Καὶ μὲν δὴ καὶ αὐτῶν τῶν κινήσεων ἀλλήλαις παραβαλλομένων, τῆς εἰσπνοῆς λέγω πρὸς τὴν ἐκπνοὴν, ὥσπερ ἐν τοῖς σφυγμοῖς τῆς διαστολῆς πρὸς τὴν συστολὴν, ἰδέαι τινὲς ἔσονται ῥυθμῶν τῆς ὅλης ἀναπνοῆς. ἐνδέχεται γὰρ εἰσπνοὴν μὲν γενέσθαι μεγάλην, ἐκπνοὴν δὲ μικράν· ἢ ἔμπαλιν εἰσπνοὴν μὲν μικρὰν, ἐκπνοὴν δὲ μεγάλην· ἢ ἀμφοτέρας σμικρὰς, ἢ ἀμφοτέρας μεγάλας. οὕτω δὲ καὶ ταχείας, ἢ βραδείας ἀμφοτέρας, ἢ τὴν μὲν ταχεῖαν, τὴν δὲ βραδεῖαν.
Καὶ μὲν δὴ καὶ ἀνώμαλός τίς ἐστιν ἀναπνοὴ, καθάπερ καὶ σφυγμὸς, ἥ τ’ ἐν ἀθροίσματι τῶν κινήσεων καὶ κατὰ μίαν κίνησιν· ὡσαύτως δὲ καὶ τεταγμένη καὶ ἄτακτος ἀναπνοὴ γίγνοιτ’ ἂν, ὥσπερ καὶ σφυγμὸς, ὅσαι τε διαφοραὶ τῶν ἀνωμάλων σφυγμῶν τῶν τε κατὰ μίαν κίνησιν καὶ τῶν ἐν πλείοσι συνισταμένων, τοσαῦται καὶ τῶν ἀναπνοῶν.
798
ἀλλ’ ὅπερ ἔφην ἐν ἀρχῇ εὐθὺς τοῦ λόγου, παντάπασιν ὀλιγώρως ὑπὲρ ἀναπνοῆς ἐπραγματεύσαντο πάντες, καὶ τὴν αἰτίαν τῆς περὶ ταύτην ῥᾳθυμίας αὐτῶν εἴποιμι ἂν ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ δὲ τὸ προκείμενον ἡμῖν περαντέον, ἀπὸ τῆς κατὰ μίαν κίνησιν ἀνωμαλίας ἀρξαμένοις, ὅτι καὶ κατὰ φύσιν δόξειεν ἂν ἥδε μεταξὺ τετάχθαι τῶν ἀκριβῶς ἁπλῶν καὶ τῶν ὁμολογουμένως συνθέτων. ἠμφισβήτει γοῦν ποτέ τις ὑπὲρ αὐτῆς πρὸς ἡμᾶς, ὡς οὐ σύνθετος, οὐκ ἂν ἄλλως τοῦτο παθὼν, εἰ μὴ πλησίον ἦν τῶν ἀπλῶν. ἀλλ’ ὅτι μὲν σύνθετός ἐστιν ἐνθένδε δῆλον, εἴ τις ἀρχόμενος μὲν εἰσπνεῖν ταχέως ἐπισπᾶται τὸν ἀέρα, τελευτῶν δὲ βραδέως, ἢ ἔμπαλιν ἐκ βραδείας τῆς ἀρχῆς εἰς ταχὺ μεθίσταται τὸ τέλος, οὐκ ἂν οὔτε ταχεῖαν οὔτε βραδεῖαν ἁπλῶς ταύτην φαίημεν εἶναι τὴν εἰσπνοὴν, ἀλλὰ σύνθετον δηλονότι, τὸ μέν τι μόριον ἑαυτῆς ἔχουσαν ὠκὺ, τὸ δέ τι βραδύ. κατὰ ταὐτὸν δὲ καὶ τὴν ἐκπνοὴν, εἰ παντοίως ἀλλοιοῦται, μεταπιπτούσης τῆς κινήσεως ἢ ἐκ βραδυτῆτος εἰς τάχος, ἢ ἔμπαλιν ἐκ τάχους εἰς
