De differentiis pulsuum

Galen

Galen, De differentiis pulsuum

Εἰσὶ δὲ οἵ τε κλονώδεις ἔτι καὶ οἱ σπασμώδεις, ἐοικότες μὲν ἀλλήλοις τῷ μὴ φυλάττειν ἕνα τόπον τὴν ἀρτηρίαν, ἀλλ’ ἄνω τε καὶ κάτω φέρεσθαι, τῆς κατὰ φύσιν θέσεως ἐξισταμένης, διαφέροντες δὲ καὶ κατὰ τοῦτο μὲν αὐτὸ, βραχὺ γὰρ τοῦ τοιούτου παθήματος οἱ σπασμώδεις μετέχουσι, μέγα δὲ καὶ σαφὲς ἱκανῶς τοῖς κλονώδεσιν ὑπάρχει, καὶ καθ’ ὅσον δὲ οἱ μὲν σπασμώδεις ἑκατέρωθεν ἐκ τῶν περάτων ἀνθέλκεσθαι καὶ τείνεσθαι καὶ σπᾶσθαι φαίνονται, τοῖς κλονώδεσι δὲ οὐδὲν τοιοῦτον ὑπάρχει. καὶ προσέτι μεγάλη μὲν πολλάκις ἡ διαστολὴ τοῖς κλονώδεσι, μικρὰ δ’ ἀεὶ τοῖς σπασμώδεσι. καὶ τῶν μορίων τῆς ἀρτηρίας τὰ μὲν ἀναφέρεσθαι, τὰ δὲ καταφέρεσθαι καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἐν τοῖς κλονώδεσι φαίνεται ἐναργῶς, τῶν σπασμωδῶν παντελῶς ὀλίγοις καὶ ἀμυδρῶς τοῦ τοιούτου συμπίπτοντος. καθ’ ὅλου δὲ φάναι οἷον χορδῆς τινος τεταμένης αἴσθησίς ἐστιν ἐπὶ τοῦ σπασμώδους σφυγμοῦ, καθ’ ὃ

555
καὶ οὐδενὶ τῶν ἄλλων ἔοικεν· ἐπὶ τῶν κλονωδῶν οὐδὲν τοιοῦτον φαίνεται. μάλιστα γὰρ ἄν τις αὐτῶν τὴν κίνησιν εἰκάσειε τοῖς ἀκοντίοις, ὅσα σφοδρῶς ἀφεθέντα ταχέως φέρεται κραδαινόμενα. καλοῦσι γὰρ οὕτως τὸν πυκνὸν αὐτὸν καὶ ἀνώμαλον σεισμὸν, ὅπερ οὐχ ὑπάρχει τοῖς σπασμώδεσι. τούτους δὲ πάντας τοὺς σφυγμοὺς, τοὺς ἔξω τῶν πέντε γενῶν τῶν πρώτων, κατὰ μίαν διαστολὴν ἀνωμάλους γενομένους, δύο ταῦτα προσιόντα συνίστησι, τό τε παρὰ τὴν θέσιν τῆς ἀρτηρίας εἶδος τῆς ἀνωμαλίας καὶ τὸ πρωϊαίτερον ἢ ὀψιαίτερον ἄρχεσθαι τῆς κινήσεως τὰ μόρια, τὸν μὲν πρῶτον ἐν αὐτοῖς ῥηθέντα, τὸν παρὰ τὴν θέσιν τῶν μορίων ἀνώμαλον, αὐτὸ τοῦτο μόνον, τοὺς δὲ ἄλλους καὶ τοῦτο μὲν, καὶ ἄλλαι δέ τινες ἀνωμαλιῶν προσιοῦσαι διαφοραὶ τῶν πρώτων πέντε γενῶν. σύνθετοι γὰρ αἴ τε νοήσεις καὶ αἱ γενέσεις αὐτῶν, τοῦ τε κυματώδους καὶ τοῦ σκωληκίζονος καὶ τοῦ κλονώδους καὶ τοῦ σπασμώδους. ὁ δὲ μυρμηκίζων, ὡς ἔφαμεν, ἀνώμαλος μέν ἐστιν, οὐ μὴν καὶ φαίνεταί γε

556

Καὶ ὁ δορκαδίζων δὲ κληθεὶς ὑπὸ Ἡροφίλου σφυγμὸς ἔστι μὲν ἐκ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων, σύνθετος δὲ καὶ αὐτός ἐστιν, οὐδετέρας ἐφαπτόμενος τῶν προσιουσῶν τοῖς πρώτοις πέντε γένεσιν ἀνωμαλιῶν, ἀλλ’ ὅταν καθ’ ἓν μόριον ὁτιοῦν διακόπτηται τὴν κίνησιν ἡ ἀρτηρία, τηνικαῦτα μάλιστα γενόμενος, οὐχ ἁπλῶς. οὐ γὰρ ὅλον τοῦτο τὸ γένος δορκαδίζων ἐστὶ σφυγμὸς, ἀλλ’ ὅταν ἡ μετὰ τὴν ἡσυχίαν δευτέρα κίνησις ὠκυτέρα τε καὶ σφοδροτέρα τῆς προτέρας ᾖ. τῷ γὰρ τοιούτῳ μόνῳ τοῦτο ἐπίκειται τὸ ὄνομα, κατὰ τὴν πρὸς τὰ ζῶα τὰς δορκάδας ὁμοιότητα. καὶ γὰρ ἐκεῖνα τοῦτον φαίνεται πηδῶντα τὸν τρόπον, οἷον διπλῆν τινα κίνησιν ποιούμενα. πρὸς βραχὺ γὰρ ὑψώσαντα ἑαυτὰ, καί τινα δόκησιν, ὡς αὐτοῦ που τὴν κίνησιν καταπαύσαντα παρασχόντα, δευτέραν ἀδόκητον ὁρμὴν κινήσεως ποιεῖται, πολὺ τῆς πρόσθεν ὠκυτέραν, ὡς οἷον ἐπεμπηδῶντα ἑαυτοῖς. αὗται αἱ πᾶσαι κατὰ μίαν διαστολὴν ἀνωμαλίαι.

