ἂν εἰπεῖν Ἀσκληπιάδης, οὔθ’ ὡς οὐκ ἀκολουθοῦσιν αὐταῖς ἐκκρίσεις ἀξιόλογοι πολλάκις, οὔθ’ ὡς οὐκ ἐγένετο μεγάλη μεταβολὴ τοῖς κάμνουσιν ἐπ’ αὐταῖς, οὔθ’ ὡς οὐ καλεῖται τὸ τοιοῦτον κρίσις· ἀλλ’ ὅτι διαγωνιζομένης τῆς φύσεως τοῖς νοσεροῖς αἰτίοις οὐ γίνεται ταῦτα, τοῦτο πειράσεται δεικνύναι, ληρῶν μὲν κᾀν τούτοις μακρὰ, καὶ διὰ τοὺς θαυμαστοὺς ὄγκους, καὶ πόρους οὓς ὑπέθετο, δι’ οὓς οὔτε τὰς διοικούσας δυνάμεις ἔγνω τοῦ ζώου οὔθ’ ὡς ἐπὶ σωτηρίᾳ πάντα ποιοῦσιν αἵδε, καὶ ὑγιαινόντων τε καὶ νοσούντων, οὔθ’ ὡς αὗται κρίνουσι τὰς νόσους. ἀλλ’ ὅμως ἔχων γέ τι φλυαρεῖν ἐν ἀδήλοις αἰσθήσει

736
πράγμασιν, οὐδὲν μέντοι τῆς ἰατρικῆς αὐτῆς ὁ τοιοῦτος ἅπτεται λῆρος. οὔτε γὰρ διαγινώσκειν ἡμᾶς τοὺς τρόπους τῶν κρίσεων οὔτε προγινώσκειν τὰ σοφίσματα ταῦτα κωλύει. ληρήσει μὲν οὖν πολλὰ πολλάκις καὶ Ἀσκληπιάδης, καὶ πάντες ὅσοι μὴ γινώσκουσιν ὡς αἱ φύσιες τῶν νούσων ἰητροί. προγνῶναι δὲ θανάτου τρόπον, ἢ σωτηρίας οὐδέποτε δυνήσονται. καίτοι πῶς οὐκ αἰσχρὸν ὁμοίως τοῖς ἰδιώταις ἐκπεπλῆχθαι τὸν ἰατρὸν ἐνεστώσης κρίσεως, ὃν ἐχρῆν οὐ μόνον ὑπηργμένην ἤδη γνωρίζεσθαι, ἐς ὅ τι τελευτήσειν μέλλει, ἀλλὰ καὶ προγινώσκειν ἐσομένην κρίσιν; καὶ μὴν οὐκ ἐξ ἄλλων ἀρχῶν ἐγὼ ταῦτα σύμπαντα περὶ τῆς κρίσεως οὔτε μέλλοντα προγινώσκειν οὔτ’ ἤδη παρόντα διαγινώσκειν ἐξεῦρον ἢ ὧν Ἱπποκράτης ὑπέθετο. καὶ γὰρ καὶ τὸ πέττεσθαι τὰ κατὰ τὸ σῶμα, καὶ τὸ μὴ πέττεσθαι τοῖς Ἱπποκρατείοις δόγμασιν, οὐ τοῖς Ἀσκληπιαδείοις προσήκει, καὶ τὸ τὴν φύσιν ἔχειν δυνάμεις πολλὰς, αἷς διοικεῖται τὸ ζῶον, ἕν τι τῶν Ἱπποκράτους δογμάτων ἐστὶν, καὶ τούτου χωρὶς οὐχ οἷόν τε τὴν ἐνεστῶσαν ἡμῖν θεωρίαν ἐπιστήμῃ περιλαβεῖν. οὐ γὰρ εἰς 
737
ἀπείρους τὸν ἀριθμὸν ἀποβλέπειν χρὴ σημείων συνδρομὰς, ὡς ἐφ’ ἑκάστης αὐτῶν ἰδίας εὐπορήσοντα τηρήσεως, ἀλλὰ τὰ κατὰ μέρος πάντα πρὸς ἕνα τοῦτον ἀνάγειν σκοπὸν, ὑπὲρ οὗ τὸν λόγον ποιούμενος ἠναγκάσθην ἐπιμνησθῆναι τῶν σοφιστῶν, ὅσοι σπουδάζουσιν οὐ μόνον οὐδὲν ἐξευρεῖν χρηστὸν, ἀλλὰ καὶ τοῖς καλῶς εὑρημένοις λυμαίνεσθαι. καὶ μὴν ἄμεινόν γε ἦν, ὅταν ἡμᾶς θεάσωνται, καὶ τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα προγινώσκοντας, καὶ τὸν τρόπον τῆς κρίσεως προλέγοντας, καὶ παροῦσαν ἤδη διαγινώσκοντας, ἐς ὅ τι τελευτήσει, σπουδάσαι μαθεῖν θεωρίαν, ἐξ ἧς τὰ τοιαῦτα εὑρίσκεται, καὶ μὴ τοῖς ἰδιώταις ὁμοίως ἐκπεπλῆχθαι, ποῖ ποτ’ ἀποβήσεται τὸ παρὸν ἀγνοῦντας. ἐγὼ γοῦν καὶ τῶν τοιούτων ἰατρῶν ἐπειράθην οὐκ ὀλιγάκις, καὶ οἷον θαυμαζόντων μὲν τὴν πρόγνωσιν ἡμῶν, ὅταν ἐπὶ τῶν ἀῤῥώστων εὐδοκιμοῦσαν θεάσωνται καὶ σπουδαζόντων μαθεῖν, ἐπειδὰν δέ τις ἀρξάμενος αὐτοὺς διδάσκειν περὶ πέψεώς τι διεξέρχηται τῶν νοσημάτων, ἢ περὶ ῥώμης φύσεως, ἢ τῶν ἄλλων τινὸς ὧν χωρὶς οὐχ οἷόν τε τὴν περὶ τὰς κρίσεις θεωρίαν
738
συστῆναι, καὶ, πῶς μὲν πείσεις, φασκόντων, ὡς ἔστι τις φύσις, ἢ ὡς ἐπὶ σωτηρίᾳ πάντα πράττει τῶν ζώων, ἢ ὡς ἐκείνης ἐκκρινούσης τὰ περιττώματα τῶν νόσων, ἀπαλλάττονταί τινες, ἢ ὡς τὸ θερμόν ἐστιν ἐν τοῖς ζώοις τὸ δραστικώτατον, ἢ ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κέκραται τὰ σώματα; πρὸς οὓς αὖθις εἴωθα λέγειν, ἤρξω μὲν ὦ οὗτος ὡς μαθητὴς, ἀκούεις δὲ ὡς ἀντιλογικός. οὐ γὰρ ἀπόχρη σοι τῶν ἔργων τῆς τέχνης ὧν ἐθαύμασας αὐτὸς ἐκμαθεῖν τὴν μέθοδον, ἀλλὰ τὰς ἀρχὰς κρίνειν ἐπιχειρεῖς αὐτῆς, οὐκέθ’ ὡς ἰατρὸς μόνον, ἀλλ’ ἤδη καὶ ὡς φυσικός. καίτοι γε ἄμεινον ἦν σοι καὶ περὶ τῶν ἀρχῶν αὐτῶν ἔμπαλιν κρίνειν. πολὺ γάρ ἐστιν, οἶμαι, βέλτιον, ἔργα θαυμαστὰ ταῖς ἀρχαῖς ἐκείναις ἑπόμενα θεασάμενον ἔχειν τινὰ πίστιν ἐκ τούτων ἤδη καὶ περὶ τῶν ἀρχῶν αὐτῶν. ἀνάπαλιν γὰρ αἱ πίστεις τῶν τεχνῶν ἔχουσι ταῖς εὑρέσεσι. πιστεύονται μὲν γὰρ ἐκ τῶν ἔργων, εὑρίσκονται δ’ ἐκ τῶν ἀρχῶν. ἐμοὶ μὲν οὖν ἐξευρεῖν ἔργον τι τεχνικὸν ἀμήχανόν ἐστι μὴ χρησαμένῳ ἀρχαῖς
739
ἀληθέσιν, ὥστ’ ἀναγκαῖόν μοι τὴν φυσικὴν θεωρίαν ἐκμαθεῖν ἀκριβῶς. σοὶ δ’ ἤδη τῶν ἔργων εὑρημένων τῆς τέχνης, ἀπόχρη μαθεῖν τὴν ὁδὸν, ὥστ’ εἴπερ οὐκ ἔχεις χρόνον ὡς φυσικὸς ἐκμαθεῖν ἅπαντα, τοσοῦτον γοῦν σοι παραστήτω λογίσασθαι, διότι μήτ’ ἄλλη τίς ἐστιν ὁδὸς παρὰ ταύτην ἡ τοῦ μέλλοντός σε προγνωστικὸν ἐργασαμένη, μήτ’ ἀναγκαῖον ἔτι σοι τὰς ἀρχὰς ἐπιστήμῃ περιλαβεῖν, ἀπολαύειν ἤδη δυναμένῳ τῶν ἐκ τῆς ἐπιστήμης. τῷ μὲν γὰρ πρῶτον τὰ τοιαῦτα ἐξευρεῖν ἐπιχειροῦντι κίνδυνος ἦν οὐ σμικρὸς ἀπολέσαι ματαίως τὸν χρόνον. οὐδὲ γὰρ ἂν ἐξευρεῖν ἀληθὲς οὐδὲν ἐπὶ διεψευσμέναις ἀρχαῖς, σοὶ δὲ τοῦ μὲν ζητεῖν ἀπηλλαγμένῳ, τὰ δ’ ἤδη καλῶς εὑρημένα μαθεῖν ὀρεγομένῳ, περιττόν ἐστι τὰς ἀρχὰς ἐπιστήμῃ περιλαμβάνειν, καὶ μάλιστα, εἰ μηδὲ χρόνον ἔχοις ἱκανὸν εἰς τοῦτο μήτε προσεξευρεῖν τι τῶν λειπόντων ἐπιθυμεῖς, ἀλλ’ ἀρκεῖ σοι μόνον ὀρθῶς χρῆσθαι τοῖς εὑρημένοις. ὑποθέμενος οὖν τινα ζωτικὴν εἶναι δύναμιν, ἄσκησον αὐτῆς γνωρίζειν τὴν ἐν ἀῤῥωστίᾳ τε καὶ ῥώμῃ διάθεσιν.
