De crisibus

Galen

Galen, De crisibus

Οὕτω μὲν χρὴ διαγινώσκειν ἐνεστῶσαν ἀρίστην κρίσιν, ἔσεσθαι δὲ μέλλουσαν ὧδε. τὴν τοῦ νοσήματος ἐπισκέπτεσθαι φύσιν, εἴτε πικρόχολός ἐστιν, εἴτε φλεγματώδης, εἴτε μελαγχολικὴ, εἴτε μικτή τις. γέγραπται δ’ ἐν τῷ πρὸ τούτου λόγῳ τὰ γνωρίσματα. δεύτερον δ’ ἐπὶ τούτοις τήν τε ὥραν τοῦ ἔτους καὶ τὴν τοῦ κάμνοντος ἡλικίαν καὶ τὴν κρᾶσιν, ὅσα τ’ ἄλλα τῆς αὐτῆς ἔχεται συστοιχίας,

711
ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἴρηται. καὶ χρὴ κᾂν ἕν ἐξ αὐτῶν ποτε ῥηθῇ, καὶ τῶν μὴ ῥηθέντων ἀναμιμνήσκεσθαι. μακρὸν γὰρ ἂν εἴη διέρχεσθαι σύμπαντα. μετὰ δὲ ταῦτα σκοπεῖσθαι τὰς περιόδους τῶν παροξυσμῶν, εἴτε διὰ τρίτης, εἴτε διὰ τετάρτης, εἴτε καθ’ ἑκάστην ἡμέραν, εἴτε μηδ’ ὅλως γίνονται, καθάπερ ἐπὶ τῶν συνόχων ἰδίως ὀνομαζομένων ἔστιν ἰδεῖν. εἰ μὲν γὰρ ἐπείγοιντο καὶ προλαμβάνοιεν ἀεὶ τῆς συνήθους ὥρας, καὶ σφοδρότεροι γίνοιντο πολλῷ, καὶ διὰ τρίτης ἀπαντῷεν, ἐν τάχει κριθήσεσθαι δηλοῦσι· εἰ δ’ ἀργῶς κινοῖντο καὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐφ’ ἑκάστῃ τε γίγνοιντο ἡμέρᾳ, μετὰ πλείονα χρόνον ἔσεσθαι σημαίνουσι τὴν κρίσιν. ἐπὶ δὲ τούτοις ἑξῆς, ὅπερ δὴ καὶ μέγιστόν ἐστι, τοὺς πεπασμοὺς ὁρᾷν, καὶ τούτων μάλιστα ταῖς ἀξιολόγοις μεταβολαῖς προσέχειν τὸν νοῦν. εἰ γὰρ ἐν ἐπιδήλοις ἡμέραις γίγνοιντο, τὰς ἐφεξῆς αὐτῶν κρισίμους ἀπαλλάξειν τῆς νόσου τὸν ἄνθρωπον ἐπαγγέλλονται. καθόλου γὰρ, ὡς κἀν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, ἡ σύμπασα κατάστασις τῶν νοσημάτων διὰ τῶν εἰρημένων τεττάρων γενῶν γνωρίζεται, περὶ ὧν ἔφαμεν 
712
ἐν ἀφορισμοῖς διειλέχθαι τὸν Ἱπποκράτην τόνδε τὸν τρόπον. τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίνωνται. εἶτ’ ἐφεξῆς φησι· ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν οἷον ἐν πλευριτικοῖσι πτύελον, αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δὲ ὕστερον ἐπιφαίνηται, μηκύνει. διηγησάμεθα δ’ ἐπὶ πλεῖστον ἐν τῷ πρώτῳ γράμματι περί τε τῶν ἐπιφαινομένων τούτων σημείων, ἃ δὴ τὴν πέψιν ἐνδείκνυται τῆς νόσου, καὶ ὅπῃ διαφέρει τῶν κρισίμων ὀνομαζομένων σημείων τε καὶ συμπτωμάτων. εἴπερ οὖν ἐκείνων μνημονεύεις, ἐλπίζω σε ῥᾳδίως ποιήσειν ἐν τῷδε τῷ λόγῳ προγνωστικόν τε καὶ διαγνωστικὸν ἀρίστης κρίσεως. αἱ μὲν γὰρ ἄλλαι στοχασμῷ τινι τεχνικῷ προγινώσκονται, τὴν δ’ ἀρίστην κρίσιν, ἣν δὴ καὶ μόνην ἁπλῶς ὀνομάζεσθαι κρίσιν ἔφαμεν, οὐδὲ στοχαστικῶς ἄν τις, ἀλλὰ βεβαίως προγινώσκοι. πάντα γὰρ ἐπὶ τῶν τοιούτων νοσημάτων ἐξ ἀρχῆς εὐθὺς ἀκίνδυνα φαίνεται τὰ σημεῖα.
713
τελέως μὲν οὖν ὄντα τοιαῦτα κατὰ τὴν πρώτην τετράδα τὴν κρίσιν ἐπαγγέλλεται, καθότι καὶ Ἱπποκράτης ἐδίδαξεν ἐν τῷ προγνωστικῷ λέγων ᾧδε· οἵ τε εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων γινόμενοι τεταρταῖοι παύονται, ἢ πρόσθεν. οὐ γὰρ ἐνδέχεται πυρετὸν οὔτε τὸν ἀσφαλέστατα πάντα κεκτημένον οὔτε τὸν ὀλεθριώτατα μὴ οὐ κατὰ τὴν πρώτην τετράδα τὸν μὲν λυθῆναι, τὸν δὲ ἀποκτεῖναι, καθάπερ εἰ καὶ μικρὸν ἀποχωρήσειεν ὁ μὲν ἀπὸ τῶν ἐσχάτως ὀλεθρίων, ὁ δ’ ἀπὸ τῶν ἄκρως σωτηρίων, οὐκ ἐνδέχεται τοὺς πυρετοὺς τούτους ἐξωτέρω προβῆναι τῆς ἑβδόμης ἡμέρας. τὸ δὲ εἴτε σφοδρὰ καὶ ἀγωνιστικὴ γενήσεται κρίσις, εἴτε μετρία, εἴτ’ οὐδ’ ὅλως κρίσις, ἀλλὰ λύσις ἁπλῶς, οὐκέτ’ ἐκ τῶν ὀλεθρίων τε καὶ σωτηρίων σημείων, ἀλλ’ ἐξ ἄλλων προγινώσκεται. δύο δ’ ἐστὶ καὶ τούτων τὰ γένη, μέγεθός τε καὶ κίνησις νοσήματος. ἐν οἷς πρώτοις εὐθὺς ἀκριβῶς χρὴ γεγυμνάσθαι καὶ διακρίνειν αὐτὰ δύνασθαι ῥᾳδίως ἤθους τε καὶ ἰδέας νοσήματος. ἀλλὰ τὴν μὲν ἰδέαν ὡς χρὴ διαγινώσκειν ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων εἴρηται.