799
βραδυτῆτα, συγκεῖσθαι φήσομεν ἐξ ἐναντίως ἐχόντων πρὸς ἄλληλα τῶν μορίων, καὶ διὰ τοῦτο μηδ’ ἁπλῆν ἀλλὰ σύνθετον ὑπάρχειν. ὡσαύτως δὲ καὶ ὅταν ἡσυχία τις σχίζῃ τε καὶ διακόπτῃ τὴν ἑτέραν τῶν κινήσεων, ἤτοι τὴν εἰσπνοὴν ἢ τὴν ἐκπνοὴν, σύνθετον καὶ τότε φήσομεν εἶναι τὴν διῃρημένην, ἥ τις ἂν εἴη. ὦπται δέ ποτε σπανίως οὐ θάτερον μόνον, ἀλλ’ ἀμφότερα τὰ μόρια τῆς ὅλης ἀναπνοῆς κατὰ τὸν αὐτὸν ἄνθρωπον οὕτως ἔχοντα, καὶ γίγνεσθαι μάλιστα τὸ τοιοῦτον, ὅταν ὑγρῶν πλῆθος ἠθροισμένον ἐν ταῖς τραχείαις ἀρτηρίαις ἀποπνίγῃ τὸν ἄνθρωπον, ἐκ πλευρίτιδος ὀλεθρίας ἢ περιπνευμονίας μὴ ἐκκαθαρθείσης ἢ ἐμπυήματος αὐτόθι συστάντος, ὥστε κατὰ τοῦτο τὰς ἀναπνοὰς ὁμολογεῖν τοῖς σφυγμοῖς. ἐδείκνυτο γὰρ οὖν καὶ ἐπ’ ἐκείνων ἐμφράξεσιν ὀργάνων καὶ θλίψεσι καὶ ὅλως στενοχωρίαις ἡ ἀνωμαλία γιγνομένη. καὶ τοίνυν ὅσα περὶ τῶν ἄλλων ἀρτηριῶν τῶν καθ’ ὅλον τὸ ζῶον ἐν τῷ δευτέρῳ περὶ τῶν ἐν σφυγμοῖς αἰτίων εἴρηται μαθών τις εὐπορώτερος ἂν εἴη περὶ τῶν ἐν πνεύμονι τραχειῶν καλουμένων λέγειν τὰ παραπλήσια. τὰς
800
μὲν γὰρ, ἵν’ ἀνώμαλος ὁ σφυγμὸς γίνηται, στενοχωρεῖσθαι χρὴ, τὰς τραχείας δὲ ἀρτηρίας, ἵν’ ἡ ἀναπνοή. ἐῤῥέθη δ’ ἐν ἐκείνοις, ὅτι καὶ δι’ ἀῤῥωστίαν δυνάμεως ἀνωμαλότης σφυγμῶν γένοιτ’ ἂν, ὅταν ἀδυνατῇ τελέως διαστέλλειν εἰς ἅπαξ τὰς ἀρτηρίας. ἵστανται γὰρ ἐν τῷ μεταξὺ καὶ διαναπαύονται, καθάπερ οἱ πρεσβῦται κατὰ τὰς ὁδοιπορίας. γένοιτο δ’ ἄν ποτε καὶ κατὰ τὴν ἀναπνοὴν ἀνωμαλία τις, ἥ τε κατὰ μίαν μόνην ἐνέργειαν καὶ ἡ συστηματικὴ καλουμένη δι’ ἀσθένειάν τινα τῆς δημιουργούσης αὐτὴν δυνάμεως.