740
ἐπειδὰν δὲ ταῦτ’ ἀσκήσῃς, αὖθις ἄσκησόν μοι σαυτὸν, ἑτοίμως διαγινώσκειν τὰς κατὰ τὸ μέγεθός τε καὶ τὸ ἦθος ἁπάντων τῶν νοσημάτων διαφορὰς, εἶθ’ ἑξῆς τούτων ἀκμῆς μελλούσης πρόγνωσιν. ὅταν δ’ ἤδη ταῦτα σύμπαντα ἐκμάθῃς, ἄσκησόν μοι σαυτὸν ἀκριβῶς στοχάζεσθαι πηλίκον νόσημα, πηλίκη ῥώμη δυνάμεως, ἐν πόσῳ χρόνῳ διενεγκεῖν ἱκανή. πολὺ δ’ εἰς τοῦτο συντελέσει καὶ ἡ ἐπὶ τῶν ἔργων τριβή. πρὶν δ’ ἕκαστον ὧν εἶπον ἀκριβῶς ἐκμαθεῖν, οὐδὲν ἂν εἴη σοι πλεῖον ἀνθρώπους νοσοῦντας θεωμένῳ. πῶς οὖν ἕκαστον αὐτῶν ἄρχεσθαι ἀκριβῶς χρὴ μανθάνειν; οὐκ ἄλλως ἢ ὡς ἔμπροσθεν εἴρηται. καὶ γὰρ ὡς χρὴ μέγεθος ἐξευρίσκειν νόσου καὶ ὡς ἦθος, ἔτι τε πρὸς τούτοις τὴν ἀκμὴν, ἀκριβῶς διελήλυθα. τὴν δὲ καθ’ ἑκάστην δύναμιν ἀῤῥωστίαν, ἢ ῥώμην, ἐν ἑτέρῳ φθάνω διῃρῆσθαι λόγῳ, τῷ περὶ πλήθους ἐπισκεπτομένῳ μανθάνειν μὲν οὖν ἐκεῖθεν αὐτῶν τὰς διαγνώσεις ἀκριβῶς, χρῆσθαι δὲ πρὸς τὰς ἰάσεις, ὡς ἐν ἑτέροις διῄρηται καὶ νῦν οὐχ ἧττον εἰς τὴν περὶ τὰς κρίσεις θεωρίαν.

741

Ὥσπερ γὰρ ὁ πάντα ἔχων ἀγαθὰ σημεῖα τῇ πρώτῃ τετράδι τελέως ὑγιασθήσεται, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ᾧ πάντα ἐστὶ μοχθηρὰ, τεθνήξεται πάντως καὶ οὗτος ἐντὸς τῆς πρώτης τετράδος. ἀλλ’ ὁ μὲν σωζόμενος ἅπαντας διέξεισι τῆς νόσου τοὺς καθόλου καιροὺς, ἀρχὴν καὶ ἀνάβασιν καὶ ἀκμὴν καὶ παρακμὴν, εἰ καί τισιν μὴ δοκεῖ γίγνεσθαι παρακμὴν κατὰ τὰς αἰφνιδίους κρίσεις. εἰρήσεται γὰρ ὀλίγον ὕστερον ὑπὲρ τούτων. τῷ τεθνηξομένῳ δὲ εἰς μὲν τὸν τῆς παρακμῆς καιρὸν ἀδύνατον ἐξικέσθαι, οὐ μὴν οὐδ’ ἐξ ἀνάγκης εἰς τὸν τῆς ἀκμῆς. ἐνδέχεται γὰρ αὐτὸν καὶ κατὰ τὸν τῆς ἀναβάσεως καὶ κατὰ τὸν τῆς ἀρχῆς χρόνον ἀπολέσθαι, κριθῆναι δὲ οὐκ ἀναγκαῖον αὐτῷ, καὶ μάλιστα εἰ κατὰ τὴν ἀρχὴν ἀποθνήσκει τῆς νόσου. γίνεται δὲ τοῦτο μεγάλως τῆς φύσεως ὑπὸ τοῦ νοσήματος κρατηθείσης. τηνικαῦτα γὰρ οὐδ’ ἐπιχειρεῖ διαγωνίζεσθαι πρὸς αὐτὸ, χωρὶς δὲ τοῦ διαγωνίζεσθαι κρίσις οὐ γίνεται. τέταρτος οὖν οὗτός ἐστιν ὁ τρόπος τοῦ θανάτου μηδενὶ τῶν τῆς σωτηρίας ἐοικώς. οὐδεὶς μὲν γὰρ ἀθρόως ἀπηλλάγη τοῦ νοσήματος ἄνευ κρίσεως, ἀθρόως δ’ 

742
ἀποθνήσκουσιν οὐκ ὀλίγοι, μὴ κριθέντες, ἐν μὲν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν οἱ πλεῖστοι, καὶ μάλιστα δ’ ὅσοι διὰ πλῆθος, ἢ πάχος ὕλης, ἢ μέγεθος φλεγμονῶν ὀλεθρίως ἔχουσιν. ἐν δὲ ταῖς παρακμαῖς, ἐφ’ ὧν ἄῤῥωστος ἡ δύναμις· χρὴ γὰρ καὶ τοῦτο γινώσκειν, ἅπαντος μᾶλλον ἀληθέστατον ὑπάρχον, ὡς κᾀν ταῖς παρακμαῖς τῶν κατὰ μέρος παροξυσμῶν ἀπόλλυνται πάμπολλοι, καὶ τοῦτο θεασάμενοί τινες οἴονται ὡς καὶ ἐν τῷ καθόλου καιρῷ τῆς παρακμῆς ἐνδέχεταί τινα. τελευτῆσαι, τὸ δ’ οὐχ οὕτως ἔχει. παρελθούσης μὲν γὰρ τῆς ἀκμῆς τοῦ νοσήματος ἡ μὲν φύσις ἤδη κεκράτηκεν, οὐδὲ γὰρ ἂν ἄλλως παρήκμασε τὸ νόσημα. τρόπος δὲ οὐδ’ εἷς οὐδ’ ἐπινοηθῆναι θανάτου δύναται τηνικαῦτα, πλὴν ἐξ ἁμαρτήματος, οὐ μὴν τοῦτό γε πρόκειται νῦν σκοπεῖν, ἀλλ’ εἰ τῷ λόγῳ τοῦ νοσήματος. οὔτ’ οὖν εἶδόν ποτε τοῦτο γινόμενον οὔθ’ ὁ λόγος ἐξευρίσκει. τῶν μέντοι κατὰ μέρος παροξυσμῶν ἐν ταῖς παρακμαῖς ἐθεασάμεθά τε παμπόλλους πολλάκις ἀποθνήσκοντας, ὅ τε λόγος οὐδὲν εἶναι θαυμαστόν φησιν ἄῤῥωστον δύναμιν ἐν μὲν τῷ χρόνῳ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ
743
καὶ ἀναβάσεώς τε καὶ ἀκμῆς ἐξαρκέσαι, συνεχομένης ἔτι τηνικαῦτα καὶ οἷον ἐσφιγμένης τῆς ἕξεως, ἐν δὲ τῷ τῆς παρακμῆς, ἀνάπαλιν κινουμένης τῆς θερμασίας, ἐκ μὲν τῶν μέσων νῦν ἐπὶ τὰ πέρατα διαφορεῖσθαί τε καὶ διαλύεσθαι τὴν ἕξιν. ἔνιοι μὲν οὖν τῶν τοιούτων ἐξαιφνίδιον ἀποθνήσκουσιν, ὡς δοκεῖν τοῖς παροῦσιν λειποψυχεῖν μᾶλλον αὐτοὺς ἢ ἀπόλλυσθαι, τινὲς δὲ κατὰ βραχὺ καὶ οὐκ ἐξαίφνης ἀπέθανον, ἀρξάμενοι μὲν πάντες ἐπὶ τῆς ἀκμῆς τοῦ παροξυσμοῦ, λανθάνοντες δὲ τοὺς πολλοὺς οὕτως ὥστε καὶ πάνυ ταχέως αὐτοῖς καὶ θᾶττον ἢ κατὰ τὴν ἐλπίδα δοκοῦσιν οἱ τοιοῦτοι μεταπίπτειν ἐκ τῆς ἀκμῆς εἰς τὴν παρακμήν· ἀλλ’ ἥ γε γνώρισις σαφεστάτη διὰ τῶν σφυγμῶν. οὐ γάρ τί που βραχὺ τοὐν μέσῳ τῶν τε θανάτου λόγῳ θᾶττον τῆς ἐλπίδος εἰς φαντασίαν ἡκόντων παρακμῆς καὶ τῶν ὄντως παρακμαζόντων. ἐπ’ ἀμφοτέρων μὲν γὰρ ἀθροώτερον ἡ πυρεκτικὴ θερμασία διαφορεῖται. γίνεται δ’ ὑπὸ τῶν ἐναντιωτάτων αἰτίων, εἴ γε δὴ ῥώμῃ φύσεως ἐναντιωτάτη ἐστὶν ἀῤῥωστία. σφοδρότερος μὲν οὖν ἀεὶ καὶ μᾶλλον ὁ σφυγμὸς, εὐτακτότερός
744
