Αὗται μὲν οὖν αἱ τέτταρες συζυγίαι τῶν δυσπνοιῶν καθ’ ἑκάτερον ἰδίᾳ τῆς ὅλης ἀναπνοῆς μόριον συνίστανται· ἕτεραι δὲ κατὰ τὸν οἷον ῥυθμὸν αὐτῆς, οὐ καθ’ ἑκάτερον, ὅταν δὲ παραβάλλωμεν εἰσπνοὴν ἐκπνοῇ, καθάπερ ἐν τοῖς σφυγμοῖς διαστολὴν συστολῇ, ῥυθμὸν τὸ τοιοῦτον ὀνομάζομεν. δῆλον δ’ ὅτι τὴν αὐτὴν θεωρίαν ὁ τόπος ἐκδέξεται τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν ὑφ’ Ἡροφίλου γεγραμμένῃ. εἴρηται μὲν οὖν ἡμῖν περὶ αὐτῶν ὅσα χρὴ κᾀν ταῖς περὶ τῶν σφυγμῶν πραγματείαις· εἰρήσεται δὲ καὶ νῦν ὅσον οἷόν τε διὰ βραχυτάτων, οἷς χρὴ προσέχοντα τὸν νοῦν οἷον σκοποῖς τισιν ἐξευρίσκειν τὰς αἰτίας ῥᾳδίως τῆς ἐν ταῖς ἀναπνοαῖς ἀῤῥυθμίας. τὰ γὰρ ἄρτι καθ’ ἑκάτερον τῆς ὅλης ἀναπνοῆς
813
μόριον, τήν τε εἰσπνοὴν λέγω καὶ τὴν ἐκπνοὴν, ἅπερ ἐν τῷ πρόσθεν λόγῳ φθάνομεν εἰρηκότες, αὐτὰ ταῦτα καὶ νῦν ἀξιῶ σκοπεῖσθαι κατὰ τὰς ἀῤῥυθμίας αὐτῶν. οἷον, οὐδὲν γὰρ χεῖρον ἐφ’ ἑνός τινος ὡς ἐπὶ παραδείγματος ἐπιδεῖξαι τὸ λεγόμενον, βραδυτέρα μὲν ἔστω καὶ μικροτέρα τοῦ κατὰ φύσιν εἰσπνοὴ, θάττων δὲ καὶ μείζων ἡ ἐκπνοή· μεμειῶσθαι φήσομεν τοῖς οὕτω διακειμένοις τὸ κατὰ φύσιν θερμὸν, ηὐξῆσθαι δὲ τὸ καπνῶδες. ἐφ’ ἑτέρας δ’ αὖθις ἔμπαλιν ἀῤῥυθμίας ἐχούσης, ὡς τὴν μὲν εἰσπνοὴν εἶναι μεγάλην καὶ ταχεῖαν, τὴν δ’ ἐκπνοὴν μικρὰν καὶ βραδεῖαν, ηὐξῆσθαι μὲν τὸ κατὰ φύσιν θερμὸν, μηδὲν δ’ εἶναι καπνῶδες περίττωμα. διττὸν γὰρ ἀεὶ χρὴ νοεῖν τῷ γένει τὸ θερμὸν, τὸ μὲν οἰκεῖον καὶ σύμφυτον σώματι, τὸ δ’ ἐπίκτητόν τε καὶ νόθον. δῆλον οὖν ὡς οὐδὲν ἡ τοιαύτη σύζευξις ὑπαλλάττει τῶν ἑκατέρᾳ κατὰ μόνας ὑπαρχόντων. εἰ γὰρ ἡ εἰσπνοὴ μικρὰ καὶ βραδεῖα τύχοι γενομένη, κατάψυξιν δηλοῖ τῆς κατὰ φύσιν θερμασίας, ὅπως ἂν ἔχῃ ἡ ἐκπνοή· εἰ δὲ ἡ ἐκπνοὴ κατὰ ταὐτὸ
814
ᾖ διακειμένη, ἐνδείξεται ταὐτόν· καὶ γὰρ εἰ μεγάλη ποτὲ καὶ ταχεῖα γένοιτο, πλεονεκτοῦσαν δηλώσει καὶ παρὰ φύσιν θερμασίαν, ὅπως ἂν ἔχῃ τὰ τῆς εἰσπνοῆς· ὅθεν οὐδὲν πλέον εἰς τὰς προγνώσεις ἡ τοιαύτη συμπλοκὴ διδάσκει τῶν ἤδη κατὰ μόνας ὑπὲρ ἑκατέρας αὐτῶν ἐγνωσμένων.
