De differentiis pulsuum

Galen

Galen, De differentiis pulsuum

Ἡ δὲ κατὰ τὸν ζωτικὸν τόνον ἀνωμαλία τὴν αὐτὴν ἐπιδέχεται τομὴν τῇ κατὰ τὴν κίνησιν. ἢ γὰρ

547
περὶ τὸ αὐτὸ μόριον, ἢ ἐν διαφέρουσι συνίσταται. περὶ μὲν τὸ αὐτὸ, τριχῶς, ἢ διαλειπούσης τῆς κινήσεως, ἢ συνεχοῦς μενούσης, ἢ δικρότου γινομένης, περὶ δὲ τὰ διαφέροντα διχῶς, ἢ συνεχοῦς μενούσης, ἢ διακοπτομένης. ἴσαι δὲ καθ’ ἕκαστον τούτων τῶν γενῶν αἱ κατὰ μέρος διαφοραὶ ταῖς ἐπὶ τῆς κινήσεως εἰρημέναις. καὶ μὲν δὴ καὶ μίγνυσθαι τὰς περὶ ἓν μόριον συνισταμένας ἀνωμαλίας ταῖς ἐν διαφέρουσι γιγνομέναις ὡσαύτως, ἀναγκαῖον.

Ἡ δὲ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας ἀνωμαλία, καθ’ ἣν μαλακὸς, ἢ σκληρὸς ὁ σφυγμὸς γίνεται, καθ’ ἓν μὲν οὐχ οἷον τε μόριον γενέσθαι, κατὰ δὲ διαφέροντα φαίνεται συνισταμένη δισσῶς, ὥσπερ ἥ τε κατὰ τὴν κίνησιν καὶ ἡ κατὰ τὸν τόνον, ἤτοι συνεχοῦς μενούσης τῆς κινήσεως, ἢ διακοπτομένης. ὥστε καὶ τὰς διαφορὰς εἶναι τὰς αὐτὰς κατὰ τοῦτο τὸ γένος ταῖς ἐπ’ ἐκείνων προειρημέναις. ἓν δὲ μόριον ἀρτηρίας οὐχ οἷόν τε κατὰ μὲν τὴν ἀρχὴν τῆς διαστολῆς μαλακὸν φαίνεσθαι, κατὰ δὲ τὴν τελευτὴν σκληρὸν, ἢ ἀνάπαλιν ἀρχομένης μὲν σκληρὸν, τελευτώτης δὲ μαλακόν. 

548
ὥστε κατά γε τοῦτο διαφόρως ἔχει τούτῳ τῷ γένει τῶν σφυγμῶν, τῷ κατὰ σκληρότητα καὶ μαλακότητα, τὰ πρόσθεν δύο, τό τε κατὰ τὴν κίνησιν καὶ τὸ κατὰ τὸν τόνον.

Τὸ δὲ κατὰ τὴν ἐγκεχυμένην οὐσίαν τῇ κοιλότητι τῆς ἀρτηρίας γιγνόμενον γένος σφυγμῶν, ἐν ᾧ καὶ ὁ πλήρης καὶ ὁ κενὸς συνίσταται, τὰς αὐτὰς ἐπιδέχεται ζητήσεις τῷ προειρημένῳ, τῷ κατὰ τὸ ποσὸν τῆς διαστολῆς. δόξει γὰρ κᾀνταῦθα περὶ μὲν τὰ διαφέροντα μόρια δύνασθαι συστῆναι καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαν, περὶ δὲ τὸ αὐτὸ μὴ δύνασθαι. μακροῦ δὲ ὅλον τὸ γένος τοῦτο τῶν σφυγμῶν δεῖται λόγου, καὶ οὐ τοῦ παρόντος καιροῦ. ῥηθήσεται γὰρ ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἔτι δὲ πλείονος δεῖται λόγου τὸ κατὰ τὸ τρίτον σημαινόμενον τῆς πληρότητος, ὑπό τε ἄλλων τινῶν καὶ τῶν περὶ τὸν Ἀρχιγένην λεγόμενον. ὥστε καὶ αὐτὸ εἰς αὖθις ἀναβεβλήσθω. τοσοῦτον δ’ ἔτι τοῖς εἰρημένοις προσθέντες ἐπὶ τὰ ἑξῆς ἴωμεν.

