De difficultate respirationis

Galen

Galen, De difficultate respirationis

Ὅδε μὲν ὁ λόγος ἐξήγησίς ἐστι τῶν ὑφ’ Ἱπποκράτους περὶ δυσπνοίας εἰρημένων. εἴρηται δὲ πολλὰ πολλαχοῦ τὰ μὲν ἐν τοῖς συγγράμμασιν αὐτοῦ, τὰ δὲ κᾀν τοῖς ὑπομνήμασι. τὰ πλεῖστα γάρ τοι τῶν ἐπιδημιῶν, εἰ μὴ ἄρα καὶ πάντα, δικαίως ἄν τις ὑπομνήματα νομίζοι. ἔστι μὲν οὖν ἡ ἐξήγησις, ὥς πού τις τῶν παλαιῶν εἶπεν, ἀσαφοῦς ἑρμηνείας ἐξάπλωσις· ἡμεῖς δ’ οὐ τοῦτο μόνον ἐοίκαμεν δράσειν, ἀλλ’ ὅτι καὶ ἀληθῶς ἔχει πάντα τὰ περὶ δυσπνοίας ὑπ’

826
αὐτοῦ γεγραμμένα, μαρτυρήσειν, οὐ μὴν ἀποδείξειν οὐδὲν αὐτῶν ἐν τῷδε τῷ γράμματι, ἀλλ’ εἰς τὸ προηγούμενον τούτου βιβλίον ἀναπέμψειν, ἐν ᾧ χωρὶς ἀποδείξεως οὐδὲν εἴρηται. καὶ ἵνα γε μὴ δυσωποῖτό τις ὑπὸ τῆς Ἱπποκράτους δόξης, καὶ θᾶττον ἤδη τοῖς λεγομένοις πιστεύοι πρὶν ὑπὸ τῶν ἀποδείξεων ἀναγκασθῆναι, τὸν πρῶτον λόγον ἰδίᾳ τε καὶ καθ’ ἑαυτὸν ἐγράψαμεν· ἐπεὶ δ’ ἐκεῖνος ἐτελειώθη μετὰ τῶν προσηκόντων συλλογισμῶν, ἐν τῷδε τῷ γράμματι τὸν εὑρετήν τε καὶ οἷον πατέρα τῶν δογμάτων τιμήσομεν. αὕτη καὶ δικαία τέ ἐστιν ἅμα καὶ πρέπουσα τοῖς ὁτιοῦν ἀγαθὸν ἐξευροῦσι τιμὴ, μήτε κατακεκρύφθαι τὰ εὑρέματα αὐτῶν μήτ’ ἀγνοεῖσθαι τοῖς ἀνθρώποις, ἀλλ’ αὐτά τε φαίνεσθαι τήν θ’ εὑροῦσαν αὐτὰ μέθοδον γιγνώσκεσθαι. οὕτως γὰρ αὐτοῖς καὶ τὸ θαυμάζεσθαι κατὰ τὴν ἀξίαν ὑπάρξει.

Πρῶτον οὖν, ὅπερ ἀεὶ διαφυλάττειν ἀξιοῦμεν οἷς ἂν ἀλήθεια σπουδάζηται, τὸ μηδὲν ἀποκρύπτεσθαι τῶν ἐναργῶς φαινομένων, μηδ’ ἂν ὅτι μάλιστα τὸν τῆς αἰτίας

827
λογισμὸν ἀπορώτατον ἔχῃ, τοῦτ’ ἐπαινεῖν Ἱπποκράτην ἄξιον ἔν τε τοῖς ἄλλοις ἅπασι καὶ τοῖς περὶ δυσπνοίας λόγοις οὐχ ἥκιστα. τὸ γὰρ ἀραιὸν καὶ μέγα πνεῦμα μυρίοις μὲν τῶν παραφρονούντων ὁσημέραι φαίνεται συμπίπτειν, ὅσοι δ’ οὐ δύνανται τῶν σοφιστῶν εἰπεῖν αὐτοῦ τὴν αἰτίαν, οὗτοι δ’ εἰσὶν, ὡς ἔμπροσθεν ἐδείξαμεν, οἱ τὴν ἀναπνοὴν ἀπροαίρετόν τε καὶ φυσικὸν ἔργον ὑπειληφότες, οὐδὲ γίγνεσθαί φασιν οὐδέποτε τοιοῦτον εἶδος δυσπνοίας, ἐξ ὧν περὶ τῆς αἰτίας ἀποροῦσιν, ἐκ τούτων τὴν οὐσίαν τοῦ πράγματος ἀνατρέπειν τολμῶντες, δέον οὐ ταύτην, ἀλλὰ τὴν αὑτῶν μοχθηρὰν ὑπόληψιν ἀνατρέψαντας αὐτὰ τὰ συμπίπτοντα τοῖς νοσοῦσι παραφυλάττειν, ὡς Ἱπποκράτης ἐποίει. τουτωῒ γάρ, φησι, πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλουμένῳ, ἀραιὸν καὶ μέγα. τουτωῒ, Φιλίσκῳ δηλονότι, τῷ πρώτῳ γεγραμμένῳ μετὰ τὰς τρεῖς καταστάσεις ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἆρ’ οὖν τούτῳ μόνῳ τὸ πνεῦμα μέγα καὶ ἀραιὸν, ἢ καὶ ἄλλοις τισὶν Ἱπποκράτης ἐθεάσατο γιγνόμενον; οὐ τούτῳ μόνον, ἀλλὰ καὶ ἄλλοις τε πολλοῖς καὶ τῷ μετὰ ταῦτα γεγραμμένῳ,
