De symptomatum causis

Galen

Galen, De symptomatum causis

Σπασμὸς δὲ καὶ τρόμος, καὶ παλμὸς, καὶ ῥῖγος, καὶ φρίκη, καὶ λυγμὸς, καὶ βῆχες, ἐρυγαί τε καὶ πταρμοὶ, καὶ σκορδινισμοὶ, καὶ χάσμαι, καὶ τρισμοὶ, κοινὸν μὲν ἅπαντα γένος ἔχει κίνησιν πλημμελῆ· διενήνοχε δ’ ἀλλήλων ἑνὶ μὲν καὶ πρώτῳ μάλιστα τῷ τὰ μὲν αὐτῶν ἔργα φύσεως εἶναι βιαίως ἀναγκαζομένης κινεῖσθαι πρός τινος αἰτίου νοσεροῦ, τὰ δὲ νοσώδεσιν ἕπεσθαι διαθέσεσιν, οὐδὲν εἰς τὴν γένεσιν αὐτῶν συμπραττούσης φύσεως· ἔνια δὲ ὑπ’ ἀμφοῖν

148
ἐνεργούντων γίγνεσθαι; τοῦ τε νοσήματος ἅμα καὶ φύσεως. ἀκούειν δὲ ἀξιῶ σε τοῦ τῆς φύσεως ὀνόματος ἐν τῷ λόγῳ τῷδε κατὰ πάσης δυνάμεως τῆς διοικούσης τὸ ζῶον, εἴτε κατὰ τὴν ἡμετέραν προαίρεσιν, εἴτε καὶ χωρὶς ταύτης. ἀντιδιαιροῦμεν γὰρ νῦν ἁπάσῃ τῇ παρὰ φύσιν αἰτίᾳ, δι’ ἣν βλάπτεται καὶ διαφθείρεται τὸ ζῶον, ὅλον ἐκεῖνο τὸ γένος τῶν δυνάμεων, ὑφ’ οὗ διασώζεται. τοιαύτης μὲν οὖν δυνάμεως ἔργα, πταρμοὶ, καὶ βῆχες, καὶ χάσμαι, καὶ σκορδινισμοὶ, καὶ λύγγες· μόνου δὲ τοῦ νοσήματος ἐνεργοῦντος παλμὸς καὶ σπασμός· ἀμφοῖν δὲ συνιόντων, τοῦ τε νοσήματος καὶ τῆς δυνάμεως, αἵ τε ναρκώδεις ἅπασαι κινήσεις ὅσαι τ’ ἄλλαι παραλυομένων μὲν, οὐδέπω δὲ παραλελυμένων γίγνονται, καὶ πρὸς ταύταις ὁ τρόμος. αὗται μὲν αἱ πρῶται διαφοραὶ τοῦ νῦν ἡμῖν προκειμένου γένους τῶν συμπτωμάτων. ἐφεξῆς δὲ καθ’ ἑκάστην ἴδιαί τινες, ὑπὲρ ὧν ἤδη λέγωμεν, ἀπὸ τῶν ὑπό τινος ἐμφύτου δυνάμεως γιγνομένων κινήσεων ἀρξάμενοι. κοινωνία δὲ καὶ ταύταις ἐστὶ πρὸς τὰς ἀκριβῶς κατὰ φύσιν, ἣν ἀναγκαῖον εἰπεῖν πρότερον ὑπὲρ τοῦ διδάξαι σαφῶς, ὁποία
149
τις αὐτῶν ἐστιν γένεσις. οὐσῶν δὴ τεσσάρων δυνάμεων ὑφ’ ὧν διοικεῖται τὰ τρεφόμενα σώματα πάντα, πρώτης μὲν τῆς ἑλκούσης πρὸς ἑαυτὴν τὸ χρηστὸν, ἑτέρας δὲ τῆς κατεχούσης τοῦτο, καὶ τρίτης τῆς ἀλλοιούσης, καὶ τετάρτης τῆς ἀποκρινούσης τὸ περιττὸν, ἐπειδὰν μὲν νόμῳ φύσεως διοικῆται τὸ ζῶον, οὐδεμία κίνησις οὐδεμιᾶς αὐτῶν ἐστι σύμπτωμα· συστάντος δέ τινος παρὰ φύσιν ἐν τῷ σώματι, ὅταν ἀποτρίβεσθαι τοῦτο τῶν ἀποκριτικῶν τις ἐξορμήσῃ δυνάμεων, ἐνίοτε μὲν ἀναίσθητοι τὸ πάμπαν αἱ κινήσεις αὐτῶν, ἐνίοτε δὲ αἰσθητοὶ γίγνονται. περὶ μὲν δὴ τῶν ἀναισθήτων αὖθις εἰρήσεται.

Περὶ δὲ τῶν αἰσθητῶν ἐπειδὴ κοινωνοῦσι ταῖς προαιρετικαῖς ὀνομαζομέναις, ἡ διδασκαλία γιγνέσθω κοινή. προαιρετικῆς μὲν οὖν ἐνεργείας βλάβη, παράλυσίς τε καὶ σπασμὸς καὶ τρόμος καὶ νάρκη· ποικίλλεται δὲ ἐν τοῖς κατὰ μέρος ὀργάνοις ἕκαστον τῶν εἰρημένων, οὐ τῇ τῶν συμπτωμάτων ἰδέᾳ μόνον, ἀλλὰ καὶ ταῖς προσηγορίαις. ἡ μὲν γὰρ τῶν τὴν ἀναπνοὴν ἐργαζομένων ὀργάνων παράλυσις