Περὶ δὲ τῆς κατὰ πυκνότητα καὶ ἀραιότητα καὶ ῥυθμὸν νῦν ἐροῦμεν. οἴονται δὲ συστηματικὰς

557
μόνον γίνεσθαι τὰς τοιαύτας ἀνωμαλίας. οὕτω δὲ καλοῦσι τὰς ἐν πλείοσι σφυγμοῖς συνισταμένας. εἴπωμεν δὲ πρότερον περὶ τῶν ἐν ἀθροίσματι γινομένων, εἶθ’ οὕτως ἐπὶ τὰς καθ’ ἕνα μεταβησόμεθα, προχειρισάμενοι παραδείγματος ἕνεκα μίαν αἵρεσιν τῶν περὶ πυκνότητος γεγενημένων, ἥπερ δὴ καὶ σαφεστάτη ἐστὶ, περὶ τὰ διαλείμματα τῶν πληγῶν συνίστασθαι νομίζουσα τὸ γένος τοῦτο τῶν σφυγμῶν. ὅταν οὖν ἑξῆς ᾖ πάντα τὰ διαλείμματα ἴσα κατὰ πάντας τοὺς σφυγμοὺς, ὁμαλὸν τοῦτον εἶναί φασι, εἰ δὲ τὰ μὲν μείζω, τὰ δ’ ἐλάττω, δηλονότι ἀνώμαλον, ἐν πυκνότητι καὶ ἀραιότητι. καὶ τὸν ῥυθμὸν δ’ ὡσαύτως ἐν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος συνιστάμενον, ὅταν ἐφεξῆς ὁ αὐτὸς μένῃ, τότε εἶναί φασιν ὁμαλὸν, εἰ δὲ μεταβάλλει τὸν ἐξ ἀρχῆς λόγον, ἀνώμαλον γίγνεσθαι, καθάπερ εἰ καὶ τῶν διαλειμμάτων, ἃ καὶ ἡσυχίας καλοῦσιν, μεταπέσῃ τὰ μεγέθη, τὴν κατὰ πυκνότητα καὶ ἀραιότητα γίγνεσθαι ἀνωμαλίαν. ταῦτα μὲν οὖν ὀρθῶς λέγουσιν, καὶ ἔστιν ἀπὸ τῆς εἰρημένης αἱρέσεως ἐπὶ τὰς ἄλλας μετιόντα γνωρίζειν ὁμαλότητά τε καὶ ἀνωμαλίαν ἐν ἀμφοτέροις τοῖς γένεσι, τὴν ἐν πλείοσι, 
558
ὡς ἔφαμεν, σφυγμοῖς συνισταμένην, ἣν καὶ συστηματικὴν καλοῦσιν.

Περὶ δὲ τῆς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας αὐτῶν, ἣν ἅπαντες παραλελοίπασιν, οὐκ ἔθ’ ὁμοίως σαφὲς, ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῇ προκειμένῃ πραγματείᾳ καὶ περὶ τούτων πειράσομαι καθ’ ὅσον οἷόν τε σαφῶς εἰπεῖν ἀρχὴν τοῦ λόγου τήνδε ποιησάμενος. τὰ μόρια τῆς ἀρτηρίας ἤτοι πάνθ’ ἅμα τῆς κινήσεως ἄρχεται, ἢ τὰ μὲν αὐτῶν πρωϊαίτερον, τὰ δὲ ὀψιαίτερον. εἰ μὲν οὖν πάνθ’ ἅμα κινεῖσθαι ὑπάρξαιτο, εἶτα καὶ κινηθέντα μὴ ἐν ἴσοις χρόνοις αὖθις τῆς δευτέρας διαστολῆς ἅμα πάλιν ἄρξαιτο, τῶν δύο γενῶν ἀνωμαλία καθ’ ἕνα σφυγμὸν συστήσεται, ὅτι μὲν ἐγένετο, γνωρισθεῖσα, τῆς δευτέρας διαστολῆς ἀρξαμένης, οὐ μὴν ἐν τῇ γε δευτέρᾳ τὴν ὕπαρξιν ἔχουσα, ὥσπερ οὐδὲ ὁ ῥυθμὸς αὐτὸς, οὐδὲ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα γένος. καὶ γὰρ καὶ ταῦτα καθ’ ἕνα μὲν σφυγμὸν γίγνεται, δεῖται δὲ πάντως εἰς τὸ γνωσθῆναι τοῦ δευτέρου. πρὶν γὰρ ἄρξασθαι τοῦτον, οὐχ οἷόν τε τοῦ προτέρου τὸ πέρας γνωρίσαι. ἔτι δ’ ἀγνώστου μένοντος τοῦ πέρατος, οὔτε τὴν πυκνότητα δυνατὸν,

559
ἢ τὴν ἀραιότητα, οὔτε τὸν ῥυθμὸν ἐπιγνῶναι. ὥστε καὶ περὶ τὴν τῆς ἀνωμαλίας γένεσιν, ἣν εἰρήκαμεν, οὐδὲν θαυμαστὸν ἀναμένειν τῆς δευτέρας διαστολῆς τὴν ἀρχήν. οὐ μὴν τούτου γε ἕνεκα συστηματικὴν αὐτὴν χρὴ νομίζειν. ἀμέλει πρὶν συμπεραθῆναι τὴν δευτέραν διαστολὴν, εὐθὺς ἀρχομένης αὐτῆς γνωρίζεται, μηδὲν μήτε τοῦ δευτέρου σφυγμοῦ δεηθέντων ἡμῶν μήτε τοῦ τρίτου μήτε τῶν ἑξῆς. οὕτως ἐν τῷ πρώτῳ μόνῳ γίγνεται. διὰ τοῦτ’ οὖν ἔφαμεν, ὅταν ἅμα πάντων τῶν μορίων ἀρξαμένων κινεῖσθαι κατά τε τὴν προτέραν καὶ τὴν δευτέραν διαστολὴν, μὴ ἴσος αὐτοῖς ὁ τῆς κινήσεως γένηται χρόνος, τῶν δύο γενῶν ἀνωμαλίαν συνίστασθαι, τὴν μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα τῷ τῶν διαλειμμάτων ἀνίσῳ, τὴν δὲ κατὰ ῥυθμὸν τῷ λόγῳ τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. ὁ μὲν γὰρ τοῦ πρώτου πάντων παυσαμένου τῆς κινήσεως μορίου χρόνος ἐλάχιστος ἔσται, μέγιστος δὲ ὁ τοῦ ὑστάτου. οἱ δ’ ἐν τῷ μέσῳ ἀνάλογον, ἐφ’ ὅσον ἂν ἢ τοῦ πρώτου ἢ τοῦ ἐσχάτου ἀφεστηκότες ὦσιν. ἔμπαλιν δὲ τοῖς τῶν κινήσεων χρόνοις οἱ τῶν ἡσυχιῶν μείζους μὲν ἔσονται περὶ τὰ πρῶτα παυσάμενοι,
560
ἐλάττους δὲ περὶ τὰ ὕστατα. ὥστε ὁ μὲν κατὰ τὸ πρῶτον παυσάμενον μόριον χρόνος τῆς κινήσεως ἐλάχιστος ὢν μεγίστῳ παραβάλλεται χρόνῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας, ὁ δὲ κατὰ τὸ ὕστατον μέγιστος ὢν ἁπάντων τῶν τῆς κινήσεως χρόνων ἐλαχίστῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας παραβάλλεται, καὶ οὕτως ὁ ῥυθμὸς ὑπαλλάττεται καθ’ ἑκάστην, εἰς ὅσον ὁ λόγος τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας οὐχ ὁ αὐτὸς ἐν ἅπασι μένει. ἂν μέντοι τῆς προτέρας διαστολῆς, ἅμα μὲν ἁπάντων τῶν μορίων τὴν ἀρχὴν τῆς κινήσεως ποιησαμένης, οὐκ ἰσόχρονον δὲ πᾶσιν ἡ δευτέρα διαστολὴ μὴ ἅμα πάντων ποιήσηται τὴν ἀρχὴν τῆς κινήσεως, ἀλλὰ προτέρου μὲν τοῦ προτέρου παυσαμένου, καὶ τοσούτῳ γε προτέρου, ὅσῳ πρότερον ἐπαύσατο, δευτέρου δὲ τοῦ δευτέρου, καὶ οὕτως ἑξῆς ἡ μὲν κατὰ τὸν ῥυθμὸν ἀνωμαλία γένοιτ’ ἂν οὕτως, ἡ δὲ κατὰ πυκνότητα καὶ ἀραιότητα οὐκ ἔτι. τὸ μὲν γὰρ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γενόμενον οὐδεμίαν ἐργάσεται κατὰ πυκνότητα καὶ ἀραιότητα διαφοράν· οὐ μὴν ὅ γε λόγος ὁ αὐτὸς ἔσται τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς ἡσυχίας, εἴ γε ὁ μὲν τῆς κινήσεως οὐκ ἴσος ἦν ἅπασιν, ὁ δὲ τῆς
561
ἡσυχίας ἴσος, ὥστ’ οὐδὲ ὁ ῥυθμὸς ἅπασιν ὁ αὐτός. εἰ δ’ ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἀρξάμενα κινεῖσθαι, μήθ’ ἅμα πάλιν ἄρξαιτο τῆς δευτέρας διαστολῆς μήθ’ ἅμα παύσαιτο τῆς προτέρας, ἀλλὰ μηδὲ τὸ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γένοιτο, διττὴν ἐν τῷ τοιούτῳ διαφορὰν ἀνάγκη συστῆναι, τῆς μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα καθ’ ἑτέραν τῶν διαφορῶν ἀνωμαλίας συνισταμένης, οὐ μὴν τῆς γε κατὰ τὸν ῥυθμὸν ἐξ ἀνάγκης. ἐνδέχεται γὰρ ἐν τῷ αὐτῷ λόγῳ πάντων τῶν μορίων τοὺς τῆς κινήσεως χρόνους πρὸς τοὺς τῶν ἡσυχιῶν γενέσθαι. καὶ εἰ τοῦτο συμβαίνει, καὶ ὁ ῥυθμὸς ὁμαλὸς ἂν εἴη, μὴ σωζομένου δὲ τοῦ αὐτοῦ κατὰ πάντα τὰ μόρια λόγου, καὶ γὰρ καὶ τοῦτο ἐνδέχεται γενέσθαι, διαφθαρείη ἂν οὕτω καὶ ὁ ῥυθμός. εἰ δ’ αὖ πάλιν ἅμα πάντων ἀρξαμένων τῶν μορίων κινεῖσθαι, καὶ κινηθέντων ἐν ἴσῳ χρόνῳ τῆς δευτέρας διαστολῆς, μὴ ἅμα πάντα τὰ μόρια τὴν αὐτὴν ἀρχὴν ποιήσαιτο, ἀλλὰ τὰ μὲν πρωϊαίτερον αὐτῶν ἄρξαιτο, τὰ δὲ ὀψιαίτερον, οὔτε ὁ ῥυθμὸς ἔτι ὁμαλὸς οὔτε ἡ κατὰ πυκνότητα καὶ ἀραιότητα διαφορά. ταύτην μὲν γὰρ ἀνώμαλον ποιεῖ τῶν ἡσυχιῶν τὸ ἄνισον, τὸν δὲ ῥυθμὸν
562