828
Σιληνῷ τοὔνομα. διελθὼν γὰρ καὶ περὶ τούτου πάνθ’ ὅσα συνέπεσεν αὐτῷ νοσοῦντι, κατ’ αὐτὴν τοῦ λόγου τὴν τελευτὴν ταῦτα γράφει. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα. αὖθις δ’ ἐν τοῖς ἑξῆς ἀῤῥώστοις, τὴν Δρομάδεώ, φησι, γυναῖκα τεκοῦσαν, καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον, δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν. εἶτα μικρὸν προελθών φησι· πνεῦμα ἀραιὸν, μέγα. τοῦτο μὲν οὖν εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἔγραψεν οὕτως, αὖθις δὲ περὶ τῆς στ΄ διαλεγόμενος ὡδὶ γράφει· ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ διεθερμάνθη, ἵδρωσεν διόλου. ἄκρεα ψυχρά. παρέκρουσε. πνεῦμα ἀραιὸν, μέγα. ἐν μὲν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἑκκαίδεκα τοὺς πάντας ἀῤῥώστους Ἱπποκράτης γράψας, τετράκις φαίνεται μνημονεύων ἀραιοῦ καὶ μεγάλου πνεύματος. οἱ γενναῖοι δ’ ἡμῖν οὗτοι σοφισταὶ τὴν ἀρχὴν οὐδὲ ἑωρακέναι φασὶν οὐδένα μέγα καὶ ἀραιὸν ἀναπνέοντα. (ἢ) ἀλλ’ ἴσως μὲν τοῦτο αὐτοῖς πιστευτέον. οὐ γὰρ ἑωράκασιν οὔτε ταύτης οὔτ’ ἄλλης δυσπνοίας διαφορὰν οὐδεμίαν, ὅτι μηδὲ
829
τοὺς ἀῤῥωστοῦντας αὐτοὺς ὁρῶσιν, ἀλλ’ ἔνδον καθέζονται, μοχθηρὰ σοφίσματα συντιθέντες.

Ἆρ’ οὖν ἔτι καὶ τῶν ἄλλων ἀῤῥώστων μνημονευτέον ἡμῖν ἐστιν, οὓς ἐν τοῖς ἄλλοις βιβλίοις τῶν ἐπιδημιῶν ἔγραψεν μέγα καὶ ἀραιὸν ἀναπνέοντας; ἢ πρὸς μὲν τὴν τοῦ νῦν προκειμένου πίστιν ἀρκεῖ μὲν ταῦτα; φαίνεται γὰρ ὁ ὑπὸ πάντων ἰατρῶν Ἱπποκράτης ὡμολογημένος εἰς τὴν τῶν συμβαινόντων τοῖς νοσοῦσι τήρησιν ἐπιμελέστατος γεγονέναι, πολλοὺς ἑωρακὼς οὕτως ἀναπνέοντας. ἐν δὲ τῷ μετὰ ταῦτα λόγῳ καὶ ἄλλων τινῶν ἀῤῥώστων ἀναγκαῖον ἡμῖν ἐστι μνημονεῦσαι μέγα καὶ ἀραιὸν ἀναπνευσάντων, οὓς ἐν τοῖς ἑξῆς βιβλίοις ἔγραψεν ὁ Ἱπποκράτης· ἀλλ’ οὐκ εἰς πίστιν ἔσται τοῦ νῦν προκειμένου, τοῦτο μὲν γὰρ ἤδη δῆλον, ἀλλ’ εἰς ἑτέρων τινῶν ἐν τῷ κατ’ αὐτοὺς λόγῳ περιεχομένων ζητημάτων ἐξήγησιν, ἐν παρέργῳ δὲ καὶ ἡ πίστις τοῦ πολλοὺς οὕτως ἀναπνεῖν αὐξηθήσεται. τίνος οὖν διαθέσεως ἡ τοιαύτη δύσπνοια γνωριστική; οὐδεμιᾶς ἄλλης, ὅτι μὴ παραφροσύνης. 