Μόναις γοῦν προσεκτέον ἡμῖν τὸν νοῦν ἐκείναις τῶν συνθέτων δυσπνοιῶν, ἐν αἷς αἱ μὲν ἁπλαῖ κοιναὶ πλειόνων εἰσὶ διαθέσεων, καὶ διὰ τοῦτο σαφὲς οὐδὲν ἐνδείκνυται· συνεζευγμέναι δ’ ἑτέραις τισὶν εἰς διορισμὸν ἥκουσιν ἀσφαλῆ. τὸ γὰρ μέγεθος τῆς ἀναπνοῆς αὐτὸ μὲν καθ’ ἑαυτὸ δύσπνοιά τίς ἐστιν ἁπλῆ· γνώρισμα δ’ οὐδενὸς ὑπάρχει βέβαιον, εἴ γε καὶ τῆς χρείας ἐπειγούσης γίνεται καὶ τῆς διανοίας βεβλαμμένης· ἀλλ’ εἰ μὲν ἅμα πυκνότητι συσταίη, τῆς χρείας ἔπειξιν, εἰ δὲ σὺν ἀραιότητι, παραφροσύνην ἐνδείκνυται. ὡσαύτως δὲ καὶ ἡ σμικρότης αὐτὴ μὲν καθ’ ἑαυτὴν ἢ ὀδυνᾶσθαί τι μόριον, ἢ τὴν χρείαν ἐκλύεσθαι δηλοῖ, ὥστ’ οὐδὲν οὐδ’ αὐτὴ σαφὲς ἐνδείκνυται· σύνθετος δὲ γενομένη, μετὰ μὲν πυκνότητος ἄλγημα, σὺν ἀραιότητι δὲ τῆς
815
χρείας ἔκλυσιν δηλοῖ· κᾂν εἰ τὴν πυκνότητα δι’ αὐτὴν μόνην, ἢ τὴν ἀραιότητα προχειρίσαιο, καὶ τούτων ἂν εὕροις οὐδετέραν οὐδὲν σαφὲς δηλοῦσαν ἄνευ τοῦ διορισθῆναι συμπλακεῖσαν ἑτέρῳ τινὶ δυσπνοίας εἴδει. πυκνὴ γὰρ ἅμα καὶ μεγάλη, τῆς δυνάμεως αὔξησιν ἐνδείκνυται· πυκνὴ δὲ ἅμα καὶ μικρὰ, τινὸς τῶν ταῖς ἀναπνοαῖς συγκινουμένων ὀργάνων ἄλγημα· καὶ ἡ ἀραιὰ δὲ παραφροσύναις ἑπομένη καὶ καταψύξεσιν, εἰ μὲν μετὰ μεγέθους εἴη, τὸ πρότερον τῶν εἰρημένων· εἰ δὲ μετὰ σμικρότητος, τὸ δεύτερον ἐνδείκνυται. καὶ διὰ τοῦτο πασῶν τῶν συνθέτων δυσπνοιῶν αἱ τοιαῦται συζυγίαι χρησιμώταται, καὶ σαφῶς καὶ βεβαίως μίαν ἑκάστην διάθεσιν ἐνδεικνύμεναι, πυκνότης μὲν ἅμα μικρότητος, πόνον, εἰ δὲ σὺν μεγέθει γένηται, τῆς χρείας αὔξησιν· ἀραιότης δὲ μετὰ μὲν μεγέθους παραφροσύνην, μετὰ δὲ σμικρότητος τῆς χρείας ἔκλυσιν. γίγνονται δὲ τέτταρες αὗται συζυγίαι, τῶν ἐν ταῖς ἐνεργείαις κατὰ μέγεθος καὶ μικρότητα διαφορῶν ταῖς τῶν ἠρεμιῶν διαφοραῖς μιγνυμένων. δύο γὰρ ἀντιθέσεις
