De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Κάλλιον δὲ καὶ περὶ τῶν ἄλλων διελθεῖν, ὅσα τοῖς πλείστοις τῶν γερόντων γίνεται· βράγχοι, καὶ κόρυζαι, καὶ λίθων γενέσεις ἐν νεφροῖς, ἀρθρίτιδές τε καὶ ποδάγραι, καὶ ἄσθματα, καὶ τἄλλα ὅσα τοιαῦτα. πρὸς μὲν οὖν τοὺς βράγχους τε καὶ τὰς κορύζας δίαιταν μὲν τήνδε, φάρμακα δὲ τάδε προσφέρεσθαι χρή· πρὸς δὲ τὰς τῶν λίθων γενέσεις ταῦτα. καθ’ ἕκαστον τῶν ἄλλων οὕτως ἐπερχόμενος ἐπιμελὴς εἶναί τις δόξει καὶ περιττὸς εἰς ἐπιστήμην γηροκομικήν. ἀλλ’ ὥσπερ οὐδὲν τούτων χρὴ γράφειν ἐν συγγράμματι γηροκομικῷ, μεταφέρειν γε δυναμένων αὐτὰ τῶν γεγυμνασμένων ἐν ταῖς τῶν νοσημάτων θεραπείαις, οὕτως αὖ πάλιν οὐδ’ ἐπὶ μόνοις τοῖς κοινοῖς παύεσθαι, προειπόντα δ’ αὐτὰ προστιθέναι τινὰ τῶν κατὰ μέρος, ἃ μάλιστ’ ἐστὶν οἰκεῖα τῷ προκειμένῳ σκέμματι, καθάπερ ἡμεῖς ἐποιήσαμεν. ἐπειδὴ γὰρ ἐδείχθη τὸ γῆρας ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ὁμολογουμένως εἶναι ψυχρὸν, οὐχ ὁμολογουμένως δὲ ξηρὸν, ἐνίων ὑγρὸν αὐτὸ φάντων εἶναι,

350
προσήκει δήπου λαβόντας ὑπόθεσιν εἰς τὸ γηροκομικὸν μέρος τῆς τέχνης, ὃ νῦν ἡμῖν πρόκειται, τὰ δειχθέντα περὶ τῆς κράσεως αὐτοῦ, τὸν μὲν σκοπὸν αὐτῶν τῶν πραγμάτων ἀπ’ ἐκείνης λαβεῖν, ἐπελθεῖν δ’ ἔνια τῶν κατὰ μέρος, τὰ μὲν ἕνεκα τοῦ γυμνάσαι τὸν μαθητὴν, τὰ δ’ ὡς παραδείγματα πρὸς τὴν τῶν οὐκ εἰρημένων εὕρεσιν γενησόμενα, διὰ τὸ μὴ πάντας οὕτως εἶναι συνετοὺς, ὡς ἐκ μόνου τοῦ καθόλου γνωσθέντος εὑρίσκειν τὰ κατὰ μέρος, ἀλλὰ τοῦ ποδηγήσοντος ἐπ’ αὐτὰ προσδεῖσθαι. γεγυμνασμένος γάρ τις τὸν λογισμὸν, ἀκούσας τὸ τοῦ γέροντος σῶμα κατὰ μὲν αὐτὰ τὰ μόρια ψυχρὸν καὶ ξηρὸν, ἐμπίπλασθαι δὲ ῥᾳδίως ὀῤῥωδῶν τε καὶ φλεγματωδῶν περιττωμάτων δι’ ἀῤῥωστίαν τῆς δυνάμεως, ἐξοχετεύειν μὲν ταῦτα πειράσεται, τὰ στερεὰ δ’ αὐτὰ τοῦ σώματος μόρια θερμαίνειν τε καὶ ὑγραίνειν. ὅσοι δ’ ἐκ τοῦ τῶν περιττωμάτων πλήθους ἀπατηθέντες ἀδιορίστως ἀπεφῄναντο, τὴν τῶν γερόντων κρᾶσιν ὑπάρχειν ὑγρὰν, οὗτοι περὶ τὸν πρῶτον εὐθέως ἐσφάλησαν σκοπὸν,
351
ἡγούμενοι χρῆναι ξηραίνειν τὰ πρεσβυτικὰ σώματα. τῶν τε οὖν ἐδεσμάτων ὅσα ξηραντικὰ, διδόασι μᾶλλον, οἷον ἐν μὲν τοῖς λαχάνοις τὴν κράμβην πρὸ τῆς μαλάχης καὶ βλίτου, καὶ τοῦ λαπάθου, καὶ τῆς ἀτραφάξυος, καὶ τῆς θριδακίνης, ἐν δὲ τοῖς ὀσπρίοις τὴν φακῆν πρὸ τῆς πτισάνης, καὶ τὸν κέγχρον πρὸ τοῦ κυάμου, καὶ τὸν ἔλυμον πρὸ τῆς ζειᾶς, ἐν δὲ τοῖς καρποῖς ἀμύγδαλα καὶ τερμίνθου σπέρμα μᾶλλον, ἢ κολοκύνθης τε καὶ σικύων πέπονα, καὶ κοκκύμηλα, καὶ μόρα, κρεῶν δὲ τὰ τῶν ἀγρίων ζώων μᾶλλον, ἢ τὰ τῶν ἡμέρων, καὶ τὰ ταριχηρὰ τῶν προσφάτων, ἐν ὅλῃ τε τῇ διαίτῃ φεύγουσι μὲν, ὧν ἡ δύναμις ὑγρὰ, προαιροῦνται δὲ διδόναι τὰ ξηραίνοντα. καίτοι γε τοὐναντίον ἅπαν ἐστὶν ἀληθὲς, ὠφελουμένων ἐναργῶς τῶν γερόντων ὑπὸ τῶν ὑγραινόντων ἐδεσμάτων. ἐπεὶ δ’ ἐξ αὐτῶν ἔνια ψυχρὰ ταῖς κράσεσίν ἐστιν, καὶ διὰ τοῦτο φλέγμα γεννῶσιν ἐν τῇ γαστρὶ καὶ κατὰ τὰς πρώτας φλέβας, ἐντεῦθεν οὖν ἔδοξαν εἶναι βλαβερὰ τοῖς μήτε τὴν ὅλην κρᾶσιν ἐπισταμένοις τῶν γερόντων, μήτε τὸ κεφάλαιον τῆς διαίτης
352
ὁρῶσιν. οὔτε γὰρ ἔλαιον αὐτοὺς, οὔτε λουτρὰ θερμὰ ποτίμων, οὔτ’ οἴνου πόσις ὠφελεῖ, μὴ δεομένους ὑγραίνεσθαι. καὶ μὴν καὶ τὸ μέτρια κινεῖσθαι καὶ τὸ χρῄζειν ὕπνων ἱκανὰ μαρτύρια τοῦ σκοποῦ τῆς διαίτης. ὥστε καὶ εἴποτε, φλέγματος γεννηθέντος, ἐξ ἀνάγκης ἑλοίμεθά τι τῶν τεμνόντων αὐτὸ, μετιέναι χρὴ ταχέως ἐπὶ τὴν ὑγραίνουσαν δίαιταν. οὕτως δὲ κᾂν δι’ ὑποψίαν ἐμφράξεως ἐπί τι τῶν ἐκφραττόντων ἐδεσμάτων ἢ φαρμάκων ἀφικώμεθα, οὐδὲ τὰ θρέψοντα τῶν σιτίων ὑγρᾶς εἶναι κράσεως οὐ χρὴ παντάπασιν οὐδὲ κατ’ ἐκείνην αὐτὴν ἀποστῆναι τὴν ἡμέραν, πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῆς ὑστεραίας ἔχεσθαι προσήκει τοῦ σκοποῦ, τόν τε χόνδρον ἅμα τῷ μέλιτι διδόντας, ἢ ὄξους τι αὐτῷ μιγνύντας, ὅταν ὡς πτισάνην σκευάζωμεν, δι’ οἰνομέλιτος ἢ οἴνου Φαλερίνου προσφέρεσθαι κελεύοντας, ἢ τῷ γάλακτι χρωμένους, ὡς προεῖπον, ἢ πτισάνην καλῶς ἑφθὴν, πεπέρεως ἀκριβῶς χνοώδους ἐπεμβάλλοντας. οὕτως δὲ καὶ πέπειρα σῦκα πρὸ τῆς ἄλλης ὀπώρας αἱρετέον ἐστὶν, καὶ κατὰ τὸν χειμῶνα τὰς ἰσχάδας, ἄρτον τε παρεσκευασμένον, ὡς εἶπον,
353
ἢ μετὰ μέλιτος, ἢ μετ’ οἰνομέλιτος, ἢ μετά τινος οἴνου τῶν ἐπιτηδείων. ὡς παραδείγματα γὰρ ἕνεκα σαφηνείας λέγεται αὐτὰ τάδε πρὸς τὸ καὶ τοὺς ἀναγνόντας αὐτὰ δύνασθαι κρίνειν τὴν ὕλην ὁμοίως ἀποβλέποντας εἰς τὸν καθόλου σκοπὸν, ὃν ἐν τῷ θερμαίνειν τε καὶ ὑγραίνειν ἔφην κεῖσθαι.

