De symptomatum causis

Galen

Galen, De symptomatum causis

Ἐπὶ δὲ τὴν καθεκτικὴν δύναμιν ἰτέον ἤδη. γίγνεται γὰρ κατὰ ταύτην ἡ μὲν πρώτη διαφορὰ τῶν συμπτωμάτων τριττὴ, ἤτοι μηδ’ ὅλως περιστελλομένη, ἢ ἐλλιπῶς, ἢ πλημμελῶς. τῷ μὲν οὖν μηδ’ ὅλως ἢ ἀῤῥώστως περιστέλλεσθαι πνευματώσεις τε καὶ κλύδωνες ἀκολουθοῦσι· πνευματώσεις μὲν, ἐπειδὰν τὰ σιτία φυσώδη καὶ ἡ γαστὴρ ὑπάρχῃ μὴ πάνυ τι ψυχρά· κλύδωνες δὲ, ὅταν ἤτοι μηδὲν ἐν αὐτῇ περιέχηται πνευματοῦσθαι δυνάμενον, ἢ καταψυχθῇ σφοδρῶς, οὐδένα γὰρ ἀτμὸν ἡ τοιαύτη γεννᾷ διάθεσις, πρόδηλον δὲ, ὡς οὐκ ἄνευ πόματος ὁ κλύδων γίγνεται τῇ γαστρί. τοῦ δ’ ἄτονον εἶναι ἐσχάτως αὐτὴν αἰτία νόσος ἐστὶν, ἡ μὲν ὡς ὁμοιομεροῦς μορίου τῆς γαστρὸς, ἡ δὲ ὡς ὀργανικοῦ. περὶ δὲ τῶν πλημμελῶν κατ’ αὐτὴν κινήσεων ὅτι μὲν ἤτοι τρομώδεις τινές εἰσιν ἢ παλμώδεις ἢ οἷον κλονώδεις ἢ σπασμώδεις, εἴρηται πρότερον ἐν τῷ περὶ τῆς τῶν

216
συμπτωμάτων διαφορᾶς· ὁποία δέ τις ἑκάστη τῶν εἰρημένων ἐστὶ κινήσεων, ἥ τις τε ἡ καθ’ ἑκάστην αὐτῶν αἰτία, διὰ τοῦ προτέρου δεδήλωται λόγου. νυνὶ δὲ τοσοῦτον ἔτι προσθετέον, ὡς ἐπιμίγνυται τά τε νοσήματα καὶ τὰ συμπτώματα τῆς καθεκτικῆς καὶ ἐκκριτικῆς δυνάμεως. αὐτίκα ἡ οἷον σπασμώδης κίνησις τῆς γαστρὸς, ἥπερ ἐν τῷ λύζειν συμπίπτει, σπασμὸς μὲν ἀκριβῶς οὐκ ἔστιν, ὅς γε μόνοις γίγνεται τοῖς μυσὶν, (ἡ δέ γε γαστὴρ οὔτ’ αὐτὴ μῦς ἐστιν οὔτε στόμαχος αὐτῆς) οἷον σπασμὸς δέ τις, ἀμφοτέρων κοινόν τι σύμπτωμα τῶν δυνάμεων· τῆς μὲν καθεκτικῆς, ὅτι μοχθηρῶς τε καὶ οὐ κατὰ φύσιν ἡ γαστὴρ λύζουσα περιστέλλεται τοῖς σιτίοις· τῆς δὲ ἐκκριτικῆς, διότι πρώτως ἐκείνης αὐτῆς ἐστιν ἡ κίνησις ἡ πλημμελὴς, ἀποτρίψασθαί τι τῶν λυπούντων ἐφιεμένης. ἔστι δὲ οὐχ ἡ αὐτὴ κίνησις, ὅτι μηδὲ ἡ αὐτὴ διάθεσις, ἐμοῦσί τε καὶ λύζουσιν. ἐν μὲν γὰρ τοῖς ἐμέτοις τὰ κατὰ τὴν εὐρυχωρίαν ἐκκρίνουσιν· ἐν δὲ τῷ λύζειν τὰ κατ’ αὐτὸ τῆς γαστρὸς τὸ σῶμα, παραπλησίας τῆς τε διαθέσεως καὶ τῆς κινήσεως
217
γιγνομένης, οἵαν καὶ τοῖς βήττουσι κατὰ δυσκρασίαν ἐδείκνυμεν γίγνεσθαι, πάντων τῶν μορίων τῆς κοιλίας ἐκθλιβόντων τὸ λυποῦν αὐτά. διὰ τοῦτο τοῖς τε ῥιγώσασι τὴν γαστέρα τὸ τοιοῦτον σύμπτωμα γίγνεται καὶ τοῖς πεπέρεως ἀθροώτερον λαβοῦσιν ἤ τι θερμὸν οὕτω φάρμακον, εἶτ’ ἐπιπίνουσι θερμὸν ποτὸν, καὶ μᾶλλόν γε γίγνεται λύζειν αὐτοῖς, ὅταν ἀκριβῶς ᾖ λεπτὸν τὸ πέπερι, μᾶλλον γὰρ ἐγκαταδύεται τὸ τοιοῦτον αὐτῷ τῷ σώματι τῆς κοιλίας. οὕτω δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσα ψύχοντά τε καὶ θερμαίνοντα τῷ σώματι τῆς γαστρὸς ἐγκαταβαίνει, τὸ λύζειν ἕπεται, πρώτως μὲν τῆς ἐκκριτικῆς δυνάμεως κίνησίς τις οὖσα πλημμελὴς, δευτέρως δὲ καὶ τῆς καθεκτικῆς τε καὶ περισταλτικῆς ὀνομαζομένης. οὕτως δὲ καὶ αἱ ναυτίαι καὶ οἱ ἔμετοι τῆς ἐκκριτικῆς δυνάμεως κινήσεις εἰσὶ πλημμελεῖς, ἐπὶ τῷ τὰ λυποῦντα τὸ σῶμα τῆς γαστρὸς ὅτι τάχιστα κενῶσαι διὰ τοῦ στομάχου. παραπλήσιον δὲ τούτῳ σύμπτωμά ἐστι καὶ τὸ κατὰ τὰς λειεντερίας, ὅταν ὑπό τινος ἡ γαστὴρ ἤτοι δάκνοντος ἢ βαρύνοντος λυπῆται, τοῦτ’ ἀποκρίνειν εὐθέως ἐφιεμένη. ὄντων δὲ αὐτῇ δυοῖν
218
στομάτων, ἄνω μὲν τοῦ κατὰ τὸν στόμαχον, ἐν δὲ τοῖς κάτω τοῦ κατὰ τὸν πυλωρὸν, ἐφ’ ὁπότερον ἂν αὐτῶν ῥέπῃ τὸ λυποῦν, ἐκείνῳ συγχρῆται πρὸς τὴν ἔκκρισιν. εἰ δ’ ὅλῃ ποτὲ αὐτῇ συμβαίη τοιαύτη διάθεσις, ἀμφοτέροις ἅμα χρῆται τοῖς στόμασιν, ὡς ἐν ταῖς χολέραις. ἡ δὲ λοιπή τε καὶ τετάρτη δύναμις αὐτῆς ἡ ἑλκτικὴ συμπτώμασιν ἁλίσκεται τριττοῖς μὲν καὶ αὐτὴ κατὰ γένος· ἤτοι μηδ’ ὅλως ἕλκειν δυναμένη τὰ σιτία, καὶ καλεῖται τὸ τοιοῦτον σύμπτωμα στομάχου παράλυσις· ἢ μόγις ἕλκουσα, καθ’ ὃν χρόνον ἄρχεται μὲν παραλύεσθαι, παρεῖται δ’ οὐδέπω· καὶ τρίτον ἐπὶ τούτοις, ἐπειδάν τι πλημμελῶς. αἱ πλημμελεῖς δὲ κινήσεις εἴρηνται πολλάκις, ὥσπερ οὖν καὶ αἱ διαθέσεις ἐφ’ αἷς γίγνονται. συμβαίη δ’ ἐνίοτε καὶ βλάστημά τι σαρκῶδες κατὰ τὸν στόμαχον, οἷα κᾀκτὸς ὁρᾶται πολλάκις γενόμενα, ὡς ἤτοι παντάπασιν ἀποφράξαι τὴν ὁδὸν τῶν σιτίων, ἢ παραβλάψαι κατά τι. καλεῖται δ’ ὀργανικὰ τὰ τοιαῦτα νοσήματα, καὶ διήρηται περὶ αὐτῶν ἐν τῇ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἔχειν ἡ γαστὴρ ἕλκει μὲν
219
ἄνωθεν εἰς ἑαυτὴν διὰ τοῦ στομάχου, κάτω δὲ ἐκκρίνει· παρὰ φύσιν δὲ διατεθεῖσα κᾀκ τῶν κάτωθέν τι μεταλαμβάνει. καὶ γὰρ καὶ κλυστὴρ ἐπανῆλθέ τισιν ὡς ἐμεθῆναι, καὶ κόπρος ἐν τοῖς ὀλεθρίοις εἰλεοῖς. ἄμεινον γὰρ οὐχ ἕλκειν αὐτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπολαμβάνειν, ἀλλὰ δέχεσθαι μόνον ὅσον ἂν ὑπὸ τῶν ἐντέρων ἀναθλιβόντων βιαίως ἄνω φέρηται. κατὰ φύσιν μὲν γάρ ἐστιν ἐν τοῖς ἐντέροις, ἤδη γὰρ καὶ περὶ τούτων λέγειν καιρὸς, ἡ περιστολὴ, καθάπερ ἐν ἑτέροις ἐπιδέδεικται, καὶ ταύτῃ χρώμενα προωθεῖ τὴν τροφὴν ἄχρι τοῦ κάτω πέρατος. ἐν διαθέσεσι δέ τισιν, ὅταν ἡ περισταλτικὴ κίνησις ἄρξηται κάτωθεν, ἡ φορὰ τῶν περιεχομένων ἐν αὐτοῖς ἄνω γίγνεται. οὕτω καὶ χυμός τις δριμὺς ἐνίοτε κατενεχθεὶς ἐπὶ τὴν ἕδραν, ἤτοι κατ’ ἀγορὰν διατριβόντων ἢ κατ’ ἄλλό τι χωρίον ἢ πρᾶξιν, ἧς οὐχ οἷόν τε ἦν ἀπαλλαγῆναι, βιαίως ἐπισχεθεὶς, ἀνηνέχθη πάλιν ἄνω, καὶ τήν τε γαστέρα δάκνει καὶ τὴν κεφαλὴν ἀναθυμιώμενος πληροῖ, τὴν μὲν ἀρχὴν τῆς κινήσεως ἀπὸ τοῦ σφιγκτῆρος λαβὼν ὀργάνου ψυχικοῦ, τοὐντεῦθεν δ’ ἑκάστου τῶν ἐντέρων 
220
ὠθοῦντός τε αὐτὸ πάλιν ἀφ’ ἑαυτοῦ πρὸς τὸ ὑπερκείμενον, ἐν οἵῳ τρόπῳ πρότερον εἰς τὸ κάταντες ὠθοῖτο. κατὰ δὲ τὸν αὐτὸν ἐνίοτε τρόπον καὶ ἡ φῦσα κατασχεθεῖσα παλινδρομεῖ. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ κλύσματός τι καὶ κόπρου ταῖς οὕτω βιαίοις περιστολαῖς τῶν ἐντέρων ἐπαναφέρεταί ποτε εἰς γαστέρα παρὰ φύσιν, εἶθ’ οὕτως ὁρμᾶται πρὸς ἔκκρισιν. αἱ δὲ ἕτεραι κινήσεις αὐτῶν ἐκ μὲν τοῦ γένους εἰσὶ τῶν κατὰ φύσιν, ἤτοι δ’ ἐλλιπεῖς εἰσιν ἢ πλημμελεῖς, καὶ διὰ τοῦτο καὶ συμπτώματα. ληπτέον δὲ αὐτὰς ἀνάλογον ταῖς ἐπὶ τῆς γαστρὸς εἰρημέναις. οὕτω δὲ καὶ ἡ τῆς κινήσεως αὐτῶν στέρησις, οὐ σμικρότατον οὖσα σύμπτωμα· καὶ γένοιτ’ ἄν ποτε καὶ διὰ τοιαύτην αἰτίαν εἰλεὸς, ὥσπερ γε καὶ οἱ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν οὐδ’ ὅλως ἐπιτρέψουσι φέρεσθαι κάτω τοῖς περιττώμασιν, ἔστι δ’ ὅτε ἐλλιπῶς· ἀλλὰ καὶ σκληρὰ κόπρος ἔν τινι τῶν ἐντέρων ἕλικι σφηνωθεῖσα κωλύσειεν ἄν ποτε διεξέρχεσθαι κάτω τὴν ὑπερκειμένην κόπρον. καὶ φυλάττεται κᾀνταῦθα τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις ἡ
221
ἀναλογία πάντων τῶν συμπτωμάτων τῶν τοῖς ἐντέροις ἤτοι διὰ δυσκρασίαν τινὰ συμβαινόντων, ἢ δι’ ὄγκους οὐ κατὰ φύσιν, ἢ δι’ αὐτὰ τὰ περιεχόμενα περιττώματα. οὔκουν οὐδὲ χρονίζειν ἔτι κατὰ τὸν ὑπὲρ αὐτῶν λόγον ἄμεινον, ἀλλ’ ἐφ’ ἕτερόν τι αὐτῶν γένος ἰέναι συμπτωμάτων καιρός.