τε καὶ ὁμαλώτερος ἐπὶ χρησταῖς γίνεται παρακμαῖς. ἀπωθεῖται γὰρ ἡ φύσις εὐρωστότερον ἅπασαν ἀθρόως ἔξω τὴν πυρεκτικὴν θερμασίαν. ἀμυδρότερος δὲ καὶ ἀτακτότερος καὶ ἀνώμαλος ἐν ταῖς ὀλεθρίοις παρακμαῖς. διαῤῥεῖ γὰρ ἅμα τοῖς ἄλλοις καὶ ἡ πυρεκτικὴ θερμασία, κᾀντεῦθεν ἡ φαντασία τοῦ βελτίονος, εἶτ’ ὀλίγον ὕστερον ἢ ἀποπατῆσαι διαναστάντες ἐλειποψύχησάν τε καὶ μικρὸν ἔνιοι καὶ γλίσχρον ἐφιδρώσαντες ἀπέθανον, ἢ καὶ χωρὶς τοῦ διαναστῆναι, κατὰ μὲν τὰς παρακμὰς τῶν παροξυσμῶν οὕτως ἀποθνήσκουσιν ἄνευ κρίσεως, κατὰ δὲ τὰς ἀρχὰς ὑπὸ τῆς ἀθροωτέρας ἔσω τῶν χυμῶν ῥοπῆς, οἷον καταπνιγείσης καὶ ἀποσβεσθείσης τῆς φύσεως, ὡς εἰ καὶ πλῆθός τις χλωρῶν ξύλων ἀθρόως ἐπισωρεύσειε φλογί. λοιπὸς δὲ ἐστιν ἄνευ κρίσεως ἐν τοῖς ὀλεθρίοις νοσήμασιν ὁ κατὰ τὰς ἀκμὰς θάνατος, τῇ σφοδρότητι τοῦ παροξυσμοῦ νικηθείσης τῆς φύσεως. οὕτω δὲ κᾀν ταῖς ἀναβάσεσιν αὐτῶν ἀπόλλυνται πολλάκις, οὐ κατ’ ἄλλον τινὰ τρόπον ἢ λόγῳ τῆς ἀκμῆς. ὅλως γὰρ ὅταν ὑπὸ σφοδρότητος νοσήματος ἡ δύναμις νικηθῇ, λόγῳ μὲν ἀκμῆς ἀπόλλυνται,
745
συμβαίνει δὲ ἐνίοτε καὶ κατὰ τὰς ἀναβάσεις τῶν παροξυσμῶν, ἀλλὰ καὶ σπανιώτερον τοῦτ’ ἔστι καὶ ὁ τρόπος ὁ αὐτὸς τῷ κατὰ τὴν ἀκμήν. τρεῖς οὖν οἱ πάντες τρόποι θανάτου τοῖς χωρὶς τοῦ κριθῆναι θνήσκουσι. πρῶτος μὲν ὁ κατὰ τὰς εἰσβολὰς τῶν παροξυσμῶν ἐν ταῖς φλεγμοναῖς τοὐπίπαν μεγάλαις, ἐν κυρίοις μορίοις γινομέναις, ἢ πλήθει καὶ πάχει καὶ γλισχρότητι τῶν χυμῶν, ἀθρόως εἴσω ῥυέντων, ὡς ἀποφράξαι τελέως τὰς διεξόδους τοῦ πνεύματος. ἕτερος δὲ ὁ κατὰ τὰς ἀκμὰς, τῇ βίᾳ τοῦ νοσήματος ἡττηθείσης τῆς φύσεως. ἄλλος δὲ καὶ λοιπὸς ἐν ταῖς παρακμαῖς σπανιώτατος, τοῦ τόνου τοῦ ζωτικοῦ λυθέντος, τούτων οὐδεὶς ἅμα κρίσει γίνεται. τὴν ἀρχὴν γὰρ οὐδὲ ἐπεχείρησεν ἀποτρίψασθαι τὸ νόσημα κατὰ τοὺς τοιούτους θανάτους ἡ φύσις, ἡνίκα δ’ ἐπιχειροίη μὲν, ἡττᾶται δὲ, κρίσιν ἤδη κακὴν ὀνομάζω τὸ τοιοῦτον καὶ γίνεται πάντως. ἢ σὺν ἐκκρίσεσιν, ἢ σὺν ἀποστήμασιν ἀξιολόγοις ἅμα τῇ λοιπῇ πάσῃ ταραχῇ τῇ πρόσθεν εἰρημένῃ.

Αἱ προγνώσεις δὲ τῶν τοιούτων κρίσεων

746
ἧττόν εἰσι βέβαιοι καὶ πάνυ συνετοῦ τε ἅμα καὶ τεχνίτου καὶ γεγυμνασμένου δέονται τοῦ ἰατροῦ, πρῶτον μὲν εἰ γενήσονται, δεύτερον δὲ εἰ κατὰ τήνδε τὴν ἡμέραν· ἔπειτ’ εἰ παραχρῆμα τὸν ἄνθρωπον ἀναιρήσουσιν, ἢ βλάψουσι μόνον. ἀλλὰ γυμνάζεσθαι χρὴ πρότερον ἐπὶ τὴν τῶν ἀρίστων κρίσεων πρόγνωσιν, ὑπὲρ ὧν ἔμπροσθεν εἶπον, εἶθ’ ἑξῆς ἐπὶ τῶν οὐκ ἀρίστων μὲν, ἀγαθῶν δὲ, κᾄπειθ’ οὕτω μεταβαίνειν ἐπὶ τὰς κακάς. ἅσπερ γὰρ ἐν ταύταις τὸ ἀβέβαιόν τε καὶ στοχαστικὸν πλεῖστον, οὕτως ἐν ταῖς ἀγαθαῖς τὸ ἐπιστημονικόν τε καὶ βέβαιον, ὡρισμέναι γάρ εἰσι καὶ τεταγμέναι, τῆς φύσεως αἱ κινήσεις, ὅταν εὐρωστῇ τε καὶ κρατῇ τῆς ὕλης, καὶ τοῖς οἰκείοις λόγοις ἐνεργῇ· ἀόριστοι δὲ καὶ ἄτακτοι, καὶ διὰ τοῦτο ἄγνωστοι κρατουμένης. ἀλλ’ εἰ μὲν τελέως κρατοῖτο, τὴν ἀρχὴν οὐδ’ ἐγχωρεῖ κρίνειν, οὐδ’ ὅλως ἀντέχειν κᾂν βραχὺ, διανίσταται μὲν ὡς εἰς μάχην, ἡττᾶται δ’ εὐθύς. αἰτία δὲ ταύτης τῆς ἀκαίρου ἐπαναστάσεως ἡ βία τοῦ νοσήματος, ἐρεθιστική τις οὖσα καὶ ὀξεῖα. φαίνεται γὰρ ἡ φύσις οὐδενὸς ἀνεχομένη τῶν τοιούτων, ἀλλ’ εὐθὺς ἀποτρίβεσθαι σπεύδουσα τὸ 
747
διοχλοῦν, ὡς κᾀν τοῖς κατὰ τὴν γαστέρα τε καὶ τὸν στόμαχον ἰδεῖν ἔστιν ἐναργῶς ὅσα δάκνει καὶ στροφεῖ καὶ βαρύνει καὶ ὁπωσοῦν ἄλλως ἐρεθίζει. τὰ μὲν γὰρ ἐπιπολάζοντα δι’ ἐμέτων ἀπωθεῖται, τὰ δ’ ἐν τοῖς κατωτέροις χωρίοις δι’ ἕδρας ἐκκρίνει. καὶ μέγιστον ἄρα τοῦτο σημεῖόν ἐστι κρίσεως ἀκαίρου. τὰς μὲν γὰρ ἐν καιρῷ γινομένας, ὅπερ ἐστὶν ταὐτὸν τῷ κατὰ τὴν ἀκμὴν, κᾀν τοῖς πεπασμοῖς, εἰ καὶ μηδὲν ἐρεθιστικὸν εἴη, συμπιπτούσας ὁρῶμεν τοῖς θερμοῖς καὶ μεγάλοις νοσήμασιν. ὅσα δὲ προεκρήγνυται, καλεῖ δ’ οὕτως Ἱπποκράτης ἅπαντα τὰ πρὸ τῆς ἀκμῆς ἐπὶ κρίσιν ὁρμῶντα, δι’ ἐρεθισμόν τινα τοῦτο πάσχει, καὶ χείρων ἡ κρίσις γίνεται τῆς ἐν ἀκμῇ τοσοῦτον ὅσον προὔλαβεν ἡ κρίσις. ὡσαύτως δ’ ἐπὶ τῶν ὀλεθρίων ἔχει νοσημάτων. οὐ γὰρ ἀναμένει τὴν ἀκμὴν, ἢ πάνυ σπανίως, ἀλλ’ ἐν ταῖς ἀναβάσεσιν ἀναιρεῖ τοὐπίπαν, ἢ καὶ κατ’ ἀρχάς. εἰ μὲν δὴ προδηλώσειέ τις ἐπίδηλος ἡμέρα τὴν μέλλουσαν ἔσεσθαι κρίσιν, ἅμα τε προδηλοῖ καὶ κακήν. φέρε γὰρ ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὀφθῆναι πρῶτον ἐν τοῖς οὔροις νεφέλην μέλαιναν, ἢ ἐναιώρημα μέλαν, ἤ τι τῶν ἄλλων
748