Ὅτι δὲ τά τε φλεγματώδη καὶ ὀῤῥώδη περιττώματα κατὰ τὸ τῶν πρεσβυτέρων ἀθροίζεται σῶμα, τήν τε οὔρησιν ἐφ’ ἡμέρᾳ προτρέπειν χρὴ, μὴ διὰ τῶν φαρμακωδῶν, ἀλλὰ σελίνῳ, καὶ μέλιτι, καὶ οἴνοις οὐρητικοῖς, ὑπάγειν τε τὴν γαστέρα, δι’ ἐλαίου μάλιστα, καταῤῥοφοῦντας αὐτὸ πρὸ τῶν σιτίων. εὔδηλον δὲ, ὅτι καὶ τὰ λαχανώδη πάντα πρὸ τῶν ἄλλων σιτίων ἐσθίειν χρὴ δι’ ἐλαίου τε καὶ γάρου. τὸ μὲν οὖν ἐφ’ ἡμέρᾳ διά τε τούτων ἱκανῶς ἐνίοις ἡ γαστὴρ λαπάττεται, καὶ σύκων, ὁπότ’ εἴη, καὶ κοκκυμήλων, ὅσα τ’ ἄλλα κατὰ θέρος καὶ φθινόπωρον ἀκμάζει, χειμῶνος δὲ διά τε τῶν ἰσχάδων καὶ τῶν Δαμασκηνῶν κοκκυμήλων, ἤτοι γ’ ἑψημένων, ἢ ἁπλῶς διαβεβρεγμένων ἐν μελικράτῳ, τὸ πλέον ἔχοντι μέλιτος. ἔσται δὲ τοῦτο κάλλιον, ἐὰν Ἀττικὸν ᾖ τὸ μέλι. πολύ γε τῶν Δαμασκηνῶν

354
ὑπακτικώτερα τὰ ἀπὸ τῆς Ἱσπανίας ἐστί. καὶ τῶν ἐλαιῶν δὲ τῶν ἐκ τῆς ἅλμης ἐγχωρεῖ ποτε προλαμβάνειν. οὐ μὴν ἀλόην γε συμβουλεύω προσφέρεσθαι, καθάπερ ὁρῶ πολλοὺς τῶν γερόντων, ὅσοις ἡ γαστὴρ ξηρά. τινὲς μὲν ἀναπλάττοντες εἰς καταπότια καὶ χυμῷ κράμβης· ἔνιοι δὲ καὶ μόνης αὐτῆς λείας ἐπιπάττοντες ὑγρῷ τινι, καὶ γὰρ καὶ τοῦτο τισὶ μὲν ὕδωρ ἐστὶ, τισὶ δὲ μελίκρατον· ὅσοι δ’ ἐξ αὐτῶν πλούσιοι, τὴν μετὰ τοῦ κινναμώμου σκευαζομένην ἀλόην λαμβάνουσιν. ὀνομάζουσι δὲ τὸ φάρμακον ἔνιοι μὲν ἱερὰν τὴν δι’ ἀλόης, ἔνιοι δὲ πικράν. ἔχουσι δέ τινες ξηρὸν, ὡς ἐπιτάττειν τῷ ποτῷ· τινὲς δὲ μετὰ μέλιτος ἀνέφθου μετρίως ἀνειλημμένου. ἀλλ’ οὐδενὸς τούτων ἐστὶ χρεία τοῖς γέρουσιν, ὅτι μὴ μεγάλης ἀνάγκης καταλαβούσης. ὑπακουούσης μὲν γὰρ τοῖς εἰρημένοις τῆς γαστρὸς, εἰ καὶ μὴ καθ’ ἑκάστην ἡμέραν, ἀλλὰ παρὰ μίαν, οὐδὲν ὅλως χρὴ φαρμακῶδες προσφέρειν· εἰ δὲ μὴ διὰ τρίτης ὑπέλθοι, δυοῖν ἡμερῶν ἐπισχεθεῖσα, τηνικαῦτα καὶ λινόζωστις αὐτάρκης ἐστὶ, καὶ ἡ καλουμένη θαλασσοκράμβη, καὶ κνίκος ἐπὶ πτισάνῃ διδόμενος, ὅσα τ’ ἄλλα μετρίως φαρμακώδη, καθάπερ οὖν καὶ ἡ τερμινθίνη ῥητίνη. λαμβάνουσι
355
δὲ αὐτῆς ἐνίοτε μὲν καρύου Ποντικοῦ μέγεθος, ἐνίοτε δὲ καὶ δυοῖν, ἢ τριῶν, οὐ μόνον γὰρ ἀλύπως λαπάττειν πέφυκεν, ἀλλὰ καὶ τὰ σπλάγχνα πάντα διαῤῥύπτειν, ἧπαρ καὶ σπλῆνα καὶ νεφροὺς καὶ πνεύμονα. ποικίλως δὲ χρῆσθαι δεῖ τοῖς εἰρημένοις, οὐχ ἕν ἐπιλεξαμένους ἐκεῖνο μόνον προσφέρεσθαι· συνήθης γὰρ ἐν τῷ χρόνῳ τοῦ λαμβάνοντος ἡ φύσις αὐτῶν γινομένη καταφρονεῖ τῆς τοῦ φαρμάκου δυνάμεως. ὑπαλλάττειν οὖν χρὴ τοῖς εἰρημένοις, καὶ πρὸς αὐτοῖς τὸ διὰ τῶν ἰσχάδων σκευαζόμενον· ἔστωσαν δὲ λιπαραὶ, καὶ ἀφαιρείσθω τὸ περικείμενον αὐταῖς ἔξω δέρμα· κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς κνίκους, εἶτ’ ἄμφω μιγνύμενα κοπτέσθω. τῷ σταθμῷ δ’ ἔστω παραπλησία τοῦ κνίκου ἡ ἰσχάς. ἔξεστι δὲ κᾀνταῦθα πειρωμένους τοῦ φαρμάκου, ὡς ἔχει πρὸς τὴν τοῦ λαμβάνοντος φύσιν, ἐνίοτε μὲν ἔλαττον, ἐνίοτε δὲ πλέον μιγνύναι τοῦ κνίκου. λαμβάνειν δὲ τὸ μέγεθος ἰσχάδων δυοῖν ἢ τριῶν. ἐξ αὐτῆς δὲ, ὡς εἶπον, τῆς πείρας ἑαυτῷ τις εὑρήσει τὸ μέτρον ἐπὶ τῶν τοιούτων ἁπάντων· ἐνίοις μὲν γὰρ μᾶλλον, ἐνίοις δ’ ἧττον
356
ὑπακούσει τοῖς φαρμάκοις ἡ γαστήρ. ἀλλ’ ἱκανῶς γε δαψιλὲς οὐδέν ποτε χρὴ τῶν εἰρημένων φαρμάκων. ἐν μὲν γὰρ τῷ παραχρῆμα χαίρουσιν ἔνιοι σφοδρῶς κενωθέντες, ὅσῳ δ’ ἂν μᾶλλον κενωθῶσι, τοσούτῳ μᾶλλον αὐτοῖς ἡ γαστὴρ ἴσχεται κατὰ τὰς ἐφεξῆς ἡμέρας. διὰ τοῦτο δ’ ἐγὼ καὶ τοὺς ἐν νόσοις χρονίαις τὴν κοιλίαν ἐπεχομένους, ὁποῖαι μάλιστα κατὰ χειμῶνα γίνονται πολλοῖς, καὶ μετὰ μακρὰν ἀῤῥωστίαν ἐν ταῖς ἀναλήψεσιν ὁμοίως ἐνοχλουμένους οὐ κλύζω δριμέσι κλύσμασιν, ἀλλ’ ἔλαιον ἐνίημι μόνον. ὅπερ οὐδὲν κωλύει καὶ τοῖς ὑγιαίνουσιν ἐγχεῖν ἐνίοτε, τῆς γαστρὸς ἐπισχεθείσης, καὶ γὰρ διαβρέχεται τὰ σκληρὰ τῶν περιττωμάτων, καί τις ὄλισθος ἐν τῇ διόδῳ γίγνεται, καὶ τὸ σῶμα τῶν γερόντων αὐτὸ μαλάττεται, ταῖς σκληραῖς ὁμοίως διφθέραις ἐσκληρυμμένον. ἀλλ’ οὐδὲ ταῦτα τοῦ γέροντος, ᾗ γέρων ἐστὶν, ἰδία, καὶ γὰρ καὶ τοῖς ἐκ νοσημάτων μακρῶν ἀνακομιζομένοις συμφέρει. τί τοίνυν ἴδιόν ἐστι τοῦ γέροντος, ᾗ γέρων ἐστί; τὸ τῇ κράσει συμφέρον. αὕτη γάρ ἐστι, δι’ ἣν καὶ γηρῶμεν, ἄλλος ἐν ἄλλῳ χρόνῳ, πρωϊαίτερον ἢ ὀψιαίτερον,
