De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Ὁποῖον μὲν οὖν ἐστι τὸ ἄριστον σῶμα, πρότερον εἴρηται. τὸ δ’ ἀπολειπόμενον τοῦδε γινώσκειν μέν σε χρὴ διὰ τρεῖς αἰτίας ἀπολειπόμενον, ἢ ὅτι κακῶς ἐξ ἀρχῆς κατεσκευάσθη κυούμενον, ἢ ὅτι μετὰ ταῦτα πρός τινος αἰτίας εἰς τὴν παρὰ φύσιν ἤχθη διάθεσιν, ἢ τῷ τῆς ἡλικίας λόγῳ. πειρᾶσθαι δ’ ἐπανορθοῦσθαι πάντα διὰ τῆς ἀντικειμένης ἀμετρίας· οἷον αὐτίκα περὶ γήρως. τὸ γῆράς ἐστι μὲν ψυχρὸν καὶ ξηρὸν, ὡς ἐν τοῖς περὶ κράσεων ἐπιδέδεικται λόγοις. ἐπανόρθωσις δ’ αὐτοῦ διὰ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων γίνεται. τοιαῦτα δ’ ἐστὶ θερμὰ λουτρὰ γλυκέων ὑδάτων, καὶ οἴνου πόσις, ὅσαι τε τῶν τροφῶν ὑγραίνειν τε ἅμα καὶ θερμαίνειν πεφύκασι. περὶ δὲ γυμνασίων, ἢ τρίψεων, ἁπάσης τε κινήσεως, (ἀπὸ τούτων γὰρ ἄρξασθαι βέλτιον, ἐπειδὴ καλῶς εἴρηται, τοὺς πόνους τῶν σιτίων ἡγεῖσθαι,) τάδε χρὴ γινώσκειν, ὡς ἐκ μέρους μέν τινος ὀρθῶς εἶπεν ὁ ποιητὴς,

  • — — ἐπὴν λούσαιτο φάγοι τε,
  • Εὑδέμεναι μαλακῶς, ἡ γὰρ δίκη ἐστὶ γερόντων.
  • 320

    οὐ μὴν τό γε σύμπαν ἐν τούτῳ τέτακται. δέονται γὰρ οἱ γέροντες οὐδὲν ἧττον τῶν νέων εἰς κίνησιν ἄγειν τὸ σῶμα, κινδυνευούσης αὐτοῖς σβεσθῆναι τῆς ἐμφύτου θερμασίας. ἐπεί γε τῶν ἀκμαζόντων σωμάτων εὑρίσκονταί τινες φύσεις, ἡσυχίας δεόμεναι, περὶ ὧν εἴρηται καὶ Ἱπποκράτει, γερόντων δ’ οὐδεὶς χρῄζει παντελοῦς ἡσυχίας, ὥσπερ οὐδὲ γυμνασίου σφοδροῦ· ῥιπίζεσθαι μὲν γὰρ αὐτῶν δεῖται τὸ θερμὸν, ἐξελέγχεται δὲ κατὰ τὰς σφοδροτέρας κινήσεις. αἱ μὲν οὖν μεγάλαι φλόγες οὐδὲν ἔτι χρῄζουσι τοῦ ῥιπίζοντος, ἀλλ’ ἑαυταῖς εἰσιν ἱκαναὶ πρὸς τὸ διασώζεσθαί τε καὶ κρατεῖν τῆς ὕλης. οὔκουν οὐδ’ ἀνατρίβεσθαι ἄμετρα μετὰ τοὺς ὕπνους ἕωθεν ἅπαντες οἱ ἀκμάζοντες δέονται, καθάπερ οἱ γέροντες. ὁ γὰρ τοι σκοπὸς τῆς τοιαύτης ἀνατρίψεως ἅμα λίπει γινομένης διττός ἐστιν, ἢ κοπώδη διάθεσιν ἰάσασθαι, πρὶν αὐξηθεῖσαν ἀνάψαι πυρετὸν, ἢ ἀῤῥωστοῦσαν ἀνάδοσιν ἐπεγεῖραι. πολλοὺς γὰρ ἀτροφοῦντας ἐκ μακροῦ χρόνου ῥᾳδίως ἐν ὀλίγαις ἡμέραις ἐσαρκώσαμεν, ἐπὶ τὴν τοιαύτην ἀνάγοντες