714
τριταῖος γὰρ καὶ ἀμφημερινὸς καὶ τεταρταῖος καὶ ἡμιτριταῖος καὶ πλευρῖτις καὶ περιπνευμονία καὶ φρενῖτις εἴδη νοσημάτων εἰσίν. εἰ δ’ εὔηθες, ἢ κακόηθες, ἐκ τῶν ἑπομένων αὐτοῖς συμπτωμάτων ἡ διάγνωσις, ἃ διεξῆλθεν ἅπαντα σχεδὸν Ἱπποκράτης ἐν τῷ προγνωστικῷ. τούτοις δὲ συγκαταριθμεῖν χρὴ καὶ τὰ τῆς ἀπεψίας τε καὶ τῆς πέψεως σημεῖα. μέγεθος δὲ καὶ κίνησις νοσήματος ἕτερα τούτων ἐστίν. βληχροὶ γοῦν ἐνίοτε καὶ μικροὶ πυρετοὶ κακοήθεις εἰσὶ σφόδρα καὶ ἄλλοι θερμοὶ καὶ περικαεῖς, ὡς ἄσην τε ἅμα καὶ καῦμα καὶ δίψος ἀφόρητον ἐπιφέρειν, ὅμως οὐδὲν ἔχουσιν ἐνίοτε κινδυνῶδες. εἴρηται δὲ καὶ πρόσθεν ὡς εἴτε σφοδρότητά τις, εἴτε μέγεθος ὀνομάζει νοσήματος, οὐ διοίσει. τούτων δὲ ἁπάντων ἡ κίνησις διαφέρει, καὶ διαγινώσκεται τῷ χρόνῳ τῶν μερῶν τοῦ παροξυσμοῦ. τεττάρων γὰρ ἐν ἑκάστῳ παροξυσμῷ μορίων ὑπαρχόντων, ἀρχῆς τε καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς, ἤτοι ταχέως τις ἅπαντα ταῦτα διεξέρχεται πυρετὸς, ἢ βραδέως, ἢ τινὰ μὲν αὐτῶν θᾶττον, τινὰ δὲ βραδύτερον.
715
εἰ μὲν οὖν ἅπαντα ταχέως διανύοι, πρόδηλον ὡς ἐπὶ τὴν κρίσιν ἐπείγεται, καὶ πάντως ἐστὶ διαλείπων οὗτος. οὐ γὰρ ἐνδέχεται τὸν πάντα ταχὺ διεξιόντα μένειν ἔτι συνεχῆ, καθάπερ οὐδὲ εἰ μηκύνει, κατὰ πάντα τὰ μόρια διαλείπειν ἄν ἔτι δύναιτο. δῆλον δὲ ὡς τὸν μὲν εἰς ἀπυρεξίαν παυόμενον ὀνομάζω διαλείποντα, τοῦ δὲ συνεχοῦς πυρετοῦ πάντως μὲν ἕν γέ τι μεμήκυσται μόριον, ἔστι δ’ ὅτε καὶ δύο καὶ τρία καὶ σύμπαντα. τοῦ μὲν ἰδίως ὀνομαζομένου πυρετοῦ συνόχου πολυχρόνιος ἡ ἀκμὴ, μᾶλλον δ’ ἀκμὴ πᾶς ἐστιν ὁ τοιοῦτος πυρετός· τοῦ δὲ μὴ συνόχου μὲν, οὐ μὴν εἰς ἀπυρεξίαν γε παυομένου πολυχρονιωτέρας μὲν τῶν ἄλλων μερῶν τῆς ἀκμῆς γινομένης ὀξεῖα ἡ κίνησις, ὀλιγοχρονιωτέρας δὲ βραδεῖα. διωρισμένης οὖν ἰδέας νοσήματος καὶ μεγέθους καὶ κινήσεως καὶ ἤθους, καὶ τῆς μὲν ἰδέας ἐκ τῶν οἰκείων συμπτωμάτων γνωριζομένης, τοῦ δὲ μεγέθους ἐκ τοῦ κατὰ ταῦτα πηλίκου, τῆς δὲ κινήσεως ἐκ τοῦ χρόνου τῶν τοῦ παροξυσμοῦ μορίων, τοῦ δὲ ἤθους ἐκ τῶν ἐπιγινομένων συμπτωμάτων, προσλαμβανομένων δὲ τούτοις ὥρας τε καὶ χώρας καὶ φύσεως
716
καὶ τῶν ὁμοίων. ὅτι μὲν σωθήσεταί τις, ἢ τεθνήξεται, πρὸς τρία ταῦτα ἀποβλέπων ἐξευρήσεις, ἰδέαν, ἦθος καὶ μέγεθος· μάλιστα δ’ ἐν τούτοις προσέχειν τῷ ἤθει τὸν νοῦν. ὅτι δὲ κριθήσεται, ἢ μὴ, πρῶτον μὲν ἐκ τῆς κινήσεώς τε καὶ τοῦ μεγέθους, ἔπειτα δ’ ἐκ τῆς ἰδέας, εἶτ’ ἐκ τῆς κατὰ τὰς ὥρας τε καὶ τὰς τοιαύτας συστοιχίας. ἐκ μέντοι τῶν ἐπιγινομένων οὐχ ἁπάντων, ἀλλ’ ὅσα μικρῷ πρόσθεν εἶπον, ἀρχομέναις ἤδη ταῖς κρίσεσι συνεισβάλλειν, ἢ βραχύ τι φθάνειν αὐταῖς, ἅπερ δὴ καὶ κρίσιμα σημεῖα καλοῦμεν ἰδίως. τριχῇ γὰρ τῶν ἐπιγινομένων νενεμημένων, εἴς τε τὰ δηλοῦν τὸ ἦθος πεφυκότα καὶ τὰ τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ὑπόγυον, ἔτι τε πρὸς τούτοις ὅσα μὴ μόνον ὡς σημεῖα κρίσεως, ἀλλὰ καὶ ὡς αἴτια τιθέμεθα. τὸ μὲν πρῶτον ἐκ τῶν εἰρημένων γένος ἁπλοῦν ἐστιν. τὰ μὲν γὰρ αὐτῶν ἐστι μοχθηρὰ, τὰ δὲ χρηστὰ τετύχηκεν ὄντα διὰ παντός. τὸ δὲ δεύτερόν τε καὶ τρίτον οὐκ ἀεὶ ταὐτὸν οὔτε δηλοῦν οὔτε ποιεῖν πέφυκεν, ἀλλὰ τοῖς τῆς νόσου καιροῖς ὑπαλλάττεται. λέλεκται δ’ ἐπὶ πλεῖστον 
717
ὑπὲρ ἁπάντων τούτων ἐν τῷ πρώτῳ γράμματι. σαφηνείας γοῦν ἕνεκα προκεχειρίσθω τις ἄῤῥωστος ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἐναργέστατα σωτηρίας ἔχων σημεῖα. πάντως μὲν γὰρ τούτῳ κατὰ τὴν πρώτην τετράδα λυθήσεται τὸ νόσημα. πότερον δὲ κριθὲν, ἢ λυθὲν, μεγέθει τε καὶ σμικρότητι διορίζεται. τὰ μὲν γὰρ μεγάλα κρίνεται πάντως· ὅσα δὲ σμικρὰ, λύεται μόνον. ἡ δ’ ἡμέρα τῆς κρίσεως ἐκ τῆς κινήσεως εὑρεθήσεται. συνόχου μὲν γὰρ ὄντος τοῦ πυρετοῦ καὶ μηδενὸς πλημμεληθέντος, ἀεὶ γὰρ χρὴ τούτου μεμνῆσθαι, κατὰ τὴν τετάρτην ἡμέραν ἐλπίζειν ἔσεσθαι τὴν κρίσιν. εἰ δὲ συνεχὴς εἴη, τό τε μέγεθος ὁρᾷν χρὴ καὶ τὴν κίνησιν. ἐνδέχεται γὰρ κατὰ τὴν τρίτην ἢ πέμπτην ἡμέραν γενέσθαι τὴν κρίσιν, κατὰ μὲν τὴν τρίτην μεγάλου τε τοῦ νοσήματος ὄντος καὶ ταχέως κινουμένου, κατὰ δὲ τὴν πέμπτην, εἰ μὴ πάνυ μέγα μηδὲ ταχέως κινοῖτο. χρὴ γὰρ τὴν κρίσιν συνδραμεῖν τῷ παροξυσμῷ, καὶ οὕτω σπάνιόν ἐστι τὸ κατὰ τὴν τετάρτην κριθῆναι ὥστε Ἀρχιγένης μὲν δὶς ἔοικεν αὐτὸ παρ’ ὅλον αὐτοῦ τὸν βίον ἑωρακέναι, ἐγὼ δὲ μέχρι τοῦ νῦν ἅπαξ.