Οὔσης δὲ ταύτης μὲν ψυχικῆς, ζωτικῆς δὲ τοὺς σφυγμοὺς ἐργαζομένης, γένοιτ’ ἄν τις ἐπὶ τὰς προγνώσεις ἐξ αὐτῶν διαφορὰ, τῶν μὲν σφυγμῶν ἀνάλογον ἀεὶ τῇ καθ’ ἑαυτοὺς βλάβῃ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν ἐνδεικνυμένων, τῶν δ’ ἀναπνοῶν οὐκέθ’ ὡσαύτως, εἰ μὴ προσδιορίσοιτό τις τοῦ κάμνοντος τὴν προαίρεσιν. εἰ γὰρ ἐκ κοσμίου καὶ τὴν ἀπόκρισιν τὴν θρασεῖαν κακὸν εἶναί φησιν ὁ Ἱπποκράτης, οὐ μέντοι ἐπὶ τῶν θρασέων φύσει μὴ ὅτι τὴν τοιαύτην ἀπόκρισιν, ἀλλὰ μηδ’ αὐτὴν τὴν παραφροσύνην μέγα τι
801
δηλοῦν νόμιζε. οὕτως ἔχει καὶ ἐπὶ τῆς ἀναπνοῆς. οἱ μὲν γὰρ ἀταλαίπωροι καὶ μαλακοὶ καθ’ ἅπαν ἔργον ἀνωμάλως ἀναπνέουσι, κᾂν μηδὲν αὐτοὺς μέγα βιάζοιτο· ὅσοι δὲ φιλόπονοι καὶ γενναῖοι τὴν γνώμην, οὐκ ἄν ποτε, πρὶν εἰς ἐσχάτην ἀῤῥωστίαν ἀφικέσθαι τὴν δύναμιν, ἀνωμάλως ἀναπνεύσειαν. ἐπὶ δὲ τῆς κατὰ τοὺς σφυγμοὺς ἀνωμαλίας ἡ αὐτὴ πρόγνωσις τῆς διαθέσεως ἔν τε τοῖς βελτίοσι τὴν γνώμην καὶ τοῖς χείροσι. καθόλου γὰρ εἰπεῖν, ὅλως ὅπου μηδὲν συντελεῖ πρὸς τὴν ἐνέργειαν ἡ προαίρεσις, ἐνταῦθα τὸ δηλούμενον ἴσον ἅπασιν· ἐν οἷς δ’ ἤτοι τὸ πᾶν ἢ τὸ πλεῖστον, ἐπὶ τούτοις προσεπισκοπεῖσθαι χρὴ τὸ ἦθος τοῦ κάμνοντος. ὥσπερ δὲ τῶν δημιουργουσῶν τὰς ἐνεργείας δυνάμεων διαφορὰ κατά τε τοὺς σφυγμοὺς καὶ τὰς ἀναπνοὰς διαφόρους ἐργάζεται τὰς προγνώσεις, οὕτω καὶ παρ’ αὐτὴν τὴν τῶν ὀργάνων φύσιν ἔσται τις ἐνδείξεως ἑτερότης. οἱ μὲν γὰρ σφυγμοὶ διὰ τῶν λείων ἀρτηριῶν, ἀναπνοαὶ δὲ οὐ διὰ μόνων γίγνονται τῶν τραχειῶν ἀρτηριῶν, ἀλλ’ οὐχ ἧττον αὐτῶν, εἰ μὴ ἄρα καὶ μᾶλλον διὰ τοῦ μυώδους γένους.
802
τοῦτο γάρ ἐστιν ὃ πρῶτον ἡ ψυχικὴ κινεῖ δύναμις εἰς γένεσιν ἀναπνοῆς· ὑπὸ δὲ τοῦδε ὁ θώραξ ὅλως κινηθεὶς αὐτὸς πάλιν τὸν πνεύμονα συγκινεῖ καθ’ ὃν ἐν τοῖς περὶ αὐτῶν ἐδείξαμεν λογισμοῖς τρόπον. τοῦ πνεύμονος δ’ εἰσὶ μέρος αἱ τραχεῖαι ἀρτηρίαι, εἰς ἃς πρώτας ὁ ἀναπνεόμενος ἀὴρ ἔρχεται. ὥσπερ οὖν τὰ τούτων παθήματα τὴν ἀναπνοὴν ὅλην ἀνώμαλον ἐργάζεται πολλάκις, οὕτω καὶ τὰ τῶν μυῶν, αἱ μὲν ὅτι χῶραι τοῦ πνεύματός εἰσιν, οἱ μύες δ’ ὅτι τὸ πρῶτον ὄργανον τῆς κινήσεως. ἀλλ’ οὐ ταὐτὸ πάθος ἐν ἑκατέρῳ τῷ γένει τῶν ὀργάνων ἀνώμαλον ἐργάζεται τὴν ἀναπνοὴν, ὅτι μηδὲ τὰ τῆς χρείας αὐτῶν ὅμοια. εἴπερ οὖν ἕκαστον τῶν ὀργάνων εἰς ἅπερ ὑγιαῖνον ὠφελεῖ τὴν ἐνέργειαν, εἰς ταῦτα καὶ νοσῆσαν βλάπτει, τῶν μὲν τραχειῶν ἀρτηριῶν ἡ βλάβη στενοχωρία τίς ἐστι, τῶν δὲ μυῶν πλημμελὴς καὶ ἄτακτος κίνησις· τῶν μὲν γὰρ ὡς χωρίων τοῦ πνεύματος, τῶν δ’ ὡς ὀργάνων κινήσεως ἡ βλάβη. τῆς μὲν οὖν ἐν ταῖς τραχείαις στενοχωρίας τοὺς παρὰ φύσιν ὄγκους ᾐτιασάμην, τῶν δ’ ἐν τοῖς μυσὶ
803
πλημμελῶν κινήσεων τὰς προφάσεις νῦν ἐροῦμεν. ἔστιν οὖν ἴδια παθήματα μυῶν σπασμοὶ καὶ παλμοὶ καὶ τρόμοι, ὡς δι’ ἑτέρων ἀποδέδεικται· ἀλλὰ καὶ ὅτι πλημμελεῖς κινήσεις εἰσὶν, οὐ δεῖται λόγου. εἴπερ δ’ ἄμφω ταῦθ’ ὑπάρχοι τοῖς παθήμασιν, ὥστε καὶ πλημμελέσι κινήσεσιν εἶναι καὶ μυῶν, αὐτὰ δὲ ταῦτ’ εἴη τὰ ζητούμενα, ἤδη πέρας ἂν ἡμῖν ἔχοι καὶ ὅδε ὁ λόγος· ἔσται γάρ ποτ’ ἀνώμαλος ἡ ἀναπνοὴ καὶ διά τι τούτων. ὡς γὰρ καὶ ἡ βάδισις ἀνώμαλος γίνεται τῶν ἐν τοῖς σκέλεσι μυῶν ἤτοι τρεμόντων ἢ παλλομένων ἢ σπωμένων, οὕτω καὶ ἀναπνοὴ γίνοιτ’ ἄν ποτε ἀνώμαλος διὰ τοὺς κινοῦντας τὸν θώρακα μῦς, ὡς εἴρηται, βεβλαμμένους. ὥστε καὶ πασῶν τῶν ἀνωμαλιῶν, τῶν τε κατὰ μίαν ἐνέργειαν καὶ τῶν κατὰ πολλὰς ἑξῆς συνισταμένων, ἤτοι στενοχωρία τῶν τραχειῶν ἀρτηριῶν, ἢ τῶν τοῦ θώρακος μυῶν πλημμελὴς κίνησις, ἢ ἀῤῥωστία τῆς δημιουργούσης αὐτὴν δυνάμεως αἴτιον γενήσεται.
Γέγραπται δ’, ὡς ἔφην, ἐπὶ πλείστου ὑπὲρ
804
ἁπασῶν ἀνωμαλιῶν ἐν τῷ δευτέρῳ τῶν ἐν σφυγμοῖς αἰτίων, καὶ διὰ τοῦτο μὲν ὅσα κοινὰ πρὸς ἐκεῖνον τὸν λόγον, ἅπαντα παραλείπομεν, ὑπομιμνήσκοντες αὐτῶν μόνον· ὅσα δὲ ἴδια τῆς ἀναπνοῆς, ἐπέξιμεν ἐν τῷδε τῷ γράμματι. τὰ μὲν οὖν τῆς χρείας, ὡς καὶ πρόσθεν εἴρηται, κοινὰ, καὶ τὰ τῶν ἀρτηριῶν δὲ τῶν τραχειῶν ταῖς λείαις ἀνάλογον· ἴδιον δὲ ἐξαίρετον ταῖς ἀναπνοαῖς παρὰ τοὺς σφυγμοὺς τὸ τῶν μυῶν ὑπάρχει γένος. αἱ δημιουργοὶ δ’ αὐτῶν δυνάμεις ἔστι μὲν ᾗ ἀναλόγως, ἔστι