816
ἀλλήλαις ἐπαλλαττόμεναι, τέτταρας ποιοῦσι τὰς συζεύξεις. ὥστε κᾀνταῦθα δῆλον ἤδη γέγονεν, ὡς οὔτε πλείους οὔτ’ ἐλάττους ἐνδέχεται τὰς ἐκ τῶν ἀντιθέσεων τούτων συμπλοκὰς γενέσθαι. ἀλλ’ ἐπὶ μὲν ταῖς ἠρεμίαις ἀντίθεσις μία μόνη συμβέβηκεν ἡ κατὰ πυκνότητα καὶ ἀραιότητα, ταῖς δ’ ἐνεργείαις οὐχ ἡ κατὰ μέγεθος καὶ μικρότητα μόνον, ἀλλὰ καὶ ἡ κατὰ τάχος καὶ βραδυτῆτα. τέτταρες δὲ δηλονότι καὶ κατὰ τὰς τούτων ἐπαλλάξεις γενήσονται αἱ συζυγίαι· πρώτη μὲν πυκνὴ καὶ ταχεῖα; δευτέρα πυκνὴ ἅμα καὶ βραδεῖα, τρίτη ἀραιὰ ἅμα καὶ ταχεῖα, καὶ τετάρτη βραδεῖά τε ἅμα καὶ ἀραιά. γνωρίζουσι δ’ οὐδὲν ἁπλῶς ἐξ ἀνάγκης, ὡς αἱ πρότεραι τέτταρες, ἀλλ’ ὧδε χρὴ διορίζεσθαι· πολλῆς μὲν εἰς πυκνότητα μεταπτώσεως γινομένης, ὀλίγης δὲ τῆς εἰς τάχος, ὀδύνης τε ἅμα καὶ χρείας ἐστὶν αὔξησις· εἰ δ’ ἔμπαλιν εἰς τάχος μὲν πλέον, εἰς πυκνότητα δὲ ἔλαττον ἐξίσταται τοῦ κατὰ φύσιν, τὴν χρείαν μόνην ἐπιτετάσθαι δηλώσει. συνδραμεῖται δὲ τῇ μὲν τοιαύτῃ δυσπνοίᾳ πάντως καὶ μέγεθος,
817
τῇ δὲ ἑτέρᾳ τῇ πρὸ αὐτῆς εἰρημένῃ σμικρότης, ὥστ’ οὐδὲν δεησόμεθα τάχους μνημονεύειν. εἰ γὰρ ἡ ἀδιόριστος μὲν κατὰ τάχος καὶ πυκνότητα συζυγία μηδὲν ἡμῖν δηλοῖ σαφὲς, εἰς διορισμὸν δ’ ἐλθοῦσα, τοῦ μὲν τάχους πλεονεκτοῦντος, εὐθὺς καὶ μετὰ μεγέθους γίγνεται, τῆς δὲ πυκνότητος κρατούσης, ἐξ ἀνάγκης ἑπομένην ἔχει τὴν μικρότητα, πυκνὴ μὲν ἅμα καὶ μεγάλη κατὰ τὸν ἕτερον ἔσται διορισμὸν, πυκνὴ δ’ ἅμα καὶ μικρὰ κατὰ τὸν ἕτερον. οὕτω δὲ καὶ πυκνὴ καὶ βραδεῖα συζυγία δειχθήσεται· πλεονεκτούσης