718
καὶ τοῦτο αἴτιόν ἐστιν, ὡς κᾀν τοῖς περὶ κρισίμων ἡμερῶν εἴρηται, τοῦ τὴν κρίσιν πολλάκις ἐκ τῆς τετάρτης εἰς τὴν τρίτην τε καὶ εἰς τὴν πέμπτην μεθίστασθαι. τὸ μὲν γὰρ οὕτως ταχέως κρινόμενον νόσημα πάντως κάτοξυ· τοῖς κατόξεσι δὲ πᾶσιν ἤτοι συνόχους ἔχειν πάντως ἀνάγκη τοὺς πυρετοὺς, ἢ συνεχεῖς μὲν, ἀλλὰ διὰ τρίτης παροξυνομένους. οἱ μὲν δὴ σύνοχοι σπανιώτεροί τέ εἰσι καὶ μηδενὸς πλημμεληθέντος ἐν τῇ τετάρτῃ κρίνονται, τῆς φύσεως ταῖς οἰκείαις περιόδοις ἐπὶ τὴν κρίσιν ἀφικνουμένης. ἔστι δὲ καὶ αὐτὸ τοῦτο τὸ μηδὲν πλημμεληθῆναι σπάνιον. οἱ δὲ συνεχεῖς ἐν τοῖς παροξυσμοῖς κρινόμενοι τῇ τρίτῃ τῶν ἡμερῶν εὐλόγως, ἢ τῇ πέμπτῃ λύονται. εἰ γὰρ καὶ τῇ τετάρτῃ κριθεῖέν ποτε, τῷ λόγῳ τοῦ κατὰ τὴν τρίτην ἡμέραν παροξυσμοῦ τοῦτο πάσχουσιν. ὁ γὰρ περὶ τὴν ἑνδεκάτην ὥραν, εἰ τύχοι, τῆς τρίτης ἡμέρας εἰσβαλὼν παροξυσμὸς, ἤτοι διὰ τρίτης νυκτὸς, ἢ διὰ τετάρτης ἡμέρας ἐπιφέρει τὴν κρίσιν. ὅταν οὖν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, αὖθις γὰρ ῥητέον ταὐτὰ, θεασάμενός τι πέψεως ἐναργὲς γνώρισμα, πάντων δὲ δηλονότι τῶν ἄλλων σημείων
719
ἀκινδύνων ὑπαρχόντων, εἰδείης μὲν ἤδη βεβαίως ὅτι περὶ τὴν πρώτην τετράδα τὴν λύσιν ἀνάγκη γενέσθαι τῷ νοσήματι, θεασάμενος δὲ τὸ μέγεθος αὐτοῦ προσεπιμάθοις ὅτι καὶ μετὰ κρίσεως. ἐκ γοῦν τῆς κινήσεως χρή σε τοῦ νοσήματος ἢ τὴν τρίτην, ἢ τὴν τετάρτην ἢ τὴν πέμπτην ἐλπίζειν· εἰ μὲν πάνυ ταχέως κινοῖτο, τὴν τρίτην, εἰ δὲ βραδύτερόν πως, τὴν πέμπτην, εἰ δὲ σύνοχος ὁ πυρετὸς εἴη, τὴν τετάρτην. συνεπιλαμβάνεται δὲ τῷ μὲν τάχει τῆς κινήσεως τό τε μέγεθος τοῦ νοσήματος καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ἡ ἡλικία καὶ ἡ χώρα καὶ τὰ ἄλλα ὅσα πολλάκις εἴρηται πικρόχολα τὴν φύσιν ὑπάρχειν, τῇ δὲ βραδύτητι τἀναντία. θέρους μὲν γὰρ νεανίσκος φύσει θερμότερος ἐξ ἐνδείας καὶ πόνου ἐδεσμάτων τε καὶ ποτῶν χολωδῶν συνεπιλήψεται τῇ τρίτῃ κρίσει, καὶ μᾶλλον εἰ αὐχμώδης ἱκανῶς ἥ τε προγεγενημένη κατάστασις εἴη καὶ ἡ νῦν ἐνεστῶσα καὶ τὸ χωρίον ἐν ᾧ νοσεῖ φύσει θερμόν. εἰ δὲ καὶ τριταῖαι κρίσεις ἐπιδεδημηκυῖαι τηνικαῦτα εἶεν, ἐστὶ βεβαιότερος ὁ στοχασμός. εἰ μέντοι τἀναντία πάντα συνέλθοι, βραδυτέρα μὲν ἡ κίνησις τοῦ νοσήματος, οὐ πάνυ
720
δέ τι τὸ μέγεθος ἀξιόλογον, ἡ δὲ ὥρα χειμὼν, ὁ δὲ νοσῶν ἤτοι φύσει φλεγματωδέστερος, ἢ παρακμάζων, εἰς τὸν τῆς πέμπτης ἡμέρας παροξυσμὸν ἐλπίζειν ἀφίξεσθαι τὴν κρίσιν, ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ χωρίον ὑγρὸν εἴη καὶ ψυχρὸν, ἥ τε παροῦσα κατάστασις ὁμοία καὶ αἱ κρίσεις ἐπιδεδημηκυῖαι πεμπταῖαι, καὶ τἄλλα δὲ τὰ τούτοις ἀνάλογα, ἀργία τε καὶ πλησμονὴ, καὶ φλεγματώδη τὰ προεδηδεσμένα σιτία χρόνῳ πλείονι. πάλιν οὖν ἕτερος ἄῤῥωστος ὑποκείσθω, μήπω μὲν μηδὲν ἔχων ἐναργὲς πέψεως σημεῖον μήτ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν μήτ’ ἐν τῇ δευτέρᾳ, μὴ μέντοι κινδυνῶδες, ἀλλὰ παντοίως ἀκίνδυνα πάντως. σωθήσεται μὲν δηλονότι καὶ οὗτος, ἀλλ’ οὐκ ἐν τῇ πρώτῃ τετράδι τελέως ἀπαλλαγήσεται. προσέχειν οὖν αὖ δεῖ σε τὸν νοῦν ἐπιμελῶς, εἴ τι πέψεως ἐναργοῦς ἐπιδείξει σημεῖον. εἰ γὰρ τοῦτο γένοιτο, κατὰ τὴν ἑβδόμην ἡμέραν ἀνάγκη λυθῆναι τὸ νόσημα, μηδενὸς ἐν τῷ μεταξὺ πλημμεληθέντος. εἰ δὲ μετὰ κρίσεως, ἢ μὴ, τῷ μεγέθει τοῦ νοσήματος διορίζεσθαι. πρόδηλον γὰρ ὡς