ἡ τῶν λόγων ἑτερότης, ἁπάντων μὲν τῶν μορίων ἐν ἴσῳ χρόνῳ κινηθέντων, οὐ μὴν καὶ ἡσυχασάντων ἐν ἴσῳ χρόνῳ. τοσαῦται μὲν ἀνωμαλίας αἱ διαφοραὶ, τῆς καθ’ ἕνα σφυγμὸν ἀμφοῖν τοῖν γενοῖν, ὅταν ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἄρξηται διαστέλλεσθαι· ὅταν δὲ τὸ μὲν πρότερον αὐτῶν, τὸ δὲ δεύτερον ἄρξηται τοῦ διαστέλλεσθαι, παυσαμένων μὲν ἁπάντων ἅμα, καὶ αὖθις τῆς δευτέρας διαστολῆς ἀρξαμένων ἅμα, κατὰ θάτερον γένος τὸ τοῦ ῥυθμοῦ μόνον, τὴν ἀνωμαλίαν ἀνάγκη γίνεσθαι. τὰ μὲν γὰρ διαλείμματα τῶν κινήσεων ἴσα πᾶσιν ἔσται τοῖς μορίοις, ὥστε οὐδεμία κατά γε τοῦτο τὸ γένος ἀνωμαλία συστήσεται. ἴσῳ δὲ ὄντι τῷ χρόνῳ τῷ τῆς ἡσυχίας ἐν ἅπασι τοῖς μορίοις ἄνισος παραβαλλόμενος, ὁ τῆς καθ’ ἕκαστον αὐτῶν κινήσεως ἐν διαφέρουσι λόγοις τὸν ἑκάστου μορίου ῥυθμὸν ἀποτελέσει. εἰ δὲ κατὰ τὸν αὐτὸν τρόπον ἄρξαιτο τῆς δευτέρας διαστολῆς ἡ ἀρτηρία, καθ’ ὃν καὶ τῆς προτέρας, ὥστε καθ’ ἑκατέραν τῶν διαστολῶν ταὐτὸ μόριον ἄρχεσθαι πρωϊαίτερον ἑτέρου τῷ ἴσῳ, καὶ τοῦτ’ ἐν ἅπασι τοῖς μορίοις φυλάττοιτο, παυσαμένων αὐτῶν ἅμα τῆς προτέρας διαστολῆς, 
563
ἀνάγκη καθ’ ἑκάτερον τῶν γενῶν γενέσθαι τὴν ἀνωμαλίαν. ὁ μὲν γὰρ πᾶς χρόνος ὁ συγκείμενος ἔκ τε τῆς κινήσεως καὶ τοῦ διαλείμματος ἴσος ἔσται πᾶσι τοῖς μορίοις τῆς ἀρτηρίας. ἄνισοι δὲ οἱ τῶν κινήσεων λόγοι πρὸς τοὺς τῶν ἡσυχιῶν, τῷ τὸν ὅλον χρόνον μὴ εἰς ἴσα τέμνεσθαι. τῶν μὲν γὰρ πρότερον ἀρξαμένων μορίων κινεῖσθαι ὁ μὲν τῆς κινήσεως χρόνος μείζων ἔσται τοῦ τῶν ὕστερον ἀρξαμένων, ὁ δὲ τοῦ διαλείμματος ἐλάττων. τῶν δ’ ὕστερον ἀρξαμένων ἔμπαλιν ὁ μὲν τῆς κινήσεως χρόνος ἐλάττων, ὁ δὲ τῆς ἡσυχίας μείζων. ὥστε ἀνάγκη καὶ τὸν ῥυθμὸν ἄνισον εἶναι καθ’ ἕκαστον τῶν μορίων, καὶ τὴν κατὰ πυκνότητα δὲ καὶ ἀραιότητα συνίστασθαι περὶ αὐτοὺς ἀνωμαλίαν, ἀναγκαῖον, εἰς ὅσον οἱ τῶν διαλειμμάτων χρόνοι διαφέρουσι. εἰ δ’ ὁμοίως τῆς δευτέρας διαστολῆς τὴν ἀρχὴν τῆς τῶν μορίων κινήσεως ποιησαμένης, ἥν περ ἡ προτέρα ἐπεποίητο, τουτέστιν ἵνα καθ’ ἑκατέραν τὸ αὐτὸ μόριον ἄρχηται, τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον τῆς κινήσεως, ἡ τελευτὴ τῆς προτέρας διαστολῆς, μὴ ἴση πᾶσι γένοιτο, δύο ἔσονται διαφοραί. δύναται γὰρ καὶ πολλῷ πρότερον παύσασθαι
564
τὸ πρότερον τῆς κινήσεως ἀρξάμενον μόριον, δύναται δὲ καὶ ὕστερον. εἰ μὲν γὰρ ἐν ἴσῳ παύσαιτο τὸ πρότερον, ὅσῳ πρότερον ἤρξατο, κατ’ ἄμφω τὰ γένη, γένοιτ’ ἂν οὕτως ὁμαλὸς σφυγμός. εἰ δὲ πολλῷ παύσαιτο πρότερον, ἤπερ ἤρξατο, τὴν ἀνωμαλίαν οὕτω γεννήσει τῶν δύο γενῶν. παυσάμενον δ’ ὕστερον τὸ πρότερον ἀρξάμενον πάντως ἐργάσεται τῶν δύο γενῶν τὴν ἀνωμαλίαν, ἄν τε πολλῷ τύχῃ παυσάμενον ὕστερον ἄν τε ὀλίγῳ. εἰ δὲ μήτε τῆς προτέρας διαστολῆς ἡ ἀρχὴ πᾶσιν ἅμα τοῖς μορίοις γένοιτο μήτε τῆς δευτέρας, ἐνδέχεται ποτὲ μὲν τὸν ῥυθμὸν ὁμαλὸν γίνεσθαι, ἐνδέχεται δὲ καὶ τὸ τῆς πυκνότητος καὶ ἀραιότητος γένος, εἰ μὲν οὕτω μερισθεῖεν οἱ τῶν κινήσεων χρόνοι πρὸς τοὺς τῶν ἡσυχιῶν. ὥστε τὸν αὐτὸν ἐν ἅπασιν εἶναι λόγον, ὁμαλοῦ τοῦ ῥυθμοῦ γιγνομένου. εἰ δ’ οἱ τῶν ἡσυχιῶν χρόνοι μόνοι ἴσοι γενηθεῖεν, ὁμαλότης ἐν θατέρῳ γένει. ταῦτα μὲν οὖν σπάνια, τὰ δὲ τῶν ἀνωμαλιῶν ἱκανῶς πολλά. καὶ γὰρ ἅμα πάντα δύναται τῆς κινήσεως παύσασθαι τὰ μόρια καὶ οὐχ ἅμα, κᾀν τῷ μὴ ἅμα παύσασθαι τὰ μὲν πρότερον, τὰ δ’ ὕστερον, καὶ ἤτοι πολλῷ πρότερον, ἢ πολλῷ ὕστερον. οἷαι δὲ καὶ
565
ὅσαι γένοιντ’ ἂν αἱ ἀνωμαλίαι, κατὰ ταῦτα τοῖς προειρημένοις ἂν εὑρίσκοις. ὥστε οὐδὲν δεῖ μηκύνειν ἔτι. μόνον δὲ ὑπομνήσαντας, ὡς τὸ προτεθὲν ἀποδέδεικται, τὸ γίνεσθαί τινας καὶ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας, ἔν τε τῷ κατὰ πυκνότητα καὶ ἀραιότητα γένει, κᾀν τῷ κατὰ τὸν ῥυθμὸν, ἐνταῦθά που καταπαῦσαι καιρὸς ἤδη τὸν πρῶτον λόγον. ἃ γὰρ ἐπὶ μιᾶς αἱρέσεως, τῆς μεριζούσης εἰς πληγὴν καὶ διάλειμμα τὸν σφυγμὸν, ὡς ἐπὶ παραδείγματος εἰρήκαμεν, οὐδὲν χαλεπὸν καὶ ἐπὶ τὰς ἄλλας μεταφέρειν, ὁμοίως ἡμῶν καὶ κατ’ ἐκείνας ἁπάσας ἀποδεῖξαι δυναμένων ἐν τοῖς δύο γένεσι τούτοις, ὑπὲρ ὧν δὴ πέπαυμαι λέγων, τὰς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας συνισταμένας.