830
διὰ τίνα τὴν αἰτίαν, ἐν μὲν τῷ προτέρῳ λόγῳ σαφῶς δέδεικται, ὑπομνήσεως δ’ ἕνεκα καὶ νῦν εἰρήσεται διὰ βραχέων. τῷ γὰρ ὄντι παραφροσύνης ἴδιον σύμπτωμα μεγάλην τε καὶ ἀραιὰν, ὅπερ ἐστὶ διὰ πολλοῦ τοῦ χρόνου, τὴν ἀναπνοὴν ποιεῖσθαι. τί γὰρ ἔδει πλέον εἰσπνεῖν, μὴ δεόμενον πλέονος; ἢ τί διὰ πολλοῦ χρόνου, παρὸν δι’ ἐλάττονος; ὅτι δ’ οὐ δέονται πλέονος ἀέρος οἱ μέγα τε καὶ ἀραιὸν εἰσπνέοντες, ἡ ἀραιότης κατηγορεῖ. πάντως γὰρ ἂν ἠπείγοντο συνεχέστερον εἰσπνεῖν, εἴπερ ἐδέοντο πλέονος· τὸ δ’ ἡσυχάζειν εἰς μακρὸν σημεῖόν ἐστι τοῦ μὴ δεῖσθαι πολλοῦ. ἀλλ’ ἔοικεν ἄμφω ταῦτα οἷον ἐπιλανθανομένου τῆς ἐνεργείας εἶναι παθήματα. τὸ γὰρ ἄμετρον μὲν ποιήσασθαι τὴν ὁλκὴν τοῦ πνεύματος, ἄμετρον δὲ τὴν ἡσυχίαν, οὔθ’ ὅπου καταπαῦσαι χρὴ τὴν ἐνέργειαν εἰδότος ἐστὶν οὔθ’ ὅτε πάλιν ἄρξασθαι, ἀλλ’ ἐν ἀμφοτέροις τὸ μέτρον ὑπερβαίνοντος ἀγνοίᾳ τοῦ προσήκοντος. ὡς οὖν ἀμίδα πολλάκις αἰτήσαντες, ἵν’ οὐρήσωσιν, οἱ παραφρονοῦντες ἐπελάθοντο ἐν τῷ μεταξὺ, εἶτ’ οὐκ ἂν οὐρήσαιεν, εἰ μὴ
831
ὑπομνήσει τις, οὕτως ἐπειδὴ καὶ τὸ ἀναπνεῖν ψυχικόν ἐστιν ἔργον, βέβλαπται δ’ αὐτοῖς ὁ λογισμὸς, ἐπιλησμονέστεροι περί τε τὰς ἐνεργείας αὐτὰς καὶ περὶ τὰ διαλείμματα αὐτῶν γίγνονται. ἀμφότερα οὖν ἐν πολλῷ χρόνῳ ποιοῦντες, καὶ τὰς ἐνεργείας καὶ τὰς ἡσυχίας, μέγεθος οὕτω καὶ ἀραιότητα περὶ τὴν ὅλην ἀναπνοὴν ἐργάζονται. ἆρ’ οὖν ἡμεῖς μὲν οὕτω φαμὲν, Ἱπποκράτης δ’ ἄλλως ἐγίγνωσκεν; ἢ κᾀκεῖνος ἐν προγνωστικῷ τόνδε τὸν τρόπον ἔγραψεν; μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει. ὃ γὰρ ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἀραιὸν ὠνόμασε, τοῦτ’ ἐν τῷ προγνωστικῷ διὰ πολλοῦ κέκληκε, εἰς λόγον μεταβαλὼν τοὔνομα. καὶ γὰρ οὖν κᾀπὶ τῶν ἀῤῥώστων ἐκείνων, οἷς μέγα καὶ ἀραιόν φησι γίγνεσθαι τὸ πνεῦμα, πρὸς τοῖς ἄλλοις συμπτώμασι καὶ παραφροσύνην γράφει, ἐπὶ μὲν τοῦ πρώτου πάντων τοῦ Φιλίσκου τόνδε τὸν τρόπον. νύκτα δύσφορος, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. οὕτως μὲν ἐν τῇ τῆς τρίτης ἡμέρας διηγήσει. ἐν δὲ τῇ τῆς πέμπτης πάλιν· ὕπνοι σμικροὶ, λόγοι, λῆρος. ἐπὶ δὲ τοῦ δευτέρου
832