μὲν γὰρ τῆς πυκνότητος, ἄλγημα μόνον ἐνδείξεται· τοσοῦτον δὲ ἐξισταμένη τοῦ κατὰ φύσιν, ὅσον καὶ κατὰ βραδυτῆτα, συνθέτου διαθέσεως ἔσται γνώρισμα. καὶ γὰρ τὴν δύναμιν μεμειῶσθαι δηλώσει καὶ ὀδυνᾶσθαί τι μόριον. οὕτω δὲ καὶ εἰ πλεονεκτεῖ τῆς πυκνότητος ἡ βραδυτὴς, ἔσται γνώρισμα διαθέσεως τῆς ἤδη λελεγμένης, ἀλλ’ ἔλαττον μὲν ὀδυνᾶσθαι δηλώσει τοὺς οὕτως ἔχοντας, μειζόνως δὲ τὴν δύναμιν μεμειῶσθαι. οὔκουν οὐδὲ ταύτης εἰς τὰς προγνώσεις δεόμεθά τι τῆς συζυγίας. ἐν μὲν γὰρ ταῖς πρώταις ῥηθείσαις τέτταρσιν, ἃς χρησιμωτάτας
818
ἐλέγομεν ὑπάρχειν, ἔχομεν γνωρίσματα καὶ πόνου καὶ χρείας μειώσεως μεγάλα. καὶ ἡ τρίτη δὲ ῥηθεῖσα συζυγία, ἡ ἀραιά τε ἅμα καὶ ταχεῖα, δηλώσει μὲν οὐδὲν ἐξ ἀνάγκης, συνεδρεύει δ’ ἤτοι παραφροσύναις τισὶν, ἢ καὶ σὺν αὐταῖς ταῖς τῆς χρείας αὐξήσεσιν. εἴρηται δὲ καὶ πρόσθεν, ὡς τῶν παραπαιόντων ἀραιὰ μὲν πάντως ἐστὶν ἡ ἀναπνοὴ καὶ μεγάλη, ταχεῖα δὲ οὐ πάντως, ὥσπερ οὐδὲ βραδεῖα· γίγνεσθαι γὰρ ἑκάτερον αὐτῶν ἀτάκτως τε καὶ ἀνωμάλως· ὅταν μέντοι συνέλθῃ καὶ ἡ τῆς χρείας αὔξησις, ἀναγκάζονται τηνικαῦτα καὶ πολὺ μεῖζον ἀναπνεῖν ἢ εἰ παρέπαιον μόνον, καὶ ἤδη τε καὶ θᾶττον, ὥστε καὶ ταύτης τῆς συζυγίας οὐδὲν εἰς τὰς προγνώσεις δεόμεθα, τὰ δι’ αὐτῆς δηλούμενα μετὰ τοῦ διορισμοῦ φθάνοντες ἔχειν ἐν ταῖς πρώταις συζυγίαις τέτταρσι. λοιπὸν δ’ ἦν ἡ τετάρτη τῶν κατὰ τοῦτο τὸ γένος συνθέτων δυσπνοιῶν, ἡ βραδεῖά τε ἅμα καὶ ἀραιὰ, ἥ τις καὶ αὐτὴ παραφροσύναις τέ τισι συνεδρεύει καὶ χρείας μειώσεσιν. οὐκοῦν οὐδὲ ταύτης οὐκέτι προσδεόμεθα· καὶ γὰρ παραφροσύνην καὶ χρείαν μειουμένην ἐγνωρίζομεν ἐκ τῶν πρώτων τεττάρων συζυγιῶν.