150
ἄπνοια, καθάπερ δὴ καὶ ἡ τῶν τὴν φωνὴν ἀφωνία προσαγορεύεται. ἡ δὲ τῆς γλώττης παράλυσις οὐδὲν ὄνομα ἴδιον κέκτηται, τελέως ἀναιροῦσα καὶ αὕτη τὴν διάλεκτον, ἔργον οὐ σμικρὸν προαιρέσεως. ἔμπαλιν δὲ οὐδὲν ἧττον ἡ ἰσχουρία παραπλήσιόν τι δόξει δηλοῦν ἀπνοίᾳ τε καὶ ἀφωνίᾳ, καίτοι γε οὐ προαιρετικῆς ἐνεργείας, ἀλλὰ φυσικῆς ἐστιν ἀπώλεια· τὸ γὰρ ἐκρεῖν ἀκουσίως τὰ οὖρα προαιρετικῆς ἐνεργείας βλάβη. παραπλησίως δὲ τοῖς οὔροις ἐπὶ τῶν διαχωρημάτων ἡ μὲν ἐπίσχεσις φυσικῆς, ἡ δὲ ἀκούσιος ἔκκρισις προαιρετικῆς ἐνεργείας βλάβη. δέδεικται δ’ ἐπιπλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως. οὕτω μὲν αἱ παραλύσεις ποικίλαι ταῖς ἰδέαις ὑπάρχουσιν. οἱ σπασμοὶ δὲ κατὰ τάδε. τὸ μὲν τρίζειν ἀκουσίως τῶν μασσητήρων μυῶν σπασμός ἐστιν· ἡ δὲ ἴλλωσις οἵ τε καλούμενοι στραβισμοὶ τῶν κατὰ τοὺς ὀφθαλμούς· ὥσπέρ γε καὶ τῆς γονοῤῥοίας ἡ ἑτέρα διαφορά. εἰ μὲν γὰρ μετὰ ἐντάσεως τοῦ αἰδοίου γένοιτο, οἷον σπασμός ἐστιν, εἰ δὲ χωρὶς ταύτης,
151
ἀῤῥωστία τῆς καθεκτικῆς δυνάμεως. δοκοῦσι δὲ ἐνίοις καὶ αἱ λύγγες. καὶ ἡ διπλῆ δὲ τῶν εἰσπνεόντων ἐπανάκλησις ἔστιν ὅτε διὰ σπασμὸν γίγνεται τῶν τὴν εἰσπνοὴν ἐργαζομένων μυῶν. ἔστι δέ τι καὶ τῆς ἐκπνοῆς εἶδος οἷον σπασμῶδες, ἐπιγιγνόμενον αὖ καὶ τοῦτο τοῖς σπασμοῖς τῶν τὴν ἐκπνοὴν ἐργαζομένων μυῶν, ὅπερ ὀνομάζεται παρ’ Ἱπποκράτους πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορῇ. ὅτι δὲ καὶ ὅλου τοῦ σώματος ἡ μὲν ἀποπληξία παράλυσις, ἡ δὲ ἐπιληψία σπασμός ἐστιν, ἔμπροσθεν εἴρηται, καὶ μέντοι καὶ περὶ τῆς νάρκης εἴρηται πρόσθεν, ὡς ἀμυδρά τίς ἐστι παράλυσις. οὐ σμικρὰ δὲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἡ διαφορὰ τῶν ναρκωδῶν ἐστι μορίων, ἐπειδὴ μικτόν πώς ἐστι τὸ σύμπτωμα νοσήματός τε καὶ δυνάμεως. εἰ μὲν γὰρ τὸ νόσημα τελέως ἐπικρατήσει τῆς δυνάμεως, οὐδ’ ὅλως δύναται μεταφέρειν τὸ μέλος· εἰ δ’ ἡ δύναμις, οὐδ’ ὅλως ἐμποδίζεται· εἰ δ’ οἷον μάχη τις αὐτῶν εἴη, κινοῦσι μὲν, ἀλλὰ μόγις, καὶ εἰ κελεύσειας ἀνατείναντας τὸ βεβλαμμένον κῶλον ἐκτεταμένον φυλάττειν, οὐ δύνανται· καταπίπτει γὰρ ὑπὸ τοῦ συμφύτου 
152
βάρους φερόμενον κάτω ἀῤῥωστίᾳ τῆς ὀχούσης αὐτὸ δυνάμεως. τὸ μὲν γὰρ ἐξαῖρόν τε καὶ βαστάζον ἡ δύναμίς ἐστι· τὸ δὲ κάτω φερόμενον αὐτὸ τὸ σῶμα τῆς χειρὸς ἢ τοῦ σκέλους. ἡ δ’ αἰτία πρόσθεν εἴρηται κατὰ τὸν περὶ τῶν αἰσθητικῶν ἐνεργειῶν λόγον, ἐπιδεικνύντων ἡμῶν ἤτοι πιλούμενον ὑπὸ τῆς ψύξεως τὸ νεῦρον, ἢ ἐμφραττόμενον ὑπὸ παχέων τε καὶ γλίσχρων χυμῶν, ἢ βαρυνόμενόν τε καὶ θλιβόμενον ὑπό τινος ἔξωθεν αἰτίου εἰς νάρκην τε καὶ παράλυσιν ἔρχεσθαι. ὁ δέ γε σπασμὸς εἰς τὴν αὐτὴν ἄγει τά τε νεῦρα καὶ τοὺς μῦς διάθεσιν, εἰς ἣν καὶ κατὰ φύσιν ἐχόντων ὑπὸ τῆς ψυχικῆς δυνάμεως ἤγετο. εἴτε οὖν τεινομένων ἐπὶ τὴν ἀρχὴν, εἴτε καὶ διὰ πνεύματος ἔμπτωσιν πληρουμένων τῶν μυῶν, αἱ προαιρετικαὶ κινήσεις ἐγίνοντο, καὶ κατὰ τοὺς σπασμοὺς ταῦτα συμβήσεται πνεύματός τε φυσώδους ἐν αὐτοῖς γεννᾶσθαι δυναμένου, καὶ πολλῶν διαθέσεων τάσιν ἐργαζομένων, ὥσπερ καὶ ἡ φλεγμονή. κεφάλαιον δ’ αὐτῶν ἐστι διττὸν, ὡς Ἱπποκράτης ἐδήλωσε, πλήρωσίς τε καὶ κένωσις. ἐν μὲν οὖν τοῖς φλεγμονώδεσι πάθεσιν ἡ πλήρωσις· ἐν δὲ τοῖς καυσωδεστάτοις
153
τε καὶ ξηροτάτοις πυρετοῖς ἡ κένωσις. ὅτι δὲ πληρουμένοις τε καὶ κενουμένοις ἐπὶ πλέον ἅπασι τοῖς νευρώδεσι σώμασι τείνεσθαι συμβαίνει, δηλοῦσιν οὐχ ἥκιστα καὶ αἱ ἐν τοῖς ὀργάνοις ἐντεταμέναι χορδαί. ῥήγνυνται γοῦν ἄν τ’ εἰς ὑγρὸν καὶ νοτιῶδες, ἄν τ’ εἰς ξηρὸν καὶ αὐχμῶδες οἴκημα τεταμέναι κατατεθῶσι. καὶ διὰ τοῦτ’ ἐπανίασιν αὐτὰς οἱ τεχνῖται, πρὶν κατατίθεσθαι. διὰ τοῦτο γοῦν ἐῤῥέθη καὶ πρόσθεν ὡς ἡ σπασμώδης κίνησις ὑπὸ μόνου γίγνεται τοῦ νοσήματος, ὁμοίως τῇ κατὰ τὰς παραλύσεις ἀκινησίᾳ. καὶ γὰρ αὕτη τῷ λόγῳ τοῦ νοσήματος ἀποτελεῖται. ἡ δέ γε κατὰ φύσιν ἐν τοῖς ζώοις ἀκινησία τε καὶ κίνησις, ὅταν ἀνατείναντες τὴν χεῖρα δυνάμεθα φυλάττειν ἀκίνητον ἀνατεταμένην, ὑπὸ τῆς ψυχικῆς ἀμφότερα γίγνεται δυνάμεως· εἰ δὲ κατατιθέντες ἐπί τινος στερεοῦ τὴν ὑγιαίνουσαν χεῖρα, πάσας ἐκλύσαιμεν τῶν μυῶν τὰς ἐνεργείας, οὔθ’ ὑπὸ τοῦ νοσήματος οὔθ’ ὑπὸ τῆς δυνάμεως ἡσυχάζει κατ’ ἐκεῖνον τὸν καιρὸν, ἀλλ’ ὑπὸ τοῦ συμφύτου βάρους τοῖς ζώοις ἡ χείρ. ὥστε τῶν τριῶν ἡσυχιῶν τὴν μὲν ἐν ταῖς παραλύσεσιν ὑπὸ τοῦ νοσήματος
154
γίνεσθαι, δεδεμένης, ὡς ἂν εἴποι τις, ἐν τούτῳ τῷ χρόνῳ τῆς δυνάμεως· τὴν δ’ ὅταν ἀνατεταμένον ἔχωμεν τὸ κῶλον, ὑπὸ τῆς δυνάμεως· ἣν δ’ ἀρτίως ἐλέγομεν, ὑπ’ οὐδετέρου, γινωσκόντων ἡμῶν ἅπερ ἐν τοῖς περὶ μυῶν κινήσεως ἐλέχθη περὶ τῆς ἀνατεταμένης χειρὸς, ὡς ἐκ τοῦ τῶν ἐνεργειῶν τε καὶ κινήσεών ἐστι γένους κατά γε τὴν ἀλήθειαν αὐτήν. ἐλέχθη δὲ καὶ ὅτι τονικὴν ὀνομάζομεν ἡμεῖς τὴν κίνησιν ταύτην. ἡ μὲν δὴ τοιαύτη κατάστασις ἑτέρῳ μὲν τρόπῳ κίνησις, ἑτέρῳ δ’ ἀκινησία λέγοιτ’ ἄν· αἱ λοιπαὶ δὲ δύο κατ’ οὐδένα τρόπον ἐφάπτονται κινήσεως· ὥσπέρ γε καὶ αἱ λοιπαὶ δύο κινήσεις, ἡ σπασμώδης τε καὶ ἡ προαιρετικὴ, κατ’ οὐδένα τρόπον ἐφάπτονται ἀκινησίας. καὶ μὲν δὴ καὶ ὡς ἡ ἀνατεταμένη χεὶρ ἐκ δυοῖν ἰσοσθενῶν ἐλέγετο συγκεῖσθαι κινήσεων, ἄνω μὲν ἀναφερούσης αὐτὴν τῆς δυνάμεως, κάτω δ’ ἀνθέλκοντος τοῦ συμφύτου βάρους, οὕτω καὶ ὁ τρόμος ἐκ δυοῖν ἀποτελεῖται κινήσεων καὶ αὐτὸς, τῆς τε διὰ βάρος ἀπαγούσης κάτω τὸ κῶλον, ἥν θ’ ἡ δύναμις εἰς τοὐναντίον ἀναφέρουσα ποιεῖται. ἐπὶ μὲν οὖν τῆς ἐῤῥωμένης χειρὸς οὐδ’ ἐπὶ βραχὺ νικᾶται πρὸς τοῦ βάρους ἡ δύναμις, ἀλλ’ ἰσχυροτέρα
155
καθεστηκυῖα τῆς κάτω τοῦ κώλου ῥοπῆς, ὀχοῦσα τοσοῦτον ἀναφέρει πρὸς τὸ μετέωρον, ὅσον ὑπεσύρετο κάτω· κατὰ δὲ τοὺς τρόμους ἀκούσης αὐτῆς ὑποῤῥεῖ τὸ κῶλον κάτω· φανερῶς γε ἔστι θεάσασθαι τὴν μάχην αὐτῶν οὔτε τῆς δυνάμεως ἐπιτρεπούσης κατενεχθῆναι τὸ κῶλον ὡς ἐν ταῖς παραλύσεσιν, οὔτε τοῦ βάρους συγχωροῦντος τῇ δυνάμει φυλάττειν αὐτὸ μετέωρον, ὡς ὅτε ἔῤῥωται. ἐναλλὰξ οὖν τῆς δυνάμεως νικώσης τε καὶ νικωμένης, καὶ διαδεχομένων ἀλλήλας ἀεὶ τῶν ἐναντίων κινήσεων, ὁ τρόμος γίνεται, σύνθετός τις ὑπάρχουσα κίνησις, ὥσπερ καὶ τῶν ἀρτηριῶν σφυγμός. ἀλλ’ ἐν ἐκείναις μὲν αἰσθηταὶ διαιροῦσιν ἡσυχίαι κινήσεων τὴν διαστολὴν ἀπὸ τῆς συστολῆς, εἰ μήπω ἄρα οὕτω γένοιτο πυκνότατος ὁ σφυγμὸς, ὡς ἐν τοῖς μυρμηκίζουσιν. ἐνταυθοῖ γὰρ οὐδεμίαν εὑρεῖν ἔστι μεταξὺ τῶν ἐναντίων κινήσεων αἰσθητὴν ἡσυχίαν. οὐ γὰρ ἀμοιβὴ κινήσεώς ἐστιν ὑπὸ μιᾶς ἐπιτελουμένη φύσεως, ἀλλὰ μάχη δυνάμεώς τε καὶ βάρους σώματος. ὡς δ’ ἄν τις εἰκάσειε μάλιστα τὴν κίνησιν ἑτέρῳ τινὶ τῶν κατὰ τὸ σῶμα, τῇ τῶν μυρμηκιζόντων σφυγμῶν ἐστι παραπλήσιος. ὡς γὰρ ἐν ἐκείνοις ἡ κίνησις τῆς ἀρτηρίας
156
κατὰ βραχυτάτης φέρεται διατάσεως, οὕτως ἐν τοῖς τρόμοις τὸ τοῦ ζώου μόριον, ὅ τι περ ἂν ὑπὸ τῆς ἀσθενοῦς κινῆται δυνάμεως. εὔδηλος οὖν ἤδη καὶ ἡ γένεσίς ἐστι τοῦδε τοῦ συμπτώματος, ὅτι τε σὺν ὁρμῇ τοῦ κινεῖσθαι πάντως, ὅτι τε σὺν ἀσθενείᾳ δυνάμεως ἀποτελεῖται. ἔνιοι δ’ οὐκ οἴονται τὴν ὁρμὴν ἀχώριστον εἶναι τοῦ τρόμου, θεωροῦντες ἐνίοτε τὴν κεφαλὴν ὅλην τρομωδῶς σειομένην ἄνευ τοῦ προελέσθαι κινεῖν. ἀγνοοῦσι γὰρ ὡς κᾀν τῷ φυλάττειν τι μέρος ὀρθὸν ἥ τε προαίρεσις ἐνεργεῖ καὶ τείνονται παραπλήσιον ὑπ’ αὐτῆς τρόπον οἱ μύες, οἷόν περ ἐτείνοντο κᾀν ταῖς ἄλλαις ἐνεργείαις. ἡμῖν δὲ τοῦτο μὲν ἐν τοῖς περὶ μυῶν κινήσεως ἀποδέδεικται, καὶ νῦν δ’ ἂν οὐ μικρὰ παράσχοιμεν τεκμήρια τοῦ τε τὴν προαίρεσιν ἐνεργεῖν ἐν τοῖς τρόμοις καὶ τοῦ διὰ τὴν ἀσθένειαν ἀδυνατεῖν ἄκλονον αὐτὸ φυλάττειν τὸ μέρος. ἐκεῖνον γοῦν τὸν τρομώδη τὴν κεφαλὴν εἰ κατακλίναις ὕπτιον ἐπὶ μαλακοῦ τινος, οὐκέτι τρομώδης ἔσται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ὅστις ἤτοι γράφων, ἢ τέμνων, ἢ ὁτιοῦν ἄλλο διαπραττόμενος ἐν τρόμῳ καθέστηκεν, οὐδ’ οὗτος ἡσυχάσας 
157
ταῖν χεροῖν, ἔτι φανεῖται τρέμων· ὥσπερ οὐδ’ ὁ τοῖν σκελοῖν ἡνίκα βαδίζῃ τρομώδης γιγνόμενος, οὐδὲ γὰρ οὐδ’ ἐκεῖνος ἂν ἔτι τρέμοι παυσάμενος τῆς βαδίσεως. ἔνεστιν οὖν σοι πολλάκις θεάσασθαι εὐρωστοτάτους νεανίσκους ἀναθεμένους τι τοῖς ὤμοις μέγιστον βάρος, εἶτ’ ἐν τῷ προϊέναι τρέμοντας τοῖς σκέλεσιν· εἰ δὲ παύσαιντο βαδίζοντες, ἢ τὸ φορτίον ἀποῤῥίψαντες, εὐθὺς ἀτρόμους γιγνομένους. ἐπειδὴ γὰρ ἐν τῷ πρός τι τὸ βαρὺ καὶ κοῦφόν ἐστιν, εἴη ἂν καὶ τὸ φορτίον οὕτω μέγιστον, ὡς καὶ τοῖς ἰσχυροτάτοις εἶναι βαρύ. τὴν μὲν οὖν εὔρωστον δύναμιν τὸ μέγιστον φορτίον νικᾷ, τὴν δὲ μὴ τοιαύτην οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ σμικρόν· εἰ δ’ ἐπὶ πλέον ἀῤῥωστήσειεν, αὐτὸ τὸ σύμφυτον αὐτῆς σῶμα βαρύνει δίκην φορτίου, καὶ διὰ τοῦθ’ οἱ γέροντες ἅπαντες ὅταν ἐπιχειρήσωσιν ἐνεργείαις σφοδροτέραις, αὐτίκα τρομώδεις γίγνονται τοῖς ἐνεργοῦσι μέρεσιν. οὕτω δὲ καὶ παρὰ κρημνόν τις παριὼν τρέμει τὰ σκέλη, καταβάλλει γὰρ τὴν δύναμιν τὸ δέος. οὕτω καὶ θηρίον ὑποφαινόμενόν τις ὑποφεύγων, τρομώδης καθίσταται. καὶ δὴ καὶ προσιών τις δυνάστῃ φοβερῷ, τρέμει παντὶ τῷ σώματι, καὶ εἰ φθέγξασθαι
158
κελεύσειεν αὐτὸν, οὐδὲ τὴν φωνὴν ἄτρομός ἐστιν. ὡς οὖν τὸ ψυχικὸν πάθος ἀῤῥωστίαν ἐργασάμενον τῇ κινούσῃ δυνάμει τρομώδεις ἀποτελεῖ τὰς ἐνεργείας, οὕτω καὶ τὰ τοῦ σώματος νοσήματα βλάπτοντα τὴν δύναμιν ἐπιφέρει τὰ τρομώδη συμπτώματα. πρῶτα μὲν οὖν καὶ μάλιστα βλάπτει τὴν δύναμιν ὅσα κατὰ δυσκρασίαν συνίστανται· καὶ γὰρ καὶ τὸ γῆρας, ὅτι δυσκρασία τίς ἐστιν ἐπὶ τὸ ψυχρότερόν τε καὶ ξηρότερον, διὰ τοῦτο ἑτοίμως ἁλίσκεται τρομώδεσι πάθεσιν· ἁλίσκονται δὲ τῶν νεωτέρων οἵ τε ψυχθέντες ἰσχυρῶς καὶ ὅσοι πολὺν ἐνεφορήθησαν ἔτι τὸν ἄκρατον οἶνον, ἢ πολλὰς ἀπεψίας ἠπέπτησαν, ἢ χρόνῳ πολλῷ σιτίων ἐμπιπλάμενοι διετέλεσαν ἀγύμναστοί τε καὶ ἀργοὶ παντελῶς· εἰσὶ δὲ οἳ καὶ ψυχρὸν ὕδωρ οὐκ ἐν καιρῷ προσενεγκάμενοι τρομώδεις ἐγένοντο. τὰ γὰρ τοιαῦτα πάντα ψυχρὰν δυσκρασίαν ἐργάζεται, πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι καὶ κατ’ αὐτὴν τῶν νεύρων τὴν ἀρχὴν, ἐνίοτε δ’ ἔν τισι μέρεσιν, ἅπερ ἀσθενέστερά τε τῇ φύσει καὶ βλαβῆναι τῶν ἄλλων ἐπιτηδειότερα τύχῃ. καὶ μὲν δὴ καὶ οἱ παχεῖς καὶ γλίσχροι χυμοὶ τὰς ὁδοὺς
159
τῆς δυνάμεως ἐμφράττοντες, ὡς ἐπιῤῥεῖν ἐλάττονα, τρόμων αἴτια καθίστανται, καὶ μάλιστα ὅταν ἀκριβῶς ἐμφράξωσι καὶ παραλύσωσι μόρια ἄττα νεύρων τινῶν. αἱ γὰρ ὑπόλοιποι τῶν ἰνῶν ἀδυνατοῦσιν ἰσχυρῶς ἐντείνειν τὸν μῦν. ἐπειδὰν μέν τοι τὰ φράττοντα τὰς διὰ τῶν νεύρων ὁδοὺς τῆς δυνάμεως ὑγρὰ μηδέπω τελέως ἐμπεπλασμένα τύχῃ, διασείεσθαι δέ τι καὶ διακινεῖσθαι δύνηται κατὰ τὰς βιαιοτέρας ἐμπτώσεις τῆς δυνάμεως, αἱ τοιαῦται γίγνονται κινήσεις, οἵας ἔμπροσθεν ἔφαμεν ἐν παραλύσεσιν ἀρχομέναις ἐνίοτε συμβαίνειν, ἐπαιρομένου μὲν ἐνίοτε τοῦ κώλου, καταπίπτοντος δ’ αὐτίκα. κατὰ μὲν γὰρ τὴν ἔμπτωσιν τῆς δυνάμεως ὅταν ἐπεγείρασά τε καὶ συναθροίσασα σφοδρότερον ἑαυτὴν ἀπώσηται τὰ τῶν νεύρων ἐμφράγματα, κινεῖται τὸ κῶλον· αὖθις δὲ τῶν διωσθέντων εἰς τὸν ἐξ ἀρχῆς τόπον συῤῥεόντων, καταπίπτει τε καὶ ἀκίνητον κεῖται, μέχρι περ ἂν πάλιν ἐκ δευτέρου ἡ δύναμις ἀθροώτερον ἐμπεσοῦσα διασκεδάσῃ τοὺς χυμοὺς, οἳ κατειλήφεισαν αὐτῆς τὰς ὁδούς. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ ταῦτα. ὁ δὲ παλμός ἐστι διαστολὴ παρὰ φύσιν, ἐν ἅπασι
160
δὲ γίγνεται τοῖς μορίοις, ὅσα γε διαστέλλεσθαι πέφυκεν. οὐ γὰρ δὴ τά γε ὀστᾶ καὶ οἱ χόνδροι πάλλονταί ποτε, διότι μὴ διαστέλλεσθαι δύνανται. ταῦτ’ ἄρα καὶ κατὰ τὸ δέρμα συμπίπτει πολλάκις, ἔστι δ’ ὅτε καὶ κατὰ τοὺς ὑποκειμένους αὐτῷ μύας, ἀτὰρ οὐχ ἥκιστα καὶ κατὰ γαστέρα καὶ κύστιν καὶ τὴν μήτραν ἔντερά τε καὶ ἧπαρ καὶ σπλῆνα καὶ διάφραγμα καὶ, συλλήβδην εἰπεῖν, ἅπανθ’ ὅσα διαστέλλεσθαι πέφυκεν, ὥστε καὶ ταῖς ἀρτηρίαις καὶ αὐτῇ τῇ καρδίᾳ φαίνεται συμπίπτων, ἑτέρας ταύτης κινήσεως ἐν ταύταις γιγνομένης παρὰ τὸν σφυγμόν. οὔτ’ οὖν τῆς προαιρετικῆς δυνάμεως οὔτε τῶν προαιρετικῶν ὀργάνων ἴδιόν ἐστι τὸ πάθος, ὥσπερ ὁ τρόμος τε καὶ ὁ σπασμὸς, ἀλλ’, ὡς ἀρτίως εἴρηται, πᾶσι τοῖς διαστέλλεσθαι δυναμένοις ἐγγίγνεται σώμασιν. ἔστι δὲ δήπου ταῦτα πάντα μαλακὰ τὴν φύσιν, ὡς διάστασίν τε καὶ συνίζησιν ὑπομένειν δύνασθαι. τὴν δ’ αἰτίαν τοῦ συμπτώματος ἀπὸ τῶν ἐναργέστατα φαινομένων θηρεύειν προσῆκε, τούτων δὴ τῶν κατὰ τὰ βλέφαρά τε καὶ ὀφρῦς καὶ μέτωπον καὶ μῆλα συμπιπτόντων παλμῶν· ὁρᾶται γὰρ ἐν αὐτοῖς ἐξαιρόμενόν τε καὶ διαφυσώμενον τὸ δέρμα, καθ’ ὃν αἱ
161
ἀρτηρίαι διαστέλλονται τρόπον. ὅπερ οὖν ἐπ’ ἐκείνων ἐζήτηται, πότερον ἐξ αὐτῶν διαστελλόμεναι συνεπισπῶνται τῇ διαστολῇ τὸ πληρῶσον, ὥσπερ αἱ φύσαι τῶν χαλκέων, ἢ πληρούμεναι δίκην ἀσκῶν διαστέλλονται, τοῦτό σε χρὴ κᾀπὶ τῶν παλλομένων μορίων διορίσασθαι πρῶτον. ἔοικε δὲ τῷ μὲν γένει τῆς ζητήσεως ὁμοιοῦσθαι τῷ κατὰ τὰς ἀρτηρίας, τῷ δ’ ἑτοίμῳ τῆς εὑρέσεως ἀποκεχωρίσθαι. οὐ γὰρ δὴ ὥσπερ ταῖς ἀρτηρίαις ἀεί τε καὶ κατὰ φύσιν σφυζούσαις εἰκὸς εἶναί τινα δύναμιν ἔμφυτον, οὕτω καὶ τοῖς παλλομένοις μέρεσι. διὰ παντὸς γὰρ ἂν ὑπῆρχεν αὐτοῖς, καὶ ὑγιαίνουσι μᾶλλον. ὁπότε οὖν οὔτε διὰ παντὸς οὔτε ὑγιαίνουσι, δῆλον ὡς οὐδ’ ἐξ ἑαυτῶν διαστέλλονται. καὶ μὴν εἴπερ οὐκ ἐξ ἑαυτῶν, πάντως δήπου πρός τινος οὐσίας ἔνδοθεν ἐπιῤῥεούσης αὐτοῖς. διττὴν δ’ εἶναι ταύτην εἰκὸς, ἤτοι χυμὸν ἢ ἀερώδη τινὰ φύσιν. χυμὸν μὲν οὖν οὐχ ὁμολογεῖ τὸ τάχος οὔτε τῆς γενέσεως οὔτε τῆς λύσεως τοῦ παλμοῦ· καὶ γὰρ ἐξαίφνης γίγνεται καὶ παύεται παραχρῆμα. χυμὸς δ’ οὐδεὶς οὕτως οὔτε 
162
ἐπιῤῥεῖ ταχέως οὔτ’ ἀποῤῥεῖ, καὶ μάλιστ’ ἐν οἷς ἄρτι λέλεκται μέρεσι τοῖς κατὰ τὸ πρόσωπον, ἐπὶ ψιλοῖς σχεδόν τι τοῖς ὀστοῖς ἐπιτεταμένου τοῦ δέρματος· ἅστε ἀνάγκη τὴν ἐργαζομένην τοὺς παλμοὺς αἰτίαν ἀερώδη τινὰ οὐσίαν ὑπάρχειν. ἀλλ’ εἴπερ ὀλίγη τε εἴη αὕτη καὶ λεπτομερὴς, ἑτοίμως ἂν διέῤῥει τοῦ σώματος. ἔοικε δ’ ἄρα παχυμερής τις εἶναι καὶ ἀτμώδης καὶ τὸ πλῆθος ἀξιόλογον, ὡς πρὸς τὸ χωρίον, ἐν ᾧπερ ἂν ἑκάστοτε συνίσταται. διαστέλλεται οὖν, ὡς εἰκὸς, καὶ ἐξαίρει καὶ διαφυσᾷ τὸ μέρος, ἄχρι περ ἂν ὠθουμένη τε καὶ βιαζομένη πρὸς τὸ συγγενὲς ἀναπνεύσῃ, ὁμοίου συμβαίνοντος τοῦ κατὰ τὰς ἐν τοῖς ἑψομένοις χυλοῖς πομφόλυγας, πλήν γε ὅτι ῥήγνυνται μὲν αἱ πομφόλυγες, τὸ παλλόμενον δ’ οὐ ῥήγνυται σῶμα διὰ τὴν ἰσχὺν, ἀλλ’ ἐξαίρεται μὲν, ἄχρι περ ἂν ὠθῆταί τε καὶ διεξέρχηται δι’ αὐτοῦ τὸ πνεῦμα, καταπίπτει δ’ αὖθις εἰς τὴν ἐξ ἀρχῆς ἕδραν, ἐπειδὰν ἐκκενωθῇ τε καὶ διεξέλθῃ τὸ πᾶν. εὐλόγως δὲ καὶ τοῖς ψυχθεῖσιν ὁτιοῦν μόριον οἱ παλμοὶ συμβαίνουσιν. ὃ γὰρ ἐν τῷ κατὰ φύσιν ἔχειν ἀπέῤῥει λεπτυνόμενόν τε καὶ κατεργαζόμενον ἀκριβῶς ὑπὸ τοῦ συμφύτου τοῖς ζώοις θερμοῦ, τοῦτο νῦν ἀῤῥωστήσαντος
163
αὐτοῦ διὰ τὴν ψύξιν ἀτμωδέστερον καὶ παχυμερέστερον γίγνεται· ὥστ’ οὐχ ἑτοίμως διαπνεῖται, καθάπερ ἔμπροσθεν, ἀλλ’ ἴσχεταί τε κατὰ τὸ δέρμα καὶ στενοχωρούμενον ἐν τῇ διεξόδῳ βραδύνει κατὰ τὴν ὁδόν. εἰ δὲ καὶ αὐτὸ τὸ δέρμα πυκνωθείη, διπλασιασθήσεται τὸ σύμπτωμα, τοῦ πάχους τῆς διαῤῥεούσης οὐσίας προσλαβόντος τὴν στενότητα τῶν ὁδῶν. οὕτω μὲν οὖν ἐν τοῖς παλμοῖς ἐξαίρεταί τε καὶ διαστέλλεται τὸ δέρμα. οὕτω δὲ καὶ οἱ μύες, ὅταν ἐν αὐτοῖς ἀθροίζηται τὸ τοιοῦτον περίττωμα, συνεξαίρουσιν ἐνίοτε διαστελλόμενοι τὸ κῶλον ἅπαν. ἀλλ’ ἡ τοιαύτη κίνησις ἐναργέστατα διαφέρει τῆς σπασμώδους τῷ μήτ’ ἐκτείνειν ἀκριβῶς μήτε κάμπτειν τὸ κῶλον. ἐπὶ γάρτοι τῶν παλμῶν ἐκτείνεται μὲν ἢ κάμπτεται τὸ κῶλον οὐδὲν ὅ τι καὶ ἄξιον λόγου, διασείεται δέ πως ἐφ’ ἑκάτερα, μέχρις ἂν ὁ μῦς παύσηται παλλόμενος, ἐν μὲν ταὐτῷ τρόπῳ τῆς κινήσεως ἐπιτελουμένης, ἐν ᾧπερ καὶ ὁ τρόμος, διαλλαττούσης δ΄ ἐν τῷ κατὰ μεγάλα γίγνεσθαι διαστήματα, κατὰ σμικρὰ τοῦ τρόμου συμπίπτοντος. ὁ γάρτοι παλλόμενος μῦς ὅταν ἀξιόλογος ᾖ τὸ μέγεθος, ἐν μὲν τῷ διαστέλλεσθαι συνεξαίρει τὸ
164
κῶλον ὅλον ἑαυτῷ πολλάκις, ἐν δὲ τῷ συστέλλεσθαι συγχωρεῖ φέρεσθαι κάτω, καθάπερ ἄψυχον, ὥστ’ εἶναι τὴν κίνησιν ἅπασαν παρὰ φύσιν, οὐχ ὥσπερ ἐπὶ τοῦ τρόμου μικτήν γέ πως καὶ σύνθετον. ὁποία δὲ ἡ τῶν παλλομένων κώλων γίγνεται κίνησις, ὀλίγη τε ἅμα καὶ βραδεῖα καὶ ἀραιὰ, τοιαύτη τοῖς ῥιγοῦσι συμπίπτει, πολλή τε ἅμα καὶ πυκνὴ καὶ ταχεῖα. λέγω δὴ πολλὴν μὲν αὐτῷ τῷ τῶν κινήσεων ἀριθμῷ· ταχεῖαν δὲ τῷ ῥοίζῳ τῆς φορᾶς· πυκνὴν δὲ τῷ βραχυχρονίῳ τῶν ἡσυχιῶν. ἔστι δ’ οὐχ ὡσαύτως ἡ κίνησις ἥδε παλμῷ καὶ σπασμῷ ὅλη παρὰ φύσιν, ἀλλ’ ἕτερον μὲν τρόπον ἤπερ ὁ τρόμος. ἐπίμικτος δ’ οὖν καὶ αὕτη πώς ἐστιν ἔκ τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς τοῦ ζώου δυνάμεως, καὶ πλέον γ’ ἐπὶ ταύτης ἐστὶν ἤπερ ἐν τοῖς τρόμοις τὸ τῆς δυνάμεως, μᾶλλόν τ’, εἰ χρὴ τἀληθὲς. εἰπεῖν, ἡ μὲν κίνησις ἅπασα συμφύτου δυνάμεώς ἐστιν, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκκριτικήν τε καὶ ἀποκριτικήν· ἡ δὲ τὴν δύναμιν ἀναγκάζουσά τε καὶ βιαζομένη κινεῖσθαι βιαίως αἰτία παρὰ φύσιν ἐστίν.