τῶν τοιούτων, εἶναι δὲ καὶ τὰ ἄλλα σύμπαντα σημεῖά τε καὶ συμπτώματα ὀλέθρια, τεθνήξεται μὲν πάντως ὁ τοιοῦτος ἄῤῥωστος. ἀλλ’ εἰ μὲν ἐν περιτταῖς οἱ παροξυσμοὶ γίνοιντο, κατὰ τὴν ζ΄ ἡμέραν κριθήσεται. εἰ δ’ ἐν ἀρτίαις, κατὰ τὴν στ. βεβαιοτέραν δέ σοι ποιήσει τὴν προσδοκίαν ἡ κίνησις τοῦ νοσήματος. εἰ μὲν γὰρ ὀξέως κινοῖτο, συνεπιμαρτυρήσει τῇ ταχείᾳ κρίσει, τουτέστι τῇ κατὰ τὴν στ΄· εἰ δὲ βραδέως, τῇ κατὰ τὴν ζ΄. ὅταν δὲ μηδὲν ἡ ἐπίδηλος ἡμέρα προδηλώσῃ περὶ τῆς μελλούσης ἔσεσθαι κακῆς κρίσεως, οὐδ’ ἡ πρόγνωσις αὐτῆς εὐπετής. ὅμως δεῖ κᾀνταῦθα προσέχειν τὸν νοῦν οἷς ἐρῶ σημείοις. ἔστι δὲ αὐτῶν πρῶτον μὲν καὶ μέγιστον ἐν τοῖς ὀλεθρίοις νοσήμασι τοῦ χωρὶς κρίσεως τεθνήξεσθαι σημεῖον ἡ ἀῤῥωστία τῆς δυνάμεως. οὐ γὰρ ἐπεγείρεται πρὸς διαμάχησιν τοῦ νοσήματος ἡ τοιαύτη δύναμις. δεύτερον δ’, εἰ καὶ μηδὲν ὅλως εἴη, μηδὲ τοὐλάχιστον σημεῖον πεπασμοῦ, κᾀπὶ τούτοις, εἰ μέγα μὲν εἴη καὶ κακόηθες τὸ νόσημα καὶ μέντοι ταχέως κινοῖτο· ἢν γὰρ ταῦτα οὕτως ὑπάρχῃ, πάντως τεθνήξεται πρὶν κριθῆναι ὁ ἄνθρωπος. τὴν δ’ ἡμέραν τοῦ θανάτου προγνώσῃ
749
ἔκ τε τοῦ πόσον ὑπερέχει τὸ νόσημα τῆς δυνάμεως ἐπισκέψασθαι κᾀκ τῶν βαρυτέρων παροξυσμῶν. εἰ μὲν γὰρ ἀξιόλογος ἡ ὑπεροχὴ, καὶ σμικρὸν ἀντέχειν ἡ δύναμις ἔτι φαίνοιτο, ταχὺς ὁ θάνατος· εἰ δὲ τἀναντία, βραδύτερος. ἔστω δὴ παραδείγματος ἕνεκα πολλὴ μὲν ἡ ὑπεροχὴ, μὴ μέντοι σαφὴς ὑπαρχέτω, πότερα μίαν ἡμέραν, ἢ δύο παρατεῖναι δυνήσεται. διορισθήσεται δὲ τοῦτο ταῖς παροξυσμῶν περιόδοις. ἐν ᾗ γὰρ ὁ παροξυσμὸς ἡμέρᾳ μέλλει γίνεσθαι, κατ’ ἐκείνην τεθνήξεται, καὶ τῆς ἡμέρας αὐτῆς τὴν ὥραν ἐν ᾗ τοῦτ’ ἔσται ῥᾷστον ἤδη διαγνῶναι, μεμνημένων ἐν μὲν τῷ καθόλου τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων, ἡνίκα ἐδίδασκον, ἐν ὁποίοις μὲν νοσήμασιν ἀρχαὶ τῶν παροξυσμῶν μάλιστα φέρουσι τὸν θάνατον, ἐν ὁποίοις δὲ αἱ ἀκμαί τε καὶ παρακμαὶ, κατὰ μέρος δὲ ἐφ’ ἑκάστου τῶν ἀῤῥώστων ἡ τῶν προγεγενημένων ἡμερῶν μνήμη συνενδείξεταί σοι πάμπολυ. καὶ γὰρ εἰ μὴ κατ’ αὐτὴν τοῦ νοσήματος τὴν ἰδέαν οἷός τε εἴης προγινώσκειν ἐν ὁποίῳ μάλιστα μέρει τοῦ παροξυσμοῦ τεθνήξεται, τῶν γε ἐν ταῖς ἔμπροσθεν ἡμέραις ἀναμνησθεὶς, ὁποίῳ μάλιστα μέρει σφῶν αὐτῶν βαρύτατοί τε καὶ σὺν ὀλεθρίοις
750
ἐγένοντο συμπτώμασιν, οὕτως ἂν ἔχοις τι καὶ περὶ τῶν μελλόντων εἰκάζειν. ἔστω δὴ πάλιν ἀληθῶς ἐγνωσμένον, ὀλέθριον μὲν εἶναι τὸ νόσημα, μὴ πολλὴ δὲ ἡ τῆς δυνάμεως ἧττα. πρῶτον μὲν ἤδη δῆλον ὡς οὐκ ἐγγὺς ὁ θάνατος, ἔπειτα δὲ ζητητέον εἰ δύναται γενέσθαι κρίσις. ἡ δὲ εὕρεσις ἔκ τε τοῦ τὴν δύναμιν, ὅπως ἔχοι ῥώμης, ἐπισκέψασθαι, καὶ τοῦ νοσήματος αὐτοῦ τὴν κίνησιν, ἔτι τε πρὸς τούτοις τὰ σημεῖα τῶν πεπασμῶν. εἰ μὲν γὰρ ἥ τε δύναμις εὔρωστος ὑπάρχῃ καὶ τὸ νόσημα ταχέως κινοῖτο, καί τι σημεῖον παρείη πέψεως, οὐκ ἀπεικός ἐστιν ἐπιθέσθαι κρίσει τὴν φύσιν. εἰ δὲ ἥ τε δύναμις ὀκλάζοι πῃ καὶ τὸ νόσημα μὴ ταχέως κινοῖτο, καὶ μηδὲν εἴη σημεῖον πέψεως, οὐκ ἐνδέχεται κριθῆναι τοῦτον. ὅτι δὲ οὐ πάντως, εἰ τὸ νόσημα τῆς δυνάμεως ἰσχυρότερον, ἐξ ἀνάγκης ἄῤῥωστος ἡ δύναμις, ἐν ἑτέρῳ μοι δέδεικται λόγω καὶ χρὴ μανθάνειν ἐκεῖθεν ἴδια γνωρίσματα δυνάμεως ἀῤῥώστου πάντα μὲν γὰρ ἅμα διεξέρχεσθαι παντελῶς ἐστιν ἀδύνατον, μεμνῆσθαι δὲ πάντων ἅμα καὶ μηδὲν ὧν ἔμαθέ τις ἰδίᾳ παραλείπειν. ἀλλ’ ἐφ’ ἑκάστου τῶν νοσούντων ἅπαντα περιλαμβάνειν,
751
οὐχ ὅπως ἀδύνατόν ἐστιν, ἀλλ’ οὐδὲ χαλεπὸν οὐδέν. ἀναμνησθέντες οὖν πάλιν ὧν ἐν τοῖς ἔμπροσθεν διελεγόμεθα, τῶν ἐφεξῆς ἐχώμεθα. τὰς ἀρίστας κρίσεις ἔφαμεν ἐν ταῖς ἀκμαῖς γίνεσθαι. κατὰ δὲ τὰς ἀναβάσεις ἐπὶ μὲν τῶν σωθησομένων ἢ ἐλλιπεῖς, ἢ οὐκ ἀσφαλεῖς· ἐπὶ δὲ τῶν τεθνηξομένων, ἢ εὐθὺς ἀναιρεῖν, ἢ μεγάλην ἐπὶ τὸ χεῖρον ποιεῖσθαι μεταβολὴν, ἐν ἀρχῇ δὲ τοῦ νοσήματος οὐκ ἂν γενέσθαι κρίσιν. εἶναι δὲ τῶν μὲν ἀρίστων ἀκριβεῖς τὰς προγνώσεις, τῶν δ’ ἄλλων μετὰ τοῦ στοχάζεσθαι, καὶ μᾶλλον ὅταν ἄσημοι τυγχάνωσι γινόμεναι. καλεῖσθαι δὲ οὕτως ἔφαμεν ὅσαι μὴ προδηλοῦνται διὰ τῶν ἐπιδήλων ἡμερῶν, ἀλλά τοι καὶ ταύτας, εἰ καὶ μὴ πρὸ πολλοῦ, μελλούσας γοῦν ὅσον οὔπω γενήσεθαι, προγινώσκειν ἐλέγομεν δεῖν, ἔσεσθαι δὲ τὴν πρόγνωσιν ἔκ τε τοῦ κατεπείγεσθαί τε καὶ σφοδρῶς ἐρεθίζεσθαι τὴν φύσιν ὑπὸ τοῦ νοσήματος, ἔκ τε τῆς παρὰ λόγον αἰφνιδίου ταραχῆς περὶ τὸ σῶμα. πάντως γάρ τι νεωτερίζεται μελλούσης κρίσεως, ἢ κατὰ τὴν ἀναπνοὴν, ἢ κατὰ τὴν διάνοιαν, ἢ τὴν ἀκοὴν, ἢ τὴν ὄψιν, ἢ τὴν εὐφορίαν, ἢ κατ’ 
752
ἄλλό τι τῶν ἤδη πολλάκις εἰρημένων, ἅπερ ἑνὶ περιλαβόντες ὀνόματι κρίσιμα συμπτώματά τε καὶ σημεῖα προσαγορεύομεν. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν ἀφορισμῶν εἰρημένον ὑφ’ Ἱπποκράτους· ὁκόσοισι δὲ κρίσις γίνεται, τουτέοισι νὺξ δύσφορος, ἡ πρὸ τοῦ παροξυσμοῦ, τοῦτ’ ἔστιν αὐτὸ νῦν τὸ λεγόμενον. ἐὰν οὖν ἐπὶ τῷ νοσήματι κρίσιν ἐμφαίνοντι καὶ ἡ νὺξ γένηται δύσφορος, καὶ ἐπ’ αὐτῇ ὁ παροξυσμὸς εἰσβάλλῃ θᾶττον, ἅμα νεωτέροις τισὶ συμπτώμασιν, ἐν ἐκείνῳ τῷ παροξυσμῷ γενέσθαι τὴν κρίσιν ἀναγκαῖον.