Ἔστιν οὖν τι φυσικὸν ἔργον ἀνάδοσις τροφῆς, ἐκ κοιλίας μὲν εἰς ἧπαρ, ἐξ ἥπατος δὲ εἰς ὅλον τὸ σῶμα. καὶ δέδεικται καὶ περὶ ταύτης, ὡς ἕλκοντος ἑκάστου μορίου τὴν οἰκείαν ἑαυτῷ τροφὴν ἐπιτελεῖται. συμπτώματα δὴ τριττὰ καὶ περὶ τὴν τοιαύτην ἐνέργειαν ἔσται, ποτὲ μὲν ἐλλιπῶς, ἢ μοχθηρῶς, ποτὲ δὲ οὐδ’ ὅλως ἐπιτελουμένην. αἱ δὲ αἰτίαι τριτταὶ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἤτοι δυσκρασίαι τῶν ἑλκόντων, ἢ νοσήματα ὀργανικὰ τῶν αὐτῶν τούτων, ἢ τῆς ἀναδιδομένης τροφῆς μοχθηρία. αἱ μὲν οὖν δυσκρασίαι τὴν δύναμιν ἄῤῥωστον ἀποτελοῦσιν, τὰ δὲ ὀργανικὰ νοσήματα τὰς ὁδοὺς στενοχωρεῖ. τῆς τροφῆς δ’ ἡ μοχθηρία πάχος τέ ἐστι καὶ γλισχρότης· περὶ δὲ τῆς διαγνώσεως αὐτῶν οὐ νῦν λέγειν καιρὸς, ἀλλ’ ἐπὶ τὰς διακρίσεις τῶν

222
περιττωμάτων ἰτέον. εἰσὶ δὲ κᾀν ταύταις αἰτίαι τριτταί· μία μὲν ἡ τῶν ἐκκαθαιρόντων αὐτὰ μορίων ἀτονία· δευτέρα δὲ ἡ στενοχωρία τῶν ὁδῶν· ἡ δ’ ὑπόλοιπος τοῦ περιττώματός ἐστιν αὐτοῦ μοχθηρία. τῆς μὲν οὖν ἀτονίας αἰτία δυσκρασία τετύχηκεν οὖσα· τῆς δὲ στενοχωρίας ἔμφραξις ἢ ὄγκος τις τῶν ὀργάνων. ἀλλὰ τῶν μὲν ὄγκων αἴτιον ὑπάρχει ῥεῦμα χυμῶν εἰς αὐτὸ κατασκῆπτον τὸ σῶμα τῶν ὀργάνων τῆς δὲ ἐμφράξεως ἤτοι πάχος ἢ γλισχρότης τῶν χυμῶν ἢ βλαστήματα· τῶν περιττωμάτων δ’ αὐτῶν ἡ μοχθηρία πλῆθός ἐστι καὶ πάχος καὶ γλισχρότης. ὄντων δὲ τριῶν περιττωμάτων τῆς ἐν ταῖς φλεψὶ πέψεως, ἑνὸς μὲν τοῦ πικροχόλου, δευτέρου δὲ τοῦ μελαγχολικοῦ, καὶ τρίτου τοῦ ὀῤῥώδους, τὸ μὲν πικρόχολον ἡ ἐπὶ τῷ ἥπατι κύστις ἐκκαθαίρει· τὸ δὲ μελαγχολικὸν ὁ σπλήν· τὸ δὲ ὀῤῥῶδες οἱ νεφροί. καὶ τοίνυν καὶ καθαρθήσεται φαύλως ἕκαστον ἢ διά τι τῶν οἰκείων ὀργάνων ἀῤῥωστῆσαν, ἢ τῶν ὁδῶν στεγνωθεισῶν ὁπωσοῦν, ἅτε δὴ διττῶν ὑπαρχουσῶν τῶν ὁδῶν, ἑτέρων μὲν δι’ ὧν ἕλκεται τὸ περιττὸν, ἑτέρων δὲ δι’ ὧν ἐκκρίνεται,
223
κατ’ ἀμφοτέρας ἡ στενοχωρία βλάψει τὴν διάκρισιν· ἔστι δ’ ὅτε τούτων μὲν οὐδὲν ἐβλάβη· τὸ δὲ πλῆθος τοῦ περιττώματος, ὅταν ἄμετρον ᾖ, πᾶν ἐκκαθαρθῆναι μὴ δυνάμενον, ἅμα τῷ αἵματι φέρεται πανταχόσε τοῦ σώματος. τῆς δὲ ἀμετρίας αὐτοῦ διττὸν αἴτιον, ἥ τ’ ἀλλοιωτικὴ δύναμις οὐ καλῶς διακειμένη καὶ τῶν ἐδεσμάτων ἡ μοχθηρία· τοῦ μὲν δὴ βεβλάφθαι τὴν δύναμιν ἡ δυσκρασία τῶν μορίων αἰτία, καθάπερ εἴρηται πολλάκις· ἡ δὲ τῶν ἐδεσμάτων μοχθηρία καθ’ ἕκαστον τῶν περιττωμάτων ἐστὶν ἰδία· τὰ μὲν γὰρ μελαγχολικώτερα φύσει, τὰ δὲ ὑδατωδέστερα, τὰ δὲ πικρόχολα ταῖς οὐσίαις ἐστὶν, ὡς ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις διῄρηται. καὶ μέν γε καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως ἡ δυσκρασία πρὸς μὲν τὸ θερμότερον ἐκτρεπομένη ποτὲ μὲν τὸ πικρόχολον, ἔστιν ὅτε δὲ τὸ μελαγχολικὸν ἀποτελεῖ περίττωμα· δέδεικται δ’ ἐν ἑτέροις ὁποῖόν ἐστιν ἑκάτερον· ἐπὶ δὲ τὸ ψυχρότερον, ἤτοι φλεγματικώτερον ἢ ὑδατωδέστερον. ἀκολουθήσει δ’ ἑκάστῳ τῶν περιττωμάτων οἰκεία τοῦ συμπτώματος ἰδέα, τῇ μὲν ὠχρᾷ πλεοναζούσῃ καθ’ ὅλον μὲν τὸν ὄγκον ἴκτεροι, καθ’ ἓν δέ τι
224
μέρος ἐρυσιπέλατά τε καὶ ἕρπητες· τῇ μελαίνῃ δὲ καθ’ ὅλον μὲν τὸν ὄγκον ἐλέφας, καθ’ ἓν δέ τι μέρος ὁ καρκῖνος· τῷ φλεγματώδει δὲ καθ’ ὅλον μὲν τὸν ὄγκον ὁ λευκοφλεγματίας ὀνομαζόμενος ὕδερος, ἐν ἑνὶ δέ τῳ μορίῳ τὸ καλούμενον οἴδημα, λέγουσι δὲ οὕτω τὸν ἀνώδυνόν τε καὶ χαῦνον ὄγκον, ὀῤῥώδεσι δὲ περιττώμασι πλεονάζουσιν, ὅ τ’ ἀσκίτης ὀνομαζόμενος ὕδερος ἕπεται, ἔτι τε φλυκταινῶν γενέσεις ἐν ἐκείνοις τοῖς τοῦ ζώου μέρεσιν, εἰς ἅπερ ἀνηνέχθη τὰ οὕτω μὲν ἐπειδὰν εἰλικρινὲς ἕκαστον αὐτῶν πλεονάζῃ, μιγνυμένων δ’ ἀλλήλοις τε καὶ τῷ αἵματι πάμπολλαι συμπτωμάτων τε καὶ νοσημάτων ἰδέαι συνίστανται, περὶ ὧν οὐκ ἀναγκαῖον ἐν τῷδε μηκύνειν, ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέρχεσθαι.