357
ὡς ἂν καὶ τῆς φύσεως ἔχωμεν ἐξ ἀρχῆς, ἢ ἐπιτηδεύματος, ἢ διαίτης, ἢ νόσου, ἢ φροντίδος, ἤ τι τοιοῦτον ξηρανθέντες ἀμετρότερον τύχωμεν. ἔστι μὲν γὰρ, ὅ γε κυρίως ἅπαντες ἄνθρωποι γῆρας ὀνομάζουσιν, ἡ ξηρὰ καὶ ψυχρὰ κρᾶσις τοῦ σώματος, ἐκ πολυετείας γινομένη. συμβαίνει δέ ποτε καὶ διὰ πυρετῶδες νόσημα, καὶ καλοῦμεν αὐτὸ ἐκ νόσου γῆρας, ὡς ἐν τῷ περὶ μαρασμοῦ λέλεκται γράμματι· μαρασμὸς γάρ τοι καὶ ἡ τοιαύτη διάθεσίς ἐστιν, οὐκ ἐν ζώοις μόνον, ἀλλὰ καὶ φυτοῖς γιγνομένη. γέγραπται δὲ κατὰ τὸ πρῶτον βιβλίον τῆσδε τῆς πραγματείας ἡ ἀναγκαία τοῦ γήρως γένεσις. ἔκ τε οὖν ἐκείνων κᾀξ ὧν ἐν τοῖς περὶ κράσεων εἴρηται, καὶ προσέτι τοῦ περὶ μαρασμοῦ γράμματος εὐπορώτερος δή τις εἰς τὸ γηροκομικὸν μέρος τῆς τέχνης ἂν γενηθείη.

Σύγκειται γὰρ ἅπασα πρόνοια σωματικῆς διαθέσεως ἔκ τε τοῦ γινώσκειν αὐτῆς τὴν οἰκείαν οὐσίαν καὶ τῆς τῶν βοηθημάτων ὕλης τὰς δυνάμεις· οἷον

358
εὐθέως ἐπὶ τοῦ προκειμένου νῦν ἡμῖν, τοῦ γήρως, ὁ γνοὺς τὴν διάθεσιν ἐπιστημονικῶς, ὅτι ξηρότης ἐστὶ μετὰ ψύξεως, ἐὰν ἐκμάθῃ τὰς ὑγραινούσας ὕλας καὶ θερμασίας τῶν βοηθημάτων, ἀγαθὸς ἂν ἰατρὸς εἴη γερόντων. οὐσῶν δὲ τεττάρων ὑλῶν κατὰ γένος, ἃς ὀνομάζουσι, προσφερομένων καὶ ποιουμένων καὶ κενουμένων καὶ προσπιπτόντων ἔξωθεν, ἐκλέγεσθαι προσήκει καθ’ ἑκάστην αὐτῶν τὰ θερμαίνειν τε καὶ ὑγραίνειν δυνάμενα. πρὸς δὲ τὴν οἰκείαν ἑκάστου χρῆσιν ἡ ἐπὶ τῶν παραδειγμάτων ἄσκησις ὠφελιμωτάτη. οἶδα δέ ποτε θώρακα παιδὸς ἀπολειπόμενον οὐκ ὀλίγῳ τῆς τῶν ἄλλων συμμετρίας μορίων αὐξήσας τὸ μέτρον ἐκ τοιαύτης ἰδέας βοηθημάτων. ἐζώννυον μὲν αὐτῷ τὰ κάτω τοῦ θώρακος ἅπαντα μέχρι τῶν ἰσχίων ζώνῃ συμμέτρως πλατείᾳ, οὕτω παραβάλλων, ὡς ἐρηρεῖσθαι μὲν ἀλύπως, μήτε δὲ χαλαρὸν ἀπολιπεῖν τι, μήτε πεπιέσθαι, γυμνάσια δὲ τά τε δι’ ὅλων τῶν χειρῶν ἐπιτηδευόμενα καὶ τὰς καλουμένας ὑπὸ τῶν φωνασκῶν ἀναφωνήσεις παρελάμβανον, ἐφ’ ἑκατέροις δὲ κατάληψιν πνεύματος ἐκέλευον ποιεῖσθαι. γίγνεται δ’
359
αὕτη, σφοδρῶς μὲν θλιβόντων ἡμῶν ἐκ παντὸς μέρους τὸν θώρακα, τὴν δ’ ἐκπνοὴν κατεχόντων, ὡς ἐπέχεσθαι πᾶν ἔνδον τὸ πνεῦμα τὸ διὰ τῆς εἰσπνοῆς φθάνον εἱλκύσθαι. διὸ καὶ πλεῖον εἰσπνευστέον ἐστὶ τῷ μέλλοντι καλῶς τοῦτο δράσειν· ὅσῳ γὰρ ἂν ᾖ πλείων ὁ θλιβόμενος ἀὴρ, τοσούτῳ μᾶλλον ὁ θώραξ εὐρύνεται διατεινόμενος. ὅτι δὲ καὶ τὰς ἀναφωνήσεις ἐν μεγέθει τε καὶ τῇ κατ’ ὀξύτητα τάσει τῆς φωνῆς ποιητέον ἐστὶν ἐπὶ τούτων, οὐκ ἄδηλον, εἴγε δὴ πρόκειται γυμνάζειν ἰσχυρῶς πάντα τοῦ θώρακος τὰ μόρια. ταῦτα μὲν οὖν ἐπὶ τῶν αὐξανομένων σωμάτων εἰς συμμετρίαν ἄξει τὰ φύσει κακῶς διαπεπλασμένα· μέτρια δὲ καὶ τοὺς ἤδη τελείους ὠφελήσει. οὐ μὴν ἐπί γε πρεσβυτῶν ἐπιχειρήσεις ἔργῳ τοιούτῳ, βέλτιον γὰρ ἐπ’ ἐκείνων ἡσυχάζειν τοῖς ἀσθενέσι μορίοις εἴρηται, βέλτιον δὲ καὶ τὸ διὰ τῶν συνήθων ἐπιτηδευμάτων γυμνάζειν, εἰ καὶ βλαβερὰ μετρίως εἴη. τοῖς γε μὴν νέοις ὑπαλλάττειν πειρᾶσθαι τὰ βλάπτοντα, κᾂν ἐκ παιδὸς ᾖ συνηθέστατα· δύναται γὰρ ἡ δύναμις αὐτῶν
360