Ὁποία δέ τις ἔσται, τουτέστιν εἰ δι’ αἱμοῤῥαγίας, ἢ ἐμέτων, ἢ ἱδρώτων, ἤ τινος ἄλλου τῶν πολλάκις ἤδη προειρημένων, ἐφεξῆς πειράσομαι διηγεῖσθαι, τὴν ἀρχὴν κᾀνταῦθα τῷ λόγῳ ποιησάμενος ἀπὸ τοῦ συμπάντων ἡμῖν τῶν ἀρίστων μαθημάτων ἡγεμόνος, ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ᾧδέ πως εἰπόντος· τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγήματα καὶ βάρεα σὺν πυρετοῖς καὶ. ἄνευ πυρετῶν φρενιτικοῖσι μὲν σπασμοὶ, καὶ ἰώδεα ἐπὰν ἐμέωσιν, ἔνιοι ταχυθάνατοι τουτέων. ἐν καύσοισι δὲ καὶ τοῖσιν

753
ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος, καὶ σκοτώδεα τὰ περὶ τὰς ὄψιας, ἢ καὶ ὑποχονδρίου σύντασις οὐ μετ’ ὀδύνης, αἱμοῤῥαγέουσι διὰ ῥινῶν. οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιουτέοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ ὁκόσοισιν ἤδη τὸ θερμὸν κρατέεται παραπληγικὰ, ἢ μανικὰ, ἢ μελαγχολικὰ, καὶ στέρησις ὀφθαλμῶν. ἐν δὲ αὐτῷ προγνωστικῷ Ἱπποκράτης ᾧδέ πως πάλιν φησίν· ὅστις δ’ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μήτε ὀδύνης ἐχούσης διὰ φλεγμονὴν μήτε δι’ ἄλλην πρόφασιν ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετὰ οἰδήματός τε καὶ ὀδύνης εἴς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον τῶν κάτω. μᾶλλον δὲ γίνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριάκοντα ἐτέων. ἐπισκέπτεσθαι δὲ εὐθὺς χρὴ τὰ περὶ τῆς ἀποστάσεως εἰ κ΄ ἡμέρας ὁ πυρετὸς ὑπερβάλλῃ. τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίνεται, πολυχρονιωτέρου
754
ἐόντος τοῦ πυρετοῦ. χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι, ξυνεχέος ἐόντος τοῦ πυρετοῦ, εἰς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ καὶ ἐπιλαμβάνῃ πεπλανημένον τρόπον. καὶ ταῦτα πάντα ποιέων τῷ φθινοπώρῳ πελάσῃ. ὥσπερ δὲ τοῖσι νεωτέροισι τριάκοντα ἐτέων ἀποστάσιες γίνονται, οὕτως οἱ τεταρταῖον μᾶλλον τοῖσι τριάκοντα ἔτεσι καὶ γεραιτέροισι. τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ μᾶλλον τοῦ χειμῶνος γενομένας, χρονιώτερον δὲ παυομένας, ἧσσόν τε παλινδρομεούσας, ἱκανὰ μὲν καὶ ταῦτα καὶ πάνυ σαφῆ τὰ περὶ τῶν ἀποστάσεων εἰρημένα. συνάπτων δ’ αὐτοῖς ἐφεξῆς τὰ περὶ τῶν ἐκκρίσεων ᾧδέ πώς φησιν· ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει, φησὶ, κεφαλὴν ἀλγεῖν, ἢ καὶ ὀρφνῶδές τι πρὸ ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται· ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ, καὶ τὰ κάτω τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ἔτι ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ, ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέως ἐμέσεται. τουτέων δὲ οἷς ἂν ἄρξηται
755
ὁ πόνος τῇ πρώτῃ ἡμέρᾳ, τεταρταῖοι πιέζονται μᾶλλον ἢ πεμπταῖοι, εἰς δὲ τὴν ζ΄ ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι ἢ ἑνδεκαταῖοι· οἳ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γίνεται, εἰς τεσσαρεσκαιδεκάτην. γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τριταίοις μάλιστα, τοῖσι δὲ νεωτέροισι γίνεται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ ἐν τοῖς συνεχεστέροισι πυρετοῖσι καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν. οἷσι δὲ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνηται, ἢ μαρμαρυγαὶ προφαίνωνται· ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ, ἢ ἐπ’ ἀριστερὰ συντείνηταί τι μήτε σὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέοισι ῥυῆναι προσδέχεσθαι ἀντὶ τοῦ ἐμέτου, μᾶλλον δὲ ἐνταῦθα τοῖσι νεωτέροισι τριάκοντα ἐτέων τοῦ αἵματος τὴν ῥύσιν προσδέχεσθαι·
756
τοῖσι δὲ τριάκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τούτοισι προσδέχεσθαι χρή. καὶ ταῦτα μὲν οὖν ἱκανά. πρὸς τούτοις δ’ οὐδὲν ἧττον κᾀκείνων μεμνῆσθαι προσήκει τῶν ἐν αὐτῷ βιβλίῳ γεγραμμένων ὑπὸ Ἱπποκράτους· κεφαλῆς δὲ ὀδύναι ἰσχυραὶ καὶ συνεχέες σὺν πυρετῷ. εἰ μέν τι τῶν θανατωδέων σημείων προσγένοιτο, ὀλέθριον κάρτα· εἰ δὲ ἄτερ σημείων τοιουτέων, ὑπερβάλλει ἡ ὀδύνη κ΄ ἡμέρας, προσεπισκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἄλλην ἀπόστασιν ἐς τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ ἡ ὀδύνη νεαρὰ ᾖ, προσδέχεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἐμπύησιν. ἄλλως τε καὶ ἢν ἡ ὀδύνη περὶ τοὺς κροτάφους ᾖ καὶ τὸ μέτωπον. μᾶλλον δὲ χρὴ τοῦ μὲν αἵματος προσδέχεσθαι τὴν ῥῆξιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων, τοῖσι δὲ γεραιοτέροισι τὴν ἐμπύησιν. καὶ μὲν δὴ κᾀν τῷ τῶν περιπνευμονικῶν λόγῳ· οἷσι δ’ ἂν ἀποστάσιες, φησὶ, γίνονται ἐκ τῶν περιπνευμονικῶν περὶ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω χωρία, καὶ συῤῥιγοῦνται, οὗτοι περιγίνονται. εἶτα ἐπιφέρων 
