De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Ἐκ τῶν νέων κριθῶν φρυγειϲῶν ϲυμμέτρωϲ τὸ κάλλιϲτον ἄλφιτον γίγνεται· τούτων δ’ ἀποροῦντεϲ ἐνίοτε κἀκ τῶν ἄλλων αὐτὰ ϲκευά ζομεν. εὐωδῶν δ’ ὄντων ἁπάντων, ὅϲα καλῶϲ ἐϲκευάϲθη, μάλιϲτ’ ἐϲτὶν εὐώδη τὰ ἐκ τῶν ἀρίϲτων καὶ νέων κριθῶν γιγνόμενα μὴ πάνυ ξηρὸν ἐχουϲῶν τὸν ϲτάχυν. ἐν ἔθει δ’ ἐϲτὶ πολλοῖϲ τῶν ὑγιαινόντων ἐπιπάττειν αὐτὰ ϲιραίῳ καὶ οἴνῳ γλυκεῖ καὶ οἰνομέλιτι κεκραμένοιϲ ἐν ὕδατι καί ποτε καὶ ὕδατι μόνῳ καὶ πίνειν ἐν τῷ θέρει πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τοῦ λουτροῦ καί φαϲιν αἰϲθάνεϲθαι τοῦ πόματοϲ ἀδίψου, δι’ οἴνου γε μὴν αὐϲτηροῦ ποθέντα ξηραίνει γαϲτέρα.

χρῶνται δ’ ἀλφίτοιϲ ἔν τιϲι τῶν ἐθνῶν ἐν ἄρτου χρείᾳ, καθάπερ ἐπὶ τῶν ἀγρῶν εἶδον ἐν Κύπρῳ, καίτοι πλεῖϲτον γεωργοῦϲι ϲῖτον. οἱ παλαιοὶ δὲ καὶ τοῖϲ ϲτρατευομένοιϲ ἄλφιτα παρεϲκεύαζον. ἀλλ’ οὐ τὸ γε νῦν ἔτι τὸ Ῥωμαίων ϲτρατιωτικὸν ἀλφίτοιϲ χρῆται κατεγνωκὸϲ αὐτῶν ἀϲθένειαν. ὀλίγην γὰρ τροφὴν δίδωϲι τοῖϲ ϲώμαϲι, τοῖϲ μὲν ἰδιωτικῶϲ διακειμένοιϲ καὶ ἀγυμνάϲτοιϲ αὐτάρκη, τοῖϲ δ’ ὁπωϲοῦν γυμναζομένοιϲ ἐνδεῆ.

γίγνονται δ’ ἐξ αὐτῶν ὑγρῷ φυραθέντων αἱ μᾶζαι, περὶ ὧν ἐφεξῆϲ ἐροῦμεν, ἐπειδὴ καὶ Φυλότιμοϲ ἐπὶ πλέον ὑπὲρ αὐτῶν διελθὼν ἐν τῷ πρώτῳ Περὶ τροφῆϲ ὅμωϲ ἀδιόριϲτον εἴαϲε τὸ χρηϲιμώτατον ἐν αὐταῖϲ.

Τὴν δύναμιν ἑκάϲτου τῶν ἐδεϲμάτων ἔνεϲτί ϲοι καὶ πρὸ τῆϲ διωριϲμένηϲ πείραϲ ἐκ τῆϲ φύϲεωϲ αὐτῶν τεκμήραϲθαι. τίνι γὰρ οὐκ ἂν ἀνδρὶ ϲυνετῷ τὸ μὲν ἀκριβῶϲ λεπτὸν καὶ λευκὸν καὶ καθαρὸν ἀπάϲηϲ πιτυρώδουϲ οὐϲίαϲ ἄλευρον ἐνδείξαιτο καὶ κατὰ τὴν γαϲτέρα θᾶττόν τε καὶ μᾶλλον ἀλλοιοῦϲθαι καὶ διὰ τοῦτο πέττεϲθαί τε κάλλιον ἀναδίδοϲθαί τε ῥᾷον ἑτοιμότερόν τε τρέφειν, ὡϲ ἂν ὅλον ἐξομοιούμενόν τε καὶ προϲτιθέμενον τοῖϲ τρεφομένοιϲ ϲώμαϲιν, ὅϲον δ’ ἐν αὐτῷ πιτυρῶδέϲ τ’ ἐϲτὶ καὶ ϲκληρόν, ὥϲπερ ἐκτὸϲ φαίνεται μὴ διαλυόμενον ὕδατι, κατὰ τὸν αὐτὸν λόγον οὐδ’ ἐν τῇ γαϲτρὶ διαλύεϲθαι βρεχόμενον, ἀλλὰ διαμένειν ὅλον ἀδιαίρετόν τε καὶ ἀκατέργαϲτον, ὁποῖον ἐλήφθη;

τοῦτ’ οὖν οὔτε πέττεϲθαι δύναται καλῶϲ οὔτ’ ἀναδίδοϲθαι διὰ τὸ μηδ’ ἐναρμόττειν ὅλωϲ τοῖϲ ϲτόμαϲι τῶν εἰϲ τὴν γαϲτέρα καὶ τὰ ἔντερα καθηκουϲῶν φλεβῶν. οἷϲ ἐξ ἀνάγκηϲ ἕπεται πλέον μὲν ἀπ’ αὐτοῦ γίγνεϲθαι τὸ κοπρῶδεϲ, ὑπιέναι δὲ θᾶττον αὐτῷ τε τῷ διὰ πλῆθοϲ βάρει καὶ προϲέτι τῷ ῥυπτικὴν ἔχειν ποιότητα τὸ πιτυρῶδεϲ ἅπαν.