De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Ἀγαθίνου τοίνυν λέγοντος ἀναίσθητον εἶναι τὴν συστολὴν τῆς ἀρτηρίας, Ἡροφίλου δὲ διὰ παντὸς ὡς ὑπὲρ αἰσθητῆς διαλεγομένου, χαλεπὸν ὄντως ἦν καὶ ἄπορον ἑτέρῳ πρὸ θατέρου πιστεῦσαι, τοσαύτην μὲν ἀμφοτέρων σπουδὴν εἰσενηνεγμένων εἴς τε τἄλλα τῆς ἰατρικῆς καὶ

787
τὴν περὶ τοὺς σφυγμοὺς τέχνην αὐξῆσαι, μακρῷ τε χρόνῳ τόν τε λογισμὸν καὶ τὴν αἴσθησιν ἱκανῶς γεγυμνασμένων. ἐδόκει δή μοι δίκαιον εἶναι πρῶτον μὲν ἀσκῆσαι τὴν ἁφὴν τῆς παρὰ μικρὸν αἰσθάνεσθαι διαφορᾶς, ἵν’ εἴπερ ἡμῖν αὐτοῖς ποτε καταφανὴς ἐναργῶς γένοιτο ἡ συστολὴ, μηκέτ’ ἄλλου δεοίμεθα μάρτυρος· δεύτερον δὲ καὶ τὴν τῶν πρεσβυτέρων ἱστορίαν ἀναλέξασθαι. τῶν πλείστων μὲν γὰρ καὶ τῶν ἀξιοπίστων αἰσθητὴν λεγόντων, μηδ’ ἂν ὅτι μάλιστα πολλῷ χρόνῳ τριβομένοις ἡμῖν ἔτ’ ἀναίσθητος φαίνηται, προαφίστασθαί τε καὶ ἀπογινώσκειν τῆς εὑρέσεως, εἰ δὲ μηδεὶς ἄλλος ἢ ὀλίγοι παντελῶς καὶ ἄπιστοι τοῦτο λέγοιεν, ἡμῖν τε περὶ αὐτὸ ἔχουσιν ἀδιάγνωστον φαίνεται, τηνικαῦτ’ ἤδη καὶ ἀπογινώσκειν τῆς εὑρέσεως αὐτοῦ καὶ ἀναίσθητον ὁμολογεῖν ὑπάρχειν. εὑρίσκοντες οὖν τοὺς μὲν Ἡροφιλείους σχεδὸν ἅπαντας αἰσθητὴν εἶναι λέγοντας, τοῦ δὲ περὶ τὸν Ἐρασίστρατον χοροῦ τοὺς μὲν ὁμολογοῦντας, τοὺς δ’ ἀρνουμένους, καὶ τρίτους τοὺς ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως, ὧν εἷς ἦν καὶ Ἀγαθῖνος, ὡσαύτως πρὸς ἀλλήλους
788
διαφερομένους, ὅσον μὲν ἐπὶ τῇ τῶν πρεσβυτέρων ἱστορίᾳ πλέον οὐδὲν ἡμῖν ἔγνωμεν ἐσόμενον, ἴσων σχεδὸν ἀριθμῷ τε καὶ ἀξιώματι τῶν ὁμολογούντων τοῖς ἀρνουμένοις ὑπαρχόντων· ἐφ’ ἡμῶν δ’ αὐτῶν ἅμα τοῖς διδασκάλοις διεσκοπούμεθα, μηδ’ αὐτοῖς ὁμολογοῦσι σαφῆ διάγνωσιν ἐσχηκέναι ποτὲ τῆς συστολῆς. ἐν τούτῳ δ’, οἷα εἰκὸς, καὶ λόγῳ τινὲς ἐκινοῦντο, καὶ πᾶσι μὲν αὐτοῖς ἐδόκει πιθανὸν εἶναι μὴ δύνασθαι τῆς ἀποχωρούσης ἀρτηρίας αἰσθάνεσθαι τὴν ἁφήν· ἤτοι γὰρ τῆς κινήσεως αὐτῆς, ἢ τῆς ἅμ’ αὐτῆς πληγῆς αἴσθησιν ἡμῖν γίγνεσθαι κατὰ τὴν διαστολὴν, ἀποχωρούσης δὲ καὶ συστελλομένης οὔτε πληγῆς