757
ἐρεῖ· ὑποσκέπτεσθαι δὲ χρὴ καὶ τὰ τοιάδε ᾧδε· ἢν ὅ τε πυρετὸς ἔχῃ καὶ ὀδύνη μὴ πεπαυμένη ᾖ καὶ τὸ πτύελον μὴ χωρέῃ κατὰ τὸν λόγον, μηδὲ χολώδεες αἱ διαχωρήσεις τῆς κοιλίας, μηδὲ εὔλυτοι καὶ ἄκρητοι γίνονται, μηδὲ οὖρον πολύ τε καὶ κάρτα, καὶ ὑπόστασιν ἔχον πολλὴν, ὑπηρετεῖται δὲ περιεστικῶς ὑπὸ τῶν λοιπῶν σημείων πάντως, τούτοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι. γίνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία οἷς ἂν περὶ τὸ μὲν ὑποχόνδριον τοῦ φλέγματός τι ἐγγένηται, αἱ δὲ ἄνω οἷς ἂν τὸ μὲν ὑποχόνδριον λιπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνους δέ τινα χρόνον γενόμενος παύσηται ἄτερ προφάσιος ἄλλης. καὶ μὲν δὴ καὶ περὶ τῶν κατὰ τὰ ὑποχόνδρια οἰδημάτων διαλεγόμενος ᾧδέ πως εἶπε· σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι· εἰ δὲ ὑπερβάλλει κ΄ ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, εἰς διαπύησιν τρέπεται. γίνεται δὲ τουτέοισι ἐν τῇ α΄ περιόδῳ καὶ αἵματος ῥύσις διὰ ῥινῶν καὶ κάρτα ὠφελέει. ἀλλ’ ἐπανερέσθαι,
758
μὴ κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυωπέουσιν. εἰ γὰρ εἴη τι τοιουτέων, ἐνταῦθα ἂν ῥέποι. μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι. καὶ μὲν δὴ καὶ ταῦτα κατὰ τὸ προγνωστικὸν εἴρηται Ἱπποκράτει, δηλωτικὰ τρόπων κρίσεως· ὅσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέουσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισι σημεῖα ᾗ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι εἰς τὰ κάτω τῶν φρενῶν χωρία. ἐν μὲν δὴ τῷ προγνωστικῷ ταῦτα διὰ συντόμων εἴρηται πρὸς αὐτοῦ, τὸν τῆς μελλούσης τρόπον κρίσεως, ὁποῖός τις ἔσοιτο διδάσκοντος· προστίθησι δ’ αὐτοῖς οὐκ ὀλίγα κατὰ μέρος κατά τε τὸ προῤῥητικὸν καὶ τὰ τῶν ἐπιδημικῶν, οἷον καὶ ὅτι πρὸ ῥίγεος ἐπισχέσιες τῶν οὔρων, καὶ ὅτι τὰ ἐξέρυθρα ὄμματα αἱμοῤῥαγικά. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῶν δακρυόντων ὀφθαλμῶν καὶ τῶν μήλων τῶν ἐρυθρῶν καὶ τῆς ῥινὸς αὐτῆς. καὶ μὲν δὴ καὶ ὡς τὸ κάτω χεῖλος σειόμενον ἔμετον ἔσεσθαι προδηλοῖ, καὶ ὡς μετὰ κεφαλαλγίαν κῶμα καὶ κώφωσις ἐξαίφνης γενόμενα παρωτίδων
759
ἐστὶ σημεῖα, καὶ ἄλλα πολλὰ τοιαῦτα κατὰ μέρος, ἃ δυνάμει περιέχεται πάντα διὰ τῶν κατὰ τὸ προγνωστικὸν εἰρημένων. ὅλως γὰρ οὐδὲν ἄλλο χρὴ σκοπεῖν ἐπὶ τοῦ τρόπου τῆς κρίσεως, ἀλλὰ τὴν ῥοπὴν τῆς φύσεως ἣν ἐνεδείξατο σαφῶς ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ, τοῦτο μὲν καρδιωγμοῦ καὶ ῥίγους μνημονεύσας, ἐφ’ ὧν ἔμετος ἔσεσθαι μέλλει, τοῦτο δὲ δυσπνοίας καὶ μαρμαρυγῶν, ἐφ’ ὧν αἱμοῤῥαγία διὰ ῥινῶν, ἔτι τε πρὸς τούτοις διοριζόμενος ὑπέρ τε τῶν διαχωρημάτων καὶ τῶν οὔρων, ἐν οἷς φησι· μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνονται, μήτ’ οὖρον πολὺ κάρτα καὶ ὑπόστασιν ἔχον πολλήν. εἰ γὰρ δή τι τούτων γένηται, δῆλον ὡς ἐνθάδε ῥέποι τὸ νόσημα, καὶ διὰ τούτων ἐκκαθαίρεται· μὴ ῥέποντος δὲ ἐνταῦθα καὶ μηκύνοντος περιεστικῶς, ἀπόστασιν ἔσεσθαι προσδοκᾷν· τεκμαίρεσθαι δὲ καὶ περὶ τούτων τὴν ῥοπὴν τῆς φύσεως. εἰς μὲν γὰρ τὰ κάτω χωρία φησὶν ἔσεσθαι αὐτοὺς οἷς ἂν περὶ τὸ ὑποχόνδριόν τι φλέγματος ἐγγένηται, τουτέστι τῆς φλογώσεώς τε καὶ
760
θερμασίας, ἐπειδὴ κάτω ῥέπουσιν οἱ τὴν περιπνευμονίαν ἐργαζόμενοι χυμοί. σύμπαντα γὰρ τοῦτον τὸν λόγον ὡς ἐπὶ παραδείγματι ἐπὶ τῶν περιπνευμονικῶν ἐποιήσατο. μὴ ῥεπόντων δ’ αὐτῶν κάτω τὸ μὲν ὑποχόνδριον λιπαρόν τε καὶ ἀνώδυνον ἔσται διὰ παντὸς, ὁ δὲ ἄνθρωπος δύσπνους ἐπί τινα χρόνον γενήσεται χωρὶς προφάσιος φανερᾶς, καὶ δῆλον ὡς ἄνω τούτῳ τὰς ἀποστάσιας ἀναγκαῖον ἀκολουθεῖν, τουτέστιν εἰς τοὺς περὶ τὰ ὦτα ἀδένας. εὐθὺς δ’ ἂν αὐτῷ καὶ τῶν ἄλλων τι σημείων προσγένοιτο τῶν κατ’ αὐτὴν τὴν κεφαλὴν συμβαινόντων, οἷον κῶμα καὶ κώφωσις αἰφνίδιός τε καὶ παράλογος καὶ βάρος τῆς κεφαλῆς, ἢ καὶ τῶν κροτάφων, ἤ τι τοιοῦτον ἕτερον. οὐδὲν οὖν λείπει γνώρισμα τρόπου κρίσεως, ἀλλ’ εἴρηται πάντα χωρὶς τῶν σφυγμῶν πρὸς Ἱπποκράτους. ἕπεσθαι δ’ οἱ πολλοὶ βραχυλογίᾳ παλαιᾷ μὴ γεγυμνασμένοι λείπειν οἴονταί τινα. λέγωμεν οὖν ἡμεῖς αὐτοῖς ἑτέρᾳ λέξει σαφεῖ τὰ αὐτά· τάχα γὰρ ἂν οὕτω γε μαθόντες οὔτ’ ἀδύνατον οἰήσονται προγνῶναι τὸν τρόπον τῆς ἐσομένης κρίσεως οὔτε ῥᾳθυμήσουσι ἔτι περὶ τὴν ἄσκησιν. ὅταν