566

Οὐ τὴν αὐτὴν χρείαν ἐπαγγέλλεται τόδε τὸ γράμμα τῷ πρόσθεν, ἀλλ’ ὃν ἔχει λόγον ἐλλέβορος, ἢ σκαμμωνία πρὸς ἄρτον, ἢ κρέας, τοῦτον καὶ τὰ νῦν λεχθησόμενα πρὸς τὰ εἰρημένα. τρέφειν μὲν γὰρ ἐκεῖνα τὰς ὑγιαινούσας ἐδύνατο ψυχὰς, ἐκκαθαίρειν δὲ ταῦτα τὰς μοχθηρὰς δόξας, ὥσπερ τινὰ νοσήματα. συγκατασκευάζεσθαι δ’ εἰκὸς τοῖς ἐλέγχοις τῶν διημαρτημένων πίστιν βεβαίαν τῶν ὀρθῶς εἰρημένων. ὥστ’ εἴ τις τῷ παρόντι λόγῳ καὶ ταύτην προσθείη τὴν χρείαν, εὑρήσει τινὰ καὶ ὠφέλειαν ἑπομένην.

567

Ἔστι δὴ πρῶτός μοι λόγος πρὸς τοὺς σοφιστὰς ὁ περὶ τῆς χρήσεως τῶν ὀνομάτων. ἡμεῖς γὰρ ἑπόμεθα τῇ τῶν Ἑλλήνων συνηθείᾳ· καὶ γὰρ ἐτράφημεν ἐν αὐτῇ, πειρώμεθά τε διὰ τῶν σαφεστάτων ὀνομάτων ἑρμηνεύειν ἀεὶ τὸ νοούμενον, οὐ μὴν ἐγκαλοῦμέν γε τοῖς ὀλιγωροῦσιν αὐτῆς, ἀλλ’ εἰ καὶ καθ’ ἑκάστην λέξιν ἐθέλοι τις βαρβαριστὶ φθέγγεσθαι, μὴ λυμαινόμενος τῷ σαφεῖ τῆς ἑρμηνείας, οὐδὲν ἡμῖν μέλει. τούτου γὰρ ἕνεκα χρώμεθα τῇ πρὸς ἀλλήλους διαλέκτῳ, τοῦ νοῆσαι τὰ δηλούμενα, καὶ τοῦτον ἡγούμεθα κάλλιστα χρῆσθαι λόγῳ, τὸν ἐναργέστατα δηλοῦν ἃ βούλεται δυνάμενον. ἡ μὲν ἡμετέρα προαίρεσις τοιαύτη, μέτριος, ὡς νομίζω, καὶ φιλάνθρωπος, οὐ μὴν ἐπιτρέπουσιν ἡμῖν οἱ σοφισταὶ, ἀλλ’ ὥσπερ ἀλλήλοις ἐρίζουσι περὶ τῶν ὀνομάτων, ἀμελοῦντες αὐτῶν τῶν πραγμάτων, οὕτω καὶ ἡμῖν ἐπηρεάζουσιν ὑβρίζοντες ἀεὶ, καὶ καταγελῶντες, εἰ μὴ χρησαίμεθα τοῖς ἐκείνων ὀνόμασιν. εἰ μὲν οὖν ἅπαντες συνθέμενοι μίαν διάλεκτον ὥσπερ νόμισμα καινὸν ὑπὸ ψηφίσματος εἰσηγήσαντο, τάχα ἂν ἐπειράθημεν ἐπιλαθέσθαι

568
μὲν τῆς τῶν Ἑλλήνων, ἐκμαθεῖν δὲ τὴν πρὸς ἐκείνων νομοθετηθεῖσαν. ἀλλ’ οὐδ’ εἰ τῶν βαρβάρων τινὰ μιᾷ διαλέκτῳ συνέθεντο χρήσασθαι, μαθεῖν ἄν οὐδὲ ταύτην ὠκνήσαμεν, ὑπὲρ τοῦ πάντ’ αὐτοῖς χαρίσασθαι. ἐπεὶ δὲ οὐχ Ἑλληνικὴν διάλεκτον εἰλικρινῶς οὐδεμίαν, οὐδὲ βάρβαρον ἁπλῶς, ἀλλά τινα μικτὴν ἔξ ἁπασῶν, οἷον καρύκην, ἤ τινα ποικιλωτέραν τε καὶ ἀλλοκωτέραν καρύκης συντιθέασιν, ὡς ἂν ἕκαστος αὐτῶν βούληται, τὰ μὲν ἐκ Φοινίκης τε καὶ Συρίας, τὰ δὲ ἐξ Αἰγύπτου τε καὶ Θρᾴκης, ἢ ποθὲν ἄλλοθεν συμφορήσας, εἶτα τοῖς τῶν Ἑλλήνων ὀνόμασι μιγνὺς, οὐδὲ τούτοις γνησίοις, ἀλλὰ πολυειδῶς παρεφθαρμένοις, ἐγὼ μὲν οὐκ ἔχω μὰ τοὺς θεοὺς, ὅ τι καὶ γένωμαι, μήτ’ ἐκμανθάνειν τὰς τοιαύτας διαλέκτους δυνάμενος μήτ’ ἐκείνους πείθων μίαν ἐκμανθάνειν τὴν τῶν Ἑλλήνων, μήτ’ ἐπειδὴ τούτων οὐδ’ ἑτέρου τυγχάνω, τοῦ γοῦν τρίτου τε καὶ λοιποῦ τυχεῖν παρ’ αὐτῶν δυνάμενος, τοῦ συγχωρεῖν ἡμῖν, ἐν ᾗ τεθράμμεθα φωνῇ, ταύτῃ χρήσασθαι. τὸ μὲν δὴ περὶ τὴν τῶν ὀνομάτων χρῆσιν κακὸν τηλικοῦτον.