165

Ὅστις μὲν οὖν ἱκανῶς κατενόησε τὰς ἐνεργείας τῆς δυνάμεως ταύτης, ὑγιαίνοντος ἀμέμπτως τοῦ ζώου, καὶ ἄλλως ἐστὶ συνετὸς, οὐδὲν δεῖ τούτῳ μακροτέρου λόγου. ὅστις δ’ οὔτ’ ἐκείνας ἔγνω καὶ τὴν διάνοιαν ἀμβλύτερος ἔφυ, τούτῳ συμβουλεύσαιμ’ ἂν, εἰ μὲν μηδ’ ὅλως ἀληθείας ἐρᾷ, χωρίζεσθαι τοῦδε τοῦ γράμματος· εἰ δ’ ἐσπούδακέ τε καὶ τιμᾷ τὸ ἀληθὲς, ἐπὶ τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα πρότερον ἀπελθόντι καὶ γυμνασαμένῳ ἱκανῶς ἐν αὐτοῖς, οὕτως ἐπὶ τόνδε τὸν λόγον ἐπανελθεῖν. εἰ μὴ γὰρ τοῦτο ποιήσειεν, οὔτε τῶν ὑφ’ ἡμῶν λεχθησομένων παρακολουθήσει ταῖς ἀποδείξεσιν οὔτε τῶν ἔμπροσθεν εἰρημένων κατανοήσει τὸ ἀναπόδεικτον. ἐγὼ μὲν οὖν προὐθέμην ἐν τῇδε τῇ πραγματείᾳ μηδεμίαν ἐξελέγξαι δόξαν. ἔνεστι δὲ τῷ βουλομένῳ τὴν εἰκοστὴν καὶ τετάρτην Ἀθηναίου βίβλον ἀναγνόντι τὰς ὑπὸ τῶν ἐκείνου πρεσβυτέρων ἰατρῶν τε καὶ φιλοσόφων εἰρημένας αἰτίας περὶ ῥίγους, εἰς ὅσον ἥκουσιν ἀτοπίας καταμαθεῖν· ἐξελέγχει γὰρ ἁπάσας αὐτὰς ὁ Ἀθήναιος. ἔνεστι δὲ καὶ αὐτὴν Ἀθηναίου δόξαν βασανίσαι, πιθανώτερον μέν τι τῶν ἔμπροσθεν

166
ἔχουσαν, οὐ μὴν οὐδ’ αὐτὴν ἀληθεύουσαν. ἀλλὰ ταῦτα μὲν ὅτῳ φροντὶς ἀληθείας οἶδ’ ὅτι καθ’ ὃν ὑφήγηται τρόπον, οὕτω πειράσεται ποιεῖν. ἐγὼ δ’ ὡς ἀνεγνωκόσι τὰ περὶ φυσικῶν δυνάμεων ὑφ’ ἡμῶν γεγραμμένα διαλέξομαι βραχέα πρότερον ἀναμνήσας ὧν ἐν αὐτοῖς ἀπέδειξα περί τε μήτρας καὶ γαστρὸς, ἐντέρων τε καὶ κύστεως. αἵ τε γὰρ μῆτραι κατ’ οὐδένα τρόπον ἕτερον ἐδείχθησαν εἰς ἀποκύησιν ὁρμῶσαι τῶν ἐμβρύων ἢ διὰ τὴν τῆς ἀποκριτικῆς δυνάμεως ἐνέργειαν. αἱ γοῦν ἐννέα μησὶν ἀνεχόμεναι τοῦ τε βάρους τοῦ κατὰ τὸ ἔμβρυον καὶ τῆς σφῶν αὐτῶν διατάσεως, καὶ οὕτως ἀκριβῶς ἐν ἅπαντι τούτῳ χρόνῳ μεμυκυῖαι τὸ στόμιον, ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειουμένων ἐν αὐταῖς τῶν κυουμένων, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν παραγίνονται τὴν ἐναντίαν ἑαυταῖς περιτιθεῖσαι κατάστασιν. ὁ μὲν γὰρ στόμαχος αὐτῶν ὁ πρότερον μεμυκὼς ἀνοίγνυται τηλικοῦτον, ὡς γίγνεσθαι δίοδον εὐπετῆ τοῖς τικτομένοις. οἱ δὲ χιτῶνες οἱ πρότερον ἐπὶ πλεῖστον ἐκτεταμένοι συστέλλονται πανταχόθεν ἀπωθοῦσί τε γε τὸ ἔμβρυον, ὡς διεκπεσεῖν ὅτι τάχιστα τοῦ τῶν ὑστερῶν αὐχένος. ἡ δ’ οὕτω κηδεμονικὴ τῶν ἐμβρύων δύναμις, 
167
ὡς ἀνέχεσθαι μὲν ἐννέα μηνῶν χρόνῳ βαρυνομένη, τελειωθέντων δ’ ὅπως ἀσφαλῶς ἐκκριθῇ προνοουμένη, περὶ τὸν τρίτον ἢ τέταρτον ἢ ὁντιναοῦν ἄλλον μῆνα διαφθαρὲν εὐθέως ἐκβάλλει τὸ ἔμβρυον, ἀνοίγουσα καὶ νῦν ὁμοίως τὸν στόμαχον, ὡς ὁπότ’ ἤνοιγεν ἐπιστάντος τοῦ τόκου. προθεσμία γὰρ αὐτῇ τοῦ κλείειν τε καὶ ἀνοίγειν οὐχ ὡρισμένη χρόνου περίοδός ἐστιν, ἀλλ’ ὁ τῆς χρείας καιρός. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐδείκνυτο καὶ ἡ κοιλία κλείουσα τὸ κάτω στόμιον ἑαυτῆς ἐπὶ ταῖς ἐδωδαῖς, καὶ μηδὲν μεθιεῖσα διεξέρχεσθαι, πρὶν πεφθῆναι τελείως, ὅταν γε μηδὲν ἕτερόν τι αὐτὴν ἀναγκάζῃ διακόψαι τὴν ἐνέργειαν, ὥσπερ τὰς μήτρας ἡ τῶν ἐμβρύων διαφθορά. ἀνάλογον γὰρ δή τι καὶ τῇ γαστρὶ πάθος ἐγγίγνεται διαφθαρέντων ἐν αὐτῇ τῶν σιτίων, ἢ καὶ νὴ Δία πολλάκις ἅμα τῷ ληφθῆναι, μοχθηρῶν οὕτως ὑπαρχόντων ἢ καὶ πολλῶν, ὡς μὴ δύνασθαι φέρειν αὐτά. καὶ διὰ τοῦτο τὰ μὲν ἐπιπολάζοντα δι’ ἐμέτων ἐκβάλλει, τὰ δὲ ἤδη ῥέποντα κάτω πρὸς ἐκείνην ἀπωθεῖται τὴν διέξοδον. ἀλλὰ μὴν καὶ χωρὶς σιτίων εἰς ἔμετον πολλάκις ἡ τῆς γαστρὸς
168
δύναμις ἐξορμᾷ, ἤτοι διὰ χολὴν, ἢ φλέγμα μοχθηρὸν, ἤ τινα τοιοῦτον ἕτερον χυμὸν, ἢ ἰχῶρα. σύμφυτος γὰρ ἑκάστῳ τῶν τοῦ ζώου μορίων δύναμίς ἐστιν, ἐκκρίνουσα τὸ παρὰ φύσιν ἐν αὐτῷ συνιστάμενον, ὡς ἐν τοῖς ἰδίοις ὑπὲρ αὐτῆς ἀποδέδεικται λόγοις· ἀρκεῖ γὰρ εἴς τε τὰ παρόντα σαφηνείας ἕνεκα τῶν ἔργων ἐπιμνησθῆναι τῆς τοιαύτης δυνάμεως, ὅσα τ’ ἄλλα λέλεκται περί τε μητρῶν καὶ γαστρός. οἵα γάρ τίς ἐστι κατὰ τοὺς ἐμέτους ἐνέργεια τῆς ἐκκριτικῆς ἐν τῇ γαστρὶ δυνάμεως, τοιαύτη κατὰ τὰς βῆχας ἐν θώρακι καὶ πνεύμονι· διδάσκεται δ’ οὐδὲν ζῶον οὔτε ναυτιᾷν οὔτ’ ἐμεῖν οὔτε βήττειν, ἀλλὰ καὶ παμπόλλῳ χρόνῳ πολλάκις ἀπὸ γενετῆς ἀμέμπτως ὑγιαίνοντα καὶ ἄλλα πολλὰ ζῶα καὶ ἄνθρωποι οὔτ’ ἐμέτων ἐπειράθησαν οὔτε βηχός. ἀλλ’ ἐὰν καταλάβῃ τὸ λυποῦν αἴτιον ἤτοι τὸ στόμα τῆς κοιλίας ἢ τὰς ὁδοὺς τῆς ἀναπνοῆς, εὐθὺς ἐμεῖ τε καὶ βήττει τὸ ζῶον, ἐν μὲν τοῖς ἐμέτοις ὁμοίως κινουμένης τῆς γαστρὸς, ὡς ἐν τοῖς τόκοις αἱ μῆτραι, κατὰ δὲ τὰς βῆχας ἑτέρως. οὐ γὰρ ἐγχωρεῖ τῷ πνεύμονι τοιαύτην κινηθέντι κίνησιν ἀπώσασθαι τὸ λυποῦν, ἐξευρούσης τῆς
169
φύσεως ἐπικουρίαν τινὰ περιττῶς σοφήν. ἅτε γὰρ εἰς τὰς τραχείας ἀρτηρίας εἰσπνεομένου τοῦ ἔξωθεν ἀέρος, αἳ δὴ χονδρώδεις τέ εἰσι καὶ σκληραὶ καὶ συστέλλεσθαι περὶ τὸ ἐνυπάρχον αὐταῖς ἀδύνατοι, σφοδράν τινα τοιαύτην ἐπετεχνήσατο τοῦ πνεύματος ἔξω φορὰν, ἣν ὀνομάζουσι βῆχα. τούτου τοῦ γένους ἐστὶ καὶ ὁ πταρμὸς, ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς ῥῖνας, αἳ δὴ καὶ αὐταὶ τῆς ἀναπνοῆς εἰσιν ὁδοὶ ὑπὸ τῆς φύσεως εὑρημέναι. ἐκκαθαίρει γὰρ αὐτὸ τὸ πνεῦμα τὰς ὁδοὺς ἑαυτῷ, βιαίως τε καὶ σφοδρῶς φερόμενον, ὥσπερ τοὺς αὐλούς τε καὶ τὰς σύριγγας οἱ δημιουργοί. ὅστις μὲν οὖν ἐστιν ὁ τρόπος τῆς κινήσεως, ἵνα γένηται τοῦτο, προϊὼν ὁ λόγος ἐπιδείξει· τὸ δ’ εἰς τὰ προκείμενα χρήσιμον ἤδη λαμβάνωμεν, ὡς αἱ τοιαῦται κινήσεις ἔργα μὲν φύσεως ὑπάρχουσιν, ἐν δὲ τοῖς παρὰ φύσιν ἀριθμοῦνται συμπτώμασι, διὰ τὰς ἀναγκαζούσας οὕτω κινεῖσθαι τὴν φύσιν αἰτίας. ἐπὶ μὲν οὖν ἐντέρων τε καὶ μητρῶν καὶ κύστεων αἱ κινήσεις ὅμοιαι τῆς ἐκκριτικῆς δυνάμεώς εἰσιν, ἄν τε τῶν κατὰ φύσιν ἄν τε τῶν παρὰ φύσιν ἐκκρίνηταί τι. καὶ διὰ τοῦτο σαφῶς οὐκ ἀφώρισται
170
τὰ συμπτώματα, καί τοι τά γε κατὰ τοὺς τεινεσμούς τε καὶ δυσεντερίας καὶ λειεντερίας ἐκκρινόμενα συμπτώματά ἐστιν, ὥσπερ, οἶμαι, καὶ τὰ κατὰ τὰς στραγγουρίας τε καὶ τὴν εἰς οὖρα διάῤῥοιαν. ἂν δ’ ἀκριβολογῆταί τις καὶ ἡ ψοφώδης φύσα, καθάπερ γε καὶ ὁ τρυσμὸς καὶ ἡ ἐρυγὴ καὶ ὁ βορβορυγμὸς, ὅσα τε ἄλλα τοιαῦτα. καὶ λεχθήσεταί γε περὶ τούτων ἐν τοῖς ἐφεξῆς.

Ἐπὶ δέ γε τῆς γαστρὸς ἐναργέστερον ἤδη τὸ κατὰ τοὺς ἐμέτους ἐστὶ, καὶ πολλοὶ καὶ τούτους οὐκ ἔργον φύσεως, ἀλλὰ συμπτώματα εἶναί φασιν· ἐν δὲ ταῖς βηξὶ καὶ τοῖς πταρμοῖς, ἐναργέστερον μὲν κᾀνταῦθα τὸ κατὰ τὰς βῆχας, οὐχ ὁμοίως δ’ οἱ πταρμοὶ δοκοῦσιν εἶναι παρὰ φύσιν. ἀλλ’ εἰσί γε καὶ οὗτοι καὶ αἱ βῆχες καὶ οἱ ἔμετοι καὶ διάῤῥοιαι καὶ πάνθ’ ὅσα τοιαῦτα τοῦ γένους ἐκείνου τῶν συμπτωμάτων, ἐν οἷς αἴτιόν τι παρὰ φύσιν ἐπὶ τὰς τοιαύτας ἐνεργείας ἐξορμᾷ τὴν φύσιν. ὁ δὲ τρόπος τῆς κινήσεως οὔτ’ ἐν ἅπασιν ὁ αὐτὸς οὔθ’ ὑπὸ τῆς αὐτῆς γίγνεται δυνάμεως· ἀλλ’ ὅσα μὲν ὑπὸ τῶν μητρῶν, ἢ τῶν ἐντέρων, ἢ τῆς γαστρὸς, ἢ τῆς κύστεως ἐκκρίνεται, τούτοις μὲν αὐτὰ περιστέλλεται