721
περ μέγα, πάντως μετὰ κρίσεως· εἰ δὲ καὶ κινούμενον ὀξέως, ἔτι δὴ καὶ μᾶλλον, ὥστε κᾂν ἁμαρτηθῇ τι μὴ πάνυ μέγα περὶ τὸν κάμνοντα, πάντως μετὰ κρίσεως, καὶ οὕτως ἐλπίζειν ἑβδομαίαν ἀπαντήσεσθαι κρίσιν. εἰ μέντοι μὴ πάνυ ταχέως κινοῖτο, πλημμεληθείη δέ τι μεταξὺ περὶ τὸν ἄνθρωπον, εἰς τὴν ἐννάτην ἡμέραν ἡ κρίσις μεταπίπτειν ὀφείλει. πάλιν οὖν ἕτερος ἄῤῥωστος ὑποκείσθω τῶν ἀκινδύνως ἐχόντων ἐπὶ τῆς ἑβδόμης ἡμέρας πρῶτον ἐναργὲς ἴσχων τι πέψεως σημεῖον. οὗτος, εἰ μὲν μέγα τὸ νόσημα καὶ ταχέως εἴη κινούμενον, ἑνδεκαταῖος μᾶλλον ἢ τεσσαρεσκαιδεκαταῖος κριθήσεται· μικροτέρου δὲ ὄντος, ἢ μὴ πάνυ ταχέως κινουμένου, τεσσαρεσκαιδεκαταῖος μᾶλλον ἢ ἑνδεκαταῖος. ἐπιδιορίζεσθαι δὲ δεῖ τοῖς ἄλλοις, εἰ μὲν καὶ νέος εἴη καὶ φύσει χολώδης καὶ θέρος καὶ ἐν χωρίῳ φύσει θερμῷ καὶ τά τε τοῦ πρόσθεν βίου καὶ τὰ τῆς παρούσης καταστάσεως ἐπὶ τὸ θερμότερον ἅπαντα ῥέποι, πάντως ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας κριθήσεται οὗτος, καθάπερ εἰ καὶ τἀναντία τῶν εἰρημένων ἅπανθ’ ὑπάρχει τῷ νοσοῦντι, κατὰ τὴν τεσσαρεσκαιδεκάτην. 
722
εἰ δὲ τινὰ μὲν εἴη, τινὰ δὲ μὴ, πλημμεληθέντος δέ τινος ἐν τῷ μεταξὺ, κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ ἐνδέχεται κριθῆναι τὸ νόσημα. πολλάκις δὲ οὐδὲ κατὰ τὴν ιδ΄, ὅταν ᾖ μεῖζον τὸ ἁμαρτηθέν. εἰ μέντοι μηδὲν ἁμαρτηθείη, μικτὰ δ’ εἴη τὰ συμπτώματα, γεγυμνασμένου τε καὶ ὀξέος ἐν τῷδε χρεία τοῦ ἰατροῦ πρὸς τὸ διακρίνειν τὰ μείζονα τὴν δύναμιν ἔχοντα σημεῖα, καὶ τῇ κατ’ αὐτὰ προδηλουμένῃ κρίσει πιστεῦσαι μᾶλλον ἐπὶ τῶν οὕτως ἀμφιβόλων προγνώσεων. εἰ δὲ καὶ μὴ κατὰ τὴν ζ΄ αὐτὴν, ἀλλὰ κατὰ τὰς ἄλλας γε τὰς μεταξὺ τῆς ἑβδόμης τε καὶ τῆς ια΄ ἔνεστιν ἀκριβῶς ἐξευρεῖν τὸ γενησόμενον. εἰ γὰρ ἤτοι τὸ μέγεθος ἢ τὸ τάχος τῆς τοῦ νοσήματος κινήσεως ἐπιταθείη κατὰ ταύτας τὰς ἡμέρας, ἀξιόλογός τε προσθήκη γίγνοιτο τοῖς τῆς πέψεως σημείοις, ἑνδεκαταῖος ὁ τοιοῦτος ἄῤῥωστος κριθήσεται, καθάπερ εἰ καὶ τἀναντία, τεσσαρεσκαιδεκαταῖος. ὑποκείσθω τοίνυν πάλιν ἄῤῥωστος ἐν ἀκινδύνῳ νοσήματι κατὰ τὰς προτέρας ἡμέρας, ἀργοτέραν τε τὴν κίνησιν ἔχων τοῦ πυρετοῦ καὶ μηδὲ περικαῶς πάνυ πυρέττων, ἀλλὰ καὶ σὺν τοῖς τῆς ἀπεψίας σημείοις·
723
ὅτι μὲν ἐντὸς τῆς ιδ΄ ὁ τοιοῦτος οὐκ ἂν ἀπαλλαγείη τοῦ νοσήματος ἤδη δῆλον. εἴτε δὲ κατ’ αὐτὴν ἐκείνην, εἴτε καὶ ποῤῥωτέρω, τοῖς καιροῖς τῆς ὅλης νόσου διορίζεσθαι. τὰ μὲν γὰρ τῆς ἀρχῆς σημεῖα μέχρι πολλοῦ παραμένοντα χρόνιον εἶναι δηλώσουσι τὸ νόσημα, τὰ δὲ τῆς ἀναβάσεως, εἰ κατὰ τὴν δ΄ ἢ τὴν ζ΄ φανείη, περὶ τὴν ιδ΄ ἐλπίζειν τι, διορισθήσεται δὲ ἐπὶ τῆς ια΄. εἰ γὰρ ἅμα τὰ τρία τάδε συνδράμοι κατὰ ταύτην τὴν ἡμέραν, ἥ τε τῆς κινήσεως ὀξύτης ἱκανὴν αὔξησιν εἰληφυῖα καὶ τὸ μέγεθος τοῦ πυρετοῦ, καὶ προσέτι πέψεως ἐναργὲς γνώρισμα, κατὰ τὴν ιδ΄ ἡ κρίσις· ἔτι δὲ δὴ μᾶλλον, εἰ καὶ τὰ τῆς ὥρας τε καὶ τὰ τῆς ἡλικίας, καὶ τὰ τῆς φύσεως τοῦ νοσοῦντος, ὅσα τ’ ἄλλα τούτοις ἀνάλογον εἰς τάχος κρίσεως συντελεῖ. μόνου δὲ τοῦ τῆς πέψεως ἐναργῶς σημείου κατὰ τὴν ἑνδεκάτην ἡμέραν γινομένου, μὴ μέντοι μήτε τοῦ μεγέθους τοῦ νοσήματος μήτε τοῦ τάχους τῆς κινήσεως κατεπείγοντος, οὐκ ἂν ἐν τῇ ιδ΄ κριθείη. ἀλλ’ εἰ μὲν καὶ τὰ τῆς ὥρας καὶ τὰ τῆς ἡλικίας τοῦ κάμνοντος, ὅσα τ’ ἄλλα τούτοις ἐστὶ σύστοιχα, πρὸς τὸ ψυχρότερον ῥέποι, μὴ
724
πρὸ τῆς κ΄ ἐλπίζειν ἔσεσθαι τὴν λύσιν τοῦ νοσήματος. εἰ δὲ μικτά πως εἴη καὶ ἡ ιδ΄ τὰ σημεῖα τῆς πέψεως ἀξιολόγως αὐξήσειε, κατὰ τὴν ἑπτακαιδεκάτην ἡ κρίσις ἀπαντήσεται. εἰ δὲ μηδ’ ἐπὶ τῆς ιδ΄ νεωτερισθείη μηδὲν, ἀκριβῶς πάνυ προσέχειν τὸν νοῦν τοῖς ἐπὶ τῆς ἑπτακαιδεκάτης ἐσομένοις. πιστότατον γὰρ ἔσται τὸ κατ’ αὐτὴν φανὲν σημεῖον, εἰ καὶ πάνυ σμικρὸν εἴη, καὶ προδηλώσει τὴν ἐπὶ τῆς κ΄ ἡμέρας ἐσομένην κρίσιν.

Ὅτι δὲ αἱ τοιαῦται σύμπασαι κρίσεις, ἃς ἐξηριθμησάμεθα, πασῶν εἰσιν ἄρισται, τουτέστιν ἀκίνδυνοί τε καὶ τέλειαι καὶ ἀσφαλεῖς, εἰ τοῖς ἐξ ἀρχῆς εἰρημένοις ἅπασαν ἠκολούθησέ τις, οὐδεμιᾶς ἀποδείξεως ἔτι προσδεῖται. ὅταν γὰρ ἐπί τε σημείων ἀγαθῶν γίγνωνται καὶ πέψεως ἀκριβοῦς, ἀρίστας ἀναγκαῖον ὑπάρχειν αὐτὰς, ὅπου γε καὶ ὁ πεπασμὸς μόνος ταχύτητι κρίσεως καὶ ἀσφάλειαν ὑγιείας σημαίνει. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἐπ’ ἀκριβεῖ πέψει νοσήματος ἀπαντῆσαί ποτε κρίσιν οὐκ ἀγαθὴν, ἀκριβὴς δὲ πέψις ἐν ταῖς ἀκμαῖς γίνεται, καὶ διὰ τοῦτο ἀπ’ ἀρχῆς εὐθὺς ὑφ’

725
ἡμῶν παρῄνητο μηδὲν οὕτως ἀσκεῖν προγινώσκειν ὡς τὴν ἀκμὴν τοῦ νοσήματος. εἰ γὰρ καὶ τὸ σχῆμα τῆς διαίτης ὡς πρὸς ἐκείνην συντάττεται, καὶ κρίσις ἀρίστη κατ’ ἐκείνην γίνεται, καὶ πασῶν ἐστι τῶν κρίσεων αὕτη κανών. εἰ γὰρ ἡ ἐγγυτέρω ταύτης ἀεὶ τῆς ποῤῥωτέρω βελτίων, οὐδὲν οὕτως ἀσκεῖν χρὴ τὸν ἰατρὸν ὡς προγινώσκειν ἀκμήν. ἔστω γὰρ ἐπὶ τῆς ιδ΄ ἡμέρας ἐλπίζεσθαί σοι τὴν ἀκμὴν, ἤτοι δὲ διὰ μέγεθος τοῦ νοσήματος ἢ διὰ τὸ τῆς κινήσεως τάχος, ἢ καὶ δι’ ἄλλόν τινα ἔξωθεν ἐρεθισμὸν, ἐπὶ τὴν ια΄ εἰσβάλλειν τὴν κρίσιν, οὐκέτ’ οὐδὲ τελείαν αὐτὴν, οὐδ’ ὅλως ἀγαθὴν ἐλπίσαι δυνατὸν, ἀλλ’ ἐν παντὶ δέει κατὰ τοῦτον τὸν καιρὸν ἀνάγκη εἶναι, καὶ μάλιστα, εἰ καὶ μὴ παντάπασιν ἀκίνδυνον ὑπάρχει τὸ νόσημα. σωτηρίου μέντοι φαινομένου, τὸ γοῦν ἤτοι μετὰ χαλεπῶν γενέσθαι συμπτωμάτων τὴν κρίσιν, ἢ μὴ τελείαν, ἢ πάντως ὑποτροπιάσειν ἀναγκαῖον ὑποπτεύειν. οὕτως ἄρα μεγίστη τις δύναμις ἐν τοῖς πεπασμοῖς ἐστι, καὶ διὰ τοῦτο καὶ ἐν ταῖς ἀκμαῖς. καὶ γὰρ οὖν καὶ εἴ τινα κατὰ ταύτας οὐκ ἐκρίθη νοσήματα, κριθῆναι τούτοις ἐπὶ τῶν
726