ἔθ’ ἡμᾶς οὔτε κινήσεως αἰσθάνεσθαι· τῶν γὰρ ὁμιλούντων αὐτῇ καὶ προσιόντων καὶ ψαυόντων, οὐ τῶν ἀφισταμένων εἶναι διαγνωστικὴν, ἐπεὶ οὕτως ἂν καὶ τῶν ἐκ μακροῦ διαστήματος εἰς ἐπίγνωσιν ἐλθεῖν, εἴπερ ἅπαξ αὐτῇ συγχωρηθείη τῶν οὐχ ἁπτομένων αἰσθάνεσθαι. ταῦτα καὶ τοιαῦτα λέγοντες, ἀνέπειθόν με ῥᾳδίως, ὡς ἂν καὶ αὐτὴν τὴν ἁφὴν μάρτυρα ὧν ἔφασκον ἔχοντες. οὐ γὰρ ᾐσθανόμην τῆς συστελλομένης
789
τῆς ἀρτηρίας καὶ ὀλίγου δεῖν ἀπέστην ὡς οὐκ αἰσθητῆς αὐτῆς, εἰ μή μοί ποτε καθάπερ ἐκ παρατρίψεως πυκνῆς πῦρ ἐξαφθὲν καὶ λάμψαν ἐναργῶς ἔδειξε τὸ ἀληθὲς, ὥστε μηκέτι ἑτέρων δεῖσθαι μαρτύρων καὶ κριτῶν, ἀλλ’ αὐτὸν ἱκανὸν ἐμαυτῷ γενέσθαι. δηλώσω δὲ τὸ σύμπαν, ἐντεῦθεν ἀρξάμενος, ὅθεν περ καὶ αὐτὸν ἐμὲ ὁ λόγος ἐποδήγησεν. ἐπειδὴ τῶν ἁπτομένων σωμάτων τὰ μὲν ἐπιπολῆς ἀλλήλων ἅπτεται ψαύοντα μόνον, ἕτερά τε βιάζεται καὶ ὠθεῖ καὶ ἀνατρέπει, κᾀνταῦθα τὸ μὲν ἰσχυρότερόν τε καὶ σκληρότερον οἷον ἐγκαταβαίνει τῷ ἀσθενεστέρῳ τε καὶ μαλακωτέρῳ, θάτερον δ’ εἴκει τε καὶ ἀνατρέπεται καὶ οἷον περισχίζεται τῷ βιαζομένῳ τὴν διάλυσιν αὐτῶν ἀπ’ ἀλλήλων, οὐ τὸν αὐτὸν ἐνδέχεται γίγνεσθαι τρόπον, ἀλλὰ τὰ μὲν ἐπιπολῆς ἁπτόμενα καὶ ἀποχωρεῖ ἀθρόως, ὅσα δ’ εἴκοντος τοῦ μαλακωτέρου προσωτέρω ἰόντα οἷον ἐγκαταβαίνει αὐτῷ, ταῦτα οὐκ ἔτ’ ἀθρόως ἀφίσταται, ἀλλ’ ὅσον ἀπὸ τῆς πρώτης προσβολῆς ἐσωτέρω χωροῦντα ἐβιάσατο, τοσοῦτον ἀποχωριζομένοις αὐτοῖς αἰσθητὸν φυλάττεται. χρόνος γάρ τις ἐν τῷ μεταξὺ
790
γενήσεται τῆς τε πρώτης ὁρμῆς τοῦ ἀφίστασθαι καὶ τῆς ἐσχάτης τελευτῆς, μεθ’ ἣν οὐκέτ’ ἀφίστασθαι, ἀλλ’ ἐφεστάναι ἤδη λεχθήσεται, ἐν ᾧ χρόνῳ παντὶ κατὰ βραχὺ μὲν ἀποχωροῦντος τοῦ ἑτέρου, κατὰ βραχὺ δὲ τῆς θατέρου θλίψεως ἐκλυομένης, ἑκατέρων ἡ κίνησις αἰσθητὴ γενήσεται. εἰ δὲ δὴ καὶ τοῦτο προσείη, ὥστε τὸ μὲν κινούμενον κάτωθεν ἄνω φέρεσθαι, τὸ δ’ ἁπτόμενον ἄνωθεν ἐπικεῖσθαι, πρὸς τῷ τῆς θλίψεως ἀφαιρεῖσθαι τὸ ἐπικείμενον ἔτι καὶ οἷον καταπίπτειν αὐτῷ συμβήσεται, τοῦ πρότερον ἀντερείδοντός τε καὶ ὠθοῦντος ἄνω νῦν κάτω φερομένου.