ὑπομεῖναι τὴν μεταβολὴν ἐν μέτρῳ γινομένην, ἐλπίς τ’ ἐστὶ, τῷ λοιπῷ χρόνῳ τῆς ζωῆς ὀνήσεσθαί τι πρὸς τῶν ἀμεινόνων ἐπιτηδευμάτων. ὁ δὲ γέρων, εἰ δυνηθείη χρόνῳ συχνῷ κατὰ βραχὺ μεταστῆναι τῶν φαύλων ἐθῶν, οὐδ’ ἐν ᾧ χρόνῳ χρήσεται τοῖς βελτίοσιν ἕξει, συμβήσεται δ’ αὐτῷ πονῆσαι μάτην, ὥσπερ εἰ καὶ τέχνην ἄρχοιτο μανθάνειν ὀγδοηκοντούτης τις ὤν. ὥσπερ δὲ τῶν γερόντων αὐτῶν οὐ σμικρά τίς ἐστι διαφορὰ πρὸς ἀλλήλους, εἴτε κατὰ τὴν ἡλικίαν αὐτὴν, εἴτε κατὰ τὴν διάθεσιν τοῦ σώματος, οὕτω καὶ τῶν φύσει ξηροτέρων τε ἅμα καὶ ψυχροτέρων, ὡς πρὸς τὸν σύμμετρον παραβάλλειν, οὐκ ὀλίγον τοὐν μέσῳ τῆς δυσκρασίας ἐστὶ πρὸς ἀλλήλους τε καὶ τοὺς γέροντας. ὑγραίνειν μὲν οὖν αὐτοὺς δηλονότι καὶ θερμαίνειν προσήκει, θαῤῥαλεώτερον δὲ ταῦτα πράττειν, διὰ τὴν ἡλικίαν ἀνεχομένους ἰσχυρῶν γυμνασίων, ὡς ἂν ἐῤῥωμένης ἔτι τῆς δυνάμεως. ὁ γάρ τοι πρῶτος σκοπὸς, ἀφ’ οὗ τὴν ἔνδειξιν τῶν ἰαμάτων λαμβάνομεν, ἡ τοιάδε δυσκρασία τοῦ σώματός ἐστιν, οὐ τὸ γῆρας, ἢ ὅλως ἡλικία τις. ἀλλ’ ἐπειδὴ στοχαστικῶς
361
ἡμῖν τὸ τῶν διαθέσεων μέτρον λαμβάνεται, διὰ τοῦτο καὶ τὴν ἡλικίαν ἐπισκοποῦμεν. ἡ δ’ αὐτὴ χρεία καὶ τῆς τῶν ἐθῶν γνώσεώς ἐστι, καὶ τῆς τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων· εἰς γὰρ τὴν τῆς διαθέσεως ἀκριβεστέραν γνῶσιν ἐκ τῶν τοιούτων ἁπάντων ὠφελούμεθα, τῶν δ’ ἰαμάτων ἡ ἔνδειξις οὐκ ἐκ τούτων γίνεται. τῷ γε μὴν ἐμπειρικῷ μέρος τῆς ὅλης συνδρομῆς ἐστι καὶ τὰ τοιαῦτα, τετηρημένης ἐπ’ αὐτῆς τῆς θεραπείας, οὐκ ἐνδεικτικῶς εὑρισκομένης. εἰκότως τοιγαροῦν Ἱπποκράτης τὰ πλεῖστα περὶ διαγνώσεων καὶ προγνώσεων ἔγραψε, γυμνάζων ἡμᾶς ἐν τοῖς κατὰ μέρος, οἵ τ’ ἄριστοι μετ’ αὐτὸν ἰατροὶ ὡσαύτως ἔπραξαν, εὖ εἰδότες, ὡς τῷ γνόντι τὴν διάθεσιν ἀκριβῶς τοῦ σώματος, ὃ μεταχειριζόμεθα ὑγιαῖνον ἢ νοσοῦν, οὐ χαλεπῶς εὑρίσκεται τὰ βοηθήματα. χρὴ γὰρ, ὡς εἴρηται πολλάκις, ἄρχεσθαι μὲν ἀπὸ θεραπευτικοῦ παραγγέλματος τοῦ, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, τῆς δ’ ὕλης τῶν βοηθημάτων ἐπιστήμονα γενόμενον, ὡς ἐκμάθῃ αὐτῆς τὰς δυνάμεις, ἀεὶ προσφέρειν ἅπαντι σώματι, τῷ μὲν φαύλως διακειμένῳ
362
τἀναντία, τῷ δ’ ἄριστα κατεσκευασμένῳ τὰ παραπλήσια ταῖς δυνάμεσι. καὶ τοίνυν καὶ τὰς δυσκρασίας αὐτὰς, ὅσαι κατὰ τὸ τῆς ὑγείας ἔτι πλάτος εἰσὶν, ἐπανορθοῦσθαι μὲν βουλόμενος ὑπεναντίως διαιτήσεις· ὅπερ ἐπὶ πολλῆς γίνεται σχολῆς. ἐν ἀσχολίᾳ γὰρ οὖσι διὰ τῶν ὁμοίων ὑπηρετήσεις, καὶ μάλισθ’ ὅταν οὕτως ὦσιν εἰθισμένοι. συμβαίνει δὲ ὡς τὰ πολλὰ θάτερον τούτων μᾶλλον, ὡς ἂν τῶν φύσεων ἀδιδάκτως αἱρουμένων τὰ οἰκεῖα. καὶ μέχρι γε τοσούτων προσφερόμεθα αὐτὰ, μέχρι περ ἂν εἰς τὴν ἀρχαίαν ἐπανέλθωσι κατάστασιν.

Ἡ δέ γ’ ἐπανορθουμένη τὴν δυσκρασίαν δίαιτα περαιτέρω προέρχεται τὰ πολλά. διὸ καὶ τοῖς οἰκείοις νοσήμασιν ἁλισκόμεθα πλείοσι, τοῦ μὲν φύσει θερμοτέρου ῥᾳδίως τὰ θερμὰ νοσήματα νοσοῦντος, τοῦ δὲ ψυχροτέρου τὰ ψυχρὰ, καὶ τῶν ἄλλων ὡσαύτως. ἐπανέρχεται τοιγαροῦν θᾶττον εἰς τὴν ἰδίαν φύσιν ἕκαστον τῶν δυσκράτων σωμάτων, ἤπερ ἐπὶ τὴν ἀρίστην κρᾶσιν. ἐν τῷ μεσαιτάτῳ γὰρ αὕτη πασῶν οὖσα τῶν δυσκρασιῶν, ἐὰν μὲν

363
οἰκείῳ τις ἁλῷ τῇ φύσει νοσήματι, πλέον ἀφέστηκεν, ἐὰν δὲ οὐκ οἰκείῳ, βραχύτερον. οὐκοῦν οὐδὲ τὰ ἔθη μεταβλητέον ἐστὶ, κᾂν εἴη μοχθηρὰ, δυσαρεστουμένων ἔτι τῶν σωμάτων. ἀλλ’ ἐν ταῖς ἀκριβεστέραις ὑγείαις οὐκ ἀεὶ τοῦτο πρακτέον, ἀλλ’ ὅταν ἀπὸ τῶν πολιτικῶν πραγμάτων ἄγῃ σχολὴν ὁ μέλλων μεταχθήσεσθαι. ταῦτ’ οὖν ὄντα κοινὰ παραγγέλματα πασῶν τῶν κράσεων ὑπαλλάττεται κατὰ μέρος, εἰς ὅσον ἂν ἑκάστη δυσκρασία τῆς ἄκρας εὐκρασίας ἀπολείπηται, καὶ θαυμαστὸν οὐδέν ἐστι, τὰς δυσκράτους φύσεις ἐν τῷ μέσῳ καθεστηκυίας ἀκριβοῦς ὑγείας αἰσθητοῦ τε νοσήματος ἐπαμφοτερίζειν καὶ τῷ τρόπῳ τῆς διαίτης. οὐ μὴν οὐδὲ τὸ φαίνεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῶν αὐτῶν ὠφελουμένους τε καὶ βλαπτομένους θαυμαστόν. εἰ μὲν γὰρ ἅπαντες ὁμοίαν ἀλλήλοις εἶχον κατασκευὴν, τότ’ ἂν ἦν θαυμαστὸν, ὑπὸ τῶν ἐναντίων ἐνίους ὠφελεῖσθαι βλαπτομένους ὑπὸ τῶν αὐτῶν· ἐπεὶ δ’ ἐναντίαι πολλῶν τῶν ἀνθρώπων εἰσὶ κατασκευαὶ τοῦ σώματος, εὔλογόν ἐστι, καὶ τὴν ὠφέλειαν αὐτοῖς ὑπὸ τῶν ἐναντίων γίνεσθαι.