Ὅτι κατὰ τὸν τῆς ἀρτηρίας τόπον, ἐναργέστερον γνωριζομένης τῆς τοῦ πυρετοῦ θερμότητος οἵα τίς

549
ἐστιν, ἢ εἰ κατ’ ἄλλο τι μόριον ἅπτοιο, πιθανὸν ἔδοξεν εἶναί τισι καὶ τοιοῦτον γένος σφυγμῶν συναριθμῆσαι τοῖς ἄλλοις, δι’ οὗ τὴν ποιότητα τῆς θερμότητος γνωρίζομεν, οὗ δηλονότι γένους ὁμαλότης τε καὶ ἀνωμαλία συστήσονται κατὰ μίαν διαστολήν. καὶ διαφοραὶ τῆς ἀνωμαλίας γενήσονται πρώτη μὲν ἥ τε ἐν διαφέρουσι μορίοις καὶ ἡ περὶ ἓν ὁτιοῦν συνισταμένη, τούτων δ’ αὖθις τεμνομένων κατὰ τὰς προγεγραμμένας μεθόδους, ἕτεραι πλείους κατὰ μέρος.

Ἄλλο γένος ἀνωμαλίας τῆς καθ’ ἕνα σφυγμὸν, οὐδενὶ τῶν εἰρημένων ὑποπῖπτον σφυγμῶν, τὸ παρὰ τὴν θέσιν τῆς ἀρτηρίας. φαίνεται γὰρ ἔσθ’ ὅτε τὸ μέν τι μέρος αὐτῆς εἰς τὰ δεξιὰ παρῆσθαι, τὸ δὲ εἰς τὰ ἀριστερὰ, καὶ τὸ μὲν ὑψηλότερον εἶναι, τὸ δὲ ταπεινότερον, ἤτοι κατὰ δύο τόπους, ἢ πλείονας, τοῦ τοιούτου πάθους συνισταμένου. παράκειται δὲ τοῦτο κατὰ τὴν φαντασίαν τῇ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἀνωμαλίᾳ, καὶ ὡς χρὴ διορίζειν αὐτὸ, ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται.

Ἄλλο γένος ἀνωμαλίας τῆς καθ’ ἕνα σφυγμὸν τὸ κυματῶδες καλούμενον, οὗ τὴν ἰδέαν δηλοῖ μὲν ἱκανῶς