171
τὰ μόρια κατὰ τὸν αὐτὸν τρόπον ὠθοῦντα τὸ περιεχόμενον ἐν αὐτοῖς, ὃν αἱ χεῖρες ἐκθλίβουσιν. ἡ δ’ ἐργαζομένη τὴν κίνησιν αὐτῶν δύναμις ἐκ τῶν τεττάρων ἐστὶ μία τῶν φυσικῶν. ἐπειδάν τι κατὰ τὰς τραχείας ἀρτηρίας περιέχηται σῶμα, χονδρώδεις καὶ σκληρὰς οὔσας, καὶ διὰ τοῦτ’ ἀδυνατούσας περιστέλλεσθαι τῷ περιεχομένῳ, σφοδρὰν τὴν τοῦ πνεύματος ἔξω φορὰν ἡ φύσις ἐργάζεται βῆχα κινοῦσα. γίγνεται δ’ αὐτὴ διὰ τῶν αὐτῶν ὀργάνων, δι’ ὧν ἐπιτελεῖ τὰς μεγάλας τε ἅμα καὶ σφοδρὰς ἐκπνοὰς, ἃς ἐκφυσήσεις ὀνομάζομεν, ὡς εἶναι τὴν βῆχα μηδὲν ἄλλο ἢ σφοδροτάτην τινὰ ἐκφύσησιν, ἵνα πλεῖστόν τε ἅμα καὶ τάχιστα φερόμενον ἔξω τὸ πνεῦμα παρασύρῃ τε καὶ προωθῇ τῇ ῥύμη τὰ ἐμφράττοντα τὰς ὁδοὺς αὐτοῦ. καὶ ὅταν γε κατὰ τὴν ἐκβολὴν τὴν πρώτην ἀδυνατήσῃ διώσασθαι τὰ λυποῦντα, καὶ δὶς καὶ τρὶς ἐμπίπτειν αὐτοῖς οὐκ ὀκνεῖ, καὶ τυγχάνει γε τοῦ τέλους ὡς τὰ πολλὰ, ὅταν αὐτό τε τὸ πνεῦμα φέρηται σφοδρῶς, ἐπιτήδειά τε εὑρίσκῃ προωθεῖσθαι τὰ ἐμφράττοντα· τοιαῦτα δ’ ἐστὶν ὅσα μήθ’ ὑδατώδη μήτε γλίσχρα τὴν οὐσίαν ἐστί. τὰ 
172
μὲν γὰρ ὑδατώδη διὰ τὴν λεπτότητα περισχίζεται τῷ πνεύματι μᾶλλον ἢ πρόσω φέρεται· τὰ δὲ γλίσχρα τῆς ἀρτηρίας ἀντέχεται δυσαπολύτως. ὅταν οὖν ποτε τοιούτοις ὑγροῖς τὸ πνεῦμα διαγωνίζηται, πάνυ πολλάκις ἐμπίπτει βιαίως, καὶ αἱ σφοδρόταταί τε καὶ μετὰ συντονίας πλείστης γιγνόμεναι βῆχες ἐπὶ τοιούτοις αἰτίοις συνίστανται. μᾶλλον δ’ ἐκφράττουσι τὰ δυσαπόλυτά τε καὶ δυσανάγωγα τῶν κατὰ τὰς ἀρτηρίας ὑγρῶν οἱ πταρμοὶ, σφοδροτέραν μὲν ἔτι καὶ τῶν βηχῶν ἔχοντες τὴν ὁρμὴν τοῦ πνεύματος, αἰτίαν δὲ τῆς γενέσεως ἑτέραν· τῶν γὰρ ἐν τῇ ῥινὶ λυπηρῶν ἕνεκεν, οὐ τῶν κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐκπέμπεται βιαίως τὸ πνεῦμα, συνεκπέμπεται δ’ αὐτῷ τι κᾀκ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου· καὶ διὰ τοῦτο βῆχες μὲν οὐδὲν ὀνίνασι τὴν κεφαλὴν, οἱ πταρμοὶ δὲ ὅταν μὴ διὰ κατάῤῥουν τινὰ γίγνωνται, μέγιστον ἴαμα κεφαλῆς ἀτμῶν πεπληρωμένης εἰσίν. οὐδὲν δὲ δήπου θαυμαστὸν τὸ ὑπὸ μιᾶς ὁρμῆς ἔκ τε τοῦ πνεύμονος ἐκπέμπεσθαι τὸ πνεῦμα καὶ ἐκ τῆς κεφαλῆς. ἐδείχθη γὰρ ἐν τοῖς περὶ μυῶν λογισμοῖς ὁ μὲν ἐγκέφαλος τῷ θώρακι τὴν
173
ἀρχὴν τῆς κινήσεως ἐνδιδοὺς, ὁ δὲ θώραξ τὸν πνεύμονα διαστέλλων τε καὶ συστέλλων. ὅταν οὖν ὁρμήσῃ διώσασθαι τὰ λυποῦντα κατὰ τὰς ῥῖνας, ἀμφοτέραις ἅμα χρῆται ταῖς ὁδοῖς τῆς ἐκπνοῆς, τὴν μὲν ἑτέραν αὐτὸς δι’ ἑαυτοῦ ποιούμενος, τὴν δὲ ἑτέραν οἱονεὶ διὰ χειρῶν τινων μακρῶν τῶν καθηκόντων εἰς τὸν θώρακα νεύρων. διὰ τούτων μὲν γὰρ ἐκεῖνον συστέλλει, διὰ δὲ τῶν ἠθμοειδῶν ὀστῶν αὐτὸς ἐκπέμπει τὸ ἀτμῶδες πνεῦμα. ταυτὶ μὲν οὖν τὰ συμπτώματα προαιρετικῆς ἐστι δυνάμεως· ὁ δὲ ἔμετος ἀνάλογόν τι τούτοις ὑπάρχων, φυσικῆς. ὥσπερ δὲ τῶν ἐμέτων αἱ ναυτίαι προηγοῦνται, τὸν αὐτὸν τρόπον τοῦ βήττειν τὸ κέρχνειν. καὶ μέν γε καὶ ὥσπερ ἐναυτίασαν μέν τινες, οὐκ ἤμεσαν δὲ, κατὰ τὸν αὐτὸν τρόπον ὁ μὲν κέρχνος αὐτοῖς ἐγένετο, βὴξ δὲ οὐκ ἠκολούθησε διὰ σμικρότητα τῆς αἰτίας. ἐνίοτε μὲν γὰρ ἐπὶ βραχείᾳ τραχύτητι φάρυγγος, ἐνίοτε δὲ διὰ λεπτήν τινα καὶ παντάπασιν ὀλίγην ὑγρότητα συμβαίνει τὸ κέρχνειν. ἀεὶ γὰρ ᾧπερ ἂν προσκόπτῃ τὸ πνεῦμα, τοῦτ’ ἐκβάλλειν ἐπιχειρεῖ διὰ βηχός. ἤτοι δὲ ὑγρόν ἐστι τοῦτο καταφερόμενον ἀπὸ τῆς
174
κεφαλῆς, ὡς ἐν κατάῤῥοις· ἤτοι κατὰ τὰς τραχείας ἀρτηρίας ἀθροιζόμενον, ὡς ἐν περιπνευμονίαις τε καὶ πλευρίτισι καὶ ταῖς τῶν κυρτῶν τοῦ ἥπατος φλεγμοναῖς, ἢ ταῖς τῆς φάρυγγος τραχύτησιν. ἔξωθεν δὲ τούτων ἐστὶν ἀνάλογον τοῖς ἀπὸ κεφαλῆς κατάῤῥοῖς, ὅσα πινόντων τε καὶ ἐσθιόντων παρεμπίπτει. γένος δέ ἐστι καὶ ἄλλό τι βηχὸς ἐπὶ δυσκρασίᾳ τῶν ὀργάνων τῆς ἀναπνοῆς, ὃ κατενόησαν μὲν οὐχ ἥκιστα καὶ τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ἀνδρῶν οἱ δοκιμώτατοι, ὧν ἐστι καὶ Ἀθήναιος· τὴν μέν τοι ἀνάγκην, δι’ ἣν ἐπιγίνεται βὴξ διὰ δυσκρασίαν, τινὲς μὲν αὐτῶν οὐδ’ ἐπεχείρησαν ὅλως εἰπεῖν, ἔνιοι δὲ προσπταίειν ἑαυτῷ φασι τὸ πνεῦμα, τινὲς δ’ ἀσαφέστερον ἔτι τούτου ῥῆμα φθεγξάμενοι νομίζουσιν εἰρηκέναι τι. χρὴ δ’ οὐχ ὅτι τὴν αἰτίαν ἀγνοοῦσι μέμφεσθαι τοῖς ἀνδράσιν, ἀλλ’ ὅτι καλὸν ἐξεῦρον θεώρημα καὶ ἄξιον τῆς ἑαυτῶν φιλοπονίας, ἐπαινεῖν. γίγνεται μὲν οὖν ἡ βὴξ αὕτη ψυχθέντων τῶν ἀναπνευστικῶν μορίων, καὶ οὐδὲν ἀναπτύουσι μὲν οὗτοι κατ’ αὐτὴν, οὐδὲ ὅλως γίγνεται βίαιος, ἀλλ’ οὕτω σμικρά τε καὶ ἀβίαστος, ὥστε καὶ κατασχεῖν οἷόν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῆς ἢ ἐπιπλεῖστον
175
ἢ παντάπασιν. αἱ δέ γε βίαιοι βῆχες οὐ νικῶνται καταλήψει πνεύματος. ὁποῖον δέ τι πρᾶγμά ἐστιν ἡ κατάληψις τοῦ πνεύματος, ἤδη μοι πολλάκις ἐν ἄλλοις εἴρηται. καὶ οὐ μόνον γε παραυτίκα γενέσθαι κωλύονται τῇ καταλήψει τοῦ πνεύματος αἱ κατὰ δυσκρασίαν βῆχες, ἀλλὰ καὶ θεραπεύονται πρὸς αὐτῆς, ἐὰν μὴ πάνυ μεγάλαι τινὲς ὑπάρχουσιν. αὐξάνεται γὰρ ἡ ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις θερμασία διὰ τὴν ἐπίσχεσιν τῆς ἀναπνοῆς, διεξέρχεταί τε τοὺς στενοὺς πόρους ἅπαντας τὸ πνεῦμα θλιβόμενον ὑπὸ τοῦ θώρακος βιαίως, ἀμφοτέρων δὲ τούτων γενομένων, ὁμαλύνεται πάντα καὶ εἰς ὁμοιότητα κράσεως ἀφικνεῖται.

Διὰ τί δ’ ἐπὶ ταῖς ἀνωμάλοις δυσκρασίαις τῶν ἀναπνευστικῶν βήττουσι, (τοῦτο γὰρ ἔφην μὴ πάνυ τι καλῶς ἐξειργάσθαι τοὺς πνευματικοὺς ἰατροὺς) ἐγὼ πειράσομαι διελθεῖν ἀπὸ τῆς οὐσίας τοῦ πράγματος ἀρξάμενος, ὥσπερ καὶ προσήκει τοὺς μέλλοντάς τι μετ’ ἀποδείξεως ἐρεῖν. ἡ τοίνυν δυσκρασία ποτὲ μὲν κατὰ ψιλὰς γίνεται τὰς ποιότητας, ἤτοι θερμοτέρων ἢ ψυχροτέρων ἢ ξηροτέρων ἢ ὑγροτέρων