Τῶν φυσικῶν ἐνεργειῶν ἡ πρώτη τε καὶ ἀναγκαιοτάτη σχεδὸν ἁπασῶν ἡ θρέψις ἐστὶν, εἶδός τι τῆς ἀλλοιωτικῆς ἐνεργείας ὑπάρχουσα. ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τὴν γαστέρα πέψις ἀλλοίωσις· ἔστι δὲ καὶ ἡ ἐν ταῖς φλεψίν· ἔστι δὲ καὶ ἡ καθ’ ἕκαστον μόριον, ἐφ’ ᾗ τετάρτη τις ἀλλοίωσις, 

225
ἣν ἐξομοίωσιν ὀνομάζουσιν, οὐ ταὐτὸν μὲν ὄνομα τῇ θρέψει, τὸ δὲ ἔργον οὐχ ἕτερον. ἀποτυγχάνεται δὲ καὶ ἡ θρέψις, ἤτοι μηδ’ ὅλως, ἢ ἐλλιπῶς, ἢ πλημμελῶς γιγνομένη, διά τε τὴν θρεπτικὴν δύναμιν, ἧς τὸ γένος ἐστὶν ἡ ἀλλοιωτικὴ, ἢ διὰ τὴν τῆς ὕλης ἔνδειαν, ἢ μοχθηρίαν· ἔνδειαν μὲν ἐν ταῖς ἀτροφίαις, ὅσαι τε ἐλλιπῶς καὶ ὅσαι στερητικῶς ὀνομάζονται· μοχθηρίαν δὲ, ὡς ἐν ἐλέφασί τε καὶ λεύκαις, ὅσα τ’ ἄλλα τοιαῦτα. συμβαίνει γὰρ ἐν τῷ προσφύεσθαι τὴν τροφὴν ταῖς σαρξὶν, ἐπειδὰν φλεγματικώτερον ὑπάρχῃ τὸ αἷμα, καὶ τὴν σάρκα γίνεσθαι φλεγματικωτέραν. οὐ γὰρ ταὐτόν ἐστιν αὐτῇ σαρκί τε εἶναι καὶ φλεγματικῇ σαρκί· ὥσπερ οὐδὲ ταὐτόν ἐστι σαρκί τε εἶναι καὶ μελαγχολικῇ σαρκί· καὶ νὴ Δία γε πικροχόλῳ τε καὶ εὐκράτῳ τε καὶ δυσκράτῳ, καὶ κατὰ τὰς πρώτας ὀνομαζομένας ποιότητας, ὑγροτέρᾳ τε καὶ ξηροτέρᾳ καὶ θερμοτέρᾳ καὶ ψυχροτέρᾳ. πιστεύσεις δὲ τῷ λόγῳ βεβαιότερον, ἐννοήσας τῶν ζώων τὰς σάρκας ἐναίμων τε καὶ ἀναίμων, καὶ πρὸς τούτοις τῶν ἑρπετῶν, ὅσα κατὰ τὸ ἔαρ ὁρᾶται γεννώμενα, καὶ μάλιστ’ αὐτῶν ὅσα βοτάναις χλωραῖς
226
ἔοικεν. ἀλλὰ τούτων μὲν ἡ σὰρξ ὁμοιοτάτη ταῖς πόαις ἐστίν· ἑτέρων δὲ λευκὴ καὶ ἄναιμος, ὥσπερ τῶν καράβων τε καὶ πολυπόδων, ἄλλων τε ἄλλη τις· οὐδὲ γὰρ ὀνομάσαι τὰς διαφορὰς αὐτῶν ἔνεστιν, οὕτως ἄπειροι τὸ πλῆθος ὑπάρχουσιν. ὅταν οὖν, ὡς ἐλέγομεν, ὑπὸ φλεγματικοῦ τε ἅμα καὶ γλίσχρου τοῦ αἵματος ἡ σὰρξ τρέφηται χρόνῳ πολλῷ, σὰρξ μὲν ἔτι μένει, μεταλλάττεται δ’ αὐτῆς ἡ διαφορὰ καὶ πρὸς ἑτέραν ἰδέαν ἐκτρέπεται, καὶ γίνεται μεταξὺ τῶν ἐναίμων σαρκῶν καὶ ἀναίμων. ἐπειδὰν δὲ τοιαύτη καταστῇ, συμβαίνει λοιπὸν αὐτῇ μηδ’ ἐπιχειρεῖν ἔτι τὴν ἐπιφερομένην ἑαυτῇ τροφὴν εἰς ἐρυθρὰν σαρκὸς ἰδέαν μεταβάλλειν, οὐ μᾶλλον ἢ πολύποσί τε καὶ καράβοις· ἐν τούτῳ δὴ καὶ τάχιστα λευκή τε γίγνεται πᾶσα καὶ φλεγματώδης, ὅταν αὐτή τε μηκέτι δύνηται τὴν τροφὴν εἰς ἐρυθρότητα μεταβάλλειν, ἐπιῤῥέει τε τὸ φλεγματῶδες ἐκεῖνο. οἵαν οὖν ἐξ ἀρχῆς ὁ κάραβος ἔχει τὴν σάρκα καὶ σχεδὸν ἅπαντα τὰ ὄστρεα, τοιαύτην ἐκ μεταπτώσεως ἴσχουσιν οἱ ταῖς λεύκαις ἁλισκόμενοι· καὶ γὰρ ὀνομάζουσιν οὕτω τὸ πάθημα τῆς σαρκὸς ἀπὸ τῆς χροιᾶς τὴν ὀνομασίαν
227
θέμενοι· τῆς δέ γε μελαίνης σαρκὸς ἅμα καὶ ὀχθώδους ἀπὸ τοῦ ζώου τοῦ ἐλέφαντος ἐποίησαν τοὔνομα. γίγνεται δὲ κᾀκείνη κατὰ τὸν αὐτὸν τρόπον τῇ λεύκῃ, χρόνῳ παμπόλλῳ μελαγχολικῆς ἐπιῤῥεούσης τροφῆς τῇ σαρκί. τῶν δὲ ἀλφῶν ἡ γένεσις ὁμοειδὴς μέν ἐστι τοῖς εἰρημένοις πάθεσιν, οὐ μὴν αὐτῆς γε δι’ ὅλου πεπονθυίας τῆς σαρκὸς, ἀλλ’ ἐπιπολῆς τοῦ δέρματος οἷον λεπίδες τινὲς ἐπιπεπήγασιν οἱ ἀλφοὶ, λευκοὶ μὲν ἐκ φλεγματικοῦ, μέλανες δὲ ἐκ μελαγχολικοῦ γινόμενοι χυμοῦ. πηλίκα δὲ δύναται τροφὴ, καὶ ὡς μέγιστα πρὸς ἀλλοίωσιν σαρκὸς, εἴρηται καὶ Ἀριστοτέλει μεμνημένῳ χωρίων, ἐν οἷς ἀλλοιοῦται τὰ βοσκήματα μεθιστάμενα χρόαν τε καὶ ἄλλας αἰσθητὰς διαφοράς. ὅσοι δ’ οὐ συγχωροῦσιν ὑπὸ τροφῆς ἀλλοιοῦσθαι τὰ τρεφόμενα, κρατουμένου γὰρ οὐ κρατοῦντος ὄνομα ὑπάρχειν τὴν τροφὴν, οὔτε περὶ τῆς κατὰ τὰ ζῶα μεταβολῆς οὔτε πολὺ μᾶλλον ἔτι περὶ τῆς κατὰ τὰ φυτὰ δύνανται λέγειν ὑγιὲς μηδὲν, ἀλλ’ ἀποροῦνται παντάπασιν ὑπὸ τῶν πραγμάτων ἐναργῶς ἅπασι φαινομένων. τὰ μὲν γὰρ τοῦ Περσικοῦ φυτοῦ τοῦ μετακομισθέντος ἐκ Περσῶν εἰς Αἴγυπτόν
228
οὐδεὶς ἀγνοεῖ· θανάσιμον μὲν ἦν κατὰ τὴν Περσίδα, μετακομισθὲν δὲ εἰς Αἴγυπτον μετέβαλε τὸ κινδυνῶδες, καθάπερ, οἶμαι, καὶ τὸ τῶν παρ’ ἡμῖν ἀμπέλων, ὡς ὑπαλλάττουσαι τὰ χωρία διάφορον ἐκφέρουσι τὸν οἶνον· τὰ δὲ τῶν ἄλλων φυτῶν οἱ τὰ γεωργικὰ ἀναγράψαντες ἐδήλωσαν, ὥσπέρ γε καὶ τὰ τῶν βοτανῶν οἱ τὰ βοτανικά· μετακομιζόμεναι γὰρ ἐξ ἑτέρων χωρίων εἰς ἕτερα πολλάκις οὐδὲ δυοῖν σταδίοιν διάστημα κατὰ πολλὰς ἀλλοιοῦνται διαφοράς. ἐχρῆν οὖν ὅσοι φάσκουσι κρατουμένου καὶ ἀλλοιουμένου καὶ μεταβαλλομένου τὴν τροφὴν ὑπάρχειν ὄνομα, μὴ τοῦτο μόνον ἐπίστασθαί τε καὶ λέγειν, ἀλλὰ καὶ περὶ λεύκης γενέσεως ἐπιχειρῆσαι διελθεῖν. ἤτοι γὰρ τρεφομένη σὰρξ αἰτία τοῦ παθήματος, ἢ τὸ τῆς τροφῆς μοχθηρόν. ἀλλ’ εἴπερ οὐχ ἡ τροφὴ, βούλονται γὰρ οὕτως, ἀνάγκη φάναι τὴν σάρκα. τί ποτ’ οὖν αὐτὴ παθοῦσα τὴν τροφὴν οὐκ ἔτι ἑαυτῇ κατὰ πᾶν ὁμοιοῖ; γενήσεται γὰρ οὕτω γε τοῦ πάθους ἡ φύσις αἰτία, πολὺ δ’ ἦν ἄμεινον, οἶμαι, τὴν τροφὴν αἰτιᾶσθαι. οὐ μὴν οὐδ’ ὅτι τὸ μὲν ὁμοιοῦν ἑαυτῷ τὴν τροφὴν ἔργον ἐστὶ τοῦ τρεφομένου,
229
τὸ δ’ ὁμοιοῦσθαί τε καὶ μεταβάλλεσθαι πάθος τῆς τροφῆς, διὰ τοῦτο οὐκ ἀδύνατόν ἐστι τῷ πάσχοντι περὶ τὸ ποιοῦν ἀντιδρᾶσαί τι, κᾂν ᾖ σμικρότατον. αὐτὸ γὰρ δήπου ἐναντιώτατον ἐν τοῖς περὶ τούτων λογισμοῖς ἐπεδείξαμεν οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ τῶν φιλοσόφων ὅσοι δεινότατοι τῶν ὅλων τῆς φύσεως ἐνεργειῶν τε καὶ παθῶν ἐξηγηταὶ γεγόνασι. φαίνεται γοῦν ἅπαντα κᾂν ἰσχυρότερα πολὺ τῶν ὁμιλούντων τυγχάνῃ, πάσχοντά τι πρὸς αὐτῶν αἰσθητὸν καὶ σαφὲς, εἰ καὶ μὴ κατὰ τὴν πρώτην τούτων ὁμιλίαν, ἀλλ’ ἐν τῷ χρόνῳ γε προϊόντι. καί που καὶ σίδηρος ὁ τμητικώτατος ἠμβλύνθη τέμνων σάρκα μαλακωτάτην, ὅ τε σκληρότατος λίθος ἔσχε τι κοῖλον ἐν ἑαυτῷ χρόνῳ πολλῷ πληττόμενος ὑπὸ τοῦ σταλαγμοῦ. τί δεῖ λέγειν ἔτι περὶ τῶν κεραννυμένων, ἅπαντες γιγνώσκουσιν. κᾄν τε γὰρ εἰς ἀμφορέα ζέοντος ὕδατος ἐμβάλῃς κοτύλην ψυχροῦ, τὸ μικτὸν ἐξ ἀμφοῖν οὐ μόνον ἐνδείκνυται τὴν ἧτταν τῆς κοτύλης, ἀλλὰ καὶ τοῦ νικήσαντος τὸ πάθος· ἐάν τις ἔμπαλιν εἰς ἀμφορέα ψυχροῦ κοτύλην θερμοῦ ἐμβάλῃ, νικηθήσεται μὲν ἡ κοτύλη, πείσεται δέ τι βραχὺ 
230
καὶ ὁ ἀμφορεύς. ἀλλὰ γὰρ ὅπερ εἴρηταί μοι καὶ πρόσθεν, οὐκ ἀντιλέγειν ἐν τῇδε τῇ πραγματείᾳ προὐθέμην οὔτε μηκύνειν, ἀλλ’ ὅσον οἷόν τε ταχίστην ποιήσασθαι τὴν διδασκαλίαν. ἡ μὲν οὖν λεύκη μέγιστόν τι σφάλμα τῆς ἀλλοιωτικῆς ἐστι δυνάμεως· ἕτερα δὲ πάμπολλα σμικρὰ, καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ ψυχρότητα καὶ θερμότητα τῆς σαρκὸς ὑπαλλαττομένης. ἀτροφήσει δὲ τὸ μέρος οὐ μόνον δι’ ἀῤῥωστίαν τῆς ἀλλοιωτικῆς δυνάμεως, ἀλλὰ καὶ διὰ τὴν ἑλκτικὴν ἀτονήσασαν, ἢ διὰ τὴν ἐκκριτικὴν ἀμετρότερον κινηθεῖσαν. εἰς ἀμετρίαν δὲ κινήσεως ἡ ἀποκριτικὴ δύναμις ἔρχεται, καθάπερ εἴρηται καὶ πρόσθεν, ὅταν ἤτοι διὰ πλῆθος ἢ δριμύτητα περιττωμάτων, ἢ οἰκείαν ἀσθένειαν ἡ καθεκτικὴ βαρύνηται δύναμις. ἐν τούτῳ γὰρ ἀνάγκη συνεκκρίνεσθαι τῷ περιττῷ τὸ χρηστὸν, ὡς ἐν λειεντερίαις τε καὶ δυσεντερίαις καὶ χολέραις· ἀτονίᾳ δὲ τῆς ἀποκριτικῆς δυνάμεως ὑγροτέραν τε καὶ περιττωματικωτέραν ἀνάγκη γίγνεσθαι τὴν σάρκα. τῶν περιττωμάτων δ’ αὐτῶν ἡ πλείων γένεσις ἀῤῥωστίᾳ τῆς ἀλλοιωτικῆς ἀποτελεῖται. ὅταν οὖν ἅμα συνέλθῃ τὴν μὲν
231
ἑλκτικὴν πολὺν ἐπισπᾶσθαι χυμὸν, ἀδυνατεῖν δὲ τὴν ἀλλοιωτικὴν δύναμιν ἅπαντα τὸν ἑλχθέντα κατεργάζεσθαι, καὶ διὰ τοῦτο πολλὰ γίγνεσθαι τὰ περιττώματα, τὴν ἀποκριτικὴν δὲ ἐν τούτῳ τῷ καιρῷ χεῖρόν τε καὶ ἀτονώτερον ἑαυτῆς κινεῖσθαι, πλῆθος οὕτως ἀνάγκη περιττωμάτων ἐν ταῖς σαρξὶ συνίστασθαι, κᾀν τούτῳ κατά τε τὴν ἰδέαν καὶ τὸ ποσὸν τοῦ περιττώματος ἄλλοτε ἀλλοίαν γίνεσθαι τὴν σάρκα, ποτὲ μὲν οἰδηματώδη, ποτὲ δὲ φυσώδη, ποτὲ δὲ ὑδερώδη. καὶ γὰρ δὴ καὶ ὁ ἀνὰ σάρκα καλούμενος ὕδερος, ἐκ τούτου τοῦ γένους ἐστίν. ἀλλ’ οὐδὲν οἶμαι δεῖν ἔτι μηκύνειν ὑπὲρ τῶν τοιούτων· οὐ γὰρ ἅπαντα διελθεῖν ἐν τῷδε τῷ λόγῳ τὰ κατὰ μέρος συμπτώματα προὐθέμην, ἀλλ’ ἐν τοῖς πλείστοις γυμνάσαι τοὺς φιλομαθεῖς.