819
Οὐ μόνον ἐκ τοῦ δεῖξαι τὴν κατὰ τάχος τε καὶ βραδυτῆτα διαφορὰν οὐκ ἀναγκαίαν εἰς τὰς προγνώσεις, οὔτ’ εἰ μόνην οὔτ’ εἰ συμπλέκοις ταῖς ἄλλαις, τὸ χρήσιμον ἐκείνων γίνεται εὔδηλον, ἀλλὰ κᾀξ αὐτῆς τῆς φύσεως τοῦ πράγματος φαίνεται. ἐπεὶ γὰρ τρία τὰ πρῶτα γένη τῶν αἰτίων ἐστὶ τῆς ἀναπνοῆς, ἡ χρεία καὶ ἡ δύναμις καὶ τὰ ὄργανα, δῆλον ὡς, ἂν εὕρωμεν ἐκ τίνων καὶ πόσων δυσπνοιῶν τὰς ἔν αὐτοῖς διαθέσεις γνωριοῦμεν, αὗται μὲν ἡμῖν χρησιμώταται πρὸς τὰς προγνώσεις ἔσονται, τὰς δ’ ἄλλας ἁπάσας ἐκ περιουσίας ἐπισκεψόμεθα. ἀλλ’ εὑρέθησαν αὔξησιν μὲν τῆς χρείας ἡ μεγάλη καὶ πυκνὴ, μείωσιν δὲ ἡ ἐναντία, ἡ μικρὰ καὶ ἀραιὰ, δηλοῦσαι, παραφροσύνης τε ἴδιος ἡ μεγάλη τε καὶ ἀραιὰ, πόνου δ’ ἡ μικρὰ καὶ πυκνή. προσίεσαν δ’ ἔξωθεν αἱ ἀνώμαλοι, ποτὲ μὲν τοῦ μυώδους γένους τὰς διαθέσεις, ποτὲ δὲ καὶ τῶν τραχειῶν ἀρτηριῶν τὰς στενοχωρίας δηλοῦσαι. δυνάμεως δ’ ἀῤῥωστούσης, πρῶτον μὲν ἐξ ἀνάγκης οὐδὲν εὑρίσκεται γνώρισμα δυσπνοίας, ἑτέρως μὲν τῶν ἀταλαιπώρων, ἑτέρως δὲ τῶν καρτερικῶν τυπούντων τὴν
820
ἀναπνοήν· εἰ δ’ ἄρα καί τι εἵη ἀνώμαλόν τε καὶ ἄτακτον, ἀφανές ἐστι, καὶ τὰς ἀνωμαλίας τε καὶ τὰς ἀταξίας αὐτὰς αἱ κατὰ πυκνότητα καὶ ἀραιότητα καὶ μικρότητα καὶ μέγεθος ἀνισότητες γεννῶνται, πρὸς τῷ καὶ δι’ ἄλλων μυρίων ἀῤῥωστίαν δυνάμεως ψυχικῆς γνωρίζεσθαι, μηδέν τι ἡμῶν ἀναπνοῆς δεομένων, ὧν τὰ μὲν ἐπικαιρότατα καὶ πλεῖστα διὰ τοῦ προγνωστικοῦ γράμματος ἐδίδαξεν Ἱπποκράτης, εἰ δέ τι καὶ παραλέλειπται, ῥᾷστον ἐκ τῶν εἰρημένων εὑρίσκειν. εἰ δέ τις αὐτῆς τῆς ἀναπνευστικῆς δυνάμεως ἀῤῥωστούσης, καὶ κοινῶς ἁπάσης τῆς ψυχικῆς, ἐθέλοι γ’ ἔχειν ἴδια γνωρίσματα, καὶ μάλιστα τῆς ἐψυγμένης, τήν τε τῶν πτερυγίων τῆς ῥινὸς κίνησιν ἕξει καὶ τὴν ἁπάντων τῶν κατ’ ὠμοπλάτας μυῶν ἐνέργειαν, καὶ τὴν ἀθρόαν κατάπτωσιν τοῦ θώρακος. ὁπόταν γὰρ οὗτος ἀῤῥωστότερον τοῦ προσήκοντος κινῆται, κατὰ μὲν τὰς εἰσπνοὰς προστιμωρεῖ τῇ τοῦ πνεύματος ῥύμῃ τὰ τῆς ῥινὸς πτερύγια, συνεπισπώμενά πως καὶ αὐτὰ τὸν ἔξωθεν ἀέρα, καθ’ ὃν τρόπον καὶ διὰ τοῦ στόματος ἕλκειν τι προαιρούμενοι τὰ χείλη συνάγομεν· κατὰ δ’ αὖ τὰς ἐκπνοὰς ἀθρόα
821