    321
    τρίψιν. ἀλλ’ ὅπερ ἄλλοις κατὰ πάθος ἐν χρόνῳ τινὶ γίνεται, τοῦτ’ ἀεὶ τοῖς γέρουσιν ὑπάρχει. καὶ ψυχρὸν γὰρ ὅλον αὐτῶν ἐστι τὸ σῶμα, καὶ ἀδύνατον ἕλκειν τὴν τροφὴν ἐφ’ ἑαυτὸ, καὶ κατεργάζεσθαι καλῶς, καὶ τρέφεσθαι πρὸς αὐτῆς. ἀλλ’ ἡ τρίψις ἐπεγείρουσα τὸν ζωτικὸν τόνον αὐτῶν, καὶ θερμαίνουσα τὰ μέτρια, τήν τ’ ἀνάδοσιν εὐπετεστέραν ἐργάζεται, καὶ τὴν θρέψιν ἑτοιμοτέραν. οὕτω τοι καὶ διαιτώμενοι νέοι τε πολλοὶ τῶν ἀτροφούντων ἐσαρκώθησαν, οἵ τε γέροντες ὠνίναντο πάντες. ἓν μὲν δή σοι τοῦτο καθάπερ τι γυμνάσιον ἔστων τοῖς γέρουσιν ἕωθεν γιγνόμενον, ἡ μετ’ ἐλαίου τρίψις, ἐφεξῆς δὲ περίπατοί τε καὶ αἰωρήσεις ἄκοποι, στοχαζομένῳ τῆς τοῦ γέροντος δυνάμεως. διόπερ ἡμῖν εἴρηται πρόσθεν περὶ ἐδεσμάτων τε καὶ πομάτων οὐκ ὀλίγα· παραδείγματος δ’ ἕνεκεν καὶ νῦν εἰρήσεται περὶ τῶν γυμνασίων, ὑπὲρ ὧν ἐμάθομεν ἔμπροσθεν, ὡς τὰ μὲν ὀξέα, (προσαγορεύουσιν δ’ οὕτως, ὧν αἱ κινήσεις ταχεῖαι,) λεπτύνει τὸ σῶμα, τὰ δ’ ἐναντία παχύνει,
    322
    καὶ πολλὰ μὲν ξηραίνει, τὰ δὲ μέτρια σαρκοῖ. λέλεκται δὲ καὶ περὶ τῶν ἄλλων ἐν αὐτοῖς διαφορῶν ἁπασῶν, ὥσπερ γε καὶ περὶ τῶν τρίψεων. αἱ δὲ τῶν γυμνασίων ἰδέαι τοῖς γέρουσιν, ὅσαι τ’ ὠφέλιμοι καὶ ὅσαι βλαβεραὶ, κριθήσονται τῇ τε τοῦ σώματος ὅλου διαθέσει καὶ τοῖς ἐνοχλοῦσι παθήμασι. τῇ μὲν ὅλου τοῦ σώματος διαθέσει κατὰ τάδε. τὸ μὲν γὰρ ἄριστον τῇ κατασκευῇ σῶμα, περὶ οὗ μέχρι δεῦρο πεποίημαι τὸν λόγον ἐξ ἀρχῆς, ὥσπερ ἐν νεότητι πρὸς ἅπαντας τοὺς σφοδροτάτους πόνους ἐπιτηδειότατόν ἐστιν, οὕτως ἐν γήρᾳ πρὸς ἅπαντας τοὺς μετρίους· τὸ δ’ ἤτοι παχυσκελὲς, ἢ εὐρύστερνον, ἢ περαιτέρω τοῦ προσήκοντος ἰσχνοσκελὲς, ἢ ὅσοις ὁ θώραξ μικρός ἐστιν, ἢ κομιδῆ στενὸς, ἢ τὸ βλαισὸν, ἢ τὸ ῥαιβὸν, ἢ ὁπωσοῦν ἄλλως ἀσύμμετρον, εἰς τὰ πολλὰ τῶν γυμνασίων οὐκ ἐπιτήδειον. ἐν μὲν γὰρ τοῖς διὰ τῆς φωνῆς γιγνομένοις ὁ κακῶς παρεσκευασμένος θώραξ, ἐν δὲ τοῖς διὰ τῶν περιπάτων τὰ σκέλη βλάπτεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί τε χειρῶν εἰρῆσθαί μοι νόει, καὶ τραχήλου, καὶ νώτου, καὶ ὀσφύος,