τῶν ἀῤῥώστων, ᾧ Σιληνὸς ἦν ὄνομα, ἐν μὲν τῇ τῆς δευτέρας ἡμέρας διηγήσει, σμικρὰ παρέκρουσέ, φησιν, ἐν δὲ τῇ τῆς τρίτης, λόγοι πολλοὶ, γέλως, ᾠδὴ, κατέχειν οὐκ ἠδύνατο. εἶτ’ ἐπιφέρων ἐρεῖ, τετάρτη διὰ τῶν αὐτῶν. Φιλίσκος μὲν δὴ καὶ Σιληνὸς ὅτι παρεφρόνησαν, οὕτως ἐμνημόνευσεν. ἐπὶ δὲ τῆς Δρομάδεω γυναικὸς, καὶ γὰρ καὶ ταύτην ἀραιὸν καὶ μέγα ἀναπνεῦσαί φησι, τόνδε τὸν τρόπον ἔγραψε. περὶ μέσης ἡμέρης πολλὰ παρέκρουσε, καὶ πάλιν ταχὺ σμικρὰ κατενόει. οὕτως μὲν οὖν ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν. εἶτα ἐπιφέρει· νυκτὸς ἐπεκοιμήθη, παρέκρουσε. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ διὰ τῆς ἕκτης ἡμέρας γενόμενα γράφων ὧδέ πώς φησι· ἄκρεα ψυχρὰ, παρέκρουσεν. οὕτω μὲν οὖν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἔνθα μεγάλου καὶ ἀραιοῦ πνεύματος, ἐνταῦθα καὶ παραφροσύνης μνημονεύει· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ διὰ τῶν ἑξῆς βιβλίων ἡμᾶς ὑπομιμνήσκει, μηδαμοῦ μεγάλου καὶ ἀραιοῦ πνεύματος μνημονεύων, ὅπου μη μεγάλης παραφροσύνης.

833

Ὅτι μὲν οὖν ἐπὶ τῶν νοσούντων ἐθεάσατο πολλάκις Ἱπποκράτης τὴν τοιαύτην δύσπνοιαν ἐπὶ παραφροσύνῃ γινομένην, καὶ ὅτι καθόλου περὶ αὐτοῦ ἀπεφήνατο διὰ τοῦ προγνωστικοῦ, καὶ ταῦτα μὲν ἱκανῶς ἔχειν ἡγοῦμαι, βεβαιωθήσεται δ’ οὐδὲν ἧττον ἔτι καὶ διὰ τῶν ἑξῆς εἰρησομένων. καὶ γάρ τοι καὶ δίκαιον ἦν μὴ πάνυ πολλὰ λέγεσθαι περὶ αὐτῆς· ἀλλὰ διὰ τοὺς ἐν τοῖς περὶ φύσεως ἀναπνοῆς λογισμοῖς σφαλέντας, εἶθ’ ὑπὸ φιλονεικίας ἀναισχυντοῦντας, ἠναγκάσθημεν καὶ ἡμεῖς πλείω τοῦ προσήκοντος εἰπεῖν, εἴ πως αὐτοὺς δυνηθείημεν κᾂν νῦν γοῦν μετάξαι πρὸς τὸ βέλτιον. ἔστι δ’, ὡς ἔοικεν, οὐδεμία βαφὴ δευσοποιὸς οὕτως ὡς τὸ τῶν ἄνευ λογισμοῦ πρὸς τὰ μοχθηρὰ δόγματα πάθος. οὐ γὰρ ἔστι μεταπεῖσαι τοὺς ἐν αὐτοῖς τραφέντας, ὡς ἂν μήτ’ ἐν ταῖς ἀποδεικτικαῖς μεθόδοις γεγυμνασμένους μήθ’ ὅλως πεπορισμένους τι κριτήριον ἀληθῶν καὶ ψευδῶν, ἀλλὰ μηδ’ εἶναι βουλομένους τούς γε πλείστους αὐτῶν, καὶ ταύτην μισοῦντας τὴν σοφίαν. τῶν δὴ τοιούτων ποτέ τις ἄῤῥωστον ἡμῖν ἐπιδείξας παραφρονοῦντα μὲν, ἀλλὰ μήτε μέγα μήτ’

834