κατάπτωσις γίνεται τοῦ θώρακος, οὐ κατὰ βραχὺ σύμπτωσις. εἴρηται δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ μυῶν κινήσεως, ὅπῃ τε διαφέρει κατάπτωσις μορίου καθέσεώς τε καὶ χαλάσεως, ὅτι τὸ μὲν ἀῤῥωστούσης δυνάμεως γίνεται, τὸ δ’ ἐῤῥωμένης. συμβαίνει δ’ ἔτι κατὰ τὰς ἐκπνοὰς τοῖς ἀσθενέσι κατὰ τὴν ἀναπνευστικὴν δύναμιν τοιόνδε. τὴν τάσιν, ἣν ἐκέκτητο τέως κατὰ τὰς εἰσπνοὰς ὁ θώραξ ἅμα τῷ διαφράγματι, πᾶσαν ἀθρόως ἀποτίθεται, καθάπερ νεκρούμενος ἐξαίφνης. ἐῤῥέθη δ’ ἐν τοῖς περὶ τῆς ἀναπνοῆς ὑπομνήμασιν, ὡς μόνον ἐκλύουσιν αἱ φρένες τὴν τάσιν, ἐκπνεόντων· ἀλλ’ οὐ ταὐτὸν ἐκλῦσαι κατὰ βραχὺ καὶ ἀθρόως ἀποθέσθαι πᾶσαν. ὀλίγον δέ τι συνεργάζονται ταῖς τοιαύταις ἐκπνοαῖς οἱ κατὰ τὰ μεσοπλεύρια μύες, ὧν ἐνεργούντων τὰς ἐκφυσήσεις ἐδείξαμεν γίνεσθαι. τοιοῦτον μὲν δή τι καὶ διὰ ταύτας τὰς αἰτίας τὸ τῆς ἀναπνοῆς εἶδος τοῖς ἀῤῥώστοις τὴν δύναμιν.
Ὃ δέ μοι δοκεῖ λείπειν ἔτι πρὸς τὸ συμπληρῶσαι τοῦτον τὸν πρῶτον λόγον, ἤδη λελέξεται.
822
διττῆς οὔσης ἠρεμίας ἐν ταῖς ἀναπνοαῖς, πρὸ τῆς εἰσπνοῆς μὲν μιᾶς, ἑτέρας δὲ πρὸ τῆς ἐκπνοῆς, ὁποτέρα ἂν τῶν κινήσεων βλάπτηται, καὶ τὴν πρὸ αὐτῆς ἠρεμίαν ἐξίστησι τοῦ κατὰ φύσιν. διττῆς μὲν οὖν οὔσης ἐν ταῖς κινήσεσι βλάβης, διττῆς δὲ κᾀν ταῖς ἠρεμίαις, αἱ μὲν ἐλλείψεις τῆς χρείας ἀεὶ πολυχρονίους ἐπιτελοῦσι τὰς ἡσυχίας, αἱ δὲ πλεονεξίαι βραχυχρονίους. ὥσθ’ ὅταν εἴπωμεν πυκνὴν καὶ μεγάλην γίγνεσθαι τὴν ἀναπνοὴν ὑπὸ πλήθους θερμασίας, ἐφ’ ἑκατέρᾳ τῶν κινήσεων ἀληθὴς ὁ λόγος. αἱ μὲν γὰρ τοῦ κατὰ φύσιν θερμοῦ πλεονεξίαι, τὴν εἰσπνοὴν μεγάλην ἐργαζόμεναι, βραχυχρόνιον εὐθέως καὶ τὴν προηγουμένην αὐτῆς ἠρεμίαν ἀποφαίνουσιν· αἱ δὲ τοῦ παρὰ φύσιν τε καὶ καπνώδους ὥσπερ τὴν ἐκπνοὴν μεγάλην, οὕτω καὶ τὴν πρὸ αὐτῆς ἡσυχίαν ὀλιγοχρόνιον ἐργάζονται. ὥστε μέγα μὲν γίνεται καὶ πυκνὸν τὸ πνεῦμα πάντως, ὁπόταν τῆς θερμασίας πλεονεκτῇ γένος· οὐ μὴν οὔτε τὸ αὐτὸ μόριον τῆς ἀναπνοῆς εἰς μέγεθος οὔτε τὴν αὐτὴν ἠρεμίαν εἰς πυκνότητα μεταβάλλει. οὕτω δὲ καὶ εἰ καθαιρεθείη τὰ τῆς χρείας, τοῦ θερμοῦ μειωθέντος, ἐπὶ μὲν τῷ συμφύτῳ
823
θερμῷ βλαβέντι μικρᾶς τῆς εἰσπνοῆς γενομένης, ἠρεμία μακρὰ προηγεῖται· τοῦ παρὰ φύσιν δ’ ἀπολλυμένου, μικρὰ μὲν ἡ ἐκπνοὴ, μακρὰ δὲ πρὸ αὐτῆς ἡσυχία γίγνεται. πολλάκις δὲ τὸ μὲν παρὰ φύσιν θερμὸν ηὐξήθη, τὸ δὲ κατὰ φύσιν ἐμειώθη· καὶ οὕτως ἡ μὲν πρὸ τῆς ἐκπνοῆς ἡσυχία πολυχρόνιος γίνεται, βραχυχρόνιος δ’ ἑτέρα. ὁποτέραν γὰρ ἂν τῶν κινήσεων ἡ χρεία κατεπείγῃ, τὴν προειρημένην ἡσυχίαν οὐκ ἀνέχεται χρονίζειν.