    323
    ἰσχίων τε καὶ τῆς ῥάχεως ὅλης. ὅ τι γὰρ ἂν αὐτῶν ᾖ κακῶς ἐξ ἀρχῆς κατεσκευασμένον, ἐξελέγχεται μᾶλλον ἢ ῥώννυται γυμναζόμενον, εἰ μὴ ἄρα τις τὰς συμμέτρους κινήσεις ὀνομάζειν ἐθέλει γυμνάσια σύμμετρα τοῖς ἀσθενέσι μορίοις· ἀλλ’ οὕτως περὶ ὀνόματος μᾶλλον ἢ πράγματος ἡ ἀμφισβήτησις ἔσται. τὰ δ’ εἰς ὑγείαν διαφέροντα τῷ γέροντι γυμνάσια διὰ τῶν ἰσχυροτέρων χρὴ ποιεῖσθαι μορίων· συγκινεῖται γὰρ ἐκείνοις καὶ γυμνάζεται τὰ λοιπά. καὶ μὲν δὴ καὶ ἔθη μεγίστην ἔχει μοῖραν εἰς αἵρεσιν ἰδέας γυμνασίων. ἄκοποί τε γὰρ αὐτοῖς αἱ εἰθισμέναι γίνονται κινήσεις, ἥδονταί τε κατ’ αὐτὰς ἐνεργοῦντες, ὥσπερ αὖ πάλιν ἐν τοῖς ἀήθεσιν ἄχθονταί τε καὶ κοπώδεις γίνονται τῶν δὲ τεχνικῶν ἐνεργειῶν οὐδ’ ἅψασθαι δυνατόν ἐστι, ἢ αὐλεῖν, ἢ σαλπίζειν, ἢ κιθαρίζειν, ὥσπερ γε τῶν κατὰ παλαίστραν, ὅσοι παλαισμάτων ἀμαθεῖς. ἕκαστον οὖν τῶν γερόντων ἐν τοῖς συνήθεσι γυμνάζειν, ἀνιέντας αὐτῶν τὴν σφοδρότητα. τρίτος δὲ σκοπὸς ἰδέας γυμνασίων ἀπὸ τῶν
    324
    παθημάτων λαμβάνεται, κοινὸς μὲν ἁπάσης ἡλικίας ὑπάρχων, οὐ μὴν ἴσην γε τὴν δύναμιν ἐν ἁπάσαις ἔχων, ὅτι μηδὲ τὴν βλάβην ἴσην ἐργάζεται παροφθείς. ὅσοι μὲν γὰρ ἑτοίμως ἁλίσκονται σκοτώμασιν, ἢ ἐπιληψίαις, ἢ ὀφθαλμίαις σφοδραῖς, ἢ ὠταλγίαις, οὐ χρὴ τούτους ἐπινεύοντας, ἢ κατακύπτοντας, ἢ καλινδουμένους χαμαὶ γυμνάζεσθαι. περιπάτοις δὲ πολλάκις, καὶ δρόμοις μετρίοις, αἰωρήσεσί τε ἐπὶ τῶν ὀχημάτων ἀκόπως χρῆσθαι. παραπλησίῳ δὲ τρόπῳ καὶ ὅσοις παρίσθμια ῥᾳδίως, ἢ ἀντιάδες, ἢ συνάγχαι γίνονται, καὶ ὅσοις γαργαρεὼν ἑτοίμως ῥευματίζεται, καὶ ὅσος οὖλα, καὶ ὅσοις ὀδόντες, ἢ ὅλως τι τῶν κατὰ τὸν τράχηλόν τε καὶ τὴν ὅλην κεφαλὴν