176
ἀποτελουμένων αὐτῶν τῶν σωμάτων, ἢ καὶ κατά τινα συζυγίαν τοῦτο πασχόντων· ἐνίοτε δὲ μετὰ τοῦ παρεσπάρθαι δροσοειδῶς ἐν αὐτοῖς τὸ δύσκρατον. ἡ μὲν οὖν ὁμαλὴ δυσκρασία παντάπασιν ἀνώδυνος, ὡς οἵ τε πυρετοὶ δηλοῦσιν οἱ ἑκτικοὶ καὶ πολλαὶ τῶν κατὰ ψύξιν διαθέσεων, ὁμαλῶς καταλαβοῦσαι τὰ μόρια· γίγνεται γὰρ οἷον φύσις τις ἐπίκτητος ἡ τοιαύτη κρᾶσις ἑκάστῳ τῶν οὕτω διατεθέντων. οὐδὲν δὲ τῶν σωμάτων ὑπὸ τῆς ἑαυτοῦ φύσεως ἀνιᾶται, ὥσπερ ἔλεγεν Ἱπποκράτης· τοῖσι τὴν φύσιν διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται, οὐ διεφθαρμένοισιν ἢ διηλλαγμένοισι. ἐν γὰρ τῷ μεταβάλλειν τε καὶ τῆς ἑαυτῶν φύσεως ἐξίστασθαι λυπεῖται τὰ σώματα, καθάπερ ἐδείκνυτο καὶ κατὰ τὸν ἔμπροσθεν λόγον. ὅταν οὖν ἐγγένηταί τινι τῶν αἰσθητικῶν σωμάτων ἀνώμαλος δυσκρασία, τηλικοῦτον τῆς λύπης ἐστὶ τὸ μέγεθος, ἡλίκον καὶ τὸ τῆς δυσκρασίας. ἐν μὲν οὖν τοῖς ὀξυτάτοις τε καὶ ἰσχυροτάτοις τῶν πυρετῶν ἀνιᾶται τὰ στερεὰ τοῦ ζώου μόρια μεταβαλλόμενά τε καὶ ἀλλοιούμενα πρὸς τῆς παρὰ φύσιν θερμότητος. ἔτι δ’ ἀρχομένων 
177
τῶν νοσημάτων, πρὶν πυρέττειν αἰσθάνονται μὲν ἐνίοτε καθ’ ὅλον ἑαυτῶν τὸν ὄγκον ἀνωμαλίας τινὸς οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐξειπεῖν δ’ αὐτὴν ὁποία τίς ἐστιν οὐ δύνανται. ἀλλὰ θαυμάζοιμ’ ἂν, εἴ τις τῶν ὁμιλησάντων τοῖσδε τοῖς γράμμασιν οὕτως εὐτυχής ἐστιν, ὡς μὴ καὶ αὐτὸς ἑαλωκέναι ποτὲ τῷ συμπτώματι. βύθιος γάρ τις αἴσθησις γίγνεται καθ’ ὅλον τὸν ὄγκον, ὡς διεσπαρμένου τινὸς ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀλλοτρίου· καὶ τοῦτο τὸ διεσπαρμένον ἐνίοτε μὲν οἷον ὑπόθερμόν τι δόξειεν ἄν τις ὑπάρχειν, ἐνίοτε δὲ δακνῶδες ἄνευ τοῦ θερμαίνειν, ἔστι δ’ ὅτε ἄμφω πεπονθὸς ἢ χωρὶς τούτων ἀτρέμα διατεῖνον ἁπάσας τὰς σάρκας. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις ἅπασι συμπτώμασιν ἀνωμαλίας τέ τινος αἰσθάνεσθαί φασι καὶ σκορδινῶνται καὶ πάντα διατείνονται τὰ μόρια κατά τινα φυσικὴν ὁρμὴν, ὁποίαν ἐλέγομεν ἀρτίως ἅπασι δεδόσθαι τοῖς τοῦ ζώου μέρεσιν ὑπὸ τῆς φύσεως ἐπὶ σωτηρίᾳ τε καὶ διαμονῇ. μάλιστα δὲ διατείνονται μετὰ τοὺς ὕπνους, ἀτμώδους περιττώματος ἐν ταῖς σαρξὶν αἰσθανόμενοι, διά τε τὴν κατεργασίαν τῆς τροφῆς ἠθροισμένου καὶ
178
διὰ τὴν ἡσυχίαν τῶν τοιούτων κινήσεων· καὶ τοῦτ’ ἀδίδακτον ἔχει καὶ τὰ σμικρότατα τῶν παιδίων. ἀλλ’ εἰς τὴν τοιαύτην κίνησιν ἡ φύσις ἐξορμᾷ τὰ ζῶα διαπνοὴν τοῖς ἀτμώδεσι περιττώμασι μηχανωμένη. ταύτης δ’ ἕτερον εἶδος αἰσθήσεώς ἐστιν ἀνιαρᾶς, τὸ κατὰ τὰς κοπώδεις διαθέσεις, εἴτ’ οὖν ἐπὶ πόνοις πλείοσιν, εἴτε καὶ αὐτόματοι συνίστανται. τριττὴ μὲν οὖν ἐστιν ἡ ἐν τοῖς κόποις αἴσθησις, ἤτοι τεθλάσθαι τε καὶ συγκεκόφθαι δοκούντων, ἢ τείνεσθαι πάντῃ τὸν ὄγκον τοῦ σώματος, ἢ οἷον ἕλκη πολλὰ διεσκεδασμένα δοκούντων ἔχειν, ἐπειδὰν κινῶνται. τὸ μὲν οὖν τείνεσθαι τὸν ὄγκον, ὅταν γε γυμνασίων χωρὶς οὕτω πάσχωσιν, ὄνομα μὲν ἔχει κόπον αὐτόματον τονώδη· γίγνεται δ’ ἐπὶ πλήθει μάλιστα διατείνοντί τε τὰ περιέχοντα καὶ μὴ στεγομένῳ πρὸς αὐτῶν· ὅταν δὲ ἑλκώδης αὐτοῖς αἴσθησις διατρέχῃ, γίνεται μὲν καὶ τοῦτο κινουμένοις μᾶλλον ἤπερ ἡσυχάζουσι, πλὴν εἰ μὴ πάνυ μέγας ὁ κόπος ὑπάρχει. νύττεσθαι δὲ ὥσπερ ὑπὸ ἀκανθῶν πολλῶν ἐμπεπηγυιῶν αὐτοῖς δοκοῦσι, δακνώδους γὰρ ὑγρότητος ἐργαζομένης τὸ σύμπτωμα. ὁ δὲ τρίτος κόπος, ἐν ᾧ φασιν
179
ὀστοκόπῳ συνέχεσθαι, κινήσεως μὲν οὖν οὐδὲ βραχυτάτης ἀνέχεται· θερμότητος δ’ ἐπιφανοῦς ἐστιν αἴσθησις αὐτοῖς ἅμα καὶ τάσεως καὶ δήξεως, ἀναπεμπομένης εἰς ὅλον τοῦ ζώου τὸν ὄγκον κακοχυμίας δαψιλοῦς. οὐδεὶς δ’ ἐπιχειρεῖ τῶν οὕτως ἐχόντων σκορδινᾶσθαι, δεδιὼς ἅπασαν κίνησιν. ἐν δὲ τοῖς ἑτέροις δυσὶ κόποις, ὧν τὸν μὲν ἑλκώδη καλεῖν εἰώθασι, τὸν δὲ τονώδη, γίνεταί ποτε καὶ ἡ τοιαύτη κίνησις, ὅταν ἤτοι σμικροὶ πάμπαν ὑπάρχωσιν, ἢ φυσώδεσί τε καὶ ἀτμώδεσιν ἐπιγίγνωνται περιττώμασιν· ὁ γοῦν ἑλκώδης κόπος ὅταν μείζων συστῇ, φέρουσι μὲν οὐδ’ οὗτοι κίνησιν οὐδεμίαν, ἀλλ’ ὀδυνῶνται, καθάπερ ἕλκος, τὸ σῶμα καὶ φρίττουσιν. ἐγγὺς δ’ ἥκουσιν, ἢν αὐξάνηται τὸ σύμπτωμα, τῆς φρικώδους διαθέσεως· ἐν ἐκείνῃ γὰρ φρίττουσι καὶ πρὶν κινεῖσθαι. ὥσπερ δ’ ὅταν ἑλκώδης αἴσθησις γίγνηται, κινούμενοι φρίττουσι, καὶ μᾶλλον, εἰ σφοδρότερον· οὕτως ἡ φρικώδης διάθεσις, ὅταν εἰς κίνησιν ἄγηται, ῥῖγος, ἐργάζεται. γίνεται μὲν γὰρ ταῦτα πάντα διὰ δακνώδη περιττώματα· διαφέρει δ’
180
ἀλλήλων τῷ τε πλήθει τῶν περιττωμάτων αὐτῶν καὶ τῇ κινήσει καὶ τῷ τὰ μὲν μᾶλλον εἶναι δακνώδη, τὰ δὲ ἧττον, καὶ τῷ τὸ σῶμα τὸ κάμνον ἢ δυσπαθὲς ἢ εὐπαθὲς ἢ ἀσθενὲς ἢ εὐαίσθητον ἢ δυσαίσθητον εἶναι φύσει. τὸ μὲν γὰρ εὐαίσθητόν τε καὶ ἀσθενὲς ὑπάρχον ὑπὸ βραχυτάτης αἰτίας ἀνιᾶται· τὸ δ’ ἰσχυρὸν καὶ δυσαίσθητον μεγάλης δεῖται τῆς αἰτίας εἰς γένεσιν τοῦ τοιούτου συμπτώματος. ἆρ’ οὖν ἐν τούτοις μόνοις, ἢ κᾀν τῷ κινεῖσθαι τὸ αἴτιον ἢ μὴ κινεῖσθαι, καὶ κινούμενον ἤτοι θᾶττον ἢ βραδύτερον κινεῖσθαι, παμπόλλη τίς ἐστιν ἐν τοῖς συμπτώμασι διαφορά; ἐμοὶ μὲν οὕτως δοκεῖ, τῷ γε τὸν αὐτὸν ἄνθρωπον ἡσυχάζοντα μὲν ἀνωμαλίας ἐνίοτε μόνης ἀντιλαμβάνεσθαι, κινηθέντα δὲ φρίττειν, γυμνασάμενον δὲ ῥιγοῦν. ταῦτά τοι καὶ συμβουλεύουσιν οἱ ἰατροὶ τοῖς ὧδε κάμνουσιν, ὑπὸ τῆς πείρας δεδιδαγμένοι, πάσης ἀπέχεσθαι κινήσεως. ἀλλὰ καὶ τῶν ἀπεπτησάντων ἐνίους ἴσμεν, ἂν μὲν ἡσυχάζωσι, μηδὲν πάσχοντας· ἂν δ’ εἰς βαλανεῖον εἰσέλθωσιν ἢ ἐν ἡλίῳ στῶσι, φρίττοντας, ἔτι δὲ δὴ μᾶλλον ἐὰν γυμνάσωνται· καὶ γὰρ ὁ ἥλιος καὶ
181
βαλανεῖον καὶ γυμνάσιον εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα περιττώματα, καθάπερ γε καὶ τῶν ψυχικῶν παθῶν ὁ θυμός. ἐξ ἑαυτῶν δὲ εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα περιττώματα τῷ θερμαίνεσθαι καὶ λεπτύνεσθαι καὶ πνευματοῦσθαι· καὶ οὐδὲν θαυμαστὸν ἡσυχαζόντων μὲν αὐτῶν ἧττον ἀνιᾶσθαι τὰ σώματα, κινηθέντων δὲ λυπεῖσθαί τε μεγάλως καὶ κλονεῖσθαι φρίττοντα καὶ ῥιγοῦντα καὶ πυρέττοντα. καὶ γὰρ ὅσα τοῖς ὀφθαλμοῖς ἔξωθεν ἐμπίπτει σκληρὰ σώματα, μυσάντων μὲν τὰ βλέφαρα καὶ καθησυχασάντων τὸ μόριον ἢ σμικρὸν πάμπαν ἢ οὐδὲν ἀνιᾷ· κινησάντων δὲ δυσάνεκτον ἐπιφέρει τὴν ὀδύνην. ἀλλὰ καὶ χωρὶς παραδείγματος ἐξ αὐτοῦ τοῦ πράγματος τῆς φύσεως ἔνεστιν ἐξευρεῖν, ὡς τὸ κινούμενον αἴτιον ἀνιαρότερον τοῦ μένοντος, ὅταν γε διὰ τῶν αἰσθητικῶν σωμάτων ἡ φορὰ γίγνηται, καθάπερ ἐν ὀφθαλμοῖς ὑπόκειται νῦν. οὐ γὰρ περὶ τῶν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις διαῤῥεόντων χυμῶν ὁ λόγος ἦν, ἀλλὰ περὶ τῶν κατὰ τὰς σάρκας τε καὶ ὅλην τοῦ ζώου τὴν ἕξιν. ὅταν οὖν διεξέρχηταί τι διὰ τούτων βιαίως ἐπὶ τὸ δέρμα 
182
φερόμενον, ἐν τῇ διόδῳ τῇ διὰ τῆς σαρκός τε καὶ τοῦ δέρματος ἀναγκαῖον αὐτὸ κεντεῖν τε καὶ νύττειν καὶ διαιρεῖν καὶ τιτρώσκειν οἷς ἂν ἐντυγχάνῃ πᾶσιν. ὅτι δὲ τὸ δακνῶδες καὶ κινούμενον αἴτιον ἅπαν εἰς φρίκας τε καὶ ῥίγη ἄγει τὸ ζῶον, ἄν τε θερμὸν ἄν τε ψυχρὸν ᾖ, πρῶτον μὲν ἐκ τῶν τοιούτων κατανοῆσαι δυνατόν· εἰ προσράναις ἐξαίφνης ὑγιαίνοντι σώματι ζέον ὕδωρ, ἢ σπινθῆρας ἐνσείσαις πυρὸς, εὐθέως φρικῶδες γενήσεται. ἀλλὰ καὶ κατὰ τῶν ἡλκωμένων μορίων ἐνίοτε φαρμάκων ἐπιτεθέντων καυστικῶν, φρίττουσι μὲν πρῶτον, ἐφεξῆς δὲ καὶ ῥιγοῦσιν, εἶτα καὶ πυρέττουσιν ἔνιοι. ἀλλὰ καὶ οἱ τριταῖοι πυρετοὶ ἁπάντων δὴ μάλιστα πυρετῶν χολώδεις ὄντες καὶ θερμοὶ, πάντων δὴ μάλιστα φρικώδεις εἰσὶ, καὶ ὅσῳ δ’ ἂν ἀκριβέστεροι τύχωσιν ὄντες, τοσούτῳ καὶ τὸ ῥῖγος αὐτοῖς γίνεται σφοδρότερον. ἀλλὰ καὶ ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις, Ἱπποκράτης φησὶ, τῷ τὴν τέως ἐν ταῖς φλεψὶν ἁλωμένην χολὴν ὑπὸ τῆς φύσεως ἀπωθεῖσθαι κριτικῶς ἐπὶ τὸ δέρμα διὰ τῶν σαρκῶν. τῆς οὖν κινήσεως καὶ φορᾶς αὐτῆς, ἣν διὰ τῶν αἰσθητικῶν ποιεῖται σωμάτων, ἅμα τε σύμπτωμα καὶ σημεῖόν ἐστι τὸ ῥῖγος. καὶ
183
δὴ καὶ ἱδροῦσι τοὐντεῦθεν οἱ οὕτω ῥιγώσαντες καὶ ἀπαλλάττονται τοῦ πυρετοῦ, κενωθείσης αὐτοῖς τῆς χολῆς. ἐνίοτε δ’ οὐκ εἰς τὸ δέρμα τὴν ὁρμὴν, ἀλλ’ εἰς τοὺς ἔσω τόπους ποιησαμένη, δι’ ἐμέτων τε ἅμα καὶ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦται. πολλάκις δὲ εἴσω τε καὶ ἔξω κατὰ τὴν αὐτὴν ἡμέραν ἠνέχθη, ὡς ἱδρῶσαί τε ἅμα καὶ ἐμέσαι καὶ ὑπελθεῖν κάτω τὴν χολήν. ὅσοι δ’ αἴτιον ὑγιεινὸν οἴονται τὸ ῥῖγος γίγνεσθαι τοῦ καύσου διὰ τὴν ψύξιν, τὰ γὰρ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα, τοῦ παντὸς ἁμαρτάνουσι. πρῶτον μὲν γὰρ εἰ τοῦτ’ ἀληθὲς ὑπῆρχεν, ἐνῆν αὐτοῖς δήπου ῥῖγος ἐργάσασθαι, τοῦτο μὲν ὕδωρ ψυχρὸν προσραίνοντας ἢ καταχέοντας, τοῦτο δ’ εἰς ψυχρὸν ἀέρα τὸν κάμνοντα γυμνὸν ἀπάγοντας, ἢ εἰς ὕδατος ψυχροῦ δεξαμενὴν ἐμβάλλοντας· ἔπειτα δ’ εἴπερ ἄρα διὰ τῆς πρὸς τοὐναντίον μεταπτώσεως τοῖς καυσουμένοις ἡ λύσις ἐγίγνετο ῥιγώσασιν, ἐχρῆν αὐτοὺς ἐπὶ τῷ ῥίγει πεπαῦσθαι πυρέσσοντας. ἔχει δ’ οὐχ οὕτω τἀληθές· οὐ γὰρ ἅμα τῷ ῥιγῶσαι παύονται πυρέσσοντες, οἵ γε πολὺ μείζονι πυρετῷ μετὰ τὸ ῥῖγος ἢ πρόσθεν ἁλίσκονται,
184
ἀλλ’ ἐπειδὰν ἱδρώσωσι δαψιλῶς, ἢ ἐμέσωσι τὴν ὠχρὰν χολὴν, ἢ κατ’ ἔντερον αὐτοῖς ὑπέλθῃ. ἐπὶ γὰρ τῇ σφοδροτέρᾳ κινήσει τῆς χολῆς σφοδρότερον εἰκὸς ἀνάπτεσθαι τὸν πυρετόν. ὅτι μὲν οὖν οὐ μόνον ἐπὶ τοῖς ψυχροῖς αἰτίοις ῥιγῶσιν, ἀλλὰ κᾀπὶ τοῖς θερμοῖς, ἤδη πέφανται. διὰ τίνα δὲ τὴν αἰτίαν ἐναντιωτάταις προφάσεσι ταὐτὸν ἕπεται σύμπτωμα, λεκτέον ἐφεξῆς, ἀναμνησθέντας αὖθις ὧν ἀπεδείξαμεν ὑπὲρ τῆς ἐκκρινούσης τὰ λυποῦντα δυνάμεως. οὐ γὰρ δήπου τὰ μὲν ἐν ταῖς εὐρυχωρίαις τῶν ὀργάνων ἐκκρίνει, καθάπερ ἐδείκνυτο τὰ κατὰ γαστέρα τε καὶ μήτραν καὶ τὰς κύστεις ἀμφοτέρας ἔντερά τε καὶ πνεύμονα καὶ ῥῖνας, ἀμελεῖ δὲ τῶν ἐν αὐτοῖς τοῖς σώμασιν ὑποτρεφομένων περιττωμάτων· ἀλλὰ κᾀκ τούτων ὁσημέραι πᾶν ἀποκρίνει τὸ περιττὸν ἀλύπως τε καὶ κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν, ὅταν γε νόμῳ φύσεως διοικῆται τὸ ζῶον. ἐπειδὰν δέ τι δακνῶδες ἐν αὐτῷ συστῇ, καὶ μάλισθ’ ὅταν ἔχῃ κίνησιν ἰσχυρὰν, ἀνιᾶταί γε καὶ ἀποκρίνειν αὐτὸ σπεύδει, καθ’ ὃν ἂν ἐγχωρῇ μάλιστα τρόπον ἐκ τοῦ σώματος αὐτοῦ τῶν μελῶν ἐκκριθῆναί τι,
185
συναγομένων δηλονότι καὶ σφιγγομένων εἰς ἑαυτὰ τῶν μορίων, εἶθ’ ἑκάστου τὸ κατ’ αὐτὸ μέρος τοῦ περιττώματος ὠθοῦντος. ἀλλ’ εἰ πάντα νοήσαις ἅμα τὴν κίνησιν ταύτην κινούμενα, σεισμός τις ὅλον τὸ σῶμα καταλήψεται καὶ κλόνος, ὁποῖος ἐν τοῖς ῥίγεσι φαίνεται καταλαμβάνων. ἀνάγκη γὰρ, οἶμαι, τῶν μυῶν πάντων κλονουμένων, συγκλονεῖσθαι τὰς διαρθρώσεις αὐτοῖς, ὧν κλονουμένων ἐκτάσεις τέ τινας καὶ κάμψεις ἀκουσίους συμπίπτειν, ἑτέρας οὔσης τῆς τοιαύτης κινήσεως παρὰ τὴν ἐν τοῖς σπασμοῖς τε καὶ παλμοῖς. ἐν μὲν γὰρ τοῖς σπασμοῖς ὡσαύτως μὲν, οὐ μὴν ὑπό γε τῆς αὐτῆς δυνάμεως αἱ κινήσεις ἐπιτελοῦνται· κατὰ δὲ τοὺς παλμοὺς οὐχ ὡσαύτως, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ὅτι συνεξαίρεται τῷ μυῒ τὸ κῶλον ὑπὸ τοῦ φυσώδους διαστελλομένῳ πνεύματος· ῥιγούντων δὲ, ὡς ἀρτίως εἴρηται, πᾶν μόριον κινεῖται τοῦ μυὸς ἐκκαθαίροντος ἑαυτόν· κατὰ δὲ τὴν ἐκείνων κίνησιν ὅλος ὁ μῦς σειόμενός τε καὶ κλονούμενος ἅμα ἑαυτῷ τὴν διάρθρωσιν, εἰς ἣν καταφύεται, συγκλονεῖ. τοιαύτη καὶ
186
τοῖς κατὰ θώρακα μυσὶν ἡ κίνησις ἐν ταῖς ἀνωμάλοις γίγνεται δυσκρασίαις, καὶ διὰ τοῦτο βραχυτέρα τε καὶ κερχνωδεστέρα βὴξ αὐτοῖς ἕπεται. διασείονται γὰρ οἱ μύες ἐκκρίνειν ἐφιέμενοι τὰ λυποῦντα τῆς ἑαυτῶν σαρκὸς διὰ τῶν τοῦ πνεύμονος ἀρτηριῶν· ἐν δὲ ταῖς ἄλλαις βηξὶν ἐδείκνυντο σφοδρῶς ἐμπίπτοντες τῷ πνεύμονι, χάριν τοῦ πολλὴν καὶ ἀθρόαν ἐκφύσησιν ἐργάσασθαι. ἔτι τε βιαιότερον ἐμπίπτουσιν ἐν τοῖς πταρμοῖς, ἐξωθοῦντες ἀθρόον τὸ πνεῦμα, τὸ κατὰ τὰς ῥῖνας ἐκκαθᾶραι βουλόμενοι. καὶ τοῦτο κατανοήσαντές τινες ἀσθενεῖς μὲν τὴν δύναμιν, ἀναπτύειν δὲ τὰ κατὰ θώρακά τε καὶ πνεύμονα δεόμενοι, πταρμὸν ἑαυτοῖς κινοῦσιν ἐρεθίζοντες τοὺς μυκτῆρας, ἵνα τῷ βιαίῳ τῆς κινήσεως ἀναπτύσωσιν, ὃ κατὰ βῆχας ἐκβαλεῖν οὐκ ἠδυνήθησαν. ἀλλὰ περὶ μὲν τῶν τοιούτων βηχῶν εἴρηται καὶ πρόσθεν αὐτάρκως. αἱ δὲ κατὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν, ἐκ ταὐτοῦ μέν εἰσι τοῖς ῥίγεσί τε καὶ ταῖς φρίκαις γένους, διαφέρουσι δὲ τῷ θάττονα γίγνεσθαι τὴν αἴσθησιν αὐτῶν, οὐδέποτε ἡσυχαζόντων τῶν ἀναπνευστικῶν ὀργάνων. ἐδείκνυτο γὰρ ἔμπροσθεν, 
187
ὡς καὶ τὰς καθ’ ὅλον τὸ σῶμα τοιαύτας διαθέσεις ἡ κίνησις ἐξελέγχει μάλιστα. ἐπειδὰν μὲν οὖν ὑγρὰ τὰ λυποῦντα τὴν φύσιν ὑπάρχῃ, τῷ βιαίῳ τούτῳ σεισμῷ καὶ κλόνῳ τῷ κατὰ τὴν βῆχα καὶ τὸ ῥῖγος, ὑπὸ τῆς ἐκκριτικῆς δυνάμεως ὠθούμενα φέρεται πάντῃ πρὸς τοὺς εἴκοντας τόπους, τὰ μὲν εἰς τὴν ἄνω, τὰ δὲ εἰς τὴν κάτω γαστέρα, τὰ δὲ ἐπὶ τὸ δέρμα πρὸς τοὐκτὸς, ὡς αἰσθητὴν αὐτῶν γενέσθαι τὴν κένωσιν. ἐπειδὰν δὲ πνευματώδης τις οὐσία μόνη χωρὶς ὑγρότητος ἤτοι θερμοτέρα τοῦ δέοντος ἢ ψυχροτέρα διεξέρχηται τὸ σῶμα, φρίττουσι μὲν δήπου τότε καὶ ῥιγοῦσιν· ἐνίοτε δὲ διὰ τὴν αὐτὴν αἰτίαν οὔτε δ’ ἐμοῦσιν οὔθ’ ἱδροῦσιν, οὔθ’ ὑποχωρεῖ τι κάτω τοῖς τοιούτοις οὐδὲν αἰσθητὸν, ὡς ἂν αὐτῶν ἐρεθιζόντων τὴν ἐκκριτικὴν δύναμιν ἀερωδῶν ὑπαρχόντων. οὕτως ἐν βαλανείοις περικαέσι, καὶ μάλιστα ἢν ἐξαίφνης τε καὶ ἀθρόως ἄνευ τοῦ προδιαθερμανθῆναι πλησιάσωμεν αὐτοῖς, αὐτίκα φρικώδεις γιγνόμεθα. οὕτως ὅταν εἰς τὸν ψυχρὸν ἀέρα μετέλθωμεν ἀθρόως, ἢ εἰ καὶ μὴ ἀθρόως, ἀλλὰ πολυχρονίως γε ὁμιλεῖν ἀναγκασθῶμεν, ὡς ἐν ὁδοιπορίαις ἐνίοτε
188
συμπίπτειν εἴωθε. τοῦ τοιούτου ῥίγους ἴαμα θέρμανσίς ἐστιν, οὐχ ἱδρὼς ἢ ἔμετος ἢ διαχώρημα γαστρός. ἐπεὶ δ’, ὡς εἴρηται, καὶ ψυχρὸν αἴτιον καὶ θερμὸν ἐργάζεται ῥῖγος, ἐπὶ μὲν τῷ θερμῷ τῷ ἀερώδει ψύξις ἱκανὴ πρὸς τὴν ἴασιν· τῷ δὲ ὑγρῷ πυρετὸς μὲν ἐξ ἀνάγκης ἐπιγίγνεται, κένωσις δὲ ἡ ἴασίς ἐστιν. ἐπὶ δὲ τῷ ψυχρῷ τῷ μὲν ἀερώδει θέρμανσις ἴαμα· τῷ δὲ ὑγρῷ ποτὲ μὲν ἡ πέψις ἀρκεῖ μόνη, ποτὲ δὲ ἡ κένωσις, ἔστι δ’ ὅτ’ ἄμφω συμπίπτει. παλαιὸς μὲν οὖν ὁ λόγος οὗτός ἐστιν ὡς διὰ παντὸς ἕπεται ῥίγει πυρετὸς, οὐ μήν γε ἀληθὴς ὑπάρχει τὸ πάμπαν, οὐδ’ ἂν διορίσηταί τις αὐτὸν προσηκόντως, ὥσπερ οὖν καὶ χρὴ διορίζεσθαι φιλικῶς μᾶλλον ἐξηγουμένους τὰ τῶν παλαιῶν, οὐ δυσμενῶς ἐξελέγχοντας, ἀλλ’ ὅμως οὐδ’ οὕτως ἀληθής ἐστιν ὁ λόγος, οὐδ’ ἂν διορισάμενοι φῶμεν ὅσα χωρὶς τῆς ἔξωθεν προφάσεως ἐκ τοῦ σώματος ἡμῶν ὁρμᾶται ῥίγη, πυρετὸν ἐξ ἀνάγκης αὐτοῖς ἀκολουθήσειν. ὦπται γὰρ οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πολλοῖς τῶν πρὸ ἡμῶν ἰατροῖς ἤδη ῥίγη συστάντα χωρὶς πυρετῶν, οὐ μὴν ἰσχυρά γε οὕτως ἐστὶν, ὡς τὰ τῶν ἀκριβῶν προηγούμενα
189
τριταίων ἢ τεταρταίων, ἢ τὰ κρίνοντα πυρετοὺς καυσώδεις τε καὶ θερμούς. εἴωθε δὲ τὰ τοιαῦτα ῥίγη διαίταις ἕπεσθαι μοχθηραῖς, ἐμπιπλαμένων ἀργῶς ἀνθρώπων καὶ λουομένων ἐπὶ τροφαῖς πολλάκις. ὅταν δὲ καὶ αὐτῶν τῶν ἐδεσμάτων αἱ ποιότητες πολλάκις ἐκ τῆς ψυχροτέρας τε καὶ φλεγματικωτέρας ὦσι κράσεως, ἑτοιμότατον ἁλῶναι ῥίγεσιν ἀνεκθερμάντοις τοὺς οὕτω διακειμένους. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ τὸ μηδέποτε θεάσασθαι ῥίγη τοιαῦτα τοὺς παλαιοὺς ἰατροὺς, ὡς ἂν μήτε πλημμελούντων εἰς τὴν ὑγιεινὴν δίαιταν ἴσα τοῖς νῦν τῶν τότε, μήτε τῆς τῶν βαλανείων χρήσεως εἰς τοσοῦτον ἐπιπολαζούσης. ἀλλ’, ὡς εἴρηται ἀρτίως, τὰ τοιαῦτα ῥίγη φρικώδη μᾶλλόν ἐστιν ἢ κλονώδη. πρώτη μὲν γὰρ αἴσθησις ἡμῖν ἐπὶ τοῖς μοχθηροῖς περιττώμασιν ἀνωμαλίας γίγνεται, καὶ ὅταν γε δριμέα τὰ τοιαῦτα ὑπάρχῃ, δακνώδης ἐστὶν ἡ αἴσθησις· δευτέρα δὲ φρίκης μικρᾶς, εἶτα μείζονος, εἶθ’ οὕτω μεγάλης, ὡς ἤδη καὶ ῥίγους τι μετέχειν· εἶτα τοῦ ῥίγους αὐτοῦ μόνου κλονοῦντός τε καὶ διασείοντος τὰ μόρια. τοῦτο τὸ ῥῖγος ἐπὶ τοῖς ψυχροῖς χυμοῖς οὐκ ἄν ποτε γένοιτο· τὴν ἀρχὴν γὰρ οὐδὲ σφοδρῶς κινοῦνται οἱ τοιοῦτοι
190
διὰ τὸ πάχος· εἰ δὲ λεπτυνθεῖέν ποτε καὶ οὗτοι, ῥῖγος μὲν οἴσουσιν, οὐ μὴν ἰσχυρότερον. οὐ γὰρ ἐγχωρεῖ τὴν αὐτὴν ἐπιδέξασθαι λεπτότητα φλέγμα λεπτυνθὲν, ἣν ἡ λεπτυνθεῖσα δέχεται ξανθὴ χολή. τὸ μὲν δὴ τοιοῦτον ῥῖγος οὐ πάνυ τι γιγνώσκουσιν οἱ παλαιοὶ ἰατροί· τὸ δ’ ἐν νοσήμασι θανατώδεσι γιγνώσκουσιν. λέγει οὖν ὁ Ἱπποκράτης ἐν ἀφορισμοῖς, ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον. ἐν γὰρ τοῖς τοιούτοις ῥίγεσιν ὥρμησε μὲν ἡ φύσις ἐπὶ τὸ διώσασθαι τὰ λυποῦντα, νικηθεῖσα δὲ καταπίπτει καὶ κατασβέννυται, καὶ διὰ τοῦτό ἐστιν ὀλέθριον τὸ σύμπτωμα. κατὰ δὲ τοὺς τεταρταίους ἐπίμικτον τὸ ῥῖγός ἐστιν ἐκ ψυχροῦ τε καὶ θερμοῦ. φύσει μὲν γάρ ἐστι ψυχρὸς χυμὸς ἡ μέλαινα χολὴ, σηπεδόνα δέ τινα προσλαβοῦσα, δι’ ἣν καὶ πυρετοὺς ἐξάπτει, τοσοῦτον ἐπικτᾶται θερμότητος, ὅσον καὶ σηπεδόνος. ὅτι μὲν οὖν ἕπεται ῥίγη κᾀν τοῖς θερμοῖς αἰτίοις ἀπεδείξαμεν· ὅτι δὲ κᾀν τοῖς τοιούτοις ἅπασι καταψύχονταί
191
τε καὶ λειφαιμοῦσι, μάλιστα μὲν ὅσα τοῦ σώματος ἄκρα μόρια, σὺν αὐτοῖς δὲ καὶ τὸ δέρμα σύμπαν, ὅσα τ’ ἐπιπολῆς ἐστιν ὑπ’ αὐτῷ, καὶ διὰ τίνα τὴν αἰτίαν γίγνεται, τοῦτο σκεπτέον ἐφεξῆς. ἔστι δή τις ἐκ τῶν πρώτων καὶ, ὡς ἂν εἴποι τις, ἡγεμονικωτάτων κινήσεων ἡ ἔσω τε καὶ ἔξω φορὰ τῆς ἐμφύτου θερμασίας, ἐπὶ πολλοῖς πάθεσι γιγνομένη ψυχικοῖς, ἅμα δ’ αὐτῇ δηλονότι καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα, ποτὲ μὲν ἔσω τε καὶ πρὸς τὴν ἀρχὴν φέρεται καὶ συστέλλεται, ποτὲ δ’ ἐκτὸς ἀποτείνεται καὶ χεῖται. αὐτῆς μὲν γὰρ τῆς ψυχῆς τὴν οὐσίαν ἴσως μὲν καὶ κατ’ ἄλλην τινὰ πραγματείαν ἀποφήνασθαι τολμηρὸν, ἐν δὲ τῇ νῦν ἐνεστώσῃ πρὸς τῷ τολμηρῷ καὶ περιττόν. ἔοικε δ’ οὖν ἥ τις ποτ’ ἂν ᾖ, δυοῖν θάτερον, ἤτοι πρώτοις ὀργάνοις εἰς ἁπάσας τὰς ἐνεργείας χρῆσθαι πνεύματί τε καὶ αἵματι καὶ τῇ θερμασίᾳ τῇ κατὰ θάτερόν τε καὶ συναμφότερον, ἢ ἐν αὐτοῖς τούτοις ὑπάρχειν. ἔνεστι δὲ ἐναργῶς θεάσασθαι τὰς κινήσεις αὐτῆς ἐν ἄλλοις τε πολλοῖς καὶ μάλιστα τοῖς ψυχικοῖς πάθεσιν. αὐτίκα φόβος τε καὶ θυμὸς, ὁ μὲν εἴσω τε καὶ πρὸς τὴν 
192
ἀρχὴν ὑπάγει καὶ συστέλλει τό τε πνεῦμα καὶ τὸ αἷμα σὺν τῷ καταψύχειν τὰ ἐπιπολῆς, ὁ δὲ ἀποτείνει τε καὶ χεῖ καὶ θερμαίνει. τὸ δ’ ἀγωνιᾷν ὀνομαζόμενον ἐξ ἀμφοῖν ὑπάρχον σύνθετον, ἀνώμαλόν ἐστι ταῖς κινήσεσι. καὶ τοίνυν καὶ οἱ σφυγμοὶ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας μικρότατοι μὲν καὶ ἀτονώτατοι τοῖς φοβηθεῖσι, μέγιστοι δὲ καὶ σφοδρότατοι τοῖς θυμωθεῖσιν, ἀνώμαλοι δ’ εἰσὶ τοῖς ἀγωνιῶσιν. ἐπὶ δὲ τῆς αἰδοῦς εἴσω μὲν πρῶτον ἡ κίνησις γίγνεται τῆς ψυχικῆς δυνάμεως, ἐπάνοδος δ’ αὖθις ἀθρόα πρὸς τοὐκτὸς λαμβάνει· ὡς εἴγε μὴ ἐπανέρχοιτο, φόβος ἐστὶν, οὐκ αἰδώς. ἡ μὲν γὰρ αἰδὼς ἐξαίφνης γίγνεται, μηδὲν τῆς ψυχικῆς δυνάμεως προσδοκώσης κακὸν, ἀλλ’, ὡς ἂν εἴποι τις, ὑπὸ μαλακίας τε καὶ δειλίας συμφύτου, μὴ φερούσης ἀνθρώπου πολὺ κρείττονος ὁμιλίαν, ἀλλ’ ἀποδρᾶναί τε καὶ εἰ οἷόν τ’ ἦν ἐκ ποδῶν γενέσθαι σπευδούσης. καὶ διὰ τοῦτο μόνον ἀποχωρεῖ πρὸς τὸ βάθος, οἷον ἀποδιδράσκουσα χωρὶς τοῦ καταψύχεσθαι. τοῦ λογισμοῦ δ’ ἐπεγείροντος καὶ παρορμῶντος τὸ παθητικὸν τῆς ψυχῆς,
193
ὅπερ ἐστὶ τὸ φοβούμενόν τε καὶ αἰδούμενον, ἐπανέρχεταί τε καὶ κινεῖται πρὸς τὰ ἐκτὸς ἐν ὁμοίῳ μάλιστα τρόπῳ κινήσεως, ἐν οἵῳ περ ἂν ὅταν ἐπὶ ψυχρολουσίᾳ θερμασίας ἐπανάκλησις γίγνηται. ἐν δέ γε τοῖς φόβοις, ἅτε μηδ’ ὅλως ἐπεγείροντός τε καὶ παρορμῶντος τοῦ λογισμοῦ τὸ παθητικὸν τῆς ψυχῆς, ἀεὶ καὶ μᾶλλον κατασβέννυται τὸ θερμὸν, ὥστε καὶ ῥιγοῦν ἐνίους αὐτῶν. ὅπερ δ’ ἐν φόβοις ἀθρόως, τοῦτ’ ἐν λύπαις κατὰ βραχὺ πάσχουσι, μεγέθει καὶ σφοδρότητι τῶν παθῶν, οὐχ ὅλῳ τῷ γένει διαφερόντων. καὶ τοίνυν καὶ ἀπέθανον ἤδη τινὲς ἐπὶ φόβοις ἐξαιφνιδίοις, ὅταν ἀσθενὲς φύσει ψυχάριον ἰσχυρῷ πάθει κατασχεθὲν ἀθρόως κατασβεσθῇ τε καὶ καταπνιγῇ. τὸ μὲν γὰρ σβέννυσθαι δι’ αὐτὴν τοῦ πάθους γίγνεται φύσιν ἐν τῷ καταψύχεσθαι τὴν γένεσιν ἔχοντος· τὸ δὲ καταπνίγεσθαι διὰ τὸ συννεύειν τε καὶ φέρεσθαι πᾶν ἐπὶ τὴν ἀρχὴν τὸ αἷμα. θυμωθεὶς δ’ οὐδεὶς ἀπέθανεν, ὡς ἂν μήτε τῆς θερμότητος καταψυχομένης μήτε τοῦ τόνου λυομένου· χαρέντες μέντοι μεγάλως ἔνιοι τῶν μικροψύχων ἀνθρώπων ἀπέθανον, ὥσπερ καὶ φοβηθέντες· οὐ γὰρ ἅμα τόνῳ καὶ ζέσει κινεῖται πρὸς τὰ ἐκτὸς ἡ ψυχικὴ
194
δύναμις, ἀλλ’ αὐτὸ τοὐναντίον, εἴ τι καὶ πρότερον εἶχε τόνου, τοῦτο νῦν ἐκλύει τε καὶ χαλᾷ· διαφορεῖται τοιγαροῦν, ὅταν ἐπιπλεῖστον χαλασθεῖσα φέρηται πρὸς τὸ ἐκτός. ὁ δὲ πόνος ἐναντίως κινεῖσθαι τὴν ψυχὴν ἀναγκάζων ὅμοια τῷ μεγίστῳ φόβῳ φέρει τὰ συμπτώματα. καὶ γὰρ ἀχροοῦσι καὶ καταψύχονται καὶ ῥιγοῦσι καὶ τρέμουσι καὶ μικροσφυκτοῦσι καὶ ἀσφυκτοῦσι καὶ τέλος ἀποθνήσκουσιν ὡσαύτως τοῖς ἐκπλαγεῖσιν. ὑποφεύγει γὰρ κᾀν τούτοις ἐπὶ τὴν ἀρχὴν ἡ ἔμφυτος θερμασία λυομένη θ’ ἅμα καὶ κατασβεννυμένη. ὅπου δὲ θάνατον ἐπιφέρει τὰ τοιαῦτα τῶν παθῶν, οὐδὲν δήπου θαυμαστὸν εἰ καὶ λειποψυχίαν. οὔκουν οὐδ’ ὅτι τὰ λειποψυχίας ἀκόλουθα συμπτώματα, τά τε ἄλλα καὶ ἡ ἀκούσιος ἔκκρισις τῶν περιττωμάτων ἕπεται οὐδὲν ἔτι χρὴ θαυμάζειν. ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ μηκύνειν ἔτι ὑπὲρ τῶν τοιούτων ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον. ὅταν οὖν ἐπὶ θερμοῖς τε ἅμα καὶ δακνώδεσι χυμοῖς γίνηται ῥῖγος, οὐδὲν θαυμαστόν ἐστι καταψύχεσθαι τὰ ἐκτὸς ἅπαντα, τῆς ψυχικῆς δυνάμεως εἰς τὸ βάθος συννευούσης ἅμα τῷ αἵματι. γίγνεται γὰρ αἴσθησις
195
τηνικαῦτα τῆς τῶν ἐκτὸς ψύξεως, οὐ τῆς τῶν ἐν τῷ βάθει. καὶ γὰρ διψῶσιν ἰσχυρῶς ἔνιοι κατ’ ἐκεῖνον τὸν καιρὸν, ὡς ἂν τῆς ἔνδον θερμασίας διαφυλαττομένης αὐτοῖς. ὅτι δὲ εὐλόγως τὰ τοιαῦτα τοῖς ῥιγοῦσι συμβαίνειν εἴωθεν, ἔνεστι κᾀντεῦθεν συλλογίσασθαι. εἰ γὰρ καθ’ ἕν τι μέρος ἐρείδουσαι σφοδρότερον ὀδύναι λειποψυχίας τε ἅμα καὶ καταψύξεις ἐπιφέρουσιν, οὐδὲν ἂν εἴη θαυμαστὸν τὰς καθ’ ὅλον ἅμα τὸ σῶμα συνισταμένας, εἰ καὶ μὴ τὰς λειποψυχίας τε καὶ τοὺς θανάτους, ἀλλὰ τάς γε καταψύξεις ἐργάζεσθαι. εἰσὶ γὰρ ὁμογενεῖς καὶ ταῖς ἄλλαις ἁπάσαις ὀδύναις αἱ κατὰ τὸ ῥῖγος, ἀπολείπονται δὲ τῶν ἀναιρουσῶν μεγέθει καὶ χρόνῳ. καὶ γὰρ ἐλάττους εἰσὶ πολλῷ καὶ βραχυχρόνιοι. κωλικὴ μέντοιγε πολλάκις ὀδύνη δυοῖν ἐφεξῆς ἡμερῶν κατέσχε· ῥῖγος δ’ ὅσῳπερ ἂν ᾖ σφοδρότερον, τοσοῦτον ὀλιγοχρονιώτερον γίγνεται. προσέοικε γὰρ ἡ κατ’ αὐτὸ κίνησις τῆς ψυχῆς οὐ τῇ κατὰ τοὺς φόβους, ἀλλὰ μᾶλλόν πως τῇ κατὰ τὴν αἰδῶ τε καὶ ψυχρολουσίαν. ἀναμάχεται γοῦν ἡ δύναμις καὶ διαγωνίζεται πρὸς τὰ λυποῦντα, μέχρι περ ἂν ἐκμοχλεύσῃ τε καὶ διώσηται πάντα. διά τε οὖν τὰς σφοδρὰς ἐμπτώσεις, καὶ ὅτι
196
κατὰ τὸ βάθος ἀθροισθεῖσα μετὰ πολλῆς ἐπανέρχεται θερμασίας, τὸν ἐπὶ τοῖς ῥίγεσι πυρετὸν ἐξάπτει, τὴν ὕλην ἔχουσα σύμμαχον εἰς τὸ μέγεθος αὐτοῦ. εἰ δέ ποτε διαγωνιζομένη φθάσειε καμεῖν αὕτη, πρὶν διώσασθαι τὰ λυποῦντα, γίγνεται μὲν γὰρ καὶ τοῦτο δι’ ἀῤῥωστίαν δυνάμεως, ἢ μέγεθος αἰτίου, θάνατος ἐξ ἀνάγκης ἀκολουθεῖ, καθάπερ ἔμπροσθεν εἴρηται.

