De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Εἴρηται μὲν ἤδη τι καὶ πρόϲθεν ὑπὲρ τῶν ἐν τῇ θαλάττῃ κητωδῶν ζῴων, ἐξ ὧν εἰϲιν αἵ τε φῶκαι καὶ αἱ φάλαιναι δελφῖνέϲ τε καὶ ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι καὶ πρὸϲ αὐτοῖϲ | οἱ κύνεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα· καὶ νῦν δὲ περὶ αὐτῶν ἐν κεφαλαίῳ λεκτέον, ὡϲ ἅπαντα τὰ τοιαῦτα καὶ ϲκληρὰν καὶ κακόχυμον ἔχει καὶ περιττωματικὴν τὴν ϲάρκα.

καὶ διὰ τοῦτο προταριχεύοντεϲ αὐτὰ τοὐπίπαν εἰϲ χρῆϲιν ἄγουϲι λεπτομερεϲτέραν ἐργαζόμενοι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τροφὴν εἰϲ τὸ ϲῶμα καὶ διὰ τοῦτο πεφθῆναί τε δυναμένην θᾶττον αἱματωθῆναί τε μᾶλλον. ἡ γάρ τοι πρόϲφατοϲ, ὅταν μὴ πάνυ καλῶϲ πεφθῇ, πλεῖϲτον ἐν ταῖϲ φλεψὶν ἀθροίζει τὸν ὠμὸν χυμόν.