Ταῦτα διά τε κύστεων καὶ ἀσκῶν καὶ φυσῶν καὶ τῶν τοιούτων ἁπάντων ὀργάνων ἔνεστι πείρᾳ μαθεῖν, ὅτῳ μὴ πάνυ ἐναργὴς ἡ διὰ τοῦ λόγου ἔνδειξις. εὑρεθήσεται γὰρ ἐπὶ πάντων ἔνθα μὲν ἀβίαστος ἡ τῶν ἁπτομένων ὁμιλία καὶ ἡ ἀποχώρησις ἄνευ χρόνου γιγνομένη, θατέρου δ’ ὑπάρχοντος ἰσχυροτέρου, εἰς ὅσον ἂν ὠθούμενον εἴη τὸ ἀσθενέστερον, εἰς τοσοῦτο καὶ τὸ κινούμενον, ὅταν ἀφίστηται τὸ βιασάμενον. εἰ δὲ δὴ καὶ κάτωθεν ἄνω τὸ θλῖβον ἔρχοιτο, πολὺ δήπου ῥᾷόν τε καὶ θᾶττον τηνικαῦτα 

791
τὸ ἀσθενέστερον ἀκολουθήσει τῷ ἰσχυροτέρῳ, σύμμαχον τῆς ἀκολουθήσεως προσλαβὸν τὴν εἰς τὸ κάτω ῥοπήν. δυνήσει δὲ πληρώσας ἢ ἀσκὸν ἢ κύστιν ἤ τι τοιοῦτον ἄλλο ὑγρᾶς οὐσίας ἢ ἀέρος ἐπιπολῆς μὲν ψαύειν αἴρων τε καὶ αὖθις προσφέρων μὲν δακτύλους, ἔπειτα δ’ ἤδη καὶ ὠθεῖν τε καὶ βιάζεσθαι πρόσω, κᾀνταῦθα πάλιν ἐναλλὰξ αἴρων τε καὶ προσφέρων. ὄψει γὰρ ἐναργῶς τὴν μὲν ἑτέραν τῶν ἀποχωρήσεων τὴν ἐπὶ τῇ ψαύσει χωρὶς αἰσθητοῦ χρόνου, τὴν δ’ ἑτέραν τὴν ἐπὶ τῇ θλίψει μετά τινος ἀεὶ χρόνου γιγνομένην. καὶ κατὰ μὲν τὴν προτέραν ἀκίνητον ὄψει τὸ ἀγγεῖον, εἴτε προσάγοις εἴτ’ ἀπάγοις τὸν δάκτυλον, ἐν δὲ τῇ δευτέρᾳ κινούμενον οὐ προσβάλλοντος μόνον, ἀλλὰ καὶ ἀφαιροῦντος. ἀνάλογον δή μοι τίθει τῷ μὲν δακτύλῳ ἀρτηρίαν, τῷ δ’ ἀγγείῳ τὸ ἐφαπτόμενον αὐτῆς σῶμα, καὶ μένοντος δηλονότι τοῦ ἁπτομένου καθ’ ἕνα καὶ τὸν αὐτὸν τρόπον, ἡ ἀρτηρία κινουμένη προσίτω τε καὶ ἀποχωρείτω. γιγνέσθω δὲ ἡ μέν τις προσβολὴ τῆς ἀρτηρίας τῷ ἔξωθεν ἁπτομένῳ σώματι οἷον ψαῦσίς τε καὶ ἐπαφὴ, καθάπερ ἐπὶ τῶν ἀμυδρῶν
792
ἔχει σφυγμῶν, ἡ δέ τις οὐ ψαῦσις μόνον, ἀλλὰ καὶ εἰς τὸ βάθος ὦσις, ὡς ἐπὶ τῶν σφοδρῶν. ἀνάγκη τοίνυν ἐπὶ μὲν τῆς προτέρας, ὅταν ἡ ἀρτηρία συστέλληται, τὸ μὲν, ὅτι ἀπεχώρησε τοῦ ἔξωθεν ἁπτομένου δύνασθαι λέγειν, τὸ δ’, ὅτι νῦν ἀποχωρεῖ μὴ δύνασθαι. χρόνου γὰρ ἡ τοιαύτη χρῄζει διάγνωσις, ἀθρόως δὲ καὶ χωρὶς αἰσθητοῦ χρόνου τῶν ἐπιπολῆς ἁπτομένων σωμάτων αἱ ἀποστάσεις γίγνονται. κατὰ δὲ τὴν ἑτέραν προσβολὴν τῆς ἀρτηρίας τὴν ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, ὑφ’ ἧς ἀπωθεῖσθαι τὴν ἁφὴν ἡμῶν συμβέβηκε, πρότερον μὲν τοῦ χωρίζεσθαι ἡ αἴσθησις, ἐφεξῆς δ’ αὐτοῦ τοῦ κεχωρίσθαι ἡ διάγνωσις, οὐκέτι τῆς αἰσθήσεως τοῦτο γνωριζούσης, ἀλλὰ τῷ παύεσθαι τὸ ταύτης πάθος τοῦ νοῦ τότε ὡς χωριζόμενον νῦν κεχωρίσθαι συλλογισαμένου, τοῦ δ’ ἐπιπολῆς ἁπτομένου τὸ μὲν χωρίζεσθαι παντάπασιν ἀδιάγνωστον, τὸ κεχωρίσθαι δὲ κᾀπὶ τούτων συλλογισμῷ ληπτέον.