δὲ ᾗ καὶ οὐχ οὕτως ἔχουσιν. ᾗ μὲν γὰρ αἰτίαι δραστικαί εἰσι, ταύτῃ μὲν ἀνάλογον ἔχουσιν, ᾗ δὲ τῆς ἀναπνευστικῆς δυνάμεως ἡ προαίρεσις ἐπιτροπεύει, τῆς ζωτικῆς δὲ οὐδεὶς ἀνώτερος κύριος, ἀλλ’ ἐλευθέρα τελείως ἐστὶν, ταύτῃ διαφέρουσιν. καὶ τοίνυν περιττόν τι εἰς ἀνωμαλίας γένεσιν ἕξει ἡ ἀναπνοὴ πρὸς τοὺς σφυγμοὺς, ὃ μηδὲ τοῦτο παραλείπωμεν. ἔστι δὲ διττὸν, τὸ μὲν ἀπ’ αὐτῆς τῆς ψυχικῆς δυνάμεως μόνης ὁρμώμενον, τὸ δ’ ἀπὸ τῆς πρὸς τὰς ὀδύνας συμπλοκῆς· ὀλίγον μὲν καὶ δυσγνώριστον τὸ ἀπὸ τῆς
805
δυνάμεως μόνον, πλεῖον δὲ καὶ σαφέστερον καὶ ποικιλώτερον τὸ διὰ τὰς ὀδύνας. ἐν γὰρ ταῖς παραφροσύναις ἐπικρατεῖ μὲν ἡ ἀραιότης καὶ τὸ μέγεθος, ἐμφαίνεται δέ τις ἀνωμαλία καὶ ἀταξία κατά τε πλείους ἀναπνοὰς καὶ κατὰ μίαν ἐνίοτε μόνην, ὡς ἂν, οἶμαι, καὶ τῶν φαντασμάτων ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον ἐξιστάντων τοῦ κατὰ φύσιν τὸν λογισμόν. ἐν γὰρ ταῖς τοιαύταις φαντασίαις εὔλογον καὶ τὴν ἀναπνοὴν μεταβάλλεσθαί τι καὶ ποικίλλεσθαι πρὸς τὴν τῆς ἀνωμαλίας τε καὶ ἀταξίας γένεσιν καὶ παρὰ τὸ τῆς χρείας ποσόν. ἕως μὲν γὰρ ὀλίγον αὐτῆς ἑκάστη τῶν ἐνεργειῶν ἀπολείπεται, μικρὰ τοῦ κατὰ φύσιν ἡ ἐναλλαγή· ἐπειδὰν δὲ τοῦ κατὰ φύσιν ἔλλειμμά τι ἱκανῶς πολὺ γένηται, τότ’ ἀναγκαῖον ἤδη τῶν μὲν ἡσυχιῶν τὸ ποσὸν, τῶν δὲ κινήσεων οὐ τὸ ποσὸν μόνον, ἀλλ’ ἤδη καὶ τὸ ποιὸν ἀλλοιοῦσθαι, κᾀν τούτῳ τὴν ὅλην ἀναπνοὴν ἀνώμαλόν τε καὶ ἄτακτον γενέσθαι. ταυτὸν δὲ τοῦτο καὶ ταῖς ὀδύναις συμπίπτειν ἀναγκαῖον. οὐδὲ γὰρ οὐδ’ ἐπ’ ἐκείνων ἡ χρεία πληροῦται καθ’ ἑκάστην ἐνέργειαν· οὔτε γὰρ
806
ταχέως οὔτε πυκνῶς οὔτ’ ἐπὶ πλεῖστον δύναται διαστέλλειν τὸν θώρακα· πάντα γὰρ ταῦτ’ αὐτοῖς ἀνιαρὰ, μάλιστα μὲν τὸ μέγεθος, δεύτερον δὲ τὸ τάχος, ἤδη δὲ καὶ πυκνότης· ἀλυπότερον γὰρ τοῖς ἀλγοῦσι τὸ διὰ πλείονος χρόνου κινεῖσθαι τοῦ δι’ ἐλάττονος. διὰ τοῦτ’ οὖν τοῦ μὲν μεγέθους ἀφαιροῦσι πάμπολλα, τάχους δ’ ἐλάχιστα, πυκνότητος δὲ ἀφαιροῦσι μὲν οὐδὲν, ἀλλὰ τὶ καὶ προστιθέασι, τὴν ἐκ τῶν κατὰ φύσιν τῆς σμικρότητος