παρακμῶν ἀμήχανον. ὅσα γὰρ ἂν ἅπαξ ὑπερβῇ τὸν τῆς ἀκμῆς καιρὸν, ἄκριτα μείναντα, κατὰ βραχὺ ταῦτα λύεται, καὶ μὲν δὴ καὶ κίνδυνος ἔτι θανάτου μετὰ τὸν τῆς ἀκμῆς καιρὸν οὐδείς ἐστιν. ἐμοὶ γοῦν κριτῇ, καίτοι δοκοῦσί τινες ἑωρᾶσθαι τεθνεῶτας ἐν ταῖς παρακμαῖς. ἀλλ’ εἴτε τῇ πείρᾳ χρὴ κρίνειν, εἴτε τῷ λόγῳ, κατ’ ἄλλο τι τούτους ἀποθανόντας οἶδα, καὶ οὐ κατ’ αὐτὸ τὸ νόσημα· πάντες γοῦν ἐφ’ ἁμαρτήμασιν ἀπώλοντο, μάλιστα μὲν τοῖς ἑαυτῶν, ἐνίοτε δὲ καὶ τοῖς τῶν ἰατρῶν. οὕτω μὲν ἡ πεῖρα μαρτυρεῖ τὸ μηδένα κατὰ τὰς παρακμὰς ἀποθανεῖν δι’ αὐτὸ τὸ νόσημα, ταύτης δ’ ἔτι πολὺ μᾶλλον ὁ λόγος. οὐ γὰρ ἐγχωρεῖ πεφθέντων τῶν νοσερῶν αἰτίων, οὐδὲ τῆς φύσεως ἐπικρατούσης ἔτι, ἀπολέσθαι τὸν ἄνθρωπον, ἄν γε θεραπεύηται καλῶς ὑπὸ τῶν ἰατρῶν. ὅπου γὰρ διήνεγκέ τε καὶ ἀπεμαχέσατο, καὶ ἀντήρκεσε τῷ σφοδροτάτῳ τῆς νόσου, καὶ κατηγωνίσατο τὰ λυποῦντα, τοῦτο γάρ ἐστιν ὁ πεπασμὸς, οὐκ ἐνδέχεται ταύτην οὐκέτι νικηθῆναι. καὶ μὴν εἴπερ ἀήττητος ἡ φύσις τοῦ νοσήματος εἴη, κατ’ οὐδένα τρόπον ἐγχωρεῖ θάνατον ἀπαντῆσαι, εἴ γε δὴ 
727
μηδ’ ἄλλό τι θάνατός ἐστι παρὰ τὴν παντελῆ τῆς φύσεως ἧτταν, διαρκούσης δὲ καὶ κρατούσης καὶ νικώσης ἀνάγκη σώζεσθαι τὸ ζῶον. ἐκ πάντων οὖν ὁ λόγος ἀναγκάζει τοῦτ’ ἀσκεῖν μάλιστα, τῆς νόσου προγινώσκειν τὸ μέρος, ὃ καλοῦσιν ἀκμήν. καὶ γὰρ δὴ καὶ ἡ τοῦ τεθνήξεσθαι τὸν ἄνθρωπον, ἢ μὴ τεθνήξεσθαι πρόγνωσις, ἄνευ τοῦ προγνῶναι τὸν καιρὸν τῆς ἀκμῆς οὐκ ἄν ποτε γένοιτο. τότε γὰρ πρῶτον ἀποθανεῖν ἀναγκαῖον, ὅταν ἡ δύναμις ὑπὸ τοῦ νοσήματος ἡττηθῇ. χρὴ δὲ, εἴτε δύναμιν, εἴτε φύσιν εἴποιμι, ταὐτὸν ἀκούειν σε νῦν, καὶ μὴν οὐκ ἐγχωρεῖ σε γνῶναί ποτε, πότερον πρῶτον ἡττηθήσεται, τοῦ μέλλοντος ἀδήλου παντάπασιν ὑπάρχοντος. εἰ μὲν γὰρ ἐντὸς ἡμέρας μιᾶς ἡ κρίσις ἔσεσθαι μέλλει, φθάσει δηλονότι σωθεὶς ὁ νοσῶν, πρὶν τὴν δύναμιν ὑπὸ τοῦ νοσήματος νικηθῆναι. εἰ δ’ οὐκ ἐνδέχεται πρὸ τῶν κ΄ ἡμερῶν, εἰ τύχοι, γενέσθαι τὴν ἀκμὴν, ἐνδέχεται φθάσαι καμεῖν ἐν τῷ χρόνῳ τὴν δύναμιν, ὥστε τῶν ὁμοίων πάντων φαινομένων ἀῤῥώστων ἐγχωρεῖ τὸν μὲν σωθῆναι, τὸν δ’ ἀπολέσθαι διὰ τὸν καιρὸν τῆς μελλούσης ἀκμῆς. εἰ μὲν οὖν εἶχέ τις
728
ἄλλον ἡμᾶς διδάξαι διορισμὸν εἰς τὸ διακρίνειν δύνασθαι τούς τ’ ἀπολεσθησομένους καὶ σωθησομένους, οὐδὲν ἂν ἴσως εἰς τοῦτο δεοίμεθα διαγινώσκειν ἀκμὴν μέλλουσαν, εἰ οὐκ ἐνδέχεται τῶν ὡσαύτως φαινομένων νόσων ὅστις ἐστὶν ὁ σωθησόμενος, ἢ τεθνηξόμενος, ἑτέρως ἢ ὡς ἐγὼ νῦν εἴρηκα, μεγίστη καὶ κατὰ τοῦτο χρεία τοῦ προγνῶναι τὴν ἀκμήν. Ἱπποκράτης μὲν οὖν συντεκμαίρεσθαί φησι χρῆναι τὸν νοσέοντα, εἰ ἐξαρκέσει πρὸς τὴν ἀκμὴν τῆς νόσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος ἀπαυδήσει πρότερον καὶ ἀμβλυνεῖται. φαίνεται δὲ καὶ Διοκλῆς καὶ Πλειστόνικος καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ δοκιμώτατοι τῶν ἰατρῶν οὐδὲν ἐξευρίσκοντες ἄλλο βέλτιον εἰς διάγνωσιν τοῦ τεθνήξεσθαι τὸν ἄνθρωπον, ἢ σωθήσεσθαι. τοῖς δὲ πάντῃ τὰ καλὰ τῆς τέχνης λυμηναμένοις οὔτ’ ἄλλό τι σοφώτερον ἐξεύρηται, καὶ τοῦτ’ ἐσχάτως ἠμέληται. τίς γὰρ αὐτῶν ἢ μέγεθος νοσήματος, ἢ ῥώμην δυνάμεως ἀσκεῖ διαγινώσκειν, ἢ τὴν μέλλουσαν ἀκμὴν προγινώσκειν; καὶ μὴν ἄνευ τῆς τῶν τριῶν
729
