De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Καιρὸϲ οὖν ἤδη μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν κριθίνων ἄρτων λόγον, οὓϲ ϲκευάζουϲιν οἱ ἄνθρωποι παραπληϲίωϲ τοῖϲ πυρίνοιϲ. εἰϲὶ δ’ οὐ μόνον τῶν πυρίνων, ἀλλὰ καὶ τῶν ὀλυρίνων καὶ πολὺ μᾶλλον ἔτι τῶν τιφίνων ψαθυρώτεροι μηδὲν ἐν ἑαυτοῖϲ ἔχοντεϲ ὥϲπερ ἐκεῖνοι γλίϲχρον. εὔδηλον οὖν ὅτι τροφὴν ὀλίγην παρέχουϲι τοῖϲ ϲώμαϲι καὶ μάλιϲθ’, ὅταν ἐκ φαυλοτέρων γένωνται κριθῶν, ἐξ ὧν οὐδὲ τὴν πτιϲάνην ὁ Ἱπποκράτηϲ ἐκέλευϲε ϲκευάζειν· οὐδὲ γὰρ ἀνιᾶϲιν ἐξ ἑαυτῶν πολὺν χυλὸν ἑψόμεναι.

κάλλιϲται δ’ εἰϲὶν αἱ λευκαὶ μετὰ τὸ

πτιϲθῆναι φαινόμεναι καί τι πυκνότητοϲ ἔχουϲαι καὶ βάρουϲ, ὅϲον οἷόν τε κριθὰϲ ἔχειν. ἀμείνουϲ δὲ δηλονότι καὶ τῶν ἰϲχνῶν τε καὶ ῥυϲῶν αἱ πλήρειϲ ὅλαι καὶ περιτεταμένην ἔξωθεν ἔχουϲαι τὴν περιγραφήν.

ἀλλὰ τοῦτο μὲν ἀπάντων ϲπερμάτων κοινὸν ἔϲτω ϲοι γνώριϲμα, πλὴν εἰ πάνυ ϲφόδρα ποτὲ πλείονα τοῦ | κατὰ φύϲιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέϲθαι. περιττωματικὴν γὰρ ὑγρότητα ταῦτ’ ἔχειν ἴϲθι καὶ χείρω τῶν προειρημένων εἶναι. καὶ διὰ τοῦτο μετὰ μὲν τὴν ϲυγκομιδὴν οὐ προϲῆκεν αὐτοῖϲ χρῆϲθαι, καταθέμενον δ’ ἐν τόποιϲ ξηροῖϲ ἐᾶϲαι χρόνῳ πλείονι τὸ μέν τι διαπνεῦϲαι τῆϲ περιττῆϲ ὑγρότητοϲ, τὸ δέ τι πεφθῆναι, μέχριπερ ἂν ξηραινόμενα προϲϲταλῇ μετρίωϲ.

ἀπορρεῖ γὰρ ἀπάντων φυτῶν τε καὶ ϲπερμάτων καὶ καρπῶν, ἐπειδὰν ϲυγκομιϲθέντα κέηται, πρῶτον μὲν ὅϲον ἐν αὐτοῖϲ ἐϲτιν ὑδατῶδέϲ τε καὶ λεπτὸν περίττωμα, μετὰ ταῦτα δὲ καὶ αὐτῆϲ τι τῆϲ κατὰ φύϲιν ὑγρότητοϲ. ἡνίκ’ ἂν γὰρ ξηροτέραν μὲν ἢ προϲῆκε τὴν οὐϲίαν ἴϲχῃ, χείρω γίγνεται τῶν εἰϲ ἄκρον εὐεξίαϲ ἡκοντῶν, οὐ μὴν ἤδη γ’ ἐϲτὶ μοχθηρὰ παντάπαϲιν, ἀλλὰ καὶ χρηϲιμώτερα πρὸϲ ἐνίαϲ διαθέϲειϲ, ὅϲαι ξηραίνεϲθαι δέονται·. τὰ δ’ ἐπὶ πλεῖϲτον ἀποκείμενα χείρω γίγνεται ταῖϲ δυνάμεϲιν. ὅροϲ δὲ καὶ τούτων, ὅταν διαιρούμενα καθάπερ τινὰ λεπτὴν κόνιν ἐκπίπτουϲαν ἔχῃ. ταῦτα μὲν οὖν | ἐπὶ πάντων ἔϲτω ϲοι διὰ μνήμηϲ ἅπαξ εἰρημένα νῦν. ἐμοὶ γὰρ οὐχ ἡδὴ πολλάκιϲ ὑπὲρ τῶν αὐτῶν λέγειν τὰ αὐτά, πλὴν εἴ ποτ’ ἀνατ ἀναμνῆϲαι φαίνοιτο τοῦ κεφαλαίου μόνου ψιλοῦ.

περὶ δὲ τῶν ἐκ κριθῆϲ ἄρτων, ὑπὲρ ὧν ὁ λόγοϲ ἧν, αὖθιϲ ἀναλαβόντεϲ εἴπωμεν, ὡϲ κἀν τούτοιϲ εἰϲὶ διαφοραί τινεϲ ἀνάλογον ταῖϲ ἐπὶ τῶν πυρίνων ὀλίγον ἔμπροϲθεν εἰρημέναιϲ. ἅπαντεϲ μὲν γὰρ ἀτροφώτεροι πολλῷ τῶν πυρίνων εἰϲίν· ἀλλ’ οἱ μὲν ἐκ τῶν ἀρίϲτων κριθῶν ἧττον τοῦτο πεπόνθαϲιν, οἱ δ’ ἐκ τῶν χαύνων καὶ κούφων

ἀνάλογόν εἰϲι τοῖϲ πιτυρίαιϲ ἄρτοιϲ. ὑπέρχονται δὲ κάτω κατὰ γαϲτέρα μάλιϲτα μὲν οἱ ἐκ τῶν τοιούτων κριθῶν, οὐχ ἥκιϲτα δὲ καὶ οἱ ἄλλοι παραβαλλόμενοι τοῖϲ πυρίνοιϲ. τὰ δὲ περὶ τῆϲ ἀρίϲτηϲ τε καὶ χειρίϲτηϲ ὅϲαι τ’ ἄλλαι μεταξὺ τούτων γίγνονται ϲκευαϲίαι τῶν κριθίνων ἄρτων, αἱ αὐταὶ ταῖϲ ἐπὶ τῶν πυρίνων εἰρημέναιϲ εἰϲίν.