Ὁπότε οὖν ἐνταῦθα τοῦ λόγου γεγόναμεν, ἐπιθῶμεν ἤδη τὴν κεφαλὴν αὐτῷ, βραχέσι κεφαλαίοις ἅπαντά τε τὰ προειρημένα περιλαβόντες, ὅσα τε λείπεται προσθέντες. αἱ μὲν βῆχες καὶ οἱ πταρμοὶ καὶ αἱ λύγγες καὶ τὰ ῥίγη τῆς ἐκκριτικῆς δυνάμεως ἰσχυραὶ καὶ βίαιοι κινήσεις εἰσίν· οἱ δὲ σκορδινισμοὶ καὶ αἱ χάσμαι τῆς αὐτῆς μὲν, ἀλλὰ μέτριαι· μετριώτεραι δὲ κᾀν ταῖς φρίκαις αἱ κινήσεις εἰσί· καὶ πολὺ δὴ τούτων μετριώτεραι αἱ κατὰ τὰς ἀνωμαλίας κινήσεις, ὥστε σχεδὸν οὐδὲ κινήσεις εἴποι τις τὰς τοιαύτας, ἀλλ’ αἰσθήσεις μόνον ὑπάρχειν, οἷαί περ καὶ αἱ κατὰ τοὺς ἑλκώδεις κόπους αἰσθήσεις εἰσί. καὶ τούτων μᾶλλον ἔτι ἐν τῷ κνηστιᾷν. 