τούτων ἀκριβοῦς διαγνώσεως οὐκ ἐνδέχεται περὶ σωτηρίας οὐδὲν ἐξευρεῖν, οὐ μᾶλλον ἢ εἰ φορτίον τις ἱκανὸς κομίζειν ἔσοιτο, χωρὶς τοῦ καὶ τὴν ῥώμην εἰδέναι τοῦ ἀνθρώπου καὶ τὸ μέγεθος τοῦ φορτίου καὶ τὸ μῆκος τῆς ὁδοῦ. ἀνάλογον γάρ ἐστιν ἡ μὲν δύναμις τῷ βαστάζοντι, τὸ δὲ νόσημα τῷ φορτίῳ, τὸ δὲ μῆκος τοῦ χρόνου τὸ μέχρι τῆς ἀκμῆς τῷ μήκει τῆς ὁδοῦ. πῶς οὖν οἷόν τέ ἐστι γνῶναι περὶ τοῦ κάμνοντος, εἰ ἐξαρκέσει, μηδεμίαν ἔχοντα πρόγνωσιν περὶ τῆς ἀκμῆς; ἐξ ἁπάντων οὖν ὁ λόγος ἀναγκάζει μηδὲν οὕτως ἀσκεῖν ὡς τῆς μελλούσης ἀκμῆς τὴν πρόγνωσιν. εἰ γὰρ καὶ διαιτῆσαι καλῶς οὐκ ἐγχωρεῖ χωρὶς τοῦ ταύτην προγνῶναι, καὶ περὶ σωτηρίας τοῦ νοσοῦντος, ἢ περὶ θανάτου, καθ’ ἕτερον τρόπον οὐχ οἷόν τε σαφῶς ἐξευρεῖν. ἀλλ’ οὐδὲ περὶ κρίσεως, εἴτε ὅλως, εἴτε μηδ’ ὅλως ἔσται καὶ γινομένη πηνίκα καὶ ὁποία τις ἔσται, χωρὶς τῆς κατὰ τὴν ἀκμὴν προγνώσεως ἀδύνατον εἰδέναι. μέγιστον ἂν εἴη καὶ πρῶτον ἁπάντων τῶν κατὰ τὴν τέχνην ἀκμῆς μελλούσης ἀσκῆσαι πρόγνωσιν. ὅπως μὲν οὖν χρὴ τοῦτο ποιεῖν, ἔμπροσθεν εἴρηται.

730

Νυνὶ δ’ ὅπερ ἔμπροσθεν ἐλέγομεν ἀναληπτέον, ὡς ἐκ τοῦ γνῶναι μέγεθος τοῦ νοσήματος καὶ ἰσχὺν δυνάμεως καὶ ἀκμῆς καιρὸν, εἴτε σωθήσεται προγνόντες ὁ κάμνων, εἴτε μὴ, δυναίμεθ’ ἂν συλλογίζεσθαί τι περὶ τοῦ χρόνου καὶ τοῦ τρόπου τῆς κρίσεως. εἰ μὲν γὰρ ἀκίνδυνον εὑρίσκοιτο τὸ νόσημα πάντῃ, καὶ μήτ’ ὀξύτης αὐτοῦ κατεπείγοι μήτε μέγεθος, ἀλλὰ μηδὲ πλημμεληθείη τι περὶ τὸν κάμνοντα, τὸν τῆς ἀκμῆς καιρὸν ἡ κρίσις ἀναμένει, καὶ αὕτη μέν ἐστιν ἡ ἀρίστη κρίσις, ἤδη γὰρ πεπεμμένου τοῦ νοσήματος γίνεται. εἰ δέ γε ἤτοι διὰ τὸ μέγεθος, ἢ τὸ τῆς κινήσεως τάχος, ἢ διά τινα ἄλλον ἐρεθισμὸν, ἐντὸς τῆς ἀκμῆς ἀναγκασθείη τὸ νόσημα κριθῆναι, τοσοῦτον τῆς ἀρίστης κρίσεως ἡ νῦν ἔσται χείρων ὅσον ἔφθασε τὴν ἀκμήν. εἰ δὲ μηδ’ ἐξαρκέσαι δύναιτο μέχρι τῆς ἀκμῆς, ἀνάγκη μὲν ἀποθανεῖν ἐν τῷ τοιούτῳ νοσήματι τὸν ἄῤῥωστον, ἀλλ’ οὐ πάντως ἐγγὺς τῆς ἀκμῆς· ἐνδέχεται γὰρ καὶ πολὺ θᾶττον αὐτῆς καὶ κατ’ ἀρχὰς εὐθὺς ὅλης τῆς νόσου. κρίσις μὲν γὰρ ἤτοι κατὰ τὴν ἀκμὴν ἢ μικρὸν πρὸ αὐτῆς γίνεται, θάνατος δὲ ἐν τοῖς τρισὶ καιροῖς, ἀρχῇ καὶ ἀναβάσει καὶ ἀκμῇ.

731

Πλειόνων δὲ ὄντων πραγμάτων, ἵνα ὁ λόγος ᾖ σαφὴς, συγχωρησάτωσαν ἡμῖν οἱ σοφισταὶ καθ’ ἕκαστον αὐτῶν ἴδιον ὄνομα θέσθαι, κᾂν εἰ μὴ συγχωροῖεν δὲ μακρὰν χαίρειν αὐτοῖς εἰπόντες, οὐ γὰρ ἐκείνοις, ἀλλὰ τοῖς τὴν ἀλήθειαν ἀσκοῦσιν ὁ λόγος ὅδε σύγκειται, σκοπῶμεν οὕτως. εἰ μὲν δή τις ἀθρόως ἀπηλλάγη τῆς νόσου, πάντως μὲν τούτῳ κένωσις ἀξιόλογος ἀπήντησε δι’ ἐμέτων ἢ γαστρὸς ἢ ἱδρώτων ἢ οὔρων ἢ αἱμοῤῥαγίας ἐκ ῥινῶν, ἢ αἱμοῤῥοΐδων ἐξ ἕδρας, ἢ καταμηνίων φορᾶς ἐπὶ γυναικῶν, ἀλλὰ καὶ παρωτίδες ἀπήλλαξαν οὐκ ὀλίγους, ἐν καιρῷ τῷ δέοντι φανεῖσαι καὶ εἰς γόνατα καὶ εἰς πόδας καὶ εἰς ἄλλο τι καὶ ἄλλο τῶν ἀκύρων μορίων ἀπόσκημμα. καὶ μὲν δὴ καὶ προηγεῖταί τε καὶ συνεδρεύει τούτοις ἅπασιν οὐ σμικρὰ ταραχὴ κατὰ τὸ σῶμα τοῦ κάμνοντος, παραπαίουσί τε καὶ δυσπνοοῦσι καὶ ἀσώδεις εἰσὶ, καὶ τὰ ἄλλα ὅσα ἔμπροσθεν εἴρηται πάσχουσιν. εἷς μὲν δὴ τρόπος ὅδε λύσεως νοσημάτων, ὃν οὐχ ἡμεῖς μόνοι νῦν ἀξιοῦμεν ἕνεκα σαφοῦς διδασκαλίας ὀνομάζεσθαι κρίσιν, 

732
ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες οὕτως ἐκάλουν. ἕτερος δὲ τὰ μὲν ἄλλα τῷδε σύμπαντ’ ἔχων τὰ αὐτὰ, μόνῳ δὲ διαφέρων τῷ μὴ τελέως ἀπαλλάττειν τῆς νόσου. ὀνομάζεται δὲ καὶ οὗτος ἐνίοτε μὲν ἁπλῶς κρίσις, ὥσπερ καὶ ὁ πρότερος, ἐνίοτε δὲ μετὰ προσθήκης ἀτελὴς κρίσις, ἢ ἐλλιπὴς κρίσις. ὅσα δὲ κατὰ βραχὺ παύεται νοσήματα, λύεσθαι μὲν ἐν τῷ παρόντι λεγέσθω, κρίνεσθαι δὲ μὴ λεγέσθω, καίτοι τοῦτο ἔφαμεν ὀνομάζεσθαί ποτε καταχρωμένων κρίσιν, ἀλλὰ νῦν ἐπὶ τρισὶ τοῖς εἰρημένοις ἴδιον ἑκάστῳ σαφηνείας ἕνεκεν ὄνομα κείσθω· κρίσις μὲν ἁπλῶς ἡ ὀξύῤῥοπος τῆς νόσου λύσις, ἐλλιπὴς δὲ κρίσις ἡ ὀξύῤῥοπος μείωσις· ἁπλῶς δὲ λύσις ἡ ἐν χρόνῳ τε πλείονι καὶ κατὰ μικρὸν γινομένη. ὥσπερ δὲ ταῖς κρίσεσιν ἐξ ἀνάγκης ἤτοι κένωσις ἀξιόλογος, ἢ πάντως γ’ ἀπόσκημμα μετά τινος ὀξείας γίνεται ταραχῆς, οὕτως ταῖς λύσεσιν οὔτε σάλος οὐδεὶς οὔτε κένωσις οὔτε ἀπόσκημμα συμπίπτει. τρεῖς μὲν δὴ τρόποι μεταβολῆς νοσημάτων οἵδε, μέλλοντος σωθήσεσθαι τοῦ κάμνοντος· τρεῖς δὲ ἄλλοι τούτοις
733
ἀντίστροφοι μέλλοντος τεθνήξεσθαι. ἢ γὰρ ἀθρόως ἀποθνήσκει τις ἅμα ταραχῇ καὶ σάλῳ καί τισιν ἐκκρίσεσιν, ἢ ἀποσκήμμασιν ἀξιολόγοις, ἢ οὐκ ἀπέθανε μὲν ἐπὶ τοῖσδε, χείρων δ’ ἀπεδείχθη μακρῷ. καλείσθω δὴ ταῦτα κοινῇ μὲν ἄμφω κρίσεις οὐκ ἀγαθαὶ, μηδὲν διαφέροντος εἴθ’ οὕτως, εἴτε κακὰς κρίσεις ὀνομάζομεν αὐτὰς, ἰδίᾳ δ’ ἑκατέρα τελεία μὲν ἡ προτέρα, ἐλλιπὴς δὲ ἡ δευτέρα. τὸ δὲ τρίτον εἶδος τῆς κακῆς μεταβολῆς, τὸ κατὰ βραχὺ γινόμενον ἄχρι θανάτου, μαρασμὸς ὀνομαζέσθω. ταυτὶ μὲν οὖν τρία τρισὶν ἀντίκειται. τέταρτος δὲ τρόπος ἐστὶν ὀξυῤῥόπου μεταβολῆς ἐπὶ τὸ χεῖρον, ἄνευ μεγάλων ἐκκρίσεων, ἢ ἀποσκημμάτων, ὃν οὐδὲ κρίσιν ὀνομάζω. ὅτι μὲν οὖν ἕτερον εἴπομεν εἶναι τόνδε τὸν τὸν τρόπον ἐκείνων, οὓς ἅμα σάλῳ τέ τινι καὶ ταραχῇ καὶ σὺν ἐκκρίσεσιν ἀξιολόγοις, ἢ ἀποσκήμμασιν ἐλέγομεν γίνεσθαι, πρόδηλον παντί. καὶ γὰρ καὶ τὸ χωρὶς ἐκείνων τῶν συμπτωμάτων, ἃ πρόσθεν ὠνομάσαμεν κρίσιμα καὶ τὸ χωρὶς ἐκκρίσεως, ἢ ἀποσκήμματος, ἕτερόν ἐστι τοῦ σὺν ἐκείνοις. εἰ δὲ ὀρθῶς, ἢ μὴ, τῷδε τῷ τρόπῳ τοῦ θανάτου τὸ τῆς κρίσεως
734
οὐκ ἐπιφέρομεν ὄνομα, τοῦτ’ ἤδη περὶ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος ἀμφισβητεῖν. ἐγὼ μὲν γὰρ ἐδίδαξα τρόπους τέτταρας ἀλλήλων διαφέροντας, καὶ τοὔνομά γε ἑκάστῳ σαφοῦς ἕνεκα διδασκαλίας ἠξίωσα θέσθαι διάφορον. εἰ δέ τις ἔχει βέλτιον, ἢ σαφέστερον ὀνομάζειν, οὐκ ἀμφισβητήσαιμι ἂν αὐτῷ τῆς κλήσεως. ἔστι δὲ οὐκ ἐν τούτῳ τὸ διδάξαι τι χρηστὸν, ἀλλ’ ἐν τῷ καὶ διαγινώσκειν ἕκαστον τῶν τρόπων παρόντα καὶ προγινώσκειν ἐσόμενον. οὐ μὴν οὐδ’ εἰ τὰς αἰτίας ἐγχειρήσαιμι λέγειν ἐφεξῆς ἑκάστου τῶν τρόπων, εἶτά τις ἀντειπὼν αὐταῖς ὡς οὐκ ὀρθῶς ἐχούσαις οἴοιτο τοῖς τρόποις αὐτοῖς ἀντειρηκέναι, δεόντως ὑπολαμβάνει. τὸ μὲν γὰρ καὶ τοσούτους εἶναι τοὺς τρόπους καθ’ οὓς ὑγιάζονταί τε καὶ ἀποθνήσκουσιν οἱ νοσοῦντες, καὶ ὀνομάζεσθαι τοῖς εἰρημένοις ὀνόμασι καὶ διαγινώσκεσθαι παρόντας ἢ καὶ μέλλοντας ἔσεσθαι προγινώσκεσθαι, τὸ χρήσιμόν ἐστιν αὐτὸ πρὸς τὰς ἰάσεις, καὶ προσήκει τοῖς μὲν ὀνόμασι συγχωρεῖν, τὰς διαγνώσεις δὲ καὶ τὰς προγνώσεις τῇ πείρᾳ βασανίζειν.