ἀραιὸν ἀναπνέοντα, καταγελῶν, μᾶλλον δὲ καγχάζων ἀναισχύντως, καὶ διαπαίζων Ἱπποκράτην καὶ ἡμᾶς ἀπηλλάττετο, μηδὲ λόγον μεταδοὺς ἡμῖν, μηδ’ ἀνασχόμενος μηδὲν ἐπακοῦσαι, καίτοι διδάξειν ἐπαγγελλομένοις, ὡς οὐ μάχεται τὸ φαινόμενον οὔτε τοῖς πρὸς ἡμῶν λεγομένοις οὔτε τοῖς Ἱπποκράτει γεγραμμένοις. ὁ μὲν γὰρ τὸ μέγα καὶ ἀραιὸν πνεῦμα παραφροσύνης εἶναί φησι γνώρισμα, οὐ μὴν εἴ τις παραφρονεῖ, πάντως τοῦτον ἀραιὸν ἀναπνεῖν καὶ μέγα, τά τε πρὸς ἡμῶν λεγόμενα ταὐτὸ τοῦτ’ ἐπαγγέλλεται, μηδὲν παραχαραττόντων ἡμῶν μηδὲ μεταποιούντων ὧν ἐκεῖνος ἔγραψεν, ἀλλὰ τὰς ἐξηγήσεις καὶ τὰς ἀποδείξεις μόνας προστιθέντων. εἰ δέ σοι νῦν, ἔφην, ὦ οὗτος, ἐξεύρηται τὸ πᾶσι τοῖς παραφρονοῦσιν ἀραιὸν καὶ μέγα γίγνεσθαι τὸ πνεῦμα, σαφῶς ἐνδείκνυσαι μηδὲν τῶν Ἱπποκράτους ἀνεγνωκὼς, καίτοι προσποιεῖς γε καταγιγνώσκειν αὐτῶν, ὡς ἀνεγνωκὼς δή που πρότερον. ἀλλ’ ἐκεῖνος μὲν ἀπηλλάγη πρὶν μαθεῖν τι χρηστόν· σὺ δ’ ὁ τοῖσδε τοῖς γράμμασιν ὁμιλῶν, εἴπερ ὄντως ἀληθείας ἐρᾷς, ἐπάκουσον Ἱπποκράτους ἐν τῷ τρίτω τῶν ἐπιδημιῶν ἐπ’ ἀῤῥώστου τινὸς, 
835
ὄνομα Πυθίωνος, ὡδὶ γράφοντος ἐν τῇ τῆς ζ΄ ἡμέρας διηγήσει. νυκτὸς ταραχὴ πολλὴ, παρέλεγεν, οὐδὲν ἐκοιμήθη. εἶθ’ ἑξῆς ἐπὶ τῆς η΄ ἡμέρας ὡδί· ὀψὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσε. καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς ἐννάτης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγεν. ὡς οὖν ταῦτα ἐπήκουσας, οὕτω πάλιν ἐπάκουσον, οἷόν τι τὸ τῆς δυσπνοίας εἶδος ἐγένετο τούτῳ τῷ Πυθίωνι. γνώσει γὰρ ὅτι μήτε μέγα μήτ’ ἀραιὸν ἀνέπνει, καίτοι παραφρονῶν. ἐμνημόνευσεν οὖν τῆς γενομένης αὐτῷ δυσπνοίας ὁ Ἱπποκράτης δὶς τὸ σύμπαν ἐν ὅλῃ τῇ διηγήσει, κατά τε τὴν δευτέραν ἡμέραν καὶ κατὰ τὴν ὀγδόην. ἀλλ’ ἐγὼ τὸ κατὰ η΄ παραθήσομαι πρότερον, ἐν ᾗ καὶ παραπαῖσαί φησι καὶ δυσπνοῆσαι τὸν ἄνθρωπον, ὡδὶ γράφων· ὀγδόῃ, πρωῒ μὲν ἐκοιμήθη σμικρὸν, ἄφνω δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσεν. ἑξῆς οὖν ἐνταῦθα γέγραφεν ἀλλήλων, ὅτι λεπτὸν αὐτῷ καὶ μινυθῶδες ἦν τὸ πνεῦμα καὶ ὅτι παρέκρουσεν ἐν μιᾷ καὶ αὐτῇ ἡμέρᾳ ταύτῃ τῇ ὀγδόῃ. ἆρ’ ὦ πρὸς Διὸς οὐκ ἤδη σαφές ἐστιν, ὡς οὐκ ἐπὶ πάσης
836