Ὥστε μοι καιρὸς ἤδη μεταβαίνειν ἐφ’ ἕτερόν τι γένος συμπτωμάτων ἐγγὺς τῷ κατὰ τὰς βεβλαμμένας ἐνεργείας. αὐτὸ μὲν οὖν γένος ἐν τῷ ποσῷ καὶ ποιῷ τῶν ἐκκρινομένων ἐστίν· ἤτοι δὲ διὰ βλάβην τινὰ γίγνεται δυνάμεως, ἢ ἐρεθισμὸν ἄκαιρον, ἢ πλημμελῆ κίνησιν ἐπεγείροντα

232
τὴν δύναμιν, ἢ δι’ ἀναστόμωσιν ἢ ῥῆξιν ἢ διάβρωσιν ὀργάνου τινὸς, ὥσπερ ἀμέλει καὶ ἡ τοῦ αἵματος ἔκκρισις· οὐδὲν γὰρ χεῖρον ἀπὸ ταύτης ἄρξασθαι, διότι τῷ γένει δοκεῖ παρὰ φύσιν ὑπάρχειν ὡς πολλά· πλὴν γὰρ ὅσα διὰ μήτρας αἱμοῤῥαγοῦσι γυναῖκες, αἱ μὲν ἄλλαι πᾶσαι κενώσεις τοῦ αἵματος ὅλῳ τῷ γένει παρὰ φύσιν εἰσίν· ἐκεῖναι δὲ τῷ ποσῷ μόνον. αἱ μὲν δὴ ῥήξεις αἱ τῶν ἀγγείων ἤτοι διά τινα τῶν ἔξωθεν γίγνονται πληγῶν, ἢ λακτίσαντός τινος ἢ πατάξαντος ἢ ὁπωσοῦν ἄλλως ἰσχυρῶς πληγέντος τοῦ ἀνθρώπου· γίγνονται μὲν καὶ πηδήσασι μέγα, καὶ κατενεχθεῖσιν ἐπὶ τὴν γῆν ἀφ’ ὑψηλοῦ, καὶ διὰ κραυγὴν ὀξεῖάν τε καὶ μεγάλην, ἐπειδὴ καὶ κατὰ ταύτην ἐπὶ πλεῖστον τείνεται τὰ φωνητικὰ τῶν ὀργάνων μόρια. τῷ λόγῳ δὲ τῆς τάσεως ἀναῤῥήγνυται καὶ ὅσα πηδώντων ἐβλάβη· τὰ δὲ ἐξ ὑψηλοῦ κατενεχθέντων ἐν τῷ τῶν πληγῶν ἐστι γένει. διαφέρει γὰρ οὐδὲν ἢ ὑπὸ λίθου τινὸς ἐμπεσόντος ἔξωθεν θλασθῆναί τι μέρος, ἢ αὐτοῦ τοῦ κατενεχθέντος ἰσχυρῶς ἐμπεσόντος τῷ δαπέδῳ. ταῦτα μὲν οὖν ἀγγείου ῥήξεως
233
αἴτια πρόδηλα καὶ οὐδεὶς ἀγνοεῖ· τὰ δ’ ἐκ τῶν τοῦ σώματος ὁρμώμενα διαθέσεων, ἐπειδὰν ἀπὸ ταὐτομάτου τις αἱμοῤῥαγήσῃ διὰ ῥινῶν, ἢ ἐμέσας, ἢ ἀναβήξας, ἢ χρεμψάμενος, ἢ κάτω διαχωρήσας, ἢ οὐρήσας αἷμα τύχῃ· ταυτὶ μὲν οὖν ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστί. ταῖς γυναιξὶ δὲ, ὡς εἴρηται, διὰ τῆς μήτρας αἱμοῤῥαγούσαις οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἡ κένωσις, ἀλλ’ ἐν τῷ ποσῷ μόνον. ἅπαντα δὲ τὰ τοιαῦτα ἐμπίπτει διὰ τρεῖς αἰτίας, ἤτοι τῆς δυνάμεως ἀναστομωσάσης ἀγγεῖον, ὡς ἐν ταῖς ἐκ ῥινῶν αἱμοῤῥαγίαις, ἢ δι’ αὐτὸ τὸ αἷμα μοχθηρῶς διακείμενον, ἢ τῶν ἀγγείων τι. τὸ μὲν οὖν αἷμα μοχθηρῶς διακεῖσθαι λέγω τό τε κακόχυμον εἰς τοσοῦτον γιγνόμενον, ὡς διαβιβρώσκειν τὰ περιέχοντα, τό θ’ οὕτω πλέον, ὡς μὴ στέγεσθαι· καὶ γὰρ καὶ τοῦτο ῥήσσειν ἢ ἀναστομοῦν ἀγγεῖον ἱκανόν ἐστιν. αὐτῶν δὲ τῶν ἀγγείων ἡ κάκωσις ἐν ἀμέτροις ἐστὶ μαλακότησι καὶ σκληρότησι καὶ λεπτότησι. γίγνεται δὲ ταῦτα καὶ φύσει μέν τισιν εὐθέως ἐν τῇ μήτρᾳ διαπλασθεῖσι μοχθηρῶς· οὐδὲν δὲ ἧττον αἱ μὲν μαλακότητες ἐπὶ περιτταῖς ὑγρότησιν· αἱ δὲ σκληρότητες ἐπὶ
234
ξηρότησιν· αἱ δὲ λεπτότητες· ἐπὶ ἀτροφίαις. τὸ μὲν οὖν μαλακὸν ἀμέτρως ἑτοιμότερον ῥαγῆναι δι’ ἀσθένειαν· τὸ δὲ σκληρὸν πάνυ τῷ μὴ ῥᾳδίως ἐπὶ πλέον ἐκτείνεσθαι· τὸ δὲ ἰσχνὸν δι’ ἀμφοτέρας τὰς τοιαύτας τῶν φλεβῶν διαθέσεις οὐ μόνον ὑπὸ τῶν ἔνδον αἰτίων, ἀλλὰ καὶ ὑπὸ τῶν ἐκτὸς ἑτοίμως ῥήσσεσθαι συμβέβηκε. διαβιβρώσκεται δὲ οὐχ ὁμοίως ἅπαντα· τὸ μὲν γὰρ σκληρὸν καὶ παχὺ δυσπαθὲς ὑπὸ διαβρώσεως. οὕτω δὲ καὶ ἀναστομοῦσθαι τῷ μὲν ἀτόνῳ τε καὶ μαλακῷ καὶ ἰσχνῷ πρόχειρον· οὐ πρόχειρον δὲ τῷ εὐτόνῳ τε καὶ παχεῖ καὶ σκληρῷ. γίγνεται δὲ ἡ ἀναστόμωσις ὑπό τε τῶν ἐρεθιζόντων τὰ στόματα τῶν ἀγγείων καὶ διὰ πλῆθος βιασάμενον, ἐνίοτε δὲ καὶ δι’ αὐτὴν τὴν φύσιν ἐκκρίνουσαν τὰ λυποῦντα. καλοῦσι δέ τινα καὶ διαπήδησιν αἵματος, ὡς τέταρτον γένος ἐπὶ τοῖς εἰρημένοις. ἔστι δὲ τέταρτον μὲν οὐδαμῶς, ἤτοι δὲ ἀναστόμωσις ἀγγείων μικρῶν, ἢ οὐχ αἵματος ἐκκρίσεως, ἀλλ’ ὀῤῥοῦ εἶδος, καθ’ οἷον μάλιστα τρόπον ἐπ’ ἀτονίας ἥπατος καὶ νεφρῶν οὐρεῖται καὶ κάτω δὲ διαχωρεῖται πολλάκις αἱματώδης ὀῤῥός. εἰρήσεται δὲ ὑπὲρ αὐτῶν ὀλίγον ὕστερον, ἐπειδὰν ἐπέλθωμεν πρότερον 
235
ὑπὲρ τῶν ἐμουμένων. ἐκκρίνεται γὰρ οὖν καὶ ταῦτα, ποτὲ μὲν ὡς πλείω τε καὶ βαρύνοντα τὴν κοιλίαν, ὥσπερ ἐνίοτε τὸ πλῆθος τῆς τροφῆς, ἔστιν ὅτε δὲ ὡς ἀνιῶντά τε καὶ δάκνοντα, καθάπερ ὅταν ὀξώδης ἢ κνισώδης ἢ πικρὰ καὶ δριμεῖα κατὰ τὴν ἀπεψίαν ἡ προσενεχθεῖσα γένηται τροφή. τούτου τοῦ γένους ἐστὶ καὶ τὰ χολώδη τε καὶ φλεγματώδη καὶ ὀῤῥώδη περιττώματα, τά τ’ αὐτόθι γεννώμενα καὶ ὅσα συῤῥεῖν πέφυκεν εἰς αὐτὴν ἐξ ὅλου τοῦ ζώου τῆς ἕξεως. ἔστι δὲ καὶ τρίτον τι γένος ἐπὶ τούτοις αἰτίων εἰς ἔμετον ἐξορμώντων τὴν γαστέρα, κᾂν μήτε βαρύνῃ μήτε δάκνῃ, μόνον δὲ αὐτοῖς ὑπάρξῃ τὸ παρὰ φύσιν. ὅρος δ’ ἐστὶ κοινὸς ἁπάντων τῶν παρὰ φύσιν, εἰ μὴ δύναιτο τρέφειν πεφθέντα. κατὰ τοῦτον, οἶμαι, τὸν λόγον οὐ μόνον ὀξὺ φλέγμα καὶ ἁλυκὸν, ἀλλὰ καὶ γλυκὺ πολλάκις ἐν τῇ γαστρὶ συστὰν εἰς ἔμετον αὐτὴν ἐξορμᾷν εἴωθε· καὶ αὐτό γε τὸ αἷμα τὸ εἰς τὴν κοιλίαν ἐκχυθὲν οὕτως ἐμεῖν αὐτὴν ἀναγκάζει. καὶ μὴν καὶ κάτω διαπέμπει ποτὲ μὲν πρωϊαίτερον, ἔστιν ὅτε δὲ βραδύτερον, ἢ ἔλαττον, ἢ πλέον, ἢ ὀλιγάκις, ἢ πλεονάκις, ἤτοι χρηστὴν
236
τροφὴν, ἢ διεφθαρμένην, ἢ τὸ συῤῥέον εἰς αὐτὴν ἄνωθεν, ἢ τὸ κατ’ αὐτὴν ἀπογεννώμενον. ἀλλ’ ἡ μὲν φθάνουσα τὸν συνήθη καιρὸν ἔκκρισις ἤτοι καὶ βαρυνομένης τῆς κοιλίας, ὡς ὑπὸ πολλοῦ τοῦ ληφθέντος, ἢ ὀδαξουμένης τε καὶ κεντουμένης, ὡς ὑπὸ δάκνοντος, ἢ ὡς ἀλλότριον καὶ οὐκ οἰκεῖον ἀπωθουμένης γίγνεται, μεμνημένων ἡμῶν, ἐπειδὰν πολύ τι λέγωμεν, ὡς τριττὴν ἔχει τοῦτο τὴν γένεσιν, ἤτοι τῷ τὴν δύναμιν ἀτονωτέραν ὑπάρχειν ἑαυτῆς, ἢ τῷ τὸ ληφθὲν ὑπερβάλλειν τὸ σύμμετρον, ἢ διὰ τὸ συναμφότερον. ἔξωθεν δὲ τῶν εἰρημένων ἡ τῶν ὑγροτέρων τε καὶ γλισχροτέρων ἐδεσμάτων προσφορὰ ταχεῖαν ἐργάζεται διαχώρησιν, ὀλισθαινόντων αὐτῶν ἑτοιμότερον, εἰ καὶ περιπατήσαντες μάλιστα τύχοιεν ἐπ’ αὐτοῖς ἀτρέμα, ὥστε κατασεῖσαι μὲν αὐτὰ, μὴ μέντοι γε ἀνάδοσιν ἐργάσασθαι πρὸ τοῦ καιροῦ· συμβαίνει γάρ τι τοιοῦτον ἐν ταῖς κατασείσεσιν, ἐπειδὴ πάμπολλαι τῶν ἐντέρων ἕλικές εἰσιν. ἀνάγκη δήπου καθ’ ἑκάστην αὐτῶν ἐκ τῶν ὑψηλοτέρων εἰς τὰ ταπεινότερα φέρεσθαι τὰ σιτία, τοὐντεῦθεν δὲ τῷ βάρει μὲν οὐκ ἔθ’ οἷόν τε μένειν,
237
τῇ δὲ τῶν ἐντέρων αὐτῶν ἐνεργείᾳ προωθεῖται τὰ σφηνούμενα κατὰ τὰς ἕλικας αὐτῶν ἐχόντων δύναμιν ἔμφυτον ἀποκριτικὴν τῶν ἀνιώντων αὐτά. τὰ δ’ ὑγρὰ καὶ γλίσχρα σιτία διεξέρχεται ῥᾷον, εἴτε τῷ βάρει καὶ τῷ σεισμῷ τοῦ σώματος, εἴτε τῇ τῶν ἐντέρων ἐνεργείᾳ προωθοῖτο. ταχείας μὲν οὖν διεξόδου λέλεκται τὰ αἴτια. ὀψιαίτερον δὲ τοῦ συνήθους ἀποκρίνει ἡ κάτω γαστὴρ, ἤτοι δι’ ἀτονίαν, ἢ διὰ δυσαισθησίαν τῶν ἐντέρων, ἢ δι’ ὀλιγότητα τῶν ἐδεσμάτων, ἢ διὰ ποιότητα. τά τε γὰρ ἄτονα προωθεῖν οὐ σθένει· τὰ δὲ δυσαίσθητα τῶν λυπούντων ἀμυδρῶς αἰσθάνεται, τῆς λύπης δ’ ἦν αὐτοῖς ἴασις ἡ ἔκκρισις. καὶ μὲν δὴ καὶ αὐτῶν τῶν σιτίων τὰ μὲν ἐλάττω τοῦ δέοντος ὀλίγον ἴσχει τὸ περιττὸν, ὥστ’ οὐχ ὁμοίως βαρύνει· τὰ δὲ παχέα καὶ στρυφνὰ βραδύπορα πάντ’ ἐστὶν ἐναντίως τοῖς γλίσχροις τε καὶ ὑγροῖς. οὐ μόνον δὲ ἀτονίᾳ τῶν ἐντέρων, ἀλλὰ καὶ τῶν κατ’ ἐπιγάστριον μυῶν ἡ διαχώρησις βραδύνει, καὶ μάλιστ’ ἐπειδὰν σκληρότερα τύχῃ γενόμενα τὰ περιττώματα. τηνικαῦτα γὰρ
238
οὐ μόνον τῶν κατ’ ἐπιγάστριον, ἀλλὰ καὶ τῶν κατὰ τὸν θώρακα μυῶν ἰσχυρῶς ἐνεργούντων δεῖται. ἔλαττον δὲ γίγνεται περίττωμα τῆς πρὸς τὸ πλῆθος ἀναλογίας τῶν ἐδηδεσμένων, ἐπειδὰν εἰς ἀνάδοσιν ἐξ αὐτῶν πλέον ἀφίκηται· ἔμπαλιν δὲ πλέον τῆς ἀναλογίας τῶν ληφθέντων διαχωρεῖται, ποτὲ μὲν ἐνδείᾳ τῆς ἀναδόσεως, ἔστιν ὅτε δὲ συῤῥεόντων τινῶν ἄνωθεν εἰς τὰ κατὰ τὴν γαστέρα χωρία. συνεχεῖς δὲ ἐκκρίσεις γίγνονται δι’ ἀτονίαν ἢ δῆξιν. ἡ μὲν οὖν ἀτονία τῶν κατὰ τὴν κοιλίαν ὀργάνων, ὡς ἤδη πολλάκις εἴρηται, διὰ δυσκρασίαν· ἡ δὲ δῆξις ὑπὸ τῶν περιεχομένων ἐν αὐτοῖς γίγνεται. τέτταρες δὲ αἰτίαι τῆς γενέσεώς εἰσι τῶν οὕτω δακνόντων, ἤτοι φαρμακώδης τις δύναμις ἅμα τοῖς σιτίοις ἢ καθ’ ἑαυτὴν ληφθεῖσα, ἢ καὶ τῶν ἐδεσμάτων αὐτῶν αἱ διαφθοραί· καὶ πρὸς τούτοις ὅσα ἐκ τοῦ σώματος εἰς τὰ κατὰ γαστέρα συῤῥεῖ δακνώδη περιττώματα· καὶ ὅσα κατ’ αὐτὴν γεννᾶται τοιαῦτα, καθάπερ ἐν δυσεντερίαις ταῖς ἐφ’ ἑλκώσει κακοήθει. δύναιτο δ’ ἄν τις ἅμα ταῖσδε καὶ πέμπτην αἰτίαν προστιθέναι τῶν τοιούτων συμπτωμάτων, αἴσθησιν περιττὴν
239
τῶν σωμάτων, εἴτ’ ἐκ φύσεως ὑπάρχουσαν, εἴτε δι’ ἕλκωσιν. ἕτερος δὲ τρόπος ἐκκρίσεως συνεχοῦς ἐστι τῷ γένει τῆς αἰτίας ἀποκεχωρισμένος ἁπάντων τῶν προειρημένων αἰτίων, ὁ ἐπὶ τῇ παραλύσει τῶν ἐπικειμένων μυῶν τῷ πέρατι τῆς ἐκροῆς τῶν περιττωμάτων· ἀπροαίρετος γὰρ ἐπὶ τούτων ἡ ἔκκρισις, καὶ διὰ τοῦτο ἄκαιρός τε καὶ ἄτακτος καὶ συνεχής. ἀλλὰ περὶ μὲν διαχωρημάτων ἱκανὰ καὶ ταῦτα.