550
καὶ αὐτὸ τὸ ὄνομα, χεῖρον δ’ οὐδὲν ὑπὲρ σαφηνείας εἰπεῖν τι καὶ ἡμᾶς. οὐχ ἅμα φαίνεται κατὰ τὴν τοιαύτην ἀνωμαλίαν ἡ ἀρτηρία πᾶσα διαστελλομένη, ἀλλὰ τὸ μέν τι πρῶτον αὐτῆς, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον. καὶ οὐδὲ ταῦτα ὡς ἔτυχεν, ἀλλὰ σὺν τῷ τὴν ἔπαρσιν κυματώδη γενέσθαι, τοῦ δευτέρου κύματος ἀεὶ τὸ πρότερον ἐκδεχομένου, καὶ ὅπῃ διαφέρει τῆς διακεκομμένης κινήσεως τὸ τοιοῦτον εἶδος τῆς ἀνωμαλίας, οὐ χαλεπὸν φωρᾶσαι. τὴν γὰρ τοῦ προτέρου μέρους τῆς ἀρτηρίας διαστολὴν ἡ τοῦ δευτέρου διαδέχεται, μηδενὸς ἀκινήτου μορίου μεταξὺ πίπτοντος, ἀλλ’ ἐγγὺς μὲν ἀκινησίας ἔχεται τῶν κυμάτων τὸ πέρας, οὐ μὴν παντελῆ γε φωράσαις ἂν ἡσυχίαν οὐδενὸς μορίου, τὰ γὰρ συνάπτοντα τὰς κινήσεις εἰς ὕψος, οἷον κυματώδεις ἀναστάσεις, οὐκ ἔστιν ἀκίνητα παντελῶς, ἀλλὰ βραχεῖαν γοῦν τινα διασώζει κίνησιν. διαφέρει δὲ τοῦ σκωληκίζοντος ὁ σφυγμὸς οὗτος μεγέθει. τὸν γοῦν μέγιστον τῶν κυματωδῶν ἐπινοῶν ἀεὶ μειούμενον εἰς οὕτω ποτὲ μικρὸν ἀφίξῃ, ὥστε ἀπορεῖν εἴτε κυματώδης, εἴτε σκωληκίζων ἐστὶν ἤδη. οὐ γὰρ κατὰ τὸ ποιὸν ἐοίκασιν ἀλλήλων διαφέρειν, ἀλλὰ κατὰ τὸ ποσόν.
551
ἔστι δὲ τὸ μέν τι κοινὸν ἀμφοτέροις τε αὐτοῖς καὶ τοῖς εἴδεσιν ἅπασιν αὐτῶν, τὸ δὲ ἴδιον ἑκατέρων. κοινὸν μὲν ἀφ’ οὗ καὶ τοὔνομα ἑκατέροις, τῷ μὲν κυματώδει τὸ οἷον κύματα ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν, ἕτερον ἐφ’ ἑτέρῳ, τῷ δὲ σκωληκίζοντι σκώληκος ἐοικέναι πορείᾳ, καὶ αὐτοῦ τοῦ ζώου κυματωδῶς κινουμένου, καθάπερ καὶ Δημόκριτος λέγει που περὶ τῶν τοιούτων διαλεγόμενος, τῶν ὅσα κυματοειδῶς ἀνὰ τὴν πορείαν πλάζεται. καὶ δῆλον ὅτι ἡ ἀρχὴ τῆς ἐπιῤῥοῆς ἄνωθέν ἐστιν ἀεὶ καὶ τελευτᾷ πρὸς τὰ πέρατα τῆς ἀρτηρίας. τοῦτο μὲν οὖν τὸ κοινόν. διαφοραὶ δ’ αὐτῶν αἱ κατ’ εἶδος ᾧδέ πως συνίστανται. τινὲς μὲν εἰς εὐθὺ τὸ κῦμα φερόμενον ἔχουσι, τινὲς δὲ καὶ εἰς τὸ πλάγιον ἐκκλῖνον, καὶ τινὲς μὲν ἐν βραχείᾳ τῇ κατὰ τὸ μῆκος διαστάσει τὸ ὕψος ἱκανὸν, τινὲς δ’ ἔμπαλιν ἐν μακροτέρᾳ τῇ διαστάσει τὸ ὕψος ταπεινὸν, καὶ οἱ μὲν πλατὺ, οἱ δὲ στενὸν, καὶ οἱ μὲν ἰσοταχεῖς, οἱ δ’ οὔ. οὕτω δὲ καὶ τόνου τῷ μὲν μᾶλλον, τῷ δὲ ἧττον μέτεστι τῶν κυμάτων. ἐνίοτε δὲ καὶ κατὰ πάσας ἅμα τὰς εἰρημένας διαφορὰς ἡ ἀνωμαλία συνίσταται. ἀλλ’ οὐδὲ διὰ μίαν ἄλλην τῶν εἰρημένων ἀνωμαλιῶν οὕτως ὀνομάζονται,
552
οὐδ’ ἔστιν οὐδ’ ἑτέροις αὐτῶν, οὔτε τοῖς κυματώδεσιν οὔτε τοῖς σκωληκίζουσι, τὸ εἶναι τοιούτοις δι’ ἄλλην τινὰ πλὴν τῆς κατὰ τὸ ποσὸν τῆς διαστολῆς. αὕτη γὰρ μόνη ἡ ἀνωμαλία προσλαβοῦσα τὴν κατὰ τὸ πρότερον καὶ ὕστερον τῶν μορίων κίνησιν τοὺς τοιούτους συνίστησι σφυγμοὺς, ὥστ’ εἶναι σύνθετον τὴν γένεσιν αὐτῶν ἔκ τε τῶν ἀνωμάλων, κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐν διαφέρουσι μορίοις, καὶ τῶν μὴ ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἐχόντων κινούμενα· οὐ μὴν εὕρηταί γέ πω καθ’ ἑαυτὴν ἡ τοιαύτη ἀνωμαλία, ὥστε τὸ πρότερον μόριον τῆς ἀρτηρίας πρότερον φαίνεσθαι κινούμενον, ἀλλ’ ὅταν γίγνηται, πάντως τις αὐτῇ καὶ τῶν ἄλλων τῶν προειρημένων μίγνυται. τὸ γὰρ ὑπ’ Ἐρασιστράτου λεγόμενον, ὡς ἀεὶ τὸ πρότερον φαίνεται κινούμενον, οὐ τὸ τῆς αἰσθήσεως πάθος διδάσκει. πᾶν γὰρ τοὐναντίον καὶ καταψεύδεται τοῦ φαινομένου, δόγματος δὲ ἕνεκα λέγεται, καθάπερ καὶ ἄλλα πολλὰ πολλοὶ τῶν δόγμασι συναγορευόντων ἀναπλάσαντες ἔγραψαν ὡς φαινόμενα μηδ’ ὄναρ πώποτε πεφηνότα.