364
διὸ καὶ θαυμάσειεν ἄν τις ἁπάντων τῶν ἰατρῶν, ὅσοι γράφειν ἐπεχείρησαν ὑγιεινὰ συγγράμματα, μὴ διελομένων τῷ λόγῳ τὰς φύσεις. ὥσπερ γὰρ ἑνὶ καλοποδίῳ πρὸς ἅπαντας ἀνθρώπους ἀδύνατον χρῆσθαι τοῖς σκυτοτόμοις, οὕτω τοῖς ἰατροῖς ἰδέᾳ βίου συμφερούσῃ μιᾷ. διὰ τοῦτο οὖν ἐνίοις μὲν ὑγιεινότατον εἶναί φασι τὸ γυμνάζεσθαι καθ’ ἑκάστην ἡμέραν ἱκανῶς, ἐνίοις δὲ μηδὲν κωλύειν, εἰ καὶ παντάπασί τις ἐν ἡσυχίᾳ διατρίβοι, καὶ λούεσθαι τοῖς μὲν ὑγιεινότατον εἷναι δοκεῖ, τοῖς δ’ οὒ, καὶ πίνειν ὕδατος καὶ οἴνου, καὶ περὶ τῶν ἄλλων ὡσαύτως, οὐ μόνον ὑγιεινῶν διαιτημάτων, ἀλλὰ καὶ τῶν τοῖς νοσοῦσι προσφερομένων ἰαμάτων, ἐναντιώτατα γράφουσιν ἀλλήλοις, ὡς σπάνιον εὑρεῖν ὁμολογούμενον ἕν τι πᾶσιν αὐτοῖς. ἥ γε μὴν πεῖρα δείκνυσιν ὑπό τε τῶν αὐτῶν ἐνίους βλαπτομένους τε καὶ ὠφελουμένους, ὑπό τε τῶν ἐναντίων ὡσαύτως. οἶδα γ’ οὖν τινας, οἵ τρεῖς ἡμέρας ἀγύμναστοι μείναντες εὐθέως νοσοῦσιν, ἀγυμνάστους δ’ ἑτέρους ἀεὶ διατελοῦντας, ὑγιαίνοντας δὲ, καὶ τούτων
365
ἐνίους μὲν ἀλούτους, ἐνίους δὲ, εἰ μὴ λούσαιντο, πυρέττοντας αὐτίκα, καθάπερ ὁ Μιτυληναῖος Πρημιγένης. ὅτι μὲν οὔν οὕτως φαίνεται ταῦτα γιγνόμενα, καὶ οἱ τῇ πείρᾳ μόνῃ τὴν τέχνην ἀθροίζοντες ἴσασιν. οὐ μὴν ἔγραψέ τις αὐτῶν γνωρίσματα, καθάπερ ἐπὶ τῶν νοσημάτων, οἷς προσέχοντες εὑρήσομεν, ὁποίας ἕκαστος δεῖται διαίτης. ἐπ’ ὀλιγίστων γὰρ ἔστιν εὑρεῖν τὰς καλουμένας ὑπὸ τῶν ἐμπειρικῶν συνδρομὰς ἠκριβωμένας, ὡς ἐν περιπνευμονίᾳ τε καὶ πλευρίτιδι· τὰ δὲ πλεῖστα νοσήματα στοχαστικὴν ἔχει διάγνωσιν, ὡς οὐκ ἐξ ἀθροίσματος ὡρισμένων συμπτωμάτων γινωσκόμενα, ἀλλ’ ἀνδρὸς δεόμενα ἀκριβῶς ἐπισταμένου τὴν διάθεσιν τοῦ σώματος, εὑρίσκειν δ’ ἱκανοῦ τὰ κατὰ μέρος ἅπαντα τὰ τῇ τοιαύτῃ συμφωνοῦντα. τό γ’ οὖν προκείμενον αὐτῷ τῷ λόγῳ ποδηγηθέντες ἡμεῖς εὕρομεν ἔτι νέοι τὴν ἡλικίαν ὄντες. ᾧ καὶ δῆλον, ὡς ἡ μακρὰ πεῖρα χωρὶς λόγου τὰ τοιαῦτα εὑρίσκειν ἀδύνατος. ἐπί γ’ οὖν τοῦ Πρημιγένους ἀκούσας, ὅτι πάντως πυρέττοι μὴ λουσάμενος, ἐλογισάμην,
366
αὐτῷ καπνώδη περιττώματα γεννᾶσθαι, διαπνεῖσθαι δεόμενα, πυκνοτέρου δὲ τοῦ δέρματος ὄντος, ἢ ὡς ἐπιτρέπειν αὐτοῖς κενοῦσθαι πᾶσιν ἀθροιζομένοις ὑπὸ τῷ δέρματι, θερμασίαν γεννᾷν. διὸ καὶ τὰ λουτρὰ χρησιμώτατα ταῖς τοιαύταις φύσεσιν, οὐ μόνον τῷ κενοῦν τὸ καπνῶδες, ἀλλὰ καὶ τῷ τέγγειν ὑγρότητι γλυκείᾳ. καταμαθεῖν οὖν ἔδοξέ μοι πλατεῖαν ἐπιβαλόντι τὴν χεῖρα τῷ θώρακι τοῦ Πρημιγένους, ὁποία τίς ἐστιν ἡ τῆς θερμασίας ποιότης. ὡς δὲ δριμεῖα καὶ δακνώδης εὑρέθη παραπλησίως τοῖς κρόμμυα προσενηνεγμένοις δαψιλῆ, πολὺ δὴ μᾶλλον ἔτι τὴν αἰτίαν τοῦ γινομένου καλῶς εὑρῆσθαί μοι πεισθεὶς, ἐπυθόμην, εἴ τινες ἱδρῶτες αὐτῷ γίγνοιντο χωρὶς τοῦ λουτροῦ, καὶ φάντος μὴ γίγνεσθαι, βεβαιοτέραν γνῶσιν ἐπείσθην ἔχειν τῆς διαθέσεως αὐτοῦ. καὶ μὴν δὴ καὶ ἄλλους τινὰς εἶδον, ὁμοίως μὲν ἐκείνῳ δακνῶδες ἔχοντας τὸ θερμὸν, οὐ μὴν ἐπ’ ἀλουσίᾳ γε μιᾷ πυρέττοντας, ἐπειδὴ δι’ ἱδρώτων αὐτοῖς ἐκενοῦτο τὰ περιττώματα. τῷ Πρημιγένει δὲ πρὸς τῇ φυσικῇ κατασκευῇ καὶ ὁ τρόπος τῆς διαίτης
367
αἴτιος ἦν τοῦ πυρέττειν ἐπ’ ἀλουσίᾳ μιᾷ, διατρίβοντι τὸ πλεῖστον ἐπὶ τῆς οἰκίας, ἐν ᾗ γράφων ἢ ἀναγινώσκων διετέλει διὰ τὸ προσκεῖσθαι θεωρίᾳ περιπατητικῇ, καθ’ ἣν οὐδενὸς ἦν δεύτερος τῶν κατ’ αὐτόν. ἴσμεν δ’, ὅτι καὶ τοῖς μὴ κατὰ φύσιν τοιοῦτον γεννῶσι περίττωμα φιλοπονία καὶ φροντὶς αἰτίαι γίνονται τῆς γενέσεως αὐτοῦ. διόπερ ἕτερον ἄνθρωπον ὁμοίως ἐκείνῳ τὴν θερμασίαν ἔχοντα δακνώδη συνέβαινε μὴ πυρέττειν μετὰ μίαν ἡμέραν ἀλουσίας, ἐπειδὴ μήτε φροντιστὴς ἦν, αἵ τε πράξεις αὐτῷ κατὰ τὴν πόλιν ἐγίγνοντο περιπατοῦντι πολλὰ, καὶ ὠνουμένῳ, καὶ πιπράσκοντι, καὶ μαχομένῳ πολλάκις, ἐν οἷς ἱδροῦν ἠναγκάζετο. διὰ τοῦτο ἕτερόν τινα τῶν νοσούντων καθ’ ἕκαστον θέρος ὀξὺ καὶ χολῶδες νόσημα παμπόλλων ἐτῶν ἤδη τελέως ἄνοσον ἐφύλαξα γυμνάζεσθαι κωλύσας. θερμὸς γὰρ ὢν καὶ ξηρὸς τὴν κρᾶσιν ὁμοίως τῷ Πρημιγένει γυμνασίοις τε συντόνοις ἐχρῆτο καὶ ἡλίῳ καὶ κόνει. συνέβαινεν οὖν αὐτῷ, τὴν μὲν θερμασίαν ἀμετρότερον αὐξάνεσθαι, πυκνοῦσθαι δὲ τὸ δέρμα καὶ δυσδιάπνευστον
368
γίνεσθαι· συνελθόντων δὲ εἰς ταὐτὸ ἀμφοτέρων, ἕτοιμον ἤδη πυρέξαι τῷ ταῦτα πάσχοντι σώματι. ὅπερ οὖν κατὰ τὴν ἰατρικὴν τέχνην εἴωθα λέγειν ἀεὶ, τοῦτο καὶ νῦν ἐρῶ· τάχιστα μὲν ὁ λογισμὸς εὑρίσκει τὰ ζητούμενα, βεβαιοῖ δὲ τὴν πίστιν αὐτῶν ἡ πεῖρα. καίτοι γε θαυμασιώτερον Ἱπποκράτους εἰρηκότος, ὡς ταῖς θερμαῖς φύσεσιν ἄμεινον ἀργεῖν ἐστιν, ἢ γυμνάζεσθαι, παμπόλλους τῶν ἰατρῶν ἰδεῖν ἔστι μηδὲ γινώσκοντας, οἵτινές ποτέ εἰσιν οἱ τοιοῦτοι τῶν ἀνθρώπων, ἀλλ’ ἑξῆς ἅπασι γυμνάσια προστάττοντας, ὥσπερ αὖ πάλιν ἄλλους οὐκ ὀλίγους ἰατροὺς οὐδὲν ἐκ γυμνασίων πλέον εἰς ὑγίειαν ἡγουμένους γίνεσθαι, καὶ πρὸς τούτοις γε τρίτους ἄλλους, τοῖς μὲν εἰθισμένοις γυμνάζεσθαι συγχωροῦντας, εἴργοντας δὲ τοὺς ἀήθεις ἀπὸ τῶν γυμνασίων. ἅπαντες μὲν οὖν ἁμαρτάνουσιν, ἀλλ’ οἱ τρίτοι ῥηθέντες ἧττον. οἱ πλείους γὰρ τῶν ἐθιζόντων ὁτιοῦν ἔθος οἰκεῖον αἱροῦνται τῇ φύσει διὰ τὸ βλαπτομένους πολλάκις ὑπὸ τῶν οὐκ οἰκείων ἀφίστασθαι. τινὲς δ’, ἤτοι νικηθέντες ὑφ’ ἡδονῆς,