παραφροσύνης Ἱπποκράτης ἀραιὸν καὶ μέγα φησὶ γίγνεσθαι τὸ πνεῦμα; εἰ μή τι νομίζεις ὦ οὗτος οὐδὲν διαφέρειν τοῦ μεγάλου τὸ μινυθῶδες. εἰ γὰρ τοῦτο, δῆλον, ὡς οὐδὲ τὸ μινύθειν οἷόν τί ἐστιν, οἶσθα, καὶ νομίζεις ταὐτὸν εἶναι τῷ αὐξάνειν αὐτό. μὴ τοίνυν παρ’ ἡμῶν τά γε τοιαῦτα μάνθανε, ἀλλ’ ἐπὶ τοὺς τὰ πρῶτα γράμματα διδάσκοντας ἴθι. ἀλλ’ ὥσπερ ταῦτα οὐκ ἔμαθεν ὁ τὸ μινύθειν ἀγνοῶν, οὕτως οὐδὲ τὰ Ἱπποκράτους ἀνέγνω συγγράμματα. πάντως γὰρ ἂν ἐν αὐτοῖς μυριάκις εὗρε καὶ τὸ μινύθειν καὶ τὸ μινυθῆναι καὶ τὴν μινύθησιν κατὰ πάντας σχεδὸν ἀριθμοὺς καὶ γένη καὶ πτώσεις ἐγκεκλιμένα πανταχοῦ, τοὐναντίον αὐξήσει τε καὶ τῷ αὐξάνειν δηλοῦντα, ὥστε καὶ τὸ μινυθῶδες εἴη ἂν τὸ ἐναντίον τῷ ηὐξημένῳ. εἴπερ οὖν τὸ ηὐξημένον μέγα, τὸ μινυθῶδες μικρόν ἐστιν. οὕτως οὖν καὶ ὁπότε τὴν δευτέραν ἡμέραν διηγεῖτο τοῦ Πυθίωνος, βραχύπνοον αὐτὸν ὠνόμασε. ἡ γάρ τοι βραχύπνοια καὶ τὴν ἐνέργειαν αὐτὴν βραχεῖαν γίγνεσθαι δηλοῖ καὶ τὴν ἡσυχίαν· ὥσπερ ἡ μακρόπνοια κατὰ τοὐναντίον ἄμφω μεμηκύνθαι. καί τοι κᾂν εἰ θάτερον αὐτῶν
837
ἐδηλοῦτο, τό γε μὴ πᾶσι γίγνεσθαι τοῖς παραπαίουσι μέγα τε καὶ ἀραιὸν τὸ πνεῦμα καὶ οὕτως ἂν ὡμολόγητο. τὸ μὲν γὰρ ἀραιὸν καὶ μέγα κατ’ ἄμφω μακρόν ἐστι, καὶ κατὰ τὴν ἐνέργειαν καὶ κατὰ τὴν ἡσυχίαν· ἡ βραχύπνοια δὲ πάντως κατὰ τὸ ἕτερόν γε αὐτῶν βραχεῖα, ὥσπερ καὶ τὸ λεπτὸν καὶ τὸ μινυθῶδες πνεῦμα βραχὺ πάντως ἐστίν.

Ἱπποκράτης οὖν αὐτὸς οἶδε σαφῶς οὐκ ἐξ ἀνάγκης ὑπάρχειν ἅπασι τοῖς παραπαίουσι τὸ μέγα καὶ ἀραιὸν πνεῦμα, οὐ μὴν μάχεταί γε τοῦτο τῇ περὶ τῆς τοιαύτης δυσπνοίας ἀποφάνσει. τὸ μὲν γὰρ ἀραιὸν καὶ μέγα παραφροσύνης ἴδιον, καὶ διὰ τοῦτ’ ἐξ ἀνάγκης αὐτὴν δηλώσει· οὐ μὴν εἰ παραφρονεῖ τις, μέγα καὶ ἀραιὸν ἐξ ἀνάγκης ἀναπνεῖ. οὐ γὰρ ἀχώριστον, ἀλλὰ ἴδιον ἔφαμεν εἶναι παραφροσύνης τὸ ἀραιὸν καὶ μέγα πνεῦμα, καθάπερ τὸ γεωμετρεῖν, τὸ τεκταίνεσθαι, τὸ φιλοσοφεῖν, τὸ ῥητορεύειν καὶ ἄλλα μυρία, ὧν ἕκαστον οὐδενὶ μὲν ὑπάρχει τῶν ἄλλων ζώων, ὅτι μὴ ἀνθρώπῳ μόνῳ, καὶ διὰ τοῦτο ἴδιον αὐτοῦ λέγεται, οὐ

838
μὴν ἀχώριστόν γέ τι, καθάπερ τὸ λογικόν. οὐ γὰρ πᾶν ἴδιον εὐθὺς καὶ ἀχώριστον. ὥσπερ δὲ ταῦθ’ ἡμᾶς ἡ λοιδορουμένη πρὸς αὐτῶν ἐδίδαξεν διαλεκτικὴ, οὕτως καὶ ὅτι τὸ τοιοῦτον ἀξίωμα, εἰ μέγα καὶ ἀραιὸν ἀναπνεῖ, παραφρονεῖ, οὔτε ταὐτόν ἐστι τῷ, εἰ παραφρονεῖ, μέγα καὶ ἀραιὸν ἀναπνεῖ, οὔτ’ ἀναγκαῖον αὐτὰ συναληθεύεσθαι. οὐ γὰρ ἀντιστρέφει πρὸς ἄλληλα ταῦτα, ἀλλὰ μόνον ἀναστρέφει. ὡς οὖν οὐδεὶς Ὀλύμπια νικῆσαι δύναται μὴ πολλῷ πρότερον γυμνασάμενος, οὕτως οὐδὲ τῆς ἐν τοῖς λόγοις ἀληθείας ἐπιβοηθὸς γενέσθαι μὴ μαθὼν τὰ κᾀν τούτοις παλαίσματα. καὶ ὥσπερ οὐδὲ πεσεῖν εὐσχημόνως ἴσασιν οἱ παντάπασιν ἀμαθεῖς παλαισμάτων, ἀλλ’ ἔσθ’ ὅτε κατὰ τῆς γῆς ὕπτιοι κείμενοι κρατοῦσι καὶ ἄγχουσι καὶ οὐ μεθιᾶσι, τὸν αὐτὸν, οἶμαι, τρόπον οἱ ἀμαθεῖς τῆς ἐν τοῖς λόγοις τέχνης, ἐναργῶς πεπτωκότες πολλάκις αἴσχιστον πτῶμα, τοσαῦτα δέουσιν αἰδεῖσθαι, ὥστε καὶ νενικηκέναι νομίζουσιν· ὥσπερ καὶ ὁ τὸν παραφρονοῦντα δεικνύων μικρὸν ἀναπνέοντα, κᾄπειτα νομίζων ἐξηλέγχθαι διὰ τούτου τοῦ
839
φαινομένου τὴν Ἱπποκράτους ἀπόφανσιν. οὗτος γοῦν αἴσχιστον πτῶμα πεσὼν, ᾤετο καταβεβληκέναι. πῶς γὰρ οὐκ αἴσχιστα, ἅμα μὲν εὑρεθῆναι μηδὲν τῶν Ἱπποκράτους ἀνεγνωκότα, καὶ διὰ τοῦτο οἴεσθαι κενῶς εἰρῆσθαι τὰ πάλιν πρὸς ἐκείνου γεγραμμένα· ἅμα δὲ μηδὲ συνιέναι τῶν λεγομένων, ἀλλὰ παρακούειν τε καὶ ταὐτὸν εἶναι νομίζειν τὸ μέγα καὶ ἀραιὸν πνεῦμα παραφροσύνης εἶναι γνώρισμα τῷ πάντως ἕπεσθαι παραφροσύνῃ τὴν εἰρημένην δύσπνοιαν; εἶτα τί θαυμαστόν ἐστιν, ἐν τοῖς τῶν ἰάσεων λογισμοῖς τυφλώττειν τοὺς μηδὲ τὰ οὕτω σμικρὰ γιγνώσκοντας; ἀλλ’ ἤρτηται δηλονότι τὰ σμικρὰ ταῦτα ἐξ ἑτέρων σμικρῶν μὲν καὶ αὐτῶν, ὀλιγωρηθέντων δ’ αὐτοῖς. τὸ γὰρ ἀγνοῆσαι, τίς δύναμις ἐπιτροπεύει τὴν ἀναπνευστικὴν ἐνέργειαν, ἀρχὴ τῶν τοιούτων σφαλμάτων· ἠγνοήθη δ’ ἐκεῖνο, διότι προηγνοήθη, πόθεν χρὴ πορίζεσθαι ταῖς ἀποδείξεσι τὰς προτάσεις. τούτου γάρ τοι τοῦ παλαίσματος οἱ μὲν ἀγύμναστοι γενηθέντες, οἱ δὲ τελέως ἀμαθεῖς, τὰ τηλικαῦτα πίπτουσι πτώματα· καὶ ἡμῖν ἐν ἑτέροις ἀποδέδεικται, καὶ μάλιστ’ ἐν τῷ δευτέρῳ περὶ μυῶν 
840
κινήσεως, ὅτι τοῖς ἀπροαίρετον εἰποῦσιν ἔργον εἶναι τὴν ἀναπνοὴν, ἐκ τοῦ μὴ δυνηθῆναι παρὰ τῆς οὐσίας αὐτῆς τοῦ πράγματος πορίσασθαι τὰς εἰς τὴν ἀπόδειξιν προτάσεις, ἀλλὰ τοῖς ἄλλοις ὡς συμβεβηκὸς ἀκολουθῆσαι, σφαλῆναι συνέπεσεν. ἀλλὰ καὶ Ἱπποκράτης γε ὁ τὴν φύσιν μὲν αὐτὴν ὁρῶν τῶν πραγμάτων, ὑπερορῶν δὲ τῶν ἄλλων ὡς συμβεβηκότων, ἐν μὲν τῷ καθόλου βεβαίως ἀπεφήνατο διὰ τοῦ προγνωστικοῦ· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· κατὰ μέρος δὲ διὰ τῶν ἐν τοῖς νοσήμασι φαινομένων ἐβασάνισε τὸν λόγον