553

Ὥσπερ δὲ τὸν κυματώδη σφυγμὸν ὁ σκωληκίζων διαδέχεται μικρότερον γενόμενον, οὕτω τὸν σκωληκίζοντα ὁ μυρμηκίζων, ὅταν ἀπολλυμένων τῶν κινήσεων τῶν πολλῶν εἰς μίαν, καὶ ταύτην παντελῶς μικρὰν τελευτήσῃ, καὶ διὰ τοῦτο οὐδ’ ἀνώμαλος παντελῶς φαίνεται, καίτοι πιθανόν ἐστιν ἐκ τοῦ γένους αὐτῶν εἶναι τῶν ἀνωμάλων, ἀλλὰ διὰ τὴν μικρότητα λανθάνει ἡ ἀνωμαλία. κέκληται δ’ οὗτος ὁ μυρμηκίζων ἀπὸ τῆς πρὸς τὸ ζῶον τὸν μύρμηκα ὁμοιότητος, ὡς μέν τινές φασι κατὰ σμικρότητα, ὡς ἕτεροι δὲ διὰ τὸν τρόπον τῆς κινήσεως, ἵν’ ὁμοίως τῷ σκωληκίζοντι καὶ δορκαδίζοντι, καὶ οὗτος ᾖ κεκλημένος. ἐκεῖνοί τε γὰρ ὁμοιότητι κινήσεως τῆς πρὸς τὰ ζῶα ὧν τὴν ἐπωνυμίαν ἔχουσιν ἐκλήθησαν, οὗτός τε αὐτὸς ὁ μυρμηκίζων οὕτως. τινὲς δὲ καὶ δι’ ἄμφω φασὶν αὐτὸν οὕτως ὀνομάζεσθαι, διά τε τὴν μικρότητα καὶ τῆς κινήσεως τὸ εἶδος. ἡμῖν δὲ περὶ μὲν τούτων οὐ φιλοτιμητέον, οἷος δ’ ἐστὶν ὁ μυρμηκίζων, λεκτέον. ἔστι δὲ μικρὸς ἄγαν, οὗ μικρότερος ἄλλος οὐκ ἔστιν, ὡσαύτως δὲ καὶ ἀμυδρότατος πάντως καὶ πυκνότατος, οὐ μὴν ταχύς γε, ὥς τισι δοκεῖ. δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ

554
σφυγμῶν διαγνώσεως. ἀλλὰ νῦν γε τὸ λεῖπον ἔτι προσθέντες τῆς περὶ τῶν κατὰ μίαν διαστολὴν ἀνωμάλων σφυγμῶν διαφορᾶς, ἐπὶ τοὺς ἄλλους μεταβῶμεν.