369
ἢ δι’ ὑπερβάλλουσαν ἄνοιαν οὐκ αἰσθανόμενοι τῆς βλάβης, ἐμμένουσι τοῖς κακοῖς ἔθεσιν. ἀλλ’ οὗτοι μὲν ὀλίγοι, πλείους δέ εἰσιν οἱ μεθιστάμενοι. διὸ καὶ τοὺς ἰατροὺς ἧττον ἁμαρτάνειν εἰκός ἐστιν, ὅσοι διαφυλάττειν ἀξιοῦσιν ἅπαν ἔθος· ὅσοι μέντοι νομίζουσι μηδὲν διαφέρειν εἰς ὑγείαν ἀγύμναστον προσαίρεσθαι ἢ γυμνασθέντα σιτίον, καὶ ὅσοι πάντας ἀξιοῦσι γυμνάζεσθαι, πλείω βλάπτουσι τῶν προειρημένων. αὐτῶν δὲ τούτων ἀλλήλοις παραβαλλομένων ἧττον βλάπτουσιν οἱ πρὸ τῶν σιτίων ἀεὶ γυμνάζεσθαι ἐθέλοντες. οἴονται δ’ ἔνιοι καὶ Ἱπποκράτην παραινεῖν, πόνους γὰρ σιτίων ἡγεῖσθαι κατὰ τοὺς ἀφορισμοὺς, μὴ γινώσκοντες, ὡς περὶ τάξεως νῦν ὁ λόγος αὐτῷ ἐστι τῶν γυμνασίων τε καὶ σιτίων, οὐ τοῦτο λέγοντι, ὡς ἐπὶ πάντων ἀνθρώπων ἄμφω χρήσιμά ἐστιν, ἀλλ’ ὡς, ἐφ’ ὧν συμφέρει γυμνάσια, προηγεῖσθαι χρὴ τῶν σιτίων. ὅτι δ’ οὐ πᾶσι συμφέρει, διά τε τῶν ἐπιδημιῶν ἐδήλωσε σαφῶς, τὰς θερμὰς φύσεις ἀξιῶν ἐλιννύειν, ἔν τε τοῖς ἀφορισμοῖς δυνάμει, διὰ τοῦ δηλῶσαι καθόλου, τὰ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα.
370
δύναται δέ ποτε καὶ διαφωνίας φαντασία γενέσθαι κατὰ τὰ τοιαῦτα παραγγέλματα, τινῶν μὲν ἅπασαν κίνησιν σύμμετρον τῷ κινουμένῳ σώματι γυμνάσιον ὀνομαζόντων, ἐνίων δὲ τὴν σφοδροτέραν μόνην. ὥστε κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἅπαντας ἀνθρώπους δεῖσθαι γυμνασίων, καὶ τοῦτο εὔδηλον παντί· κατὰ δὲ τὸ δεύτερον οὐκ ἀληθές. τῶν γὰρ ἐν ταῖς εἱρκταῖς ὑγιαινόντων οὐκ ὀρθῶς μοι δοκοῦσιν ἔνιοι μεμνῆσθαι· διαφθείρονται γοῦν οὗτοι πάντως ἐν τῷ χρόνῳ, κωλυόμενοι παντάπασιν ἀλείφεσθαί τε καὶ λούεσθαι· τὸ δὲ πρὸς ὀλίγας ἡμέρας ἀντέχειν αὐτοὺς τῇ νοσώδει διαίτῃ θαυμαστὸν οὐδέν. εἴπερ οὖν ἅπασα κίνησις ὑπὸ τὴν τοῦ γυμνασίου προσηγορίαν ἄγοιτο, καὶ ὁ περιπατήσας, καὶ ὁ τριψάμενος, καὶ ὁ λουσάμενος γεγυμνάσθαι ἂν λέγοιτο, ἐὰν συμμέτρως κινηθῇ τῇ παρούσῃ τοῦ σώματος καταστάσει· ἐὰν δὲ καὶ τούτων εἴρξῃς τινὰ, νοσήσει πάντως. ὁρῶμεν γὰρ νῦν εἰργομένους οὐ μόνον νοσοῦντας, ἀλλὰ καὶ ἀποθνήσκοντας ἐν ταῖς εἱρκταῖς, ἐπειδὰν κατακλεισθῶσι πλέονα χρόνον. εἰ δὲ τὰς σφοδρὰς
371
κινήσεις μόνας ὀνομάζοι τις γυμνάσια, γένοιθ’ οὕτως ἂν ἀληθὲς τὸ μὴ δεῖσθαι πάντας ἀνθρώπους γυμνασίων. εὐθέως μέν τοι ὁ Πρημιγένης ἐκεῖνος οὐδεμιᾶς ἐδεῖτο βιαίας κινήσεως, οὐκ ὀλίγου δὲ πρὸ τοῦ λουτροῦ περιπάτου κατὰ τὰς πρὸ τοῦ βαλανείου στοάς. ἀλλὰ καὶ τρίψασθαι μετ’ ἐλαίου καὶ τὸ μετὰ λουτρὸν ἀπομάξασθαι τὸ ὕδωρ αὐτάρκεις εἰσὶ κινήσεις ἀνδρὶ τοιαύτης κράσεως. ὁ δὲ καὶ πρὸ τοῦ δείπνου περιεπάτει τε καὶ διελέγετο τοῖς ἑταίροις, ὥσπερ οὖν καὶ κατὰ τὴν οἰκίαν ἕωθεν. οὔκουν ἐστί τις ὑπὸ παντελοῦς ἀργίας ὀνινάμενος. ἀλλ’ ὅτε ἐλιννύειν ταῖς θερμαῖς φύσεσιν ὁ Ἱπποκράτης συμβουλεύει, τῶν σφοδρῶν κινήσεων ἀπέχεσθαι κωλύει. κᾀγὼ πολλοὺς ὤνησα ἔτι νοσοῦντας ἐν ἀρχῇ φθινοπώρου διὰ τὰς ἐπιτηδευομένας αὐτοῖς ἤδη κινήσεις ἐν ὅλῳ τῷ θέρει· κωλύσας τοῦτο πράττειν ὑγιαίνοντας ἀπέφῃνα· καθάπερ οὖν ἄλλους εἶρξα τοῦ γυμνάζεσθαι σφοδρῶς, ἑτέρους δ’ ἔμπαλιν ἐξ ἀργίας εἰς γυμνάσια μεταστήσας ἀνόσους διεφύλαξα, νοσοῦντας ἔμπροσθεν οὐκ ὀλιγάκις. εἰσὶ δ’ οὗτοι ψυχρότεροι τῶν
372
εὐκράτων τε καὶ συμμέτρων, ἐναντίως διακείμενοι τοῖς θερμοτέροις τε καὶ ξηροτέροις. εἴρηται δὲ οὐ μόνον ἐν τῇ περὶ κράσεων πραγματείᾳ τὰ γνωρίσματα τῶν κράσεων, ἀλλὰ καὶ ἐν τῇ τέχνῃ τῇ ἰατρικῇ· τοῦτο γάρ ἐστι τὸ ἐπίγραμμα τῶν ἡμετέρων ἑνὶ βιβλίων. θαυμάσαι δ’ ἔστι τῶν ἰατρῶν, ὅσοι μηδὲ τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα γινώσκουσι. τίς γὰρ οὐχ ὁρᾷ τὴν διαφορὰν τῶν ἀνθρώπων ἐπὶ πλεῖστον ἐκτεταμένην, ὥσθ’ ὑπὸ τῶν αὐτῶν ἐπιτηδευμάτων τε καὶ σιτίων ἐνίους μὲν ὠφελεῖσθαι, βλάπτεσθαι δ’ ἑτέρους, ὥσπερ γε κᾀν ταῖς νόσοις; ὥσθ’, ὅτι μὲν οὐ χρῄζουσι τῶν αὐτῶν ἅπαντες, ἐναργῶς φαινόμενον ἐχρῆν αὐτοὺς εἰδέναι, γράφοντας δὲ συγγράμματα διορίσασθαί τε καὶ διδάξαι, τίνες ὑπὸ τίνων ὠφελοῦνταί τε καὶ βλάπτονται. τίς οὖν ἡ αἰτία τοῦ παραλείπεσθαι τοὺς διορισμοὺς αὐτοῖς, καίτοι γ’ ὑφ’ Ἱπποκράτους εἰρημένους; ἡ ἐπίτριπτος ἐπιθυμία τοῦ δόξαν ἔχειν ἐν ἀνθρώποις αἱρεσιάρχας ὀνομασθέντας. διὰ ταῦτα μὲν γὰρ ἐκεῖνοι μὴ ἐπεχείρησαν τοῖς
373
ἐναργῶς φαινομένοις ἀκολουθεῖν, ἀλλὰ ταῖς δόξαις αἷς ὑπέθεντο. τῶν δὲ εἰς αὐτοὺς ἐμπεσόντων νεωτέρων ἐπείσθησαν οἱ πλεῖστοι, τῷ μήτ’ ἄλλο τι μεμαθηκέναι βέλτιον, ἀμαθεῖς τε εἶναι καὶ ἀγύμναστοι παντάπασιν ἀποδείξεως. εἰ γὰρ ἕποιτό τις ἀποδείξει, ῥᾷστα διακρινεῖ τῶν τ’ ἀληθῶν δογμάτων τὰ ψευδῆ, τῶν τε μετὰ διορισμοῦ γεγραμμένων τὰ μὴ τοιαῦτα, καταγνώσεταί τε πάντων ἀτεχνίας, ὅσοι χωρὶς διορισμοῦ ἔγραψάν τι.