569

Ἕτερον δὲ τὸ περὶ τοὺς ὁρισμοὺς μακρῷ τούτου χαλεπώτερον. ἔνιοι γὰρ αὐτῶν δοκοῦσί μοι μηδὲ λάχανον ἂν πρίασθαι χωρὶς ὅρου, καὶ ταῦτα μέντοι μηδ’ ὄναρ διαλεκτικῆς ἡμμένοι, καὶ προτείνουσιν, ὡς ἂν τοιοῦτοί τε κᾀν τοιούτοις τεθραμμένοι, τῶν ὀνομάτων τι τούτων τῶν καλῶν τῶν ἐκ μέσης Συρίας, ἢ Κιλικίας, καὶ τοῦτο ὁρίζεσθαι κελεύουσιν, ὃ μηδ’ ἴσως ἤκουσε τὴν ἀρχὴν ἄνθρωπος Ἕλλην μηδὲ πώποτε. εἶθ’ ὁ μὲν, ὡς ἂν ξένον τε καὶ βάρβαρον ἀγνοεῖ, ὁ δ’ ἤδη καταγελᾷ τε καὶ σκώπτει, καὶ τωθάζει καὶ παῖδα καὶ μειράκιον ἀποκαλεῖ. πολλάκις δὲ τὸ μὲν προταθὲν ὄνομα τῶν Ἑλληνικῶν ἐστιν, οὐ μὴν καθ’ οὗ γε παρὰ τοῖς Ἕλλησιν ἐπίκειται πράγματος, οὕτως αὐτὸ νοοῦσιν οἱ δαιμόνιοι σοφισταὶ, κᾄπειτα κελεύουσιν ὁρίσασθαι. καί τις ἴσως Ἕλλην ἀνὴρ ὁριεῖται κατὰ τὴν τῶν Ἑλλήνων συνήθειαν. οἱ δὲ οὐ μόνον οὐ πείσονται, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ καταγελάσουσι, καὶ διαπαίξουσιν. οὗτος μὲν ὁ δεύτερος τρόπος τῶν περὶ τοὺς ὁρισμοὺς κακῶν. ὁ δὲ δὴ τρίτος ὁ μηκέτι κατὰ τοὔνομα καὶ τὸ σημαινόμενον, ἀλλ’ ἤδη καὶ κατ’ αὐτὸ