ἔνδειαν ἐπανορθούμενοι. οὐ μέντοι γε τοσοῦτόν ἐστι τὸ προστιθέμενον, ὡς ἀναπληρῶσαι τὸ λεῖπον ἅπαν. ὅσον οὖν ἀπλήρωτον τῆς χρείας ἀπολείπεται, τοῦτ’ ἐν πολλαῖς ἑξῆς ἐνεργείαις ἀθροιζόμενον, ὅταν ἐγγὺς ἤδη τοῦ πνίγεσθαι τὸ ζῶον ἀφίκηται, τότε καὶ τὴν προαίρεσιν ἀναγκάζει, μέχρι γοῦν χρόνου τινὸς, μείζονά τε ποιήσασθαι τὴν ἀναπνοὴν καὶ θάττονα πολὺ καὶ τῆς ἔμπροσθεν πυκνοτέραν. ἀλλ’ ἐν ταῖς ταύτης ἐνεργείαις, τῆς μὲν χρείας πληρουμένης, ἀποκναιομένου δὲ τοῖς ἀλγήμασι τοῦ ζώου, πάλιν ἡ προαίρεσις ἀφαιρεῖ καὶ τοῦ μεγέθους καὶ τοῦ τάχους καὶ τῆς πυκνότητος, ἄλλοτε ἄλλου πλέον, ὡς ἂν ἀπορουμένη
807
τε καὶ μήτε στῆσαι τὴν ἐνέργειαν δυναμένη, φόβῳ πνίξεως, μήθ’ εὑρίσκουσά τινα τῆς ὀδύνης ἴασιν. ἄλλοτε γοῦν ἐπ’ ἄλλο μετέρχεται, τὸ μὲν, ὡς τὴν χρείαν πληρῶσον, τὸ δ’ ὡς τὴν ὀδύνην παραμυθησόμενον. ἁπάντων δὲ, τῶν μὲν τὴν χρείαν πληρούντων παροξυνόντων τὰς ὀδύνας, τῶν δὲ ταύτας παρηγορούντων αὐξανόντων τὴν χρείαν, οὐδενὸς δ’ ἀμφοτέρων ἰάματος εὑρισκομένου κοινοῦ, πολυειδῶς ἐπὶ πάντα μετέρχεται δι’ ἀπορίαν, ἀεὶ δυσαρεστουμένη τῷ παρόντι. κᾀνθένδε τό τ’ ἀνώμαλον ἑκάστῳ τε καταμόνας καὶ ἁπάσαις ἑξῆς ταῖς ἀναπνοαῖς, καὶ τὸ πολυειδῶς ἄτακτον ὑπάρχει. ἐν γὰρ τῇ τῆς ἰσότητος διαφθορᾷ τῶν τε ἀνωμαλιῶν ἁπασῶν καὶ τῶν ἀταξιῶν ἡ γένεσις. ἐδείχθη γὰρ καὶ τοῦτο ἐν τοῖς περὶ διαφορᾶς σφυγμῶν, ὡς ἡ μὲν ἐφεξῆς ἰσότης ὁμαλότης ἐστὶν, ἡ δὲ κατὰ περιόδους τάξις· καὶ ὡς τῆς μὲν ἐφεξῆς ἰσότητος διαφθειρομένης, ἡ ἀνωμαλία, τῆς δὲ κατὰ περιόδους, ἡ ἀταξία γίγνεται. ἀλλ’ ὅμως πολλῆς μὲν ἀνωμαλίας, πολλῆς δὲ ἀταξίας ταῖς τοιαύταις διαθέσεσι
808
συμπιπτούσης, ἐπικρατεῖ τὸ κατὰ μικρότητα καὶ πυκνότητα γένος τῆς δυσπνοίας. εἰ γὰρ καὶ μέγα ποτ’ ἀπαπνεύσειαν εἰς ἅπαξ, οἷον ἀποπειρώμενοι τῆς τοιαύτης ἀναπνοῆς, ἀφίστανται παραχρῆμα διὰ τὴν ὀδύνην, καὶ χρόνῳ γε παμπόλλῳ μικρὸν πάνυ ἀναπνέουσιν, ἄχρι περ ἂν ὑπὸ τῆς χρείας ἐπειγούσης ἀναγκασθέντες ἐφ’ ἑτέραν αὖθις πεῖραν τράπωνται μεγάλης ἀναπνοῆς. τὸ συνεχὲς οὖν τῆς