Πρόσχες οὖν μοι τὸν νοῦν ἄνωθεν ἐπερχομένῳ διὰ βραχέων, ὁποίους εἶναι χρὴ τοὺς διορισμούς. ὅσοις μὲν φύσει τὸ θερμὸν δακνῶδές ἐστιν, ὡς καπνώδη γεννᾷν περιττώματα, τούτοις λουτρὰ χρήσιμα, καὶ κινήσεις. βραχεῖαί τε καὶ νωθραὶ, πολλαὶ δὲ καὶ ὀξεῖαι βλαβερώτεραι. τούτοις οὖν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς λούεσθαι τῆς ἡμέρας συμφέρει, καὶ μάλιστα θέρους, ἐσθίειν τε τροφὰς εὐχύμους, μηδὲν ἐχούσας δριμύ· πολέμιον δ’ αὐτῶν ἐστι τὸ ἡλιοῦσθαι, καὶ τὸ θυμοῦσθαι, καὶ τὸ φροντίζειν πολλά. τοὺς δ’ ἐναντίας ἢ κατὰ τούσδε φύσεως (εἰσὶ δ’.

374
οὗτοι ψυχροὶ καὶ ὑγροὶ τὴν κρᾶσιν) ἰσχυροτέρων τε κινήσεων χρεία ἔχεσθαι καὶ διαίτης πλέον ἐχούσης τὸ λεπτόν· εἴρηται δ’, ἥτις ἐστὶν ἡ τοιαύτη, δι’ ἑνὸς ὑπομνήματος· οὐ μὴν οὐδ’ ἐν ἡλίῳ γυμναζόμενοι βλάπτονται, καθάπερ οὐδ’ ἀλουτοῦντες. μεγίστη μὲν οὖν διαφορὰ ταῖς εἰρημέναις ἐστὶ φύσεσι πρὸς ἀλλήλας· ἐναντιωτάτη γὰρ ἡ ὑγρὰ καὶ ψυχρὰ κρᾶσις τῇ θερμῇ καὶ ξηρᾷ· μεγίστη δὲ ἡ ψυχρᾶς τῇ θερμῇ καὶ ὑγρᾶς πρὸς τὴν ξηράν. ἔστι δὲ ἡ μὲν ψυχρὰ καὶ ξηρὰ τῇ τῶν γερόντων ὁμοία· διὸ καὶ ταχέως γηρᾷ τὰ τοιαῦτα σώματα, καὶ λέλεκται περὶ αὐτῆς αὐτάρκως ἔμπροσθεν. ἡ δ’ ὑγρὰ καὶ θερμὴ τοῖς ῥευματικοῖς εὐάλωτος πάθεσι. τό γε μὴν κοινὸν ἐπὶ πασῶν τῶν δυσκράτων φύσεων ἄμεινόν ἐστι κᾀπὶ τῆσδε πράττειν. ἔστι δὲ τοῦτο, κολάζειν μὲν αὐτὰ διὰ τῶν ἐναντίων ἐπὶ πολλῇ σχολῇ, φυλάττειν δὲ διὰ τῶν ὁμοίων, ἐπειδὰν ὑπὸ πλειόνων ἀσχολιῶν εἴργηταί τις ἑαυτῷ σχολάζειν. περί γε μὴν τῶν ἐν τοῖς τοιούτοις σώμασιν γυμνασίων ᾧδ’ ἔχει. πλείω μὲν χρὴ πονεῖν διὰ τὴν
375
ὑγρότητα τῶν σωμάτων, σύντονα δὲ οὐ χρὴ διὰ τὴν θερμότητα. προσέχειν δ’ ἀκριβῶς, ὅταν ἐξ ἀργοτέρας διαίτης εἰς τὰ γυμνάσια μεταβάλλωσι· παραχρῆμα γὰρ ἁλίσκονται ῥευματικοῖς νοσήμασιν, εἰ μὴ προκενωθέντες ἅπτονται τῶν γυμνασίων. ὅσον γὰρ ἂν ἐν τῷ σώματι συνεστὸς ᾖ καὶ παχὺ κατὰ τοὺς χυμοὺς, ἢ καὶ μετρίως ψυχρὸν, αὐτίκα τοῦτο πνευματοῦταί τε καὶ χεῖται. ταῦτ’ ἄρα καὶ κατὰ τὸ ἔαρ αἱ τοιαῦται φύσεις μάλιστα τοῖς ὑπὸ πλήθους γιγνομένοις ἁλίσκονται νοσήμασι, συνάγχαις, κυνάγχαις, κατάῤῥοις, αἱμοῤῥοΐσιν, αἱμοῤῥαγίαις, ἀρθρίτισιν, ὀφθαλμίαις, περιπνευμονίαις, πλευρίτισι, τοῖς τ’ ἄλλοις ἅπασιν, ὧν τὸ γένος ἐστὶ φλεγμονή. διὸ καὶ φθάνειν χρὴ κατὰ τὴν ἀρχὴν τοῦ ἦρος αἵματος ἀφαιρεῖν αὐτῶν, ἢ φλέβα τέμνοντα, ἢ ἀποσχάζοντα τὰ σφυρά. μὴ βουλομένων δ’ οὕτως κενοῦσθαι, καθαρτέον ἐστὶ φαρμάκῳ ποικίλῳ, δυναμένῳ καὶ ξανθῆς χολῆς ἕλκειν τι, καὶ φλέγματος, καὶ τῶν ὀῤῥωδῶν περιττωμάτων. ἃ δ’ ἐπὶ τῶν γυμνασίων εἴρηται, ταῦτα κᾀπὶ τῶν βαλανείων εἰρῆσθαι χρὴ δοκεῖν,
376
καὶ γὰρ καὶ ταῦτα σφαλερὰ, πρὶν κενωθῆναι, κενωθέντα δὲ ὠφελήσει, καὶ μάλισθ’ ὅσων λουτρῶν οὐκ ἔστι πότιμον ὕδωρ, ἀλλ’ ἔχει τινὰ διαφορητικὴν δύναμιν. ὅ γε μὴν οἶνος ὅτι μὲν ὠφελιμώτατος ταῖς ψυχραῖς καὶ ξηραῖς φύσεσιν, εἴρηται πρόσθεν. εἰ δέ γε ταῖς θερμαῖς ἁπάσαις οὐκ οἰκεῖος, ἀλλ’ ἄμεινον ἐπ’ αὐτῶν ἐστιν ὕδωρ ποτὸν, ὡς ἐν ταῖς ἐπιδημίαις γέγραπται, σκεπτέον ἐφεξῆς. ἴσως γάρ τινι δόξει παντάπασιν ἄτοπον εἶναι, νεανίσκον, ἢ τὸν στρατιωτικὸν, ἢ ἀθλητικὸν, ἤ τινα τῶν σκαπτόντων, ἢ θεριζόντων, ἢ ἀροτριώντων, ἢ ὅλως ὁτιοῦν ἰσχυρὸν ἔργον ἐργαζόμενον, ἐφ’ ὕδατος μόνου διαιτᾶσθαι, καὶ ταῦτα σφάλλεσθαι τὸν Ἱπποκράτην περὶ τῶν θερμῶν κράσεων ἁπλῶς ἀποφηνάμενον, ὡς ὑδροποσίας δεομένων. ἐμοὶ δ’ οὐχ ἁπλῶς Ἱπποκράτῃ, ἀλλὰ περὶ τῆς ἄκρως θερμῆς φύσεως εἰρῆσθαι δοκεῖ τοῦτο, κατὰ δυσκρασίαν δηλονότι τοιαύτης οὔσης, οὐ τῷ πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ αὐτὸς αὐξάνεσθαί φησιν ἐν τῷ τῶν ἀθλητῶν ἐπιτηδεύματι. ἀλλ’ ὅγε δύσκρατος θερμὸς οὔτ’