Περὶ δὲ τῶν ἀτμωδῶν πνευμάτων, ἃ δὴ καὶ φύσας ὀνομάζουσιν, ἐφεξῆς ῥητέον. ἔστι δὲ καὶ τούτων ἡ μὲν γένεσις ἐν αὐτοῖς τοῖς κατὰ τὴν γαστέρα χωρίοις, χυμῶν τινων αὐτόθι φλεγματωδῶν ἢ σιτίων εἰς ἀτμοὺς λυομένων ὑπὸ θερμότητος ἐνδεοῦς. ἡ μὲν γὰρ τελεία ψύξις οὐδ’ ὅλως ἀτμὸν ἐργάζεται, διότι μηδὲ ὅλως λεπτύνει, μηδὲ κατεργάζεται, μηδὲ διαλύει τὴν τροφήν· ἡ δ’ ἰσχυρὰ θερμασία, πολλῷ τῷ περιέχοντι κρατοῦσα, πλέον ἤδη ἢ κατὰ γένεσιν ἀτμοῦ λεπτύνει τὴν τροφὴν, ἢν μὴ φυσώδης ὑπάρχῃ φύσει· τηνικαῦτα δὲ γεννᾶται μέν τι πνεῦμα θολερόν τε καὶ, ὡς ἂν εἴποι τις, ὁμιχλῶδες, ὀλίγον δὲ τοῦτο καὶ κατὰ 

240
χρόνον ἐλάχιστον, ὡς ἀπὸ μιᾶς ἢ δευτέρας ἐρυγῆς ἐκκενοῦσθαι. ἡ δὲ ἐνεργοῦσα μὲν ἀμφὶ τὰ σιτία θερμότης ἐνδεέστερον μέν πως διαλύει αὐτὰ, κατεργάζεται δὲ οὐκ ἀκριβῶς, κᾀντεῦθεν ἡ τοῦ φυσώδους πνεύματος γένεσις. ἑνὶ δὲ λόγῳ, καθάπερ ἐκτὸς αἵ τε ψυχρόταται καταστάσεις αἱ αἴθριοι, μάλιστα δ’ ἐν τοῖς βορείοις γίγνεσθαι πεφύκασιν· αἵ τε θερμόταται θέρους ὥρᾳ συνιστάμεναι καθαρὸν ἀπεργάζονται τὸ περιέχον· αἱ μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ τὴν ὁμίχλην γεννῶσαι· κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ζώοις οὔτε ταῖς ἐσχάταις ἀτονίαις τῆς θερμασίας, οὔθ’ ὅταν ἰσχυρῶς εὐρωστῇ, κατὰ δὲ τὰς μεταξὺ τούτων ἀπογεννᾶται τὸ φυσῶδες περίττωμα. καὶ τοῦτο διὰ μὲν τοῦ στόματος ἐκκρινόμενον ἐρυγὴν ἐργάζεται, διὰ δὲ τοῦ κάτω πέρατος ἤτοι ψοφοῦσαν ἢ ἄψοφον φύσαν· ἐπειδὰν δὲ μηδ’ ἑτέροις ἐκφέρηται, τὴν ἐμπνευμάτωσιν ὀνομαζομένην ἀποτελεῖ, σύμπτωμα γαστρὸς ἀτονούσης ἐκκρίνειν τὸ περιττωματικόν τε καὶ ὁμιχλῶδες πνεῦμα. κατὰ τὰ μόρια δὲ ἄλλοτε ἄλλα τῶν ἐντέρων, ἐπειδὰν συνίσταταί τε καὶ κινεῖται τὸ τοιοῦτον πνεῦμα, πολυειδεῖς ἀποτελεῖ τοὺς
241
ψόφους, ὀνόματα μὲν οὐκ ἔχοντας ἅπαντας, ἐνδείξασθαι δὲ τῷ συνετῷ δυναμένους, ὁποῖόν τε καὶ ὁπόσον ἐστὶ τὸ περίττωμα, καὶ καθ’ ὅν τινα μάλιστα τόπον ἑλισσόμενον. εἰ μὲν γὰρ ὀξὺ καὶ λεπτὸν ἠχοίη, τὸ μὲν τοιοῦτον πνεῦμα διὰ κενοῦ τε φέρεται τοῦ ἐντέρου καὶ πάντως στενοῦ, καθαρώτερόν τε καὶ ἀερωδέστερον ὑπάρχον αὐτό· φυσωδέστερον δὲ γενόμενον, ὁμοίως μὲν ἐργάζεται τὸν ψόφον μικρὸν, ἐν τοῖς λεπτοῖς ἐντέροις ἐνελιττόμενον, ἀλλ’ οὔτ’ ἀκριβῶς ὀξὺν, οὔτε λεπτόν. οἱ μὲν δὴ τοιοῦτοι ψόφοι πάντες ἐν τοῖς κατὰ τὴν νῆστιν μάλιστα συνίστανται χωρίοις· εἰς ὅσον δ’ ἂν ὑποκαταβαίνουσιν ἄχρι τῶν ἄλλων ἐντέρων τῶν λεπτῶν, ἧττον ἠχώδεις ἀποτελοῦνται. βομβώδεις δ’ εἰσὶν ἕτεροι, τοῖς ἐξ εὐρυτάτων αὐλῶν ἐοικότες, ὁποίους ἔχουσιν οἱ τυμβαῦλαι καλούμενοι, διὰ μὲν τὴν ὕλην ἐξ ἧς γεγόνασιν οὐ δυναμένους ἠχεῖν καθαρὸν, διὰ δὲ τὴν εὐρύτητα τῆς τοῦ πνεύματος ὁδοῦ βαρύτατα φθεγγομένους. οἱ τοιοῦτοι πάντες ἐν τοῖς παχέσιν ἐντέροις συνίστανται κενοῖς γενομένοις περιττωμάτων· εἰ δ’ ὑγρότης τις ἐν αὐτοῖς περιέχοιτο, προσέρχεταί τις ἰδέα τῷ βόμβῳ καὶ
242
παρὰ τῆσδε, καὶ καλοῦσι τὸν τοιοῦτον ψόφον οἱ ἄνθρωποι βορβορυγμὸν, ἔκκρισιν ἐπαγγελλόμενον ὑγροῦ περιττώματος. ἡ γὰρ ἰδέα ψόφου ταῦτ’ ἄμφω προμηνύει, διότι μὲν ἐπὶ κινουμένῃ γίγνεται τῇ φύσει, τὴν ἔκκρισιν ἐπαγγελλομένη· ὅτι δὲ καὶ μετὰ βορβορυγμοῦ, τὴν ὑγράν· καὶ αὐτῶν δὲ τῶν ἔξω φερομένων φυσῶν ὁ ψόφος, ὁ μὲν οἷον βορβορυγμῷ τινι προσέοικεν, ἔκκρισιν ὅσον οὔπω γενήσεσθαι προδηλῶν· ὁ δὲ καθαρός τε καὶ, ὡς ἂν εἴποι τις, εὔηχός ἐστι καὶ ἀερώδης, ἤτοι κενὸν ἐνδεικνύμενος εἶναι τὸ ἔντερον, ἢ καὶ πάνυ τι σκληρὸν ἔχειν ἀνωτέρω που περίττωμα· καὶ μὲν δὴ καὶ μέσος τις τούτων ἐστὶν ἄλλος οἷον βομβώδης, ἐπὶ μέσῃ τινὶ καὶ μεταξὺ τῶν εἰρημένων διαθέσει γενόμενος. ὁ δ’ οἷον τρυσμὸς ἢ τρισμὸς, ἑκατέρως γὰρ αὐτὸν ὀνομάζουσιν, οἱ μὲν ἀπὸ τοῦ υ τὴν ἀρχὴν, οἱ δ’ ἀπὸ τοῦ ι ποιούμενοι τῆς πρώτης συλλαβῆς, ἐπὶ στενοχωρίᾳ τε ἅμα τῶν ὀργάνων καὶ φυσώδει πνεύματι μετ’ ὀλίγης ὑγρότητος γίγνεται.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται πρός γε τὰ παρόντα, περὶ τῶν ἄνωθεν εἰς τὴν γαστέρα