ἀνωμαλίας καὶ ἀτάκτου μεταβολῆς αὐτοῖς ἐν τάχει καὶ βραδυτῆτι καὶ ταῖς τῆς πυκνότητος ἐξαλλαγαῖς μάλιστα συνίσταται, μηδέποτε μὲν ἁπλῶς ἀραιᾶς γιγνομένης τῆς ἀναπνοῆς διὰ τὴν τῆς χρείας ἔπειξιν, ἧττον μέντοι καὶ μᾶλλον πυκνῆς, κᾀν τούτῳ τὴν ἀνωμαλίαν κτωμένης. ὥστ’ ἔστι πυκνὸν μὲν ἀεὶ τοῖς οὕτω διακειμένοις τὸ πνεῦμα, μέγα δὲ σπανίως, βραδὺ δ’ οὐδὲν μᾶλλον ἢ ταχὺ, διὰ τὴν εἰς ἑκάτερον αὐτῶν ὀξύῤῥοπον μετάπτωσιν. ὀρθῶς οὖν ἔμπροσθεν ἐῤῥέθη πᾶσι τοῖς ὀργάνοις ὀδυνωμένοις, ὅσα κινεῖται κατὰ τὰς ἀναπνοὰς, μικρὸν καὶ πυκνὸν ἕπεσθαι τὸ πνεῦμα· κατὰ δὲ τὸν αὐτὸν λόγον ἐν ταῖς παραφροσύναις μέγα τε γίγνεσθαι καὶ ἀραιὸν, εἰ καὶ ὅτι μάλιστα
809
καὶ ταύταις ἀνωμαλία τις ἕπεται. πλεονεκτεῖ γὰρ ἐν αὐταῖς ἥ τε ἀραιότης καὶ τὸ μέγεθος· μᾶλλον μὲν γὰρ καὶ ἧττον ἀραιὸν καὶ μᾶλλον καὶ ἧττον μέγα τοῖς παραφρονοῦσι γίγνεται τὸ πνεῦμα, μικρὸν δὲ καὶ πυκνὸν οὐδέποτε. τοσαῦτα ἀρκεῖν μοι δοκεῖ περὶ τῶν ἀνωμαλιῶν εἰδέναι τῶν τε κατὰ μίαν ἐνέργειαν καὶ τῶν ἐν πλείοσι συνισταμένων. καὶ γὰρ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα τῇ κοινωνίᾳ τοῦ λόγου. καὶ μέντοι σαφῶς μὲν αὗται σύνθετοι, παμπόλλων ἐνεργειῶν εἰς γένεσίν τε καὶ διάγνωσιν δεόμεναι· αἱ δὲ κατὰ μίαν, ὡς καὶ πρόσθεν εἴρηται, τάχ’ ἄν τῳ δόξειαν ὑπάρχειν ἁπλαῖ. οὐ μόνον δὲ περὶ τῶν συστηματικῶν ἀνωμαλιῶν, ἀλλὰ καὶ περὶ τῶν ἀταξιῶν ἐν ταὐτῷ διήλθομεν. ἐν εἴδει γάρ τινι τῶν ἀνωμαλιῶν εἰσιν, ὡς κᾀν τοῖς περὶ σφυγμῶν ἐδείχθη.
Ἐπὶ τὰς ἐπιλοίπους οὖν αὖθις ἐπανέλθωμεν δυσπνοίας συνθέτους, καὶ πρώτας γε αὐτῶν προχειρισώμεθα τὰς κατὰ μίαν ἐνέργειαν ἡντιναοῦν συνισταμένας. ἡ μὲν δὴ μεγάλη τε καὶ ἅμα ταχεῖα εἰσπνοὴ τῆς μὲν χρείας ἐπειγούσης γίνεται, τῶν δ’ ὀργάνων εὐπειθῶν ὑπαρχόντων, τῆς
810