197
αἴσθησις γὰρ ἐν τούτῳ τῷ συμπτώματι μόνον ἐστὶ περιττωμάτων κνησμωδῶν· οὐδὲ γὰρ ὀνομάσαι δυνατὸν ἄλλως αὐτὰ, πλὴν εἰ νιτρώδη καὶ ἁλμυρά τις ἢ πικρὰ προσαγορεύειν ἐθέλοι, τοιαύτη γὰρ ἡ φύσις αὐτῶν. ἔνεστι δὲ μαθεῖν περὶ αὐτῶν ἀπό τε τῶν ἔξωθεν, οἷον ἀκαλήφης τε καὶ σκίλλης καὶ ἅλμης καὶ θαλάττης, ὅσα τ’ ἄλλα τοιαῦτα καὶ τούτων οὐδὲν ἧττον ἀπ’ αὐτῶν τῶν κατὰ τὸ σῶμα. τοῖς γὰρ ἀλουτοῦσι καὶ ῥυπῶσι καὶ ἀπεπτοῦσι καὶ τροφὰς κακοχύμους ἐσθίουσι κνηστιᾷν συμβαίνει, καὶ πολὺ δὴ μᾶλλον ἐν ψώραις τε καὶ λέπραις, ὅτι πλείων τε καὶ παχύτερος ὁ χυμὸς ἐν ταῖς τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο κνῶνται μὲν ἐπὶ πλεῖόν τε καὶ μᾶλλον ἁπάντων ἄνευ τῆς τοιαύτης διαθέσεως κνηστιώντων· ὀνίνανται δ’ οὐδὲν οὐδ’ ἂν ἐκδείρωσιν ἑαυτοὺς κνώμενοι σφοδρότατα, διὰ τὸ μένειν ἐν αὐτοῖς ἐμπεπλασμένον τε καὶ, ὡς ἂν εἴποι τις, ἐσφηνωμένον ἐν τῷ δέρματι τὸν λυποῦντα χυμόν. οὔτε γὰρ ὀλίγος οὗτος οὔτε λεπτός ἐστιν, ὡς ἐπὶ τῶν ἀλουτησάντων μόνον ἢ ῥυπώντων, ἀλλὰ καὶ πλεῖστος καὶ παχὺς, ἐνίοτε δὲ καὶ γλίσχρος. ἅπαντα γοῦν τὰ τοιαῦτα συμπτώματα κακοχυμίας ἐστὶν ἔγγονα, διαφέροντα
198
δὲ ποιότητι καὶ ποσότητι τῆς αἰτίας, ἔτι τε πρὸς τούτοις ἡσυχίᾳ τε καὶ κινήσει. ὀλίγη μὲν γὰρ καὶ λεπτὴ καὶ ἁλμυρὰ καὶ ἀκίνητος ἐν τοῖς κνηστιῶσιν· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης καὶ ἀκίνητος ἐπὶ τοῖς ἑλκώδεσι κόποις· πολλὴ δὲ καὶ παχεῖα καὶ ἁλμυρὰ καὶ ἀκίνητος ἐν λέπραις τε καὶ ψώραις· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης καὶ βραχεῖαν ἔχουσα τὴν κίνησιν ἐν ταῖς φρίκαις. εἰ δ’ ἤτοι κινηθείη σφοδρῶς ἢ πλείων ἢ δακνωδεστέρα γένοιτο, ῥῖγος, οὐ φρίκην ἐπιφέρει, μέγιστον μὲν ἡ πλείστη τε καὶ σφοδροτάτη καὶ δακνωδεστάτη καὶ σφοδρότατα κινουμένη, ἐλάχιστον δὲ, εἰ καθ’ ἕν τι τούτων μετρίως αὐξηθὲν ἐκ φρίκης εἰς ῥῖγος μεταπέσοι. πάμπολλαι δὲ ἄλλαι μεταξὺ τοῦ τ’ ἐλαχίστου ῥίγους ἐστὶ καὶ τοῦ μεγίστου, τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσαι παρά τε τὸ μᾶλλον καὶ ἧττον κινεῖσθαι τὴν αἰτίαν καὶ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι δακνώδη, καὶ προσέτι τὴν ἐν τῇ ποσότητι διαφορὰν, ἔτι τε πρὸς τούτοις ἤτοι παρὰ τὸ πάσαις ταῖς εἰρημέναις διαφοραῖς, ἢ παρὰ τό τισιν ἤ τινι τὴν ποιοῦσαν τὸ ῥῖγος αἰτίαν ηὐξῆσθαι.
199
ταυτὶ μὲν οὖν ἅπαντα τὰ συμπτώματα περὶ τὸ δέρμα καὶ τὰς ὑπ’ αὐτὸ σάρκας ἀθροιζομένης τῆς αἰτίας εἴωθε συνίστασθαι. βῆχες δὲ καὶ πταρμοὶ καὶ λύγγες, αἱ μὲν βῆχες ἐν τοῖς κατὰ πνεύμονά τε καὶ φάρυγγα καὶ θώρακα τῶν αἰτίων συνισταμένων· οἱ πταρμοὶ δὲ ἐν τοῖς κατὰ τὰς ῥῖνας· λύγγες δὲ ἐν τοῖς κατὰ γαστέρα καὶ στόμαχον. ἐν ἅπασι δὲ τοῖς εἰρημένοις κοινὸν ἡ τῶν λυπούντων ἐκκριτικὴ δύναμις, ἑαυτὴν ἐπεγείρουσα πρὸς τὰς σφοδροτάτας κινήσεις ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα, καθάπερ ἔμπροσθεν εἴρηται τά τ’ ἄλλα περὶ τῆς γενέσεως αὐτῶν καὶ ὅτι κατὰ συμβεβηκός ποτε καὶ ὁ πταρμὸς τῶν κατὰ πνεύμονα συνεστώτων ὑγρῶν ἴαμα καθίσταται, μὴ γινόμενος ἐκείνων ἕνεκεν. οὕτω δὲ καὶ κατὰ τὴν γαστέρα καὶ τὸν στόμαχον, ἐφ’ οἷς αἱ λύγγες συνίστανται, κατὰ συμβεβηκὸς ἐκκαθαίρουσιν οἱ πταρμοὶ, καὶ ταύτῃ γίγνονται λυγγῶν ἰάματα. συνεπωθοῦσι γὰρ τὴν κοιλίαν οἱ κατεπιγάστριοι μύες ἐκτεινόμενοί τε καὶ προστέλλοντες, ὡς βιαιοτέραν γίνεσθαι τὴν ἔμπτωσιν αὐτοῖς τοῖς λυποῦσιν αἰτίοις, ἃ διώσασθαι σπεύδει. εἴρηταί μοι σχεδὸν ἅπαντα
200
τὰ τῶν ψυχικῶν ἐνεργειῶν τε καὶ δυνάμεων συμπτώματα σὺν ταῖς ἀπογεννώσαις αἰτίαις αὐτά· κατὰ μέντοι τὸ πρῶτον ὑπόμνημα τῶν ἐν ταῖς φυσικαῖς ἐνεργείαις τε καὶ δυνάμεσι γιγνομένων συμπτωμάτων οὐδενὸς ἐπεμνήσθην, ἐν δὲ τῷ δευτέρῳ τῷδε κατὰ τὴν κοινωνίαν τοῦ λόγου λέλεκταί τι καὶ περὶ ἐκείνων ἐπ’ ὀλίγον, ἀλλά γε τὸν τέλεόν τε καὶ ἴδιον αὐτοῖς λόγον ἀποδώσομεν ἐν τῷ τρίτῳ τῷ μετὰ τοῦτον.

Νυνὶ δὲ πρὸς τὸ πάνθ’ ἡμῖν ἐν τοῖς δύο συμπεπληρῶσθαι τὰ ταῖς ψυχικαῖς δυνάμεσι γενόμενα συμπτώματα, καὶ περὶ τῶν κατὰ τὰς ἡγεμονικὰς ἐνεργείας ἐροῦμεν. ἔστι μὲν οὖν κᾀν ταύταις τρία τὰ πρῶτα γένη τῶν συμπτωμάτων· ἓν μὲν ἀπώλεια τῆς ἐνεργείας· ἕτερον δὲ βλάβη· τὸ δὲ τρίτον εἰς ἑτέραν ἰδέας ἐκτροπήν. ἀπώλεια μὲν ἐν ταῖς καλουμέναις μωρώσεσί τε καὶ λήθαις. ὦπται γὰρ οὐκ ὀλιγάκις ὡς εἰς ἀπόστασίν τινα κατασκήψαντα νοσήματα μώρωσιν ἢ λήθην ἐπήγαγεν. ἐνίους γοῦν καὶ γράμματα καὶ τέχνας τελέως ἐπιλαθομένους

201
ἐθεασάμεθα καὶ μηδὲ τῶν σφετέρων ὀνομάτων μεμνημένους, ὁποῖόν τι καὶ ὁ Θουκυδίδης φησὶν ἐν τῷ λοιμῷ συμβῆναι· τινὰς γὰρ τῶν διασωθέντων ἀγνοῆσαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους. ὤφθησαν δὲ καὶ διὰ γῆρας ἔσχατον ἔνιοι παραπλησίοις ἁλόντες συμπτώμασιν· ᾧ καὶ δῆλον, ὡς ἐπὶ καταψύξει γίνεται καὶ μώρωσις καὶ λήθη. καὶ γὰρ οὖν καὶ τὰ φάρμακα τὰ τῶν τοιούτων συμπτωμάτων ποιητικὰ ψυχρὰ ταῖς δυνάμεσίν ἐστι. τὰ μὲν δὴ τοιαῦτα συμπτώματα τὸ σῶμα αὐτὸ κατεψύχθαι δηλοῖ τοῦ ἐγκεφάλου, ὥσπερ καὶ τὰ ἀποπληκτικὰ καὶ τὰ ἐπιληπτικὰ διὰ φλεγματώδους χυμοῦ πλῆθος ἐν ταῖς κοιλίαις αὐτοῦ τοῦ ἐγκεφάλου συναθροισθέντος ἔοικε γίγνεσθαι. καὶ διὰ τοῦτο ἐξαιφνίδιος ἥ τε γένεσις αὐτῶν ἐστι καὶ ἡ λύσις, οὐδαμῶς τούτου συμβῆναι δυναμένου κατὰ τὰς τῶν σωμάτων δυσκρασίας. αἱ δὲ μέτριαι βλάβαι καὶ οἷον νάρκαι τοῦ λογισμοῦ τε καὶ τῆς μνήμης ἐπὶ βραχυτέρᾳ καταψύξει συμβαίνουσιν, ἤτοι διά τι τῶν εἴσω τοῦ σώματος ληφθέντων φαρμάκων ψυχρῶν, ἢ κατὰ 
202
τῆς κεφαλῆς ἐπιτεθέντων, ἢ καὶ χυμοῦ ψυχροῦ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένου· καὶ παραφροσύναι δὲ πᾶσαι, πλημμελεῖς ὑπάρχουσαι κινήσεις τῆς ἡγεμονικῆς δυνάμεως, ἐπὶ μοχθηροῖς συνίστανται χυμοῖς ἢ δυσκρασίᾳ τῶν κατὰ τὸν ἐγκέφαλον. ὀνομάζονται δὲ φρενίτιδες μὲν αἱ μετὰ πυρετῶν, μανίαι δὲ αἱ χωρὶς τούτων, ποτὲ μὲν τοῖς δακνώδεσι καὶ θερμοῖς ἑπόμεναι χυμοῖς, ὁποῖος ὁ τῆς ξανθῆς χολῆς ἐστι μάλιστα, πολλάκις δὲ κατὰ τὴν δυσκρασίαν τὴν ἐπὶ τὸ θερμότερον αὐτοῦ τοῦ ἐγκεφάλου συνιστάμεναι· μόναι δ’ αἱ μελαγχολικαὶ παράνοιαι ψυχρότερον ἔχουσι τὸν αἴτιον χυμόν. ἡ μὲν γὰρ φρενῖτις οὐδὲ ἁπλῶς ἐπὶ θερμοῖς συνίσταται χυμοῖς, ἀλλὰ μετὰ τοῦ φλεγμονὴν ἐργάζεσθαι κατὰ τε τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας. ἐν δὲ τοῖς ἄλλοις πυρετοῖς αἱ παραφροσύναι πληθύνοντος ἐν ἐγκεφάλῳ γίγνονται τοῦ τοιούτου χυμοῦ· καὶ ὅσαι γε κατὰ τὰς ἀκμὰς συνίστανται τῶν ὀξυτάτων πυρετῶν, ἀτμὸν δακνώδη καὶ θερμὸν ἀναθυμιώμενον ἴσχουσιν ἐπὶ τὸν ἐγκέφαλον. αἱ δὲ μελαγχολικαὶ παράνοιαι πολυειδεῖς
203
μέν εἰσι ταῖς κατὰ μέρος ὑπούλοις φαντασίαις, ἓν δ’ αὐταῖς ἔοικεν ἁπάσαις ὑπάρχειν κοινὸν, ὃ πρὸς Ἱπποκράτους εἴρηται· ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. δυσθυμοῦσι γὰρ ἅπαντες ἀλόγως, οὐδ’, ἢν ἐρωτήσῃς, ἔχοντες εἰπεῖν ἐφ’ ὅτῳ λυποῦνται, δεδίασί τε ἐξ αὐτῶν οὐκ ὀλίγοι θάνατόν τε καὶ ἕτερά τινα μηδενὸς ἄξια δείματος· εἰσὶ δὲ οἳ καὶ σφοδρῶς ἐπιθυμοῦσι θανάτου. τό γε μὴν ἐπὶ τῇ μελαίνῃ χολῇ καταλαμβανούσῃ τὴν ἀρχὴν τῆς λογικῆς ψυχῆς φόβους τε γίγνεσθαι καὶ δυσθυμίας καὶ θανάτου προσδοκίας, οὐδὲν θαυμαστόν. ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ σώματος οὐδὲν οὕτως ἡμῖν φοβερὸν, ὡς τὸ σκότος. ὅταν οὖν οἷον σκότος τι περιχυθῇ τῷ λογιστικῷ μορίῳ τῆς ψυχῆς, ἀναγκαῖον ἀεὶ φοβεῖσθαι τὸν ἄνθρωπον, ὡς ἂν ἀεὶ τὴν αἰτίαν τοῦ φόβου συμπεριφέροντα τῷ σώματι· ὅπερ γὰρ ἡμῖν ἔξωθεν γίνεται κατὰ χρόνον τινὰ, βαθυτάτου σκότους καταλαβόντος τὸν πέριξ ἀέρα, τοῦτο τοῖς μελαγχολῶσιν ἔνδοθέν τε κᾀξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται,
204
καταλαβούσης τὸν ἐγκέφαλον ἤτοι τῆς μελαίνης χολῆς αὐτῆς, ἤ τινος ἀναθυμιάσεως ἀτμοῦ μελαγχολικοῦ, καθάπερ ἐν τῷ νοσήματι τῷ φυσώδει τε καὶ ὑποχονδριακῷ προσαγορευομένῳ.

205

Ὅτι δὲ ὅσα κατὰ τὰς φυσικὰς ἐνεργείας τε καὶ δυνάμεις ἀποτελεῖται συμπτώματα τὴν αὐτὴν μὲν ἔχει μέθοδον τῆς εὑρέσεως, ἥνπερ καὶ τὰ ταῖς ψυχικαῖς ἐνεργείαις ἐπιγινόμενα, κάλλιον μὲν ἴσως ἐστὶ κᾀν τοῖς τούτων εἴδεσι γυμνάσασθαι κατὰ μέρος, ὥσπερ κᾀν τοῖς τῶν ψυχικῶν ἐγυμνασάμεθα. τὸ μὲν δὴ κεφάλαιόν ἐστι τῆς εὑρέσεως ἁπάντων τῶν αἰτίων ὅσα λυμαίνεται ταῖς δυνάμεσιν ἡ γνῶσις τοῦ τρόπου καθ’ ὃν ἐνήργουν ὑγιαίνουσαι.