Εἴρηται μὲν οὖν ἤδη περὶ αὐτῶν ὅσον εἰς τὰ παρόντα χρήσιμον· εἰ δέ τις ἀπορεῖ περὶ τῆς ἐν ταῖς θερμασίαις διαφορᾶς, οὐ καιρὸς νῦν ἂν εἴη διδάσκειν αὐτὸν, ἀλλ’ εἰς τὰ περὶ τῆς ἐμφύτου θερμασίας ἀναπέμπειν ὑπομνήματα· νομίζω γὰρ αὐτὸν, εἰ μὴ παντάπασιν ἐριστικὸς εἴη, πασῶν τῶν ἀποριῶν εὑρήσειν ἐν ἐκείνοις ἰάματα. τί οὖν λοιπόν ἐστι; προσθεῖναι μὲν οὐδὲν, ὅ τι μὴ καὶ πρόσθεν εἴρηται, τῶν εἰρημένων δ’ ὑπομνῆσαι πρὸς τὸ ῥᾳδίως ἀκολουθεῖν τοῖς ἑξῆς εἰρησομένοις, ἐν ὀλίγῳ τὴν ἅπασαν αὐτῶν σύνοψιν ἔχοντας. ἔστι δὲ ἡ σύνοψις ἀπ’ αὐτῆς οὐσίας τοῦ πράγματος
824
ὁρμωμένη. χρὴ γὰρ τάς τε τῆς δυνάμεως καὶ τὰς τῶν ὀργάνων καὶ τὰς τῆς χρείας διαθέσεις γνωρίζειν. ἐδείξαμεν δὲ, πόσαι μὲν ἑκάστου τῶν εἰρημένων διαθέσεις, τίνες δ’ αὐτῶν αἱ γνωριστικαὶ δύσπνοιαι, καὶ ὡς ἀναγκαῖαι μὲν αἱ τέτταρες συζυγίαι, καὶ πρὸς ταύταις ἡ ἀνωμαλία πέμπτη· τὰ δ’ ἄλλα πάντα τὰ ταῖς ἀναπνοαῖς συμπίπτοντα, τά τε ἁπλᾶ καὶ τὰ σύνθετα, τίσιν αἰτίαις ἕπεται, ἀναγκαῖον ἀσκεῖν, οὐ προσῆκε δὲ ἐξ ἀνάγκης τόδε τι δηλοῦν νομίζειν, ἀλλ’ ὥστ’ ἐξ ἐπιμέτρου μέν τι ἔχειν παρὰ τούτων εἰς πρόγνωσιν, ἐπιμελεστάτην δὲ καὶ βεβαίαν εἶναι μόνην τὴν ἐπὶ ταῖς πολλάκις εἰρημέναις τέτταρσι συζυγίαις, καὶ ἔτι τὴν κατὰ τὴν ἀνωμαλίαν διαφορὰν τῆς δυσπνοίας.