δυνάμεως δὲ ἤτοι τὴν ἰδίαν εὐρωστίαν εὐρωστούσης, ἢ μικρὸν μεταβεβλημένης. ἀποδείξεως δὲ οὐ δεῖ τῷ λόγῳ πρὸς τοὺς μεμνημένους τῶν ἔμπροσθεν. ἡ δ’ αὖ μεγάλη μὲν, βραδεῖα δὲ μόνοις τοῖς παραπαίουσι γίνεται, καὶ τούτοις οὐκ ἀεί. καὶ πρόδηλος τῆς αἰτίας ὁ λογισμὸς κᾀνταῦθα ἐκ τῶν προειρημένων, ὥσπερ καὶ ὅταν μικρὸν εἰσπνέωσι καὶ βραδέως, οἷς ἱκανῶς ἔψυκται τὸ ἔμφυτον θερμόν. ἡ δὲ λοιπὴ καὶ τετάρτη συζυγία μικρότης ἦν ἅμα τῷ τάχει καὶ γίγνεται διὰ παντὸς μὲν ἐπ’ οὐδεμιᾷ διαθέσει ἁπλῇ, καθάπερ οὐδὲ ἡ μεγάλη τε ἅμα καὶ βραδεῖα, ἣν ἔσθ’ ὅτε τοῖς παραπαίουσι συμπίπτειν ἔφαμεν· ἕπεται μέντοι κᾂν εἰ μὴ διηνεκῶς, ἀλλ’ ὡς τὸ πολύ γε, συνελθόντων εἰς ταὐτὸν ἀλγήματός τε καὶ χρείας αὐξήσεως. μικρὸν μὲν γὰρ ἐν τοῖς ἀλγήμασιν ἐξ ἀνάγκης ἀναπνέουσιν, ἀπληρώτου δὲ τῆς χρείας μενούσης, διά τε τὴν αὐτὴν ταύτην μικρότητα καὶ ὅτι πλεονεκτεῖν ὑπέκειτο καθ’ ἑαυτὴν, οὐκ ἀρκεῖ πυκνωθῆναι μόνον τὰς ἐνεργείας, ἀλλ’ ἀναγκάζονται πολλάκις ἐσπασμένως εἰσπνεῖν. ἀνάλογον
811
δὲ τοῖς εἰρημένοις κᾀπὶ τῶν κατὰ τὰς ἐκπνοὰς συζυγιῶν τὰς διαθέσεις ἐξευρίσκειν χρή. καὶ γὰρ οὖν κᾀπὶ τούτων ἤτοι τὴν δύναμιν, ἢ τῶν ὀργάνων τι πεπονθὸς εὑρήσομεν, ἢ τῆς θερμασίας τὸ μέτρον ὑπηλλαγμένον. ἃ γὰρ οἷον αἰθαλώδη τε καὶ λιγνυώδη καὶ καπνώδη περιττώματα καλοῦμεν ἐν τῷ τῆς θερμασίας γένει, γεώδη εἰσὶ ταῦτα πάντα καὶ οἷον ἡμίπεπτα τῷ συμφύτῳ θερμῷ, καθάπερ καπνὸς τῷ πυρί. φαίνεται γὰρ ἐναργῶς ἐπὶ τούτου δριμέα πάντα καὶ θερμὰ τὰ καπνώδη τῆς ὕλης περιττώματα, ἐνδεικνύμενα δεδέχθαι μὲν εἰς ἑαυτὰ τὴν τοῦ πυρὸς δύναμιν, οὐ μὴν πάντα γε ὑπ’ αὐτοῦ κεκρατῆσθαι· φλὸξ γὰρ ἂν οὕτως ἐγεγόνει καὶ οὐκέτι καπνός. ὥστε εἴ τις θερμασίας καπνώδους ἐν τοῖς σώμασι τῶν ζώων πλεονεκτούσης, τὴν ἐκπνοὴν λέγοι μεγάλην τε ἅμα γίνεσθαι καὶ ταχεῖαν, οὐκ ἂν ἁμάρτοι· δῆλον δ’ ὅτι καὶ τὴν δύναμιν ἐῤῥῶσθαι χρὴ τηνικαῦτα, καὶ τῶν ὀργάνων μηδὲν πεπονθέναι· κατὰ ταὐτὰ δὲ καὶ τὴν μεγάλην τε ἅμα καὶ βραδεῖαν ἐνίοις τῶν παραφρονούντων, ὥσπερ εἶχε κᾀπὶ τῆς εἰσπνοῆς· οὕτω δὲ καὶ τὴν μικρὰν ἅμα καὶ βραδεῖαν, οἷς μηδὲν
812
συνήθροιστο καπνῶδες περίττωμα, καὶ τὴν μικρὰν καὶ ταχεῖαν, οἷς ἤθροιστο, καὶ ὀδυνᾶται τῶν μορίων ὅσα δηλονότι κινεῖται κατὰ τὰς ἀναπνοάς. ἀεὶ γὰρ χρὴ τούτων μεμνῆσθαι, κᾂν τῇ λέξει ποτὲ παραλειφθῇ.