570
τὸ ὑποκείμενον σφαλλάμενος, ὅταν ἐπιχειρῇ τις ἀνὴρ διαλεκτικὸς τοὺς ὅρους αὐτῶν, τοὺς μὲν ἐλλιπεῖς, τοὺς δὲ περιττοὺς, τοὺς δὲ ἀδιορίστους, τοὺς δὲ ἀσαφεῖς, τοὺς δὲ μακροὺς, τοὺς δὲ ψευδεῖς, τοὺς δ’ ὅλως οὐδ’ ὅρους δεικνύειν, ἐξαίφνης, ὥσπερ ἐνθουσιῶντες, πικροὶ τῆς διαλεκτικῆς ἀναφαίνονται κατήγοροι, καὶ τότ’ αὐτοῖς μάτην καὶ πρὸς κακοῦ δοκεῖ τῷ τε βίῳ παντὶ καὶ ταῖς τέχναις ἐπιτηδεύεσθαι. ὥστ’ ἐγὼ μὲν πολλάκις, νὴ τοὺς θεοὺς, ἐξεπλάγην, εἰ παρακαλούντων μὲν ἡμῶν, μὴ πάντα δι’ ὅρων πειρᾶσθαι μήτε διδάσκειν μήτε μανθάνειν, οἱ δ’ οὐ πείθονται· συγχωρησάντων δ’ ὁρίσασθαι, κᾄπειτα δεικνύντων ἡλίκον σφάλλονται, τηνικαῦτα τοὺς ὅρους ἀχρήστους εἶναί φασι, καὶ ταῦτ’ οὐ μιᾶς ἡμέρας, ἢ δυοῖν ἐν τῷ μέσῳ γινομένων, ἀλλ’ ἐν ἀκαρεῖ χρόνῳ, τὸ λεγόμενον δὴ τοῦτο μεταπεσόντος ὀστράκου, ποτὲ μὲν ὅρον ἐρωτῶσι προβάλλοντες ὄνομα, ποτὲ δὲ ἀχρήστους εἶναι τοὺς ὅρους φασί. τὸ δὲ τέταρτον αὐτοῖς ἐν τοῖς τοιούτοις πλημμέλημα, μηδ’ ὅτι πάντων οὐκ εἰσὶν ὅροι γινώσκειν· εἶθ’ ὡς ἂν τοῦτο ἀγνοοῦντες ἐπιχειρεῖν ὁρίζεσθαι πάντα, καὶ πρὸς ἀλλήλους διαφέρεσθαι, καὶ κεκραγέναι μάτην 
571
ὑπὲρ πραγμάτων ὁρισθῆναι μὴ δυναμένων. τὸ δὲ πέμπτον καὶ θαυμασιώτατον αὐτῶν ἐν τοῖς ὁρισμοῖς ἁμάρτημα, πρὶν διελθεῖν τὴν ὁμωνυμίαν, ἕνα τῶν πολλαχῶς λεγομένων ὁρισμὸν ποιοῦνται, ὥσπερ οὐ τῶν πραγμάτων τοὺς ὅρους, ἀλλὰ τῶν ὀνομάτων ὄντας. ἐμὲ γοῦν ποτε τούτων τις τῶν ἐπιπολαζόντων σοφιστῶν ὀλίγου δεῖν ἀπέπνιξε. προβαλόντι γὰρ ὡδί πως αὐτῷ, τί ἐστι πλήρης σφυγμὸς, ἐγὼ μὲν ὑπολαβὼν εἶπον τῶν πολλαχῶς λεγομένων εἶναι τοὔνομα, καὶ διὰ τοῦτο μηδ’ ἔχειν ὅρον ἕνα, πρὶν διελέσθαι τὴν ὁμωνυμίαν. ὁ δ’ ἔτι μου ταῦτα λέγοντος, οὐκ οἶδ’, ἔφη, τί ληρεῖς. ἀρκεῖ μοι μαθεῖν παρὰ σοῦ τί ἐστι πλήρης σφυγμὸς, τοὺς δ’ ἐκ τῆς διαλεκτικῆς λήρους τοὺς ἐπιτρίψαντας τὴν ἰατρικὴν ἀπόλιπε. καὶ μὴν, ἔφην, οὐδὲν πώποτε ἤκουσας ἐμοῦ σπουδάζοντος οὐδὲν τῶν κατὰ διαλεκτικὴν ὁρίζεσθαι. τοῦτο γάρ τοι, φησὶ, τὸ δεινότατόν ἐστιν, ὅτι μήθ’ ὀρίζεσθαι τολμᾶτε καὶ διαλεκτικῇ φλυαρίᾳ καταντλεῖν ἡμᾶς οὐκ ὀκνεῖτε. ἀλλ’ εἰπὲ, φθέγξαι, λάλησον, ἀπόκριναι τίς πλήρης ἐστὶ σφυγμός; οὐ δυνατὸν δ’, ἔφην ἐγὼ, πρὶν διαστείλασθαι
572
τὴν ὁμωνυμίαν. ὁ δ’ ἀνακραγὼν ὁμωνυμίας πάλιν ἔφασκε καὶ λήρους μακροὺς ἀφῖχθαι, τὰ τὴν ἰατρικὴν ἐπιτρίψαντα καὶ ἡμᾶς ἀπολέσαντα. οὐ μὲν οὖν ἡμᾶς, εἶπον, ἀλλ’ ὑμᾶς ἀπώλεσε τοὺς ὁρίζεσθαι πάντα βουλομένους. ἰδοὺ, φησὶ, καὶ λοιδορεῖν ἡμᾶς ἐπιχειρεῖ. τί μᾶλλον, ἔφην, ἢ ἐμὲ σύ; κᾀν τούτῳ διανίστατο τυπτήσων, ἀλλὰ τοῦτον μὲν ἐπέσχον οἱ παρόντες καὶ σοβαρῶς ἐπεγγελάσας ἐκεχώριστο, τῶν δ’ ὑπολοίπων ἤδη τις πρεσβύτης, πώγωνά τε μέγιστον ἄχρι τῶν στέρνων καθεικὼς, καὶ τἄλλα πάνυ σκυθρωπὸς, τοῦτο γὰρ νῦν τὸ σεμνὸν νενόμισται, παύσασθε, ἔφη, καὶ μὴ θορυβεῖτε, ὦ παῖδες, ἀλλ’ ἐάσατε τὸν ἑταῖρον ἡμῖν ἀποσαφῆσαι, τί ποτε καὶ λέγει. κᾀγὼ προσβλέψας αὐτῷ, τί γὰρ, ἔφην, πυνθάνου; τοῦτ’ αὐτὸ, εἶπεν, ὑπὲρ οὗ διελέγεσθε, τὸ περὶ τοῦ πλήρους σφυγμοῦ. βούλει τοίνυν, εἶπον, μὴ πάνυ σπεύδειν, ἵν’ ἕπωμαί σοι; βραδὺς γάρ εἰμι φύσει, καὶ τοῖς ἐπειγομένοις οὐ ῥᾳδίως ἀκολουθῶ. ὡς οὐ σπεύσοντος ἔφη, διαλέγου. ἆρ’ οὖν, ἔφην, βραχύ μοι συγχωρήσεις ἕνεκα παραδείγματος, ἐρέσθαι κοινῇ πάντας ὑμᾶς;
573