243
συῤῥεόντων ἐπανέλθωμεν· ἐῤῥήθη γὰρ δὴ καὶ ταῦτα διαχωρημάτων ὑγρότητός τε καὶ πλήθους αἴτια καθίστασθαι. φέρεται τοίνυν ἄνωθεν εἰς τὴν γαστέρα πολλάκις μὲν εὐρωστίᾳ τῆς φύσεως ἐκκρινούσης τὸ περιττὸν, ἔστι δ’ ὅτε ὑπ’ ἀῤῥωστίας οὐδὲ τὸ χρηστὸν βαστάζειν δυναμένης. ἐκκρίνεται μὲν οὖν τὸ περιττὸν ἔν τε ταῖς κρίσεσι καὶ κατὰ τὸν τῆς ὑγείας ἐνίοτε χρόνον, ὥσπερ ἀμέλει καὶ ταῖς γυναιξὶν ἐφ’ ἑκάστῳ μηνί. τοιαύτας δὲ καὶ τὰς αἱματηρὰς δυσεντερίας ὁ Ἱπποκράτης ἔφασκε συμπίπτειν, ἐφ’ ὧν ἀπεκόπη τι κῶλον. εἴδομεν δὲ καὶ ἡμεῖς οὐ τούτοις μόνοις, ἀλλὰ καὶ ἄλλοις τισὶ συμπιπτούσας ἐκ περιόδου τινὸς ὡρισμένης. ἅπαντες δ’, οὓς ἐθεασάμεθα κενουμένους οὕτως, ἐκ γυμναστικοῦ τοῦ πρόσθεν βίου μεθεστήκεσαν εἰς ἀργίαν παντελῆ. τὸ μὲν δὴ τοιοῦτον περίττωμα τῷ ποσῷ μόνον ἀλλότριόν ἐστιν· ἕτερον δὲ τῷ ποιῷ, τὰ πολλὰ μὲν ἐν τοῖς ὀξέσι νοσήμασι κριτικῶς ἐκκρινόμενον, ἔστιν ὅτε δὲ λόγῳ συντήξεως. ἐν τῷ μεταξὺ δὲ τούτου τε τοῦ παντάπασιν ἀχρήστου καὶ μοχθηροῦ περιττώματος κᾀκείνου τε τοῦ προειρημένου χρηστοῦ, τρίτον
244
ἄλλο γένος ἐστὶ περιττώματος, οἷόν περ ἐν γαστρὶ τὸ ἡμίπεπτον σιτίον. ἐκκρίνεται δὲ τοῦτο κατὰ τὰς ἡπατικὰς μάλιστα διαθέσεις. ὀνομάζουσι δὲ οὕτως ἐφ’ ὧν ἀτονία τοῦ ἥπατος ἡ νόσος ὑπάρχει, κᾂν μηδεμία συνῇ φλεγμονή. τηνικαῦτα γὰρ ὅμοιόν τι τὸ πάθημα συμβαίνει τῷ σπλάγχνῳ τοῖς κατὰ τὴν ἄτονον γαστέρα συμπίπτουσιν, ἐπειδὰν ὀρέγηται μὲν ἡ γαστὴρ, ἃ δ’ ἂν προσάρηται σιτία μὴ πέψασα, βαρύνηταί τε καὶ ἡμίπεπτα τοῖς ἐντέροις ἐκπέμπῃ· αὕτη μὲν γὰρ καὶ εἰς ἔμετον ὁρμᾷ· τὸ δ’ ἧπαρ ἀνάλογόν τι τῷ ἐμέτῳ πάσχον, ἣν ἐπεσπάσατο τροφὴν, ὡς διὰ στομάχων τῶν κατὰ τὸ μεσάραιον ἀγγείων, αὖθις ἀποπέμπει δι’ αὐτῶν ἡμίπεπτον. ἔστι δὲ τῆς τοιαύτης ἐκκρίσεως ἡ ἰδέα, καθάπερ οὖν καὶ εἰκάζουσιν αὐτὴν οἱ πρὸ ἡμῶν, ἐοικυῖα μάλιστα πλύματι κρεῶν· ἄμεινον δ’ ἴσως οὐχ ἁπλῶς οὕτω λέγειν, ἀλλ’ εἰς ἀκρίβειαν τῆς εἰκόνος, ἐναίμων τε καὶ νεοσφαγῶν τῷ λόγῳ προστιθέναι. καὶ μὲν δὴ καὶ εἴ τις ὑδατῶδες αἷμα τὸ οὕτως ἐκκρινόμενον εἴποι, καὶ οὗτος ἐμοὶ δοκεῖ σαφῶς ἑρμηνεύειν αὐτό. 
245
τουτὶ μὲν δὴ τὸ σύμπτωμα τοῖς τῶν ἡμιπέπτων σιτίων ἐμέτοις ἀνάλογον ἔχει. τὸ δὲ ἕτερον, ὃ μέλλω λέγειν, ἔοικεν ὑγροῖς διαχωρήμασι γαστρὸς εἰς ἀκριβεστάτην μὲν ἀφιγμένοις πέψιν, ἀτυχήσασι δὲ τῆς ἀναδόσεως. ὡς γὰρ καὶ ταῦτα πάντως δήπου βαρυνομένη πρὸς αὐτῶν ἡ γαστὴρ ἐκκρίνειν ἐφίεται, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ ἧπαρ, ἐπειδὰν ἱκανῶς ἀπολαύσῃ τῆς ἀναδοθείσης τροφῆς εἰς ἑαυτὸ, οὐκ ἔτι ἀνέχεται παρακειμένης ἐπιπλέον, ὅταν οὖν αὕτη μὴ δύνηται φέρεσθαι πρόσω δι’ ἡντιναοῦν αἰτίαν, ἀναγκαῖον αὐτῇ παλινδρομεῖν εἰς τὴν γαστέρα, καὶ φαίνεται τηνικαῦτα τὸ ἐκκρινόμενον αἷμα μελάντερόν τε τοῦ κατὰ φύσιν καὶ στίλβον, ὡς ἐξ αἵματός τε καὶ μελαίνης χολῆς κεκραμένον. αἷμα μὲν γὰρ αὐτὸ καθ’ ἑαυτὸ μελαινόμενον ἐν τῷ ψύχεσθαι, πρὸς τῷ μηδεμίαν ἐπικτᾶσθαι στιλπνότητα, καὶ ἣν ἐξ ἀρχῆς εἶχεν ἀπόλλυσιν· ἡ μέλαινα δὲ χολὴ στιλπνοτέρα καὶ αὐτοῦ τοῦ αἵματός ἐστιν, ὥσπερ καὶ ἡ ἐκ τῆς νεκρᾶς θαλάττης ἄσφαλτος, ἣν Ἰουδαϊκὴν ὀνομάζουσιν. οὐ γὰρ ἀποψυχόμενον τὸ αἷμα γεννᾷ τὴν μέλαιναν χολὴν, ὥσπερ ἐπὶ τοῦ θρόμβου, ἀλλ’
246
ὑπεροπτώμενον, διὸ καὶ τὴν στιλπνότητα διασωζομένην ἔχει. οὐ γὰρ ὡς ὁ θρόμβος, ἀποψυχθέντος τοῦ αἵματος, οὕτω καὶ ἡ μέλαινα χολὴ τὴν γένεσιν ἔχει· τοὐναντίον γὰρ ἅπαν ἐξ ὑπεροπτήσεώς τε καὶ ζέσεως, οἷον τέφρα τις ἡ μέλαινα χολὴ συνίσταται, ψυχρὰ μὲν, ὅτι γεώδης, θερμότητος δὲ μετέχουσα, καθάπερ ἡ τέφρα τε καὶ τὸ ὄξος. ἔρχεται δὲ εἰς τὴν εἰρημένην διάθεσιν ὁ ἐκ τῆς κοιλίας ἀναδοθεὶς χυμὸς ἐπὶ πλέον ἐν ἥπατι μένων, τῷ μὴ τυγχάνειν τῆς ἐντεῦθεν ἀναδόσεως. ὀνομάζεται δὲ ἡ τοιαύτη τῶν ἐκκρίσεων ἰδέα πρὸς ἐνίων δυσεντερία· καὶ γὰρ οὖν καὶ δάκνονται πολλάκις ὁμοίως τοῖς δυσεντερικοῖς, ἅτε γὰρ, οἶμαι, τῆς ξανθῆς χολῆς δριμείας αὐτοῖς γινομένης ἐν τῷ κατοπτᾶσθαι τὸ αἷμα· καλείτω μὲν οὖν ἕκαστος ὡς ἂν ἐθέλῃ. διαφοραὶ δὲ τῶν ἐκκρινομένων αἱματωδῶν αἱ πᾶσαι τέσσαρες ὑπάρχουσιν ἐπὶ τέτταρσι διαθέσεσι· μία μὲν αὐτοῦ τοῦ αἵματος, ἐπὶ τῶν ἀποκοπέντων κώλων, ἢ γυμνάσια καταλυσάντων ἐκ περιόδου τινὸς ἀποτελουμένη· δευτέρα δὲ, δι’ ἀτονίαν ἥπατος ὑδατώδους αἵματος ὑπιόντος, ὃ κρεῶν εἰκάζουσι πλύματι· τρίτη δὲ ἡ νῦν
247
εἰρημένη τοῦ μελαγχολικοῦ καὶ στίλβοντος. αὗται μὲν οὖν αἱ τρεῖς ἀθρόαν τε ἅμα καὶ πολλὴν ἐργάζονται τὴν ἔκκρισιν· ἡ τετάρτη δὲ κατὰ βραχύ τε καὶ δι’ ὀλίγου τοῦ χρόνου τὴν ἀπόκρισιν ἔχει γινομένην, ἐνίοτε μὲν ἀκριβοῦς αἵματος, ἔστι δ’ ὅτε θρομβώδους. ἐν ταύτῃ καὶ πύου τι συνεκκρίνεται πολλάκις ὀλίγον, καὶ τῶν καλουμένων ἐφελκίδων, ὑμενώδη τέ τινα σώματα, μόρια τῶν ἐντέρων αὐτῶν· ἀλλὰ καὶ συνεστηκυῖα πολλάκις ἐπὶ τούτων ἡ κόπρος ἐκκρίνεται σταγόνας αἵματος ἐφ’ ἑαυτῇ ἔχουσα. αἱ διαθέσεις δὲ τῶν μὲν πρώτων τριῶν ὀλίγον ἔμπροσθεν εἴρηνται· τῆς τετάρτης δὲ τῆς νῦν εἰρημένης ἕλκωσις ἐντέρων ἐστὶν ἡ διάθεσις. ταύτην καὶ μόνην ἀξιοῦσί τινες ὀνομάζεσθαι δυσεντερίαν. ἀλλ’, ὅπερ εἴρηταί μοι πολλάκις, ὑπὲρ τοῦ μηδὲν παραλειφθῆναι πρᾶγμα μεγάλην δεῖ πεποιῆσθαι τὴν φροντίδα, τῶν δὲ ὀνομάτων καταφρονητέον. ἔστι δὲ ἐκ ταὐτοῦ τοῦ γένους τῇ προειρημένῃ δυσεντερίᾳ καὶ ὁ καλούμενος τεινεσμὸς, ἕλκος ἐν ἀπευθυσμένῳ γινόμενον, τὰ μὲν ἄλλα συμπτώματα παραπλήσια φέρων, ἐντάσεις δὲ πολὺ σφοδροτέρας τῶν δυσεντερικῶν.

248

Αἱ δὲ τῶν οὔρων ἐπισχέσεις τε καὶ μοχθηραὶ κενώσεις ἀνάλογον ἔχουσι ταῖς κατὰ τὴν γαστέρα τῶν περιττωμάτων ἐπισχέσεσί τε καὶ παρὰ φύσιν ἐκκρίσεσιν. ἴσχονται μὲν γὰρ ἢ ἀδυνατούσης ἐκκρίνειν τῆς κύστεως, ἢ στεγνωθέντος αὐτῆς τοῦ στομάχου. ταυτὶ μὲν οὖν ἄμφω τὰ νοσήματα τῆς κύστεως ἓν κοινὸν ἔχει σύμπτωμα, τὴν ἰσχουρίαν· ἴσχεται γὰρ ἐν αὐτῇ τὰ οὖρα. καλοῦσι δὲ οὐδὲν ἧττον οἱ πολλοὶ τῶν ἰατρῶν ἰσχουρίαν κᾀκεῖνο τὸ σύμπτωμα, καίτοιγε οὐκ ἦν ἰσχουρία, ἐπειδὴ μηδόλως εἰς τὴν κύστιν ἀφικνεῖται τὸ οὖρον, ἀπολλυμένης τῶν νεφρῶν τῆς ἐνεργείας. καὶ συγχωρητέον γε αὐτοῖς ὀνομάζειν οὕτως ἀποροῦσι προσηγορίας οἰκείας· οὐ μὴν ἀγνοεῖσθαι προσήκει γε τὴν διαφορὰν τῶν διαθέσεων. ἑτέρα μὲν γὰρ ἐστι διάθεσις, ὅταν μηδὲν ἐκκρίνηται, πεπληρωμένης τῆς κύστεως· ἑτέρα δὲ, ὅταν ὑπάρχῃ κενὴ, μηδὲν ὅλως ἐν αὐτῇ περιέχουσα. κατὰ γοῦν τὴν τοιαύτην διάθεσιν ἐν ᾗ πλήρης ἡ κύστις ἐστὶν, ἤτοι γε ἐστέγνωται τὸ στόμα αὐτῆς, ἢ τούτου κατὰ φύσιν ἔχοντος ἀῤῥωστεῖ περιστέλλεσθαί τε καὶ ἐξωθεῖν ἔξω τὸ οὖρον. αἱ μὲν οὖν