ἐσχάταις εἰς ἀκρίβειαν βασάνοις, ἃς, οἶμαι, θαυμάσειεν, εἴ τις ἐθελήσειεν προσέχειν τὸν νοῦν τοῖς λεγομένοις· μαθήσεται γὰρ, ὅτι παραφροσύναις μὲν ἁπάσαις ἕπεται μέγα καὶ ἀραιὸν πνεῦμα κατὰ τὸν ἴδιον αὐτῶν λόγον, οὐ μήν γε τοῖς παραφρονοῦσιν ἅπασιν, ἀλλὰ μόνοις ἐκείνοις, ὅσοι μὴ δι’ ἄλλην τινὰ διάθεσιν μείζονα τῆς παραφροσύνης ἑτέρως ἠλλοιωμένην ἔχουσι τὴν ἀναπνοήν. συγχωρησάτω δέ μοι πρότερον μιᾶς ἀῤῥώστου γυναικὸς προσθεῖναι διήγησιν, ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν γεγραμμένης, εἰς ἀπόδειξίν τε ἅμα τῶν ἤδη προειρημένων εὕρεσίν
841
τε τῶν νυνὶ προκειμένων. ἄρχεται μὲν οὖν τοῦ περὶ αὐτῆς λόγου τόνδε τὸν τρόπον· ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ Ληΐου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης ἔλαβεν, ἐξ ἀρχῆς δὲ περιεστέλλετο, καὶ διὰ τέλεος ἀεὶ σιγῶσα, ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο, ἀπὸ κοιλίης ἐρεθισμὸς, οὐδὲν διῄει, σμικρὰ ὑπομιμνησκόντων ἔπινεν, οὖρα σμικρὰ, λεπτὰ, οὐκ ἔχοντα ὑπόστασιν, πυρετοὶ πρὸς χεῖρα λεπτοὶ, ἀκρέων ψύξις· ἐννάτῃ πολλὰ παρέλεγε, καὶ πάλιν ἐνιδρύνθη σιγῶσα. οὐκοῦν ὅτι μὲν ἐξ ἀρχῆς τε καὶ διὰ τέλους αὕτη παρεφρόνει, μεμαθήκαμεν· οὐδὲ γὰρ ἕν τι παραφροσύνης εἶδος αὐτῇ συνέπεσεν, οὐδὲ τὸ τυχὸν, ἀλλὰ πολλά τε καὶ ἰσχυρὰ, τὰ μὲν σιωπώσῃ, τὰ δὲ φθεγγομένῃ, καὶ τὰ μὲν μετὰ δακρύων, τὰ δέ γε μετὰ γέλωτος. ἀκούσωμεν δ’ ἑξῆς καὶ τοῦ Ἱπποκράτους, οἷόν τι δυσπνοίας εἶδος αὐτῇ γενέσθαι φησί. γράφει δὲ ὧδε· τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. ἐνταῦθα μέν γε σαφῶς πάλιν κατ’ ἀντίθεσιν ἡ
842
βραχύπνοος εἴρηται τῇ μέγα καὶ ἀραιὸν ἐχούσῃ πνεῦμα, καὶ οὐδεὶς ἂν ἔτι, οὐδ’ εἰ παντάπασιν εἴη σκαιότατος, ἀπορήσειεν, ὅτι μὴ πᾶσι τοῖς παραφρονοῦσιν ὁ Ἱπποκράτης ἀραιὰν καὶ μεγάλην γίγνεσθαί φησι τὴν ἀναπνοήν. ἐπὶ γοῦν μιᾶς καὶ τῆς αὐτῆς γυναικὸς τῶν δυσπνοιῶν ἑκατέρων ἐφεξῆς μέμνηται, καὶ μικρὸν ἔτι προελθὼν ὧδέ πως γράφει· εἰκοστῇ λόγοι πολλοὶ, καὶ πάλιν ἱδρύνθη, ἄφωνος, βραχύπνοος. εἶτα εἰπὼν, μιῇ καὶ εἰκοστῇ ἀπέθανεν, ἐπὶ τέλει τοῦ παντὸς λόγου τάδε προσγέγραφεν· ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα, ἀναισθήτως πάντων εἶχεν, ἀεὶ περιεστέλλετο.