ἐξέσται γὰρ ἀποκρίνασθαι τῷ βουλομένῳ. συνεχώρει. κᾀγὼ συγχωρήσαντος ἐπυνθανόμην τί ἐστι γλῶττα, καὶ μετ’ ὀλίγον τις ἀποκρίνεται, ὄργανον ζώου γευστικόν. ἕτερος δὲ διαλεκτικὸν εἶπε. καί τις τρίτος γευστικόν θ’ ἅμα καὶ διαλεκτικόν. κᾀγὼ πρὸς αὐτοὺς ἀποβλέψας, καὶ ἡ τοῦ ὑποδήματος, ἔφην, καὶ ἡ τοῦ αὐλοῦ γλῶττα ὄργανόν ἐστι ζώου γευστικὸν ἢ διαλεκτικόν; ὡς δὲ διεσιώπησαν ἐπὶ τούτῳ, καὶ ὁ σκυθρωπὸς γέρων πολὺ δή τι σκυθρωπότερος ἐγεγόνει, πάλιν αὐτὸν παρεκάλουν ἓν ἔτι παραπλήσιον ἐρέσθαι. ὁ δὲ πάνυ μὲν σεμνῶς καὶ μόγις, ὑπέσχετο δ’ ὅμως. κᾀγὼ φοβηθεὶς μὴ μεταγνῷ βραδύναντος, σπουδῇ προὔβαλον, τί ποτ’ ἐστὶ κύων; ἀποκρινομένου δέ τινος ἐκ τῶν παρόντων, ζῶον τετράπουν ὑλακτικὸν, καὶ ὁ θαλάττιος, ἔφην, κύων, ζῶόν ἐστι τετράπουν ὑλακτικὸν, καὶ τὸ κατ’ οὐρανὸν ἄστρον, καὶ τὸ κατὰ πρόσωπον πάθος; ἐπὶ τούτοις ὁ μὲν γέρων ὥσπερ ὄνος ἔσειεν ἤδη τὰ ὦτα. καὶ τοῖς ἄλλοις δὲ τοῖς παροῦσιν ἐδοκοῦμέν τι λέγειν καὶ πάντες ἠξίουν, ὧν περ ἕνεκα ταῦτα ἐπηρώτητο, περαίνειν, ἐπειδὴ καὶ καταρχὰς εὐθὺς ὑπεσχόμην
574
παραδείγματος ἕνεκα τῶν ἑξῆς ποιήσασθαι τὴν ἐρώτησιν. ὡς δὲ σιωπῶντας αὐτοὺς καὶ ποθοῦντας ἀκούειν ἔσχον, οἶμαι νοεῖν ὑμᾶς, ἔφην, ἤδη, πηλίκον ἐστὶν ἁμάρτημα, πρὶν διαστείλασθαι τὴν ὁμωνυμίαν, ἐπιχειρεῖν ὁρίζεσθαι· οὐ γὰρ δὴ τῶν ὀνομάτων, ἀλλὰ τῶν πραγμάτων οἱ ὅροι εἰσίν. ὅταν οὖν ὑφ’ ἑνὸς ὀνόματος πολλὰ δηλοῦται πράγματα, τοσούτους ἀνάγκη τοὺς ὅρους ὑπάρχειν, ὅσα περ καὶ τὰ πράγματα. φέρε γὰρ ἐπὶ τῆς γλώττης ὄνομα μὲν ἓν, τρία δ’ ἐξ αὐτοῦ δηλοῦται, καὶ καθ’ ἕκαστον αὐτῶν ἴδιός ἐστιν ὁρισμός. αὖθις δ’ εἰ τύχοι, δύο μὲν ὀνόματα, καὶ πολλάκις γε τρία καθ’ ἑνὸς πράγματος, ὡς ἐπὶ τοῦ ξίφος τε καὶ ἄορ καὶ φάσγανον· ὁ δ’ ὅρος εἷς, οὐ τρεῖς, ὥσπερ τὰ ὀνόματα. ἴσον γὰρ ἀεὶ τὸ πλῆθος τῶν ὅρων τῷ πλήθει τῶν πραγμάτων ἐστίν. ὥστ’ οὐδ’ ὅταν ἓν πρᾶγμα πολλοῖς ὀνόμασιν ᾖ κεκλημένον, ὅρους ἀξιώσεις λέγεσθαι πολλοὺς, οὔθ’ ὅταν ἓν μὲν ὄνομα, πολλὰ δὲ τὰ δηλούμενα, τὸν ὅρον ἀξιώσεις ἕνα σοι ῥηθῆναι. μετρήσεις γὰρ ἀεὶ τὸν ἀριθμὸν τῶν ὅρων τῷ πλήθει τῶν πραγμάτων. εἰ μὲν δὴ τὸ, πλῆρες, ὄνομα, καθ’
575
ἑνὸς ὑποκειμένου λέγεται πράγματος, ἐνδέχεται προτεθέντος αὐτοῦ λέγειν ἤδη τὸν ὅρον. εἰ δ’ οἱ περὶ τὸν Ἀρχιγένη μάλιστα δὴ πάντων οὐκ εἴασαν ἓν ἐκ τοῦ πλήρους ὄνομα δηλοῦσθαι, τάξαντές τε πολυειδῶς τὸν τόπον καὶ πλῆθος ἐπεισκυκλήσαντες σημαινομένων, οὐχ ἡμῖν ἐγκαλεῖν χρὴ μὴ τολμῶσιν ὁρίζεσθαι, τοῖς δ’ ἀπαρξαμένοις, εἴπερ ἄρα, τῆς τοιαύτης ταραχῆς. εὑρίσκω γὰρ τοὺς νεωτέρους ἰατροὺς, τοὺς μὲν, ὅταν ὁ τῆς ἀρτηρίας χιτὼν ὅπως ἔχει συστάσεως μηνῦσαι θελήσωσι, τῷ τε τοῦ πλήρους ὀνόματι καὶ τῷ τοῦ κενοῦ κατὰ τοῦτο χρωμένους, τοὺς δ’ ὅταν τὴν ἐν τῇ κοιλότητι περιεχομένην οὐσίαν. καὶ ταύτης οἱ μὲν τὸ ποσὸν διὰ τῶν ὀνομάτων δηλοῦσθαι νομίζουσιν, οἱ δὲ τὸ ποιὸν, οἱ δ’ ἀμφότερα. Ἀρχιγένει δ’, ὡς ἔοικεν, οὐκ ἀρκεῖ μόνον ταῦτα, προσεπεισάγει δ’ ἡμῖν καὶ τὸ τῆς τοῦ πνεύματος δυνάμεως σημαινόμενον. οὔκουν οὐδ’ ὅρον ἕνα δυνατὸν ποιήσασθαι πλήρους σφυγμοῦ, ἀλλὰ τοῦ μὲν τὸ ποσὸν, ἢ τὸ ποιὸν, ἢ τὰ ἀμφότερα τῆς ἐγκεχυμένης οὐσίας δηλοῦντος, ἑτέρους ὁρισμοὺς ποιητέον, τοῦ δὲ τὴν δύναμιν τοῦ πνεύματος ἑτέρους, τοῦ δὲ τὸ ποιὸν τοῦ χιτῶνος ἄλλους. ταῦτ’ εἰπὼν ἐγὼ 
576
μὲν ἐσιώπων· ἤνυστο γάρ μοι τὸ προτεθέν· οἱ δ’ ἠξίουν διελθεῖν αὖθις τὸν λόγον, ἐπειδὴ ἅπαξ ὑπηρξάμην. ἐκείνοις μὲν οὖν δεομένοις ἐχαρισάμην. ἐν δὲ τῷ παρόντι πάντα μὲν οὐ προσήκει λέγειν ἐκεῖνα, μέλλοντά γε τὸ πλεῖστον αὐτῶν καὶ τὸ χρησιμώτατον ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως ἐρεῖν.