249
στεγνώσεις τοῦ στομάχου δι’ ἔμφραξίν τε καὶ μύσιν ἀποτελοῦνται. καὶ γίνεται ἡ μὲν ἔμφραξις ὑπὸ θρόμβου τε καὶ πύου παχέος καὶ λίθου καὶ πώρου καὶ διὰ βλάστημά τι κατ’ αὐτὸν ἐπιτραφὲν τὸν πόρον, ὁποῖα κᾀν τοῖς ἄλλοις ἅπασιν ἐκτὸς ὁρᾶται γινόμενα κατά τε τὰ ὦτα καὶ ῥῖνας αἰδοῖά τε καὶ ἕδραν. ἡ δὲ μύσις ἤτοι δι’ ὄγκον τινὰ παρὰ φύσιν ἢ διὰ ξηρότητα γίνεται πολλήν. ὁ μὲν οὖν ὄγκος ἐπὶ φλεγμοναῖς ἀποτελεῖται καὶ σκίῤῥοις καὶ τοῖς ἄλλοις οἰδήμασιν, ὅσα τε τὸν τράχηλον ἐξαίροντα τῆς κύστεως εἰς τὸν ἐντὸς πόρον ἀποχεῖ τὸν ὄγκον· ἡ δὲ ξηρότης ἐν τοῖς καυσωδεστάτοις τε καὶ αὐχμωδεστάτοις πυρετοῖς, ἐν οἷς πολλάκις ὁρῶμεν οὐδὲ φθέγξασθαι δυναμένους τοὺς κάμνοντας, ἄνευ τοῦ διαβρέξαι τὸ στόμα. τῆς δὲ κατὰ τὴν κύστιν ἀτονίας οὐδὲν ἔτι δέομαι λέγειν τὰς αἰτίας· εἴρηνται γὰρ ἤδη μοι πολλάκις ἐπὶ πολλῶν μορίων, εἴθ’ ὡς ὁμοιομερέσιν αὐτοῖς, εἴθ’ ὡς ὀργανικοῖς συμπίπτουσιν. περιττότερον δέ τι κατὰ τὴν κύστιν ἔοικε συμπίπτειν ὑπερπληρωθεῖσαν, ὅπερ οὐχ ἡμεῖς μόνοι τεθεάμεθα γινόμενον, ἀλλὰ καὶ παρ’ ἄλλων ἐπυθόμεθα. πληρωθείσης 
250
γὰρ αὐτῆς αἰδεσθέντων τινῶν ἐξαναστῆναι τοῦ δείπνου καὶ οὐρῆσαι, τὴν ἐνέργειαν ἀπολέσθαι συνέβη, καὶ οὐκ ἔτ’ ἠδυνήθησαν ἐκκρῖναι τὸ οὖρον, κᾂν ἱκανῶς βιαζόμενοι τύχοιεν. ἔοικε δέ τι καὶ κατὰ τὴν γαστέρα συμπίπτειν τοιοῦτον καὶ τὰ ἔντερα, ἀλλὰ τοὺς πολλοὺς λανθάνειν, ἐπὶ μὲν τῶν κατ’ αὐτὴν τὴν κοιλίαν τοῦτο παθόντων, ἀποπνίγεσθαι φθανόντων· ἐπὶ δὲ τῶν ἐν τοῖς ἐντέροις ἅπασιν ἠθροικότων τὸ περίττωμα, διὰ τὰ παρεπόμενα συμπτώματα περιελκομένων ἐπ’ ἄλλα τῶν ἰατρῶν· ἐν μόναις γὰρ καθάρσεσι συνδοθείσαις μὲν εἰς ἔντερα, μεινάσαις δὲ εἰς αὐτὰ, εἴωθε τὸ τοιοῦτον συμπίπτειν. αὗται μὲν οὖν αἱ διαθέσεις τὴν οἷον στέρησιν τῆς ἀποκρίσεως τῶν οὔρων ἐπιφέρουσιν· αἱ δ’ ὁμογενεῖς μὲν αὐταῖς, ἀπολειπόμεναι δὲ μεγέθει, τὰς οἷον ἀμυδράς τε καὶ ναρκώδεις ἐνεργείας ἀποτελοῦσιν. ἐπ’ ἄλλαις δὲ διαθέσεσι τὸ τρίτον γένος τῶν συμπτωμάτων ἐπιγίγνεσθαι πέφυκεν, ἐν ταῖς πλημμελέσι κενώσεσι συνιστάμενον. ἰδέαι δὲ πλείους αὐτῶν· πρώτη μὲν ἡ στραγγουρία καλουμένη, δι’ ἀτονίαν τῆς κύστεως ἢ δριμύτητα τῶν οὔρων ἀποτελουμένη· δευτέρα δὲ
251
τοῖς κατὰ τὴν γαστέρα ῥεύμασιν ἐοικυῖα, περὶ ἧς ἄμεινον ἐπὶ πλέον εἰσάπαξ εἰπεῖν ἐν τῷδε. γίγνεται δή τις οἷον ἀναστοιχείωσις, ἢ σύντηξις, ἢ ἀνάλυσις, ἢ ὡς ἄν τις ὀνομάζειν ἐθέλοι, ποτὲ μὲν ἅπαντος τοῦ σώματος, ἔστιν ὅτε δὲ τῶν ἐν ταῖς φλεψὶ μόνων χυμῶν· καὶ ταύτης τὸ σύντηγμα ποτὲ μὲν εἰς τὴν γαστέρα συῤῥεῖ, ποτὲ δὲ εἰς τὰ οὖρα, ποτὲ δὲ εἰς ἱδρῶτας ἀποτρίβεται. τῶν μὲν οὖν ἐν ταῖς φλεψὶ χυμῶν εἰς ἰχῶρας ὀῤῥώδεις ἀναλυομένων, οἱ νεφροὶ τὸ τοιοῦτον πεφυκότες ἕλκειν περίττωμα, καὶ μάλισθ’ ὅταν ὑγιαίνοντες τύχωσιν, ἐκκαθαίρουσι μὲν τῶν φλεβῶν τὸν ὀῤῥὸν, ἐπιφέρουσι δὲ τῇ κύστει τὸ ῥεῦμα συνεχῶς. ὅταν δὲ καὶ οἱ νεφροὶ τύχωσιν ἕλκειν ἀδύνατοι, ἢ εἰς τὴν γαστέρα καταπέμπουσιν αἱ φλέβες τὸν τοιοῦτον ὀῤῥὸν, ἢ παντὶ τῷ σώματι μεταδιδοῦσαι, τὰς ἐξαιφνιδίους ὑδερώδεις καταστάσεις ἐπιφέρουσιν. ἐὰν δὲ τὸ σύντηγμα παχύτερον ᾖ, καὶ οἷον οὐ πεφύκασιν ἕλκειν οἱ νεφροὶ, συῤῥεῖ πᾶν ἐξ ἀνάγκης εἰς τὴν γαστέρα. τοῦ δὲ σαρκώδους γένους οὕτως συντηκομένου, καὶ ἡ γαστὴρ μὲν ἐνδέχεται τὸ ῥεῦμα, ἐπειδὰν παχύτερον ᾖ, καὶ ἱδρῶτες ἐπιγίνονται
252
πολλοί· ἀναλυθέντος δὲ εἰς ἀτμοὺς, ἱδρῶτες. ταῦτα μὲν περὶ τῆς κατὰ τὰς σάρκας τε καὶ τὸ αἷμα συντήξεως εἴς γε τὸ παρὸν ἱκανά. τὰ δ’ ἄλλα τῶν οὔρων συμπτώματα τὰ μὲν ἤτοι κύστεως ἢ νεφρῶν ἐνδείκνυταί τινα διάθεσιν, ὑπὲρ ὧν ἐν ἀφορισμοῖς ἔγραψεν Ἱπποκράτης· τὰ δὲ, εἰς ὅσον ἀπεψίας ἢ πέψεως ἥκει τὸ αἷμα, διδάσκει. γέγραπται δὲ περὶ αὐτῶν ἐν τῷ προγνωστικῷ.

Μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπὶ τοὺς ἱδρῶτας, ὑπὲρ ὧν εἴρηται μέν που τό γε τοσοῦτον ὡς ἀναλυομένης ἐνίοτε γίγνονται τῆς ἕξεως, καὶ καλεῖται τὸ πάθημα συγκοπή· τούτῳ δὲ ἐναντία κατάστασίς ἐστιν ἡ ἐν τοῖς κρισίμοις ἱδρῶσιν, ἐῤῥωμένην ἐνδεικνυμένοις, οὐ διαλυομένην τὴν φύσιν. οἱ μὲν δὴ τοιοῦτοι τῶν ἱδρώτων ἐκκαθαίρουσι τὸ σῶμα· παραπλήσιοι δ’ αὐτοῖς εἰσιν οἱ κατὰ τὰ μέτρια γυμνάσια καὶ τὰ βαλανεῖα καὶ τὸ θάλπος τὸ θερινόν. ἐν δὲ τοῖς ἀμέτροις γυμνασίοις ἤδη τι καὶ τοῦ χρηστοῦ συναπέρχεται. τὴν δ’ ὀσμὴν ἴσχουσι καὶ τὴν χρόαν τῷ κενουμένῳ ὁμοίαν περιττώματι· τὸ δὲ πλῆθος ἤτοι διὰ τὴν ἀραιότητα

253
τοῦ σώματος, ἢ διὰ τὸ πλῆθος τοῦ περιττώματος, ἢ διὰ τὴν λεπτότητα τοῦ κενουμένου. διὰ δὲ τἀναντία τούτων ἴσχεσθαι πεφύκασιν, ὅταν ὀλίγον ἢ γλίσχρον ἢ παχὺ τύχῃ τὸ περιττὸν, ἢ οἱ πόροι στεγνωθῶσι. πάσχουσι δὲ τοῦτο δι’ ἔμφραξιν ἢ μύσιν. ἐμφράττονται μὲν οὖν ὑπὸ παχέων τε καὶ γλίσχρων ὑγρῶν· μύουσι δὲ δι’ ἀτροφίαν, ἢ ψύξιν, ἢ μαλακότητα. γίγνεται δὲ καὶ δι’ ἀτονίαν τῆς κατὰ τὰς σάρκας δυνάμεως ἐπίσχεσίς τε καὶ ἔκκρισις ἱδρώτων, ὥσπερ καὶ τῶν ἄλλων περιττωμάτων. καὶ γὰρ καὶ κύστις καὶ γαστὴρ ἐνίοτε μὲν ἀνέχονται μᾶλλον ἐν ἑαυτοῖς περιεχομένων τῶν περιττωμάτων, ἀποκρίνειν ὀκνοῦντα· πολλάκις δ’ ἔμπαλιν, οὐδὲ γὰρ βραχύτατον φέρουσιν, ἀλλὰ βαρύνονταί τε καὶ ἀποῤῥίπτουσι παραχρῆμα.