761
οὖν, ὅτε κρίσις ἔσται, προγνώσῃς ἐξ ὧν ἔμπροσθεν εἰρήκαμεν, ἐφεξῆς ὁποία τίς ἔσται διορίζεσθαι κατὰ τάδε. πρῶτον μὲν εἰ ὀξὺ καὶ θερμὸν τὸ νόσημα καὶ ἡ κρίσις ἐν ταῖς πρώταις περιόδοις. ἀναγκαῖον γὰρ ἐν ταῖς τοιαύταις κρίσεσιν οὐκ ἀπόστασιν, ἀλλ’ ἔκκρισιν ἀπαντῆσαι. δεύτερον δ’ εἰ χρόνιον καὶ βραδύ· σὺν ἀποσκήμμασι γὰρ εἰώθασι τὰ τοιαῦτα καθίστασθαι, καὶ μάλισθ’ ὅταν οὖρα λεπτὰ καὶ ὠμὰ πολὺν χρόνον οὐρῶσιν. εἰ γὰρ πολλὴν καὶ χρηστὴν ὑπόστασιν ἔχοντα, πεφθῆναι μᾶλλον εἰκὸς κατὰ βραχὺ τὴν νόσον, οὐκ εἰς ἀπόστασιν ὁρμῆσαι. τούτων δὲ διωρισμένων ἐφεξῆς σκεπτέον, εἰ μὲν ἐκκρίσει μέλλει κριθήσεσθαι, πότερον αἱμοῤῥαγία τις, ἢ ἱδρὼς, ἢ ἔμετος, ἢ διαχώρησις ἔσται γαστρός· εἰ δ’ ἀποσκήμματι, ποῖον μόριον, ἢ ἄρθρον ὑποδέξεται τὴν ἀπόστασιν. ἐπὶ δὲ τῶν ἐκκρίσει μελλόντων κρίνεσθαι χρὴ διχῶς διορίζεσθαι, τοῖς τε τῆς ἐσομένης τῆς ἐκκρίσεως σημείοις, εἰ παρείη, καὶ τοῖς τῶν ἄλλων, εἰ μὴ παρείη. βεβαιότερον γὰρ ἐλπίσεις τὸν ἑκάστοτε προδηλούμενον τρόπον τῆς κρίσεως, ἂν μηδεὶς τῶν ἄλλων περιέλκῃ. χρὴ τοίνυν ἐμὲ μὲν ἐφ’ ἑκάστου τὸν ἴδιον εἰπεῖν,
762
σὲ δὲ ἐπὶ τῶν ἀῤῥώστων μὴ μόνον τοῦτον ὁρᾷν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἐπισκοπεῖν. εἰ γοῦν ἀλόγως γαστὴρ ἐπισχεθῇ, ἢ οὖρα, τῆς κρίσεως ἐγγὺς οὔσης, ἐλπίζειν χρὴ ῥῖγος· εἰ δὲ τοῦτο, διορίζεσθαι πότερον ἱδρὼς ἐπ’ αὐτῷ γένοιτο, ἢ ἔμετος, ἢ διαχώρησις γαστρὸς, ἤ τινα τούτων, ἢ πάντα. καὶ πρῶτον μὲν εἰς τὴν τοῦ νοσήματος ἰδέαν ἀποβλέπειν. εἰ γὰρ ἀκριβῶς εἴη περικαὲς, εὐθὺς ἂν καὶ ἡ τοῦ ῥίγους πρόγνωσις βεβαιοτέρα, χολῶδες γὰρ τὸ περικαές. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν ὡς ὁ χυμὸς οὗτος, ἐπειδὰν σφοδρότερον κινηθῇ, ῥῖγος ἐργάζεται. μετὰ δὲ ταῦτα προσεπισκέπτεσθαι, πότερον τῶν οὔρων μόνον, ἢ καὶ τῆς γαστρὸς ἐπισχεθείσης ἐῤῥίγωσαν. εἰ μὲν γὰρ ἀμφοῖν, ἱδρὼς ἐξ ἀνάγκης ἔσται πολύς· εἰ δὲ τῶν οὔρων μόνων, ἐπισκέπτεσθαι χρὴ τὰ κατὰ τὴν γαστέρα, πότερον πλείω τῶν πρόσθεν, ἢ ἐλάττω πρὸ τῆς κρίσεως ἐπῆλθεν. εἰ μὲν γὰρ πλείω, ἐπισημότερον τὴν ἐνταῦθα ῥοπὴν γνωρίζειν, εἰ δὲ ἐλάττω, τὴν εἰς ἱδρῶτας, εἰ δὲ καὶ τὰ τῶν ἐμέτων παρείη σημεῖα, δι’ ἀμφοτέρων τῶν κρίσεων ὁ τοιοῦτος κριθήσεται, καὶ ἤτοι μᾶλλον κατὰ τὴν ἑτέραν 
763
αὐτῶν, ἥτις ἂν ἐπικρατήσῃ μᾶλλον, ἢ ὁμοίως ἑκατέρωθεν, ὅταν ἴσα πως ᾖ τὰ γνωρίσματα. μὴ παρόντων δὲ τῶν ἐμετικῶν σημείων, ἱδρῶτας μόνον προσδέχεσθαι, καὶ μᾶλλον, ἐπειδὴ παραπαίωσιν οἱ κάμνοντες ἐπιδιδόντος τοῦ παροξυσμοῦ καὶ θερμότερα τὰ ἐκτὸς καὶ ἐρυθρότερα γίνεται καί τις ἀτμὸς ἀνίησι θερμὸς, οἷος οὐ πρόσθεν. εἰ δὲ καὶ κυματώδης ὁ σφυγμὸς γίνοιτο καὶ μαλακὸς ἐπισήμως, ἔτι μᾶλλον ἐλπίζειν ἱδρῶτας. ὁ σκληρὸς δὲ σφυγμὸς ἐμέτους μᾶλλον ἢ ἱδρῶτας προδηλοῦν εἴωθεν· ὁ μὲν γὰρ ὑψηλὸς ἁπάσης ἐκκρίσεώς ἐστι γνώρισμα, καθάπερ καὶ ὁ σφοδρός. μέγας δὲ εἴπερ εἴη, τῆς ἔξω κινήσεως μᾶλλον ἢ τῆς ἔσω σημεῖόν ἐστι. διττῆς δ’ οὔσης ἑκατέρας, τῆς μὲν ἔξω δι’ αἱμοῤῥαγίας καὶ ἱδρώτων, τῆς δ’ εἴσω ῥοπῆς διὰ γαστρὸς καὶ στομάχου, κυματώδης μὲν σφυγμὸς ἱδρῶτας, μέγας δὲ ἁπλῶς αἱμοῤῥαγίας προδηλώσει. τῆς δ’ εἴσω ῥοπῆς ἐπικρατούσης, ὅταν μὲν ἀπῇ τὰ τῶν ἐμέτων σημεῖα, διαχωρήσει γαστρὸς ὁ τοιοῦτος κριθήσεται· παρόντων δὲ δι’ ἐμέτων μᾶλλον. εἰ δὲ καὶ ταῦτα παρείη, καὶ ἡ γαστὴρ ἐπισήμως ὑπίῃ, δι’ ἀμφοτέρων. ἀνώμαλος δὲ
764
ὁ σφυγμὸς ἐπὶ τῶν πλείστων μὲν γίνεται κρίσεων, καὶ μάλιστα ἐπειδὰν ἀγωνιστικόν τι καὶ περικινδυνευτικὸν ἔχωσιν. πολὺ δὲ μᾶλλον τῶν χολωδῶν εἰς τὴν γαστέρα συῤῥεόντων χυμῶν, ἅμα τῷ καὶ τά ἄλλα παρεῖναι τῶν ἐμέτων σημεῖα τὰ πρὸς Ἱπποκράτους εἰρημένα. καὶ οἱ σφυγμοὶ παντοίως ἀνώμαλοι γίνονται δακνομένου καὶ βαρυνομένου τοῦ στομάχου. ἀλλὰ τὰ μὲν ἀπὸ τῶν σφυγμῶν ἢ ὡς οὐ γινώσκων ὁ Ἱπποκράτης ἢ ὡς οὐκ ἀξιόλογα νομίζων οὐκ ἐξειργάσατο· τὰ δὲ τῶν ἐμέτων σημεῖα καρδιωγμοί τέ εἰσιν ἅμα πόνῳ κεφαλῆς καὶ σκοτόδινοι σὺν τοῖς προφαινομένοις τῶν ὄψεων ὀρφνώδεσι καὶ τῷ κάτω χείλει σειομένῳ καὶ πολλῷ καὶ λεπτῷ παραῤῥέοντι σιέλῳ. πάντα δὲ ταῦτα συμπίπτει χολώδους τε καὶ δακνώδους χυμοῦ κατά τε τὴν γαστέρα καὶ τὸν στόμαχον ἠθροισμένου καὶ δάκνοντός τε ἅμα τὸ στόμα τῆς γαστρὸς, ὃ δὴ καρδίαν ἐκάλουν οἱ παλαιοὶ, καὶ σὺν αὐτῷ καὶ τὸν στόμαχον ὅλον ἔσω καὶ κάτω κατασπῶντος, ὅθενπερ καὶ τὸ χεῖλος αὐτοῖς σείεται καὶ σίελον παραῤῥεῖ λεπτόν. ὀρφνώδη δέ τινα πρὸ τῶν ὀφθαλμῶν φαίνονται καὶ ἰλιγγιῶσι καὶ σκοτοδινιῶσι
