De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ἐϲτὶ ζῴων· διὸ καί τινεϲ ἀπὸ τοῦ ϲέλαϲ ἔχειν ὠνομάϲθαι φαϲὶν αὐτὰ ϲελάχια. μαλακὴν δ’ ἐν αὐτοῖϲ ἔχει τὴν ϲάρκα νάρκη τε καὶ τρυγών, ὥϲπερ οὖν καὶ ἡδεῖαν ὑπιοῦϲάν τε κατὰ γαϲτέρα μετρίωϲ καὶ πεττομένην οὐ χαλεπῶϲ. ἀλλὰ καὶ τρέφει μετρίωϲ, ὥϲπερ καὶ τἄλλα πάντα τὰ μαλακόϲαρκα.

κοινὸν δ’ ἐν αὐτοῖϲ ϲχεδὸν ἅπαϲίν ἐϲτι πολυϲαρκότερα τῶν μέϲων μορίων τὰ κατὰ τὰϲ οὐρὰϲ εἶναι· μάλιϲτα δὲ τοῦθ’ ὑπάρχει ταῖϲ νάρκαιϲ. ἔοικε γάρ τοι τὰ μέϲα τῶν ζῴων τούτων οἷόνπερ

χόνδρον τακερὸν ἐν ἑαυτοῖϲ ἔχειν. βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι καὶ πάνθ’ ὅϲα τοιαῦτα ϲκληρότερα καὶ δυϲπεπτότερα καὶ τροφὴν πλείονα τῷ ϲώματι παρέχοντα νάρκηϲ τε καὶ τρυγόνοϲ ἐϲτίν.