377
ἀθλητὴς, οὔτε στρατιώτης, οὔτε τῶν κατὰ γεωργίαν ἢ πολιτείαν ἔργων ἀγαθὸς ἃν ποτε γένοιτο ἐργάτης· ἰσχυρῶν γάρ ἐστιν ἀνδρῶν τὰ τοιαῦτα ἐπιτηδεύματα. τοιοῦτοι δ’ οὐκ ἂν εἶεν ἄνευ τοῦ συμμέτρως κεκρᾶσθαι· συμμέτρως δ’ αὐτῶν κεκραμένων, πλεῖστον ἂν εἴη τὸ ἔμφυτον θερμόν. τῇ μὲν οὖν τοιαύτῃ φύσει σύμμετρον δηλονότι δοτέον ἐστὶ τὸν οἶνον, ὥσπερ καὶ αὐτὴ σύμμετρός ἐστι, καὶ μέχρι τοσούτου γε σύμμετρον, ἄχρι περ ἂν ᾖ σύμμετρος. ἀνάγκη γάρ ἐστι καὶ ταύτην οὐκ ἐν τῷ γήρᾳ μόνον, ἀλλὰ καὶ τῷ τῆς παρακμῆς χρόνῳ, τῆς συμμέτρου γενέσθαι ψυχροτέραν. εἴ τις δ’ ἄρα, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, θερμοτάτη κρᾶσις ᾖ, ταύτῃ συμφέρει μηδ’ ὅλως οἶνον διδόναι. τριῶν δ’ οὐσῶν κατὰ γένος διαφορῶν τῆς θερμῆς κράσεως, μιᾶς μὲν, καθ’ ἣν ἡ ἑτέρα τῶν ἀντιθέσεων, ἡ κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, εὔκρατός ἐστι, δευτέρας δὲ, ᾗ σύνεστιν ἀμετροτέρα τοῦ συμμέτρου ξηρότης, καὶ τρίτης, καθ’ ἣν ἅμα τῷ θερμῷ πλεονάζει τὸ ὑγρὸν, ἐν ᾗ μὲν ἡ ἑτέρα τῶν ἀντιθέσεων εὔκρατός ἐστιν, οὐκ ἂν γένοιτό ποτε ἄκρως
378
ἄμετρον, ἐπειδὴ τῷ τοιούτῳ ξηρότης ἐπιγίνεται διὰ ταχέων, αὕτη δὲ οὐχ ὑπόκειται τῇ ξηρᾷ· ἐν ᾗ δὲ ἐστὶ καὶ ξηρότης ἅμα τῇ θερμότητι, δυνατὸν ἐν αὐτῇ γενέσθαι ποτὲ τὴν παρὰ φύσιν θερμότητα πλείστην, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, μέχρι πλείονος χρόνου, πλείστην δὲ ἐν ὀλίγῳ χρόνῳ, καὶ τὴν μεθ’ ὑγρότητος ἄκρως ἄμετρον θερμασίαν, ὡς ἐν ὑγιεινῇ δυσκρασίᾳ, δυνατὸν γενέσθαι. τῇ μὲν οὖν πρῶτον ῥηθείσῃ τοσοῦτον ἐπιτρέψομεν ὑδατώδους οἴνου προσφέρειν, ὅσον ἀποκεχώρηκε τῆς ἄκρας δυσκρασίας· τῶν δ’ ἄλλων οὐδετέρᾳ συγχωρήσομεν, ἄκρᾳ γε οὔσῃ, καθότι δέδεικται. ταῖς γὰρ μὴ τοιαύταις δυσκρασίαις οἶνον δώσομεν ὀλίγον καὶ ὑδατώδη· τοιοῦτος δ’ ἐστὶν ὁ λευκὸς μὲν τῇ χροιᾷ, λεπτὸς δὲ τῇ συστάσει· καθάπερ γε καὶ ταῖς ψυχραῖς δυσκρασίαις τοὺς θερμοτέρους τῶν οἴνων προσοίσομεν. ὁ μὲν οὖν ἄκρως θερμὸς οἶνος ταῖς ἄκρως ψυχραῖς δυσκρασίαις σύμφορος, ἐπὶ δὲ τῶν ἄλλων ὁ ἀνάλογος. οὐ γὰρ μόνον ἁπλῶς χρὴ μεμνῆσθαι τοῦ τἀναντία
379
τῶν ἐναντίων ἰάματα ὑπάρχειν, ἀλλὰ καὶ τοῦ καθ’ ἑκάστην ἐναντίωσιν ποσοῦ. καθάπερ οὖν ἐπὶ τῶν φαρμάκων ἐδείξαμεν, ὡς οὐ μόνον χρὴ σκοπεῖν, εἰ θερμὸν ἢ ψυχρόν ἐστιν, ἀλλὰ καὶ τίνος δι’ αὐτῶν τάξεως, οὕτω κᾀπὶ τῶν οἴνων ἐστὶ ποιητέον, οὐ τὸν ὑδατώδη μόνον ἢ τὸν θερμὸν αἱρουμένους, ἀλλὰ καὶ τὸν τὴν ἀντιλογίαν ἔχοντα τῆς ἑαυτοῦ θερμότητος ἢ ψυχρότητος οἰκείαν ὡς πρὸς τὸ τῆς δυσκρασίας εἶδος. ταῦτα δὲ περὶ τῶν μέσην ἡλικίαν ἐχόντων τοῦ γήρως εἴρηται, γινωσκόντων ἡμῶν τὸ μὲν πρῶτον αὐτοῦ μέρος, ὃ τῶν ὠμογερόντων ὀνομάζουσι, δυναμένων ἔτι πράττειν τὰ πολιτικὰ, τὸ δὲ δεύτερον, ἐφ’ οὗ τὸ σύμφορον ὄνομα φέρουσιν, αὐτὸ τοῦτο εἶναι, καθ’ οὗ λέγουσιν,

  • — — Ἐπὴν λούσαιτο φάγοι τε,
  • Εὑδέμεναι μαλακῶς — —
  • οὐ μὴν ἐπί γε τῆς τρίτης, ἐν ᾗ τὸν γραμματικὸν ἔφην Τήλεφον ὄντα ἐν τῷ μηνὶ δὶς ἢ τρὶς λούεσθαι· διὰ γὰρ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως οὐ φέρουσιν οὗτοι τὰ συνεχῆ λουτρά. πρόσεστι δ’ αὐτοῖς τὸ μηδ’ ἀθροίζειν δακνώδη περιττώματα

    380
    διὰ τὴν ψύξιν τῆς ἕξεως. ὀνομάζουσι δὲ τὸν κατὰ τὴν ἡλικίαν ταύτην πέμπελον, ὡς οἱ ταῖς ἐτυμολογίαις χαίροντές φασι, παρὰ τὸ ἐκπέμπεσθαι τὴν εἰς ᾅδου δηλονότι πομπήν.