765
καὶ κεφαλαλγοῦσι, ἀναθυμιωμένου τινὸς ἐκ τοῦ χολώδους χυμοῦ, καὶ προσέτι τῇ κατὰ νεῦρα συμπαθείᾳ. τὰ δὲ τῶν αἱμοῤῥαγιῶν ἴδια μαρμαρυγαὶ μὲν, ὅτι ξανθὸς ὁ χυμὸς, ἀμβλυωγμοὶ δὲ, ὅτι πολὺς ἀθρόως ἀναφερόμενος ἐμφράττει τὰς ὀδοὺς τοῦ πνεύματος. οὕτω δὲ καὶ οἱ ὀφθαλμοὶ δακρύουσι τῷ πλήθει τοῦ ῥεύματος, ὥσπερ κᾀν ταῖς ὀφθαλμίαις. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυθροὶ φαίνονται σὺν τοῖς μήλοις ἐνίοτε καὶ ταῖς ῥισίν. ἴδιον δὲ τῶν αἱμοῤῥαγιῶν καὶ ἡ τῶν ὑποχονδρίων σύντασις, οὐ μετ’ ὀδύνης. ἔστι γὰρ καὶ τοῦτο τῆς ἄνω ῥοπῆς τοῦ αἵματος οὐ σμικρὸν γνώρισμα, καθάπερ οὖν καὶ ἡ δύσπνοια· καὶ γὰρ ἥδε διεξερχομένου τοῦ αἵματος εἰς τὸν θώρακα γίνεται, σὺν ὀδύνῃ δὲ εἴπερ ἐκταθείη τὸ ὑποχόνδριον, οὐχ αἱμοῤῥαγίας ἐσομένης σημεῖα, ἀλλὰ φλεγμονῆς τινος αὐτόθι γεγενημένης ἐστὶ σύμπτωμα. καὶ μὲν δὴ καὶ τὸ τῆς κεφαλῆς ἄλγημα, κᾂν εἰ κοινὸν ἐμέτων τε καὶ αἱμοῤῥαγιῶν εἴη σημεῖον, ἀλλά τοι κᾀνταῦθα τὸ μὲν οἷον δακνῶδες ἐμέτου, τὸ δὲ οἷον βαρὺ καὶ διατεῖνον καὶ σφύζον καὶ
766
θερμὸν αἱμοῤῥαγίας ἴδιον. οὕτω δὲ καὶ τῶν κατὰ τὰ ὑποχόνδρια σπλάγχνων αἱ φλεγμοναὶ τῶν αἱμοῤῥαγιῶν εἰσιν αἴτιά τε ἅμα καὶ σημεῖα, μέλλοντός γε κριθήσεσθαι τοῦ νοσήματος ἐκκρίσεσιν. εἰ δὲ τὸ μὲν ἀνάπαλιν αἱμοῤῥαγοῖ, οὐκ ἀγαθόν ἐστιν. τὸ δὲ κατ’ ἴξιν ἀγαθὸν, ὡς Ἱπποκράτης λέγει καὶ ἡ πεῖρα διδάσκει, ῥᾷστον ἤδη σοι καὶ τὸν αἱμοῤῥαγήσοντα προειπεῖν μυκτῆρα, ἀφορμὴν τῆς αἱμοῤῥαγίας ἐξευρόντα. δεξιὸν μὲν γὰρ ὑποχόνδριον ἐκ δεξιοῦ μυκτῆρος ἀγαθὴν ἐπιφέρει τὴν κρίσιν, ἀριστερὸν δὲ ἐξ ἀριστεροῦ. μεμάθηκας δ’ ἔμπροσθεν ἤδη τά τε τῶν κακῶν καὶ τὰ τῶν ἀγαθῶν κρίσεων σημεῖα. τί δὴ οὖν ἔτι χαλεπὸν εἰπεῖν τὸν αἱμοῤῥαγήσοντα μυκτῆρα, καὶ τοῦ μέρους τοῦ πεπονθότος ἀκριβῶς γνωρισθῆναι δυναμένου, καὶ τοῦ τῆς κρίσεως ἤθους οὐκ ἂν λαθόντος καὶ τῶν αἱμοῤῥαγικῶν σημείων ἐναργῶς φαινομένων; ἐπὶ τούτοις ἅπασι καὶ τὰ παρὰ τῆς ἡλικίας καὶ τῆς ὥρας καὶ τῆς χώρας καὶ τῆς φύσεως τοῦ κάμνοντος ἱκανὰ προδηλοῦν τὴν ἐσομένην αἱμοῤῥαγίαν. αἱμοῤῥαγίας μὲν δὴ καὶ ἐμέτων ἀκριβῆ τε καὶ ἴδια τὰ γνωρίσματα, δευτέρων δ’ ἐπὶ τούτοις τῶν ἱδρώτων. εἰ δέ γε διὰ γαστρὸς κρίσις ἔσεσθαι μέλλει, πρόδηλον
767
μὲν οὐδὲν οὕτως οὐδὲ ἴδιον, ἀλλ’ ἐκ τοῦ παρεῖναι μὲν τὰ τῆς κρίσεως σημεῖα, μὴ παρεῖναι δὲ τῶν ἐμέτων, ἢ τὰ τῆς αἱμοῤῥαγίας, ἢ τὰ τῶν ἱδρώτων, ἔνεστι συλλογίσασθαι. καί τοι κᾂν εἰ μηδὲν ἐκείνων παρείη, οὔπω τοῦτο μόνον, ἀλλὰ καὶ δὴ αἱμοῤῥοΐδος ἐγχωρεῖ γενέσθαι τὴν κρίσιν, ἢ γυναιξὶν ἐπιμηνίων, οὐ μὴν ἀδύνατον οὐδὲν διορίζεσθαι. βάρος μὲν γὰρ ἐπίσημον ὀσφύος καὶ ἄλγημα καὶ τάσις ἐνταῦθα προηγεῖται τῶν ἐπιμηνίων. αἱμοῤῥοῒς δὲ οὐ πᾶσι σύνηθές ἐστιν, ὅσοις οὖν ἐστι, τούτοις μόνοις οὐκ ἄν τις ῥᾳδίως διορίσειε. τοῖς δ’ ἄλλοις ἅπασιν, ἐπειδὰν μὲν παρῇ πέψεώς τε καὶ κρίσεως σημεῖα, μὴ παρῇ δὲ ἐμέτων ἢ αἱμοῤῥαγίας ἢ ἱδρώτων, ἐκταραχθήσεται πάντως ἡ γαστήρ. οὕτω μὲν δεῖ διακρίνειν ἴδιά τε καὶ κοινὰ τρόπων κρίσεως γνωρίσματα τῶν ἐκκρίσει δηλονότι μελλόντων κριθήσεσθαι νοσημάτων. εἰ δὲ εἰς ἀπόσκημμα τρέποιτο, κοινὰ μὲν ἅπαντα γνωρίσματα, σωτηρίως τοῦ κάμνοντος ἔχοντος, τὸ μήτε λύεσθαι τὸ νόσημα μήτε οὖρον πολὺ καὶ πολλὴν ὑπόστασιν ἔχον, ἀλλ’ ὠμὸν καὶ λεπτὸν
768
φαίνεσθαι· τὰ δ’ ἴδια τῶν μὲν μὴ λίαν κεχρονικότων, εἰ δυσπνούστερος ὁ κάμνων ἐξαίφνης γινόμενος ἀποπαύσαιτο μὲν ἐν τάχει τῆς δυσπνοίας, διαδέξαιτο δ’ ἂν αὐτὸν ὀδύνη, καὶ βάρος τῆς κεφαλῆς καὶ κῶμα καὶ κώφωσις, εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας ἀνάγκη τούτῳ γενέσθαι τὴν ἀπόστασιν. εἰ δ’ εἴη πολυχρόνιον ἤδη τὸ νόσημα, καὶ μήτε τούτων παρείη μηδὲν, ἐμφαίνοιτο δέ τινι τῶν κάτω χωρίων ἢ βάρος, ἢ τάσις, ἢ φλόγωσις, ἢ ὀδύνη, κάτω τούτῳ τὴν ἀπόστασιν ἔσεσθαι προσδοκᾷν. παράδειγμα δ’ ἑκατέρας τῆς ἀποστάσεως ἓν νόσημα ποιησάμενος ὁ Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τοῖς δυναμένοις συνορᾷν τὸν λόγον ἐδίδαξε καὶ ὡς χρὴ καθόλου περὶ πασῶν ἀποστάσεων συλλογίζεσθαι, διό μοι κᾀγὼ δοκῶ καταπαύειν ἐνταῦθα τὸν ἐνεστῶτα λόγον. εἰ γάρ τις τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις προσθεὶς ταυτὶ τὰ ἡμέτερα μήπω τεχνικὸς γέγονεν, ἢ προγνωστικὸς κρίσεων, ἐν τῷ μετὰ τούτου συγγράμματι, τελευταίῳ τῆς προκειμένης ἡμῖν ἐσομένῳ πραγματείας, ἐλπίζω τὸ λεῖπον αὐτῆς ἐπιμαθήσεσθαι, τοῖς μὲν γὰρ συνετοῖς, ἐξαρκεῖ καὶ ταῦτα καὶ οὐδὲν ἔτι τετάρτου λόγου προσδεῖ.