206
εἰ μὲν γὰρ τῷ τρίβειν ἡ γαστὴρ ἔπεττε τὰ σιτία, περὶ τὸ τρίβειν ἐμποδισθεῖσα τὰ τῆς πέψεως ἀποτελέσει συμπτώματα· μηδ’ ὅλως μὲν τρίψασα, τὸ μηδ’ ὅλως πέψαι· μοχθηρῶς δὲ τρίψασα, τὸ μοχθηρῶς πέψαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ τῷ σήπειν ἔπεττεν, οὐ πέψει τῷ μὴ σῆψαι. εἰ δ’, ὡς ἡμεῖς ἀπεδείξαμεν, αὐτὴ μὲν ἡ πέψις ἀλλοίωσίς ἐστι κατὰ ποιότητα, γίγνεται δὲ ὑπὸ τῆς γαστρὸς ὁμοιούσης ἑαυτῇ τὰ σιτία, παντί που δῆλον, ὡς ἡ περὶ τὴν ἀλλοίωσιν ἀποτυχία σύμπτωμα γενήσεται πέψεως. εἰ μὲν δὴ μηδ’ ὅλως ἀλλοιωθείη, καλεῖται μὲν ἀπεψία τὸ σύμπτωμα, καθάπερ ἀκινησία τε καὶ ἀναισθησία περὶ τὰ τῆς ψυχῆς ἔργα, σημαινουσῶν ἀπώλειάν τε καὶ στέρησιν τῆς ἐνεργείας τοῦ πρώτου μορίου τῆς ψυχῆς. εἰ δ’ ἀλλοιωθείη, οὐχ ὡς προσῆκε δὲ, ἀπεψία μὲν καὶ τοῦτο καλεῖται· σημαίνει δ’ οὐ στέρησιν ὡς πρότερον, ἀλλὰ κάκωσιν μόνην. οὔσης δὲ καὶ αὐτῆς τῆς κακώσεως διττῆς, ἢ τῷ βραδύνειν τε καὶ μηδέπω δέχεσθαι τὴν οἰκείαν μεταβολὴν, ἢ τῷ διεφθάρθαι παντάπασιν, ὡς μηδ’ ὅλως δύνασθαι τὸν ἐκ τῆς φύσεως κόσμον δέξασθαι,
207
βραδυπεψίαν μὲν ὀνομάζουσι τὴν προτέραν· ἡ δευτέρα δὲ οὐδὲν ἴδιον ὄνομα κέκτηται. τοσαῦται μὲν οὖν αἱ βλάβαι τῆς πέψεως. αἰτίαι δὲ αὐτῶν, κοινὴ μὲν ἡ τῆς ἀλλοιούσης δυνάμεως ἀποτυχία τοῦ σκοποῦ. διῄρηται δ’ αὕτη κατ’ εἴδη τε καὶ γένη. τὰ μὲν δὴ πρῶτα δύο γένη τῆς ἀποτυχίας εἰσὶ τὸ μὲν ἕτερον ἡ δύναμις αὐτὴ πεπονθυῖα, τὸ δὲ ἕτερον ἔξωθέν τις πλημμέλεια. διαιρεῖται δὲ ἑκάτερον, ἡ μὲν τῆς δυνάμεως βλάβη κατὰ τρόπον διττὸν, ἤτοι διὰ τὴν ἑαυτῆς οὐσίαν ἢ διά τι νόσημα τῶν ὀργανικῶν· ἡ δ’ ἔξωθεν πλημμέλεια τριττὴ μὲν καὶ αὐτή· ἡ μὲν ἐν τοῖς κατὰ τὴν γαστέρα περιττώμασιν· ἡ δὲ ἐν τοῖς σιτίοις· ἡ δὲ ἐν τῷ χρόνῳ τῶν ὕπνων. ἀλλ’ αἱ μὲν κατὰ τὴν οἰκείαν οὐσίαν τῆς δυνάμεως βλάβαι δυσκρασίαι τινές εἰσι τῶν δραστικῶν ποιοτήτων· αἱ δ’ ἀπὸ τῶν ὀργανικῶν νοσημάτων ἐρυσιπέλασι καὶ οἰδήμασι καὶ φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ἀποστήμασι καὶ ἄνθραξι, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα νοσήματα περὶ τὴν γαστέρα συνίσταται. διὰ ταῦτα μὲν δὴ πάντα κακῶς ἡ γαστὴρ πέττει, τῆς δυνάμεως αὐτῆς ᾗ
208
πέττει βλαπτομένης, ἐν μὲν ταῖς δυσκρασίαις κατὰ τὴν οἰκείαν ἑαυτῆς οὐσίαν, ἐν δὲ τοῖς ἄλλοις νοσήμασιν, ὅσα μὲν ἁπλῶς ἐστιν ὀργανικὰ, παραποδιζομένης μόνον, ὅσα δὲ ἐκ δυσκρασιῶν τε καὶ ὀργανικῶν σύνθετα, κατ’ ἀμφοτέρους τοὺς τρόπους. ἐπὶ ταύταις ταῖς προφάσεσιν ἡ γαστὴρ κακῶς πέττει, κᾂν μηδὲν τῶν ἄλλων πλημμελῆται τῶν ἔξωθεν. τὸ ἔμπαλιν δὲ τῆς γαστρὸς αὐτῆς μηδὲν πεπονθυίας, οὐ πέττει τὸ ζῶον ἤτοι διὰ πλῆθος ἄμετρον ἐδεσμάτων τε καὶ πομάτων ἢ διὰ ποιότητα μοχθηρὰν ἢ δι’ ἀκαιρίαν ἢ δι’ ἀταξίαν ἢ περίττωμα φαῦλον ἢ ὕπνον ὀλίγον. ἀλλ’ ἐπὶ μὲν ταῖς μοχθηραῖς τῶν σιτίων ποιότησι καὶ τοῖς περιττώμασιν, ὅσα κατὰ τὴν γαστέρα συνίσταται, μετὰ διαφθορᾶς ἀπεπτοῦσιν, ἔστι δ’ ὅτε καὶ δι’ ἀταξίαν τε καὶ ἀκαιρίαν. λέγω δὲ ἀταξίαν μὲν, εἰ μῆλα καὶ ῥοιὰς, εἰ οὕτως ἔτυχε, πρῶτα, τελευταῖα δὲ προσφέροιντο λάχανα δι’ ἐλαίου καὶ γάρου· ἀκαιρίαν δ’, εἰ ἕωθεν, πρὶν ὑπελθεῖν καλῶς τὴν προτέραν τροφὴν, ἢ πρὸ ὀλίγου τῶν γυμνασίων ἀριστήσειεν. αἱ διαφθοραὶ δὲ κνισώδεις μὲν ἐπὶ τοῖς θερμοτέροις τε καὶ χολωδεστέροις ἐδέσμασι
209
συμπίπτουσιν· ὀξώδεις δὲ ἐπὶ τοῖς ψυχροτέροις φύσει καὶ φλεγματωδεστέροις. οὕτω δὲ κᾀπὶ τοῖς περιττώμασιν ὀξώδεις μὲν ὅσα φλεγματικὰ καὶ ψυχρά· κνισώδεις δὲ ὅσα θερμά τε καὶ πικρόχολα. καὶ αὐτὴ δὲ ἡ γαστὴρ ἐπὶ μὲν τοῖς ψυχροτέροις νοσήμασι τὰς ὀξώδεις, ἐπὶ δὲ τοῖς θερμοτέροις τὰς κνισώδεις ἐργάζεται μεταβολάς. βραδυπεψίας δὲ ἐργάζεται τὰ δυσδιάφθαρτα μὲν, ὑπὲρ τὴν δύναμιν δὲ ἢ ὑπὲρ τὸν ὕπνον. ὅταν δὲ χωρὶς τοῦ διαφθαρῆναι στέρησις παντελὴς γένηται πέψεως, ἰστέον ἐν τῷδε νενικῆσθαι τὴν γαστέρα τελέως ἤτοι διὰ πλῆθος ἄμετρον, ὡς πρὸς τὴν ἀσθένειαν τῆς δυνάμεως, ἢ διὰ ψύξιν ἰσχυράν· ἀπεπτεῖ γὰρ ἐν ταῖς τοιαύταις καταστάσεσιν ἡ γαστὴρ, ὡς μηδ’ ἐπιχειρεῖν ὅλως πέψαι. ταῦτ’ οὖν ἔστω σοι παραδείγματα καὶ τῆς ἐν τοῖς ἀγγείοις ἀπεψίας. εἰς γὰρ τοὺς αὐτοὺς αὖ τρόπους ἀνάξεις κᾀκείνας, καὶ πρὸς ἐκείναις γε τὰς κατὰ τὴν τρίτην πέψιν, αἷς ἡ θρέψις ἕπεται τοῦ σύμπαντος ὄγκου, τὴν αὐτὴν ἀναλογίαν ἐχούσης πρὸς μὲν τὰς φλέβας τῆς ἐκ κοιλίας εἰς αὐτὰς ἀναδιδομένης τροφῆς, πρὸς δὲ τὰς σάρκας τῆς ἐκ τῶν φλεβῶν εἰς ἐκείνας, 
210
ἥνπερ εἶχε τὰ ἐσθιόμενά τε καὶ πινόμενα πρὸς τὴν γαστέρα. ταῦτ’ οὖν ἅπαντα ἡμῖν ἐνεδείξατο προγιγνωσκόμενος ὁ τῆς πέψεως τρόπος. ὅτι γὰρ ἡ ἐκ τῶν τεσσάρων στοιχείων τοιάδε τις κρᾶσις, ἡ καὶ τὴν ἰδιότητα τοῦ τῆς γαστρὸς ἐργασαμένη σώματος, αἰτία τῆς ἀλλοιώσεώς ἐστι τῶν σιτίων, ἐπιστάμενοι, καὶ ὅτι πλείστην εἰς τοῦτο δύναμιν εἰσφέρεται τὸ θερμὸν στοιχεῖον, ἐποδηγήθημεν εἰς τὴν εὕρεσιν τῶν ἐν ταῖς ἀπεψίαις αἰτίων. ἔστι δὲ οὐ μόνον ἐν ταῖς ἀπεψίαις, ἀλλὰ καὶ κατὰ τὰ σύμπαντα τῶν συμπτωμάτων γένη, τὸ μὲν οἷον ἀπώλεια τῆς ἐνεργείας ἢ στέρησις ἢ ὡς ἄν τις ἑτέρως ὀνομάζειν ἐθέλοι· τὸ δὲ οἷον ἀτελὴς καὶ ἐλλιπὴς ἐνέργεια· τὸ δὲ μοχθηρά τε καὶ πλημμελής. ἐν μὲν οὖν τῇ γαστρὶ, καθάπερ ἀρτίως εἴρηται, στέρησις μὲν τῆς ἐνεργείας ἐστὶν, ὅταν μηδ’ ἐπὶ βραχύτατον ἀλλοιωθῇ τὰ σιτία· πέψις δὲ ἐλλιπὴς ἐν ταῖς βραδυπεψίαις, ὥσπερ γε καὶ ἡ μοχθηρὰ καὶ ἡ πλημμελὴς ἐν ταῖς διαφθοραῖς. κατὰ δὲ τὰς φλέβας ἡ μὲν τῆς ἐνεργείας στέρησις ἐν τοῖς παντάπασιν ὠμοῖς χυμοῖς· ἡ δὲ ἐλλιπὴς ἐνέργεια κατὰ τοὺς ἡμιπέπτους· ἡ δ’ αὖ
211
πλημμελὴς ἐν ταῖς κακοχυμίαις. οὕτω δὲ καὶ καθ’ ὅλην τοῦ ζώου τὴν ἕξιν ἡ μὲν οἷον στέρησις ἐν τοῖς ὠμοῖς κατ’ ἐκεῖνα χυμοῖς· ἡ δ’ οἷον ἐλλιπὴς ἐν τοῖς ἡμιπέπτοις· ἡ δὲ μοχθηρὰ κατὰ τὰς ἐν αὐτοῖς κακοχυμίας. ἐκ τούτων τῶν κακοχυμιῶν ἐρυσιπέλατά τε καὶ καρκῖνοι καὶ γάγγραιναι γίγνονται, φαγέδαιναί τε καὶ ἄνθρακες, καὶ ἕρπητες, ὅσα τ’ ἄλλα τοιαῦτα. κατὰ δὲ τὴν τῆς θρέψεως ἐνέργειαν ἀτροφία μὲν ἡ στέρησις τῆς ἐνεργείας· ἐλλιπὴς δὲ θρέψις ἡ ἰσχνότης· μοχθηρὰ δὲ ἡ ἐν ταῖς λεύκαις τε καὶ κατὰ τὸν ἐλέφαντα προσαγορευόμενον. αἱ δὲ αἰτίαι τῶν λελεγμένων ἁπάντων συμπτωμάτων αἱ αὐταὶ κατὰ τὸ γένος εἰσὶ ταῖς ἔμπροσθεν ἐπὶ τῆς γαστὸς εἰρημέναις, ἔνιαι μὲν αὐτῶν εἰς ἀῤῥωστίαν δυνάμεως, ἔνιαι δὲ εἰς τὴν τῆς τροφῆς πλημμέλειαν, αἱ τρίται δ’ εἰς ἐπιτηδεύματά τε καὶ τὰ προσπίπτοντα τοῖς ζώοις ἔξωθεν ἀναγόμεναι. καὶ κατὰ γε τὸν αὐτὸν ἐκείναις τρόπον αἱ ἀῤῥωστίαι τῆς δυνάμεως, αἱ μὲν οἰκεῖαι ταῖς τῶν ὁμοιομερῶν δυσκρασίαις, αἱ δ’ οὐκ οἰκεῖαι τοῖς ὀργανικοῖς ἕπονται νοσήμασιν. αἱ δὲ πλημμέλειαι τῆς τροφῆς εἰς πλῆθός τε καὶ
212
ποιότητα χυμῶν διαιροῦνται, καθάπερ, οἶμαι, καὶ αἱ τῶν ἐπιτηδευμάτων τε καὶ τῶν ἔξωθεν ὁμιλούντων εἰς ἀταξίαν τε καὶ ἀκαιρίαν τινά. ἐπιτηδεύματα δὲ καλῶ νῦν ἱππασίας, ἁλιείας, ἀφροδίσια, λουτρὰ, περιπάτους, πλοῦς, κυνηγέσια, καὶ ἅπανθ’ ἁπλῶς ἐν οἷς ἐνεργοῦμέν τι τῷ σώματι. χρὴ δ’ οὐκ αὐτῶν δήπου μόνον τῶν συμπτωμάτων διαγνωστικόν τε ἅμα καὶ τῆς γενέσεως εὑρετικὸν εἶναι τὸν ἰατρὸν, ἀλλὰ καὶ τοῦ τρόπου τῆς γενέσεως αὐτῶν ὡς ἐν τῇ διαφορᾷ τέτακται τῶν ποιητικῶν αἰτίων. οὐ γὰρ εἰ μηδ’ ὅλως ἔπεψε μόνον ἡ γαστὴρ ἐπίστασθαι προσῆκεν, ἀλλὰ καὶ διότι, πότερον δι’ ὑπερβάλλουσαν ἀσθένειαν τῆς πεπτικῆς δυνάμεως, ἢ διά τι πλῆθος ἄμετρον, ἢ μοχθηροτάτην τινὰ σιτίων ποιότητα. τὸ μὲν γὰρ ἐπὶ τοῖς σιτίοις σύμπτωμα ῥᾳδίως ἐπανορθοῦται· τὸ δ’ ἐπὶ ταῖς ἐσχάταις καταπτώσεσι τῆς δυνάμεως εἰς λειεντερίαν ἢ τὸν καλούμενον τυμπανίαν ὕδερον ἀφικνεῖται· καὶ κατὰ φλέβας δὲ ὡσαύτως οὐ μόνον ἀποτυχίαν αἱματώσεως ἐπισκοπεῖν χρὴ, ἀλλὰ καὶ διότι γίγνεται·
213
πότερον δι’ ἀῤῥωστίαν τῆς αἱματοποιοῦ δυνάμεως, οὐδὲν γὰρ χεῖρον οὕτως αὐτὴν ὀνομάζειν, ἢ διὰ πλῆθός τι χυμῶν ἀπέπτων τε καὶ ψυχρῶν ἐκ τῆς γαστρὸς ἀναδιδομένων· εὐίατον μὲν γὰρ τοῦτο, θάτερον δ’ εἰς ὕδρωπα τελευτᾷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν τῇ σαρκί. διὰ μὲν γὰρ τοὺς ὠμοὺς χυμοὺς οἱ ἐκ νοσημάτων ἀνέδην ἐμφορούμενοι φυσώδεις τε καὶ ὑδαλέοι τὴν ὅλην ἕξιν ἀποτελοῦνται· διὰ δὲ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως οἱ ἀνὰ σάρκα προσαγορευόμενοι τῶν ὑδέρων. ἅπασαι μὲν οὖν αἱ μεγάλαι δυσκρασίαι καταβάλλουσι τὴν δύναμιν· ἀλλ’ αἱ μὲν ἐπὶ τῷ ψυχρῷ κρατοῦντι τὰ ψυχρὰ τῶν παθῶν ἐργάζεσθαι πεφύκασιν· αἱ δὲ ἐπὶ τῷ θερμῷ τἀναντία. κατὰ ταὐτὰ δὲ καὶ περὶ τῆς ὑπολοίπου γιγνώσκειν ἀντιθέσεως καὶ συζυγίας. ἐν ἁπάσαις δ’, ὡς εἴρηται, κοινὸν ἡ μεγίστη τοῦ κατὰ φύσιν ἐκτροπή. τὸ γὰρ μηδ’ ὅλως ἐνεργῆσαι περὶ τὰ σύμμετρά τε καὶ συνήθη σιτία μεγίστην ἐνδείκνυται τῆς γαστρὸς τὴν δυσκρασίαν· ἀλλ’ εἰ μὲν δι’ ὑπερβάλλουσαν θερμότητα συμβαίνει τὸ τοιοῦτον, εὐθὺς καὶ διαφθείρεται τὰ σιτία, κοινὴν μέν τινα διαφθορὰν ἐπὶ τὸ
214
κνισῶδες΄ ἰδίαν δὲ ἕκαστον, ὡς ἂν φύσεως ἔχῃ. τὰ μὲν γὰρ οἷον βρώμου τινὸς ἢ βορβόρου διαφθειρόμενα· τὰ δὲ ἰχθύων τινῶν ὠμῶν ἤ ἀῤῥήτου τε καὶ ἀλλοκότου σηπεδόνος ἐξόζει. διαμεῖναι γὰρ ἀσήπτῳ θερμαινομένῳ σφοδρῶς οὐδενὶ τῶν ἐδεσμάτων δυνατόν· εὐθὺς δὲ δήπου καὶ διψῶσιν ἀμέτρως οἱ οὕτω διακείμενοι καὶ πυρέττουσιν ἐνίοτε λεπτοὺς καὶ μικροὺς ἑκτικοὺς πυρετούς· εἰ δὲ διὰ ψύξιν ἄμετρον ἀπόλοιτο παντάπασιν ἡ πέψις τῶν σιτίων, ἄδιψοί τέ εἰσι καὶ ἀπύρετοι, καὶ αὐτῶν τῶν σιτίων ἀκριβεῖς ἀποσώζουσι τὰς ποιότητας, εἴτ’ ἐρυγγάνειν ἐθελήσειαν, εἴτε καὶ ἐμεῖν. εἰ δὲ καὶ βραχεῖά τις ἐνέργεια παρὰ τὴν πέψιν αὐτῶν γένοιτο, καὶ ἡ τῶν σιτίων φύσις ἤτοι τῆς μέσης εἴη κράσεως ἤ τῆς ψυχροτέρας, ὀξυρεγμιώδεις ἀποτελοῦνται. θερμοτέρων δὲ κατὰ κρᾶσιν ὄντων ἢ καὶ φύσει φυσωδεστέρων, ἐμπίπλαται πνεύματος ἀτμώδους ἡ γαστήρ. εἰς μὲν δὴ τὰς τοιαύτας δυσκρασίας ἐγχωρεῖ διὰ ταχέων αὐτὴν ἀφικέσθαι· καθ’ ὑγρότητα δὲ καὶ ξηρότητα δύσκρατος εἰς τοσοῦτον, ὡς ἀπολέσαι τὴν ἐνέργειαν, οὐκ ἄν ποτε γένοιτο γαστὴρ, ἄνευ χρόνου παμπόλλου· καὶ 
215
χρὴ προηγήσασθαι τῆς μὲν ὑγρότητος ὕδερον· τῆς δὲ ξηρότητος ἤτοι γῆρας ἢ μαρασμόν. ἀλλὰ τὰς μὲν τοιαύτας διελέσθαι διαφορὰς πραγματείας ἑτέρας ἐστίν.