μορίων. ἡμικρανίᾳ γοῦν ἐνοχλοῦνται πολλοὶ, καὶ τένοντας ἄλλοι συνεχῶς ἀλγοῦσιν ἐπὶ μικραῖς προφάσεσιν. ὧν οὐδεὶς ἀνέχεται γυμνασίου πληροῦντος κεφαλὴν, ἀλλ’ ἔστιν ἅπασιν αὐτοῖς τὰ διὰ τῶν σκελῶν ὠφέλιμα, καθάπερ γε τοῖς ἀσθενέσι φύσει τὰ σκέλη βελτίω τὰ διὰ τῶν ἄνω μερῶν γυμνάσια, χειρονομίαι τε καὶ ἀκροχειρισμοὶ,
    325
    καὶ δισκοβολίαι, καὶ ἁλτήρων χρῆσις, ὅσα τε κατὰ τὴν παλαίστραν γυμνάζεται χαμαὶ πάντα. τοῖς γε μὴν τὰ μέσον μόρια χειρῶν καὶ σκελῶν πάσχουσι ῥᾳδίως ἅπαν μὲν εἶδος ἐπιτήδειόν ἐστι γυμνασίων, ἐπεὶ τῶν ἄλλων τις ἀπείργει σκοπῶν· ἤδη δὲ τὰ μὲν κατὰ θώρακα τοῖς κάτω μᾶλλον χαίρει, τὰ δὲ κατὰ κύστιν ἢ νεφροὺς τοῖς ἄνω, σπλὴν δὲ καὶ γαστὴρ καὶ ἧπαρ ἔντερά τε καὶ κῶλον, ὥσπερ ἐν τῷ μέσῳ τῶν κάτω μερῶν ἐστιν, οὕτω καὶ τοῖς γυμνασίοις ὁμοίως χαίρει. τάς γε μὴν τρίψεις ἐπὶ τῶν ἀσθενῶν μορίων, ἐν οἷς μὲν χρόνοις νοσοῖ, φυλάττεσθαι προσήκει, ἐν οἷς δὲ ὑγιαίνει, προσφέρεσθαι μᾶλλον ἢ τοῖς ἄλλοις, καὶ μάλιστα τὰς ξηρὰς, ἐπὶ πλεῖστον ἀνατρίβοντα διά τε τῶν ὀθονίων καὶ μόναις ταῖς χερσί. καὶ μὴν δὴ καὶ ὅσαι κατὰ περίοδον ὀδύναι γίνονται μορίοις τισὶ, οὐ σμικρὸν γίνεται κώλυμα τοῦ γίνεσθαι τοιαῦθ’ ἡ τρίψις ἐν τῷ μεταξὺ χρόνῳ παραλαμβανομένη, καὶ μάλιστα πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τοῦ παροξυσμοῦ· ῥώννυται γὰρ ὑπ’ αὐτῆς τὰ μόρια, καὶ ἧττον δέχεται τὰ συνήθη κατασκήπτοντα ῥεύματα. ταυτὶ μὲν οὖν
    326
    ἅπαντα κοινὰ γερόντων ἐστὶ καὶ τῶν ἄλλην ἡλικίαν ἐχόντων ἡντιναοῦν. τὸ δὲ μὴ γυμνάζεσθαι τοῖς ἀσθενέσι μορίοις ἐπὶ γέροντος μόνον συμβουλεύω· τῶν δ’ ἄλλων ὅσον τις ἂν ᾖ τοῦ γήρως ἀπωτέρω, τοσούτῳ μᾶλλον αὐτῷ γυμναστέον ἐστὶ τὸ ἀσθενὲς, ὅπερ δὴ καὶ διὰ παραδείγματος, ἵνα μᾶλλον ὁ λόγος ᾖ σαφὴς, οὐκ ὀκνήσω διελθεῖν. ὑποκείσθω τι σῶμα τῶν ἔτ’ αὐξανομένων ἰσχνὸν τοῖς σκέλεσι. τούτῳ συμφέρει πιττοῦσθαί τε τὰ σκέλη καὶ τρίβεσθαι μετρίως, καὶ δρόμῳ χρῆσθαι μᾶλλον ἢ ἄλλῳ τινὶ γυμνασίῳ. χρὴ δ’ ἐπιστατεῖν αὐτῷ τινα, τὸν σύμμετρον ὁρίζοντα τὴν κίνησιν, ὡς μήτε τοῦ προσήκοντος ἐνδεέστερον γυμνάζοιτο, μήθ’ ὑπερβάλλοι τοσοῦτον, ὡς ἁλῶναι κόπῳ. τοῦτο δὴ, καίτοι δύσγνωστον εἶναι δοκοῦν, οὐκ ἐν γυμνασίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ἡμεῖς ἐπεδείξαμεν εὔγνωστον ἔν γε τοῖς κατὰ τὴν ὑγιεινὴν δίαιταν. οὐ γάρ ἐστιν ἐπ’ αὐτοῖς ὀξὺς ὁ καιρὸς, ὡς ἐν ταῖς νόσοις, ἀλλ’ ἔξεστιν ἄρξασθαι μὲν ἀπὸ τῶν ἀσφαλεστάτων ἐν ἑκάστῳ μέτρῳ, ἐπισκοπουμένους
    327
    δὲ τὸ ἀποβαῖνον ἤτοι γ’ ἀφαιρεῖν, ἢ προστιθέναι τι, καθ’ ἑκάστην ἡμέραν ἐπανορθουμένους τὸ παρεθέν. οἷον εὐθέως ἐπὶ τῶν ἰσχνοσκελῶν, ἐγώ ποτε παιδάριον ἐτῶν τρισκαίδεκα παραλαβὼν, εἶτα παντὶ τῷ μετὰ ταῦτα χρόνῳ τῆς αὐξητικῆς ἡλικίας προνοησάμενος αὐτοῦ κατὰ τοὺς προγεγραμμένους σκοποὺς, ἀπέφῃνα νεανίσκον εὔρυθμόν τε καὶ σύμμετρον. ἐν μὲν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν αὐτὸν κατέχρισα τῇ πίττῃ δὶς ἐφεξῆς, ὡς εἴωθα, καὶ δραμεῖν ἐκέλευσα μήτ’ ὀξέως μήτε πολύ. κατὰ δὲ τὴν δευτέραν τρίψει συμμέτρῳ μὲν κατὰ σκληρότητά τε καὶ μαλακότητα, βραχείᾳ δὲ κατὰ τὸ πλῆθος ἅμα λίπει προμαλάξας, ἐκέλευσα βραχεῖ πλείω δραμεῖν, οὐ μὴν ὀξύτερά γε τῶν πρόσθεν. ἐπὶ δὲ τῷ δρόμῳ δηλονότι ταῖς ἀποθεραπευτικαῖς ὀνομαζομέναις ἐχρώμην τρίψεσιν. ἐκέλευον δὲ περιπατεῖν αὐτῷ καθ’ ἑκάστην ἡμέραν ἀπὸ μετρίων ἀρξαμένῳ εἰς πλείω, κατασκεπτόμενος τά τ’ ἄλλα τῶν σκελῶν καὶ μάλιστα τὰς φλέβας, εἰ μὴ περιττότερον εὐρύνοιντο τῆς τῶν σκελῶν εὐτροφίας. χαλεπὸν γὰρ τοῦτο, καὶ ῥευματικὸν, καὶ
    328
    βλαισώδη τῷ χρόνῳ παρασκευάζον, οὐκ εὔτροφα τὰ κῶλα. τούτῳ τε οὖν προσέχειν σε χρὴ τῷ γνωρίσματι, καὶ εἰ θερμότερα περαιτέρω τοῦ προσήκοντος γίγνοιτο τὰ σκέλη, καὶ εἰ κοπώδη τινὰ αἴσθησιν ἔχοντα. μηδενὸς μὲν γὰρ τούτων τῶν σημείων φανέντος, αὐξάνειν τε χρὴ τὸ πλῆθος τῶν περιπάτων τε καὶ τῶν δρόμων, καὶ πιττοῦν διὰ τρίτης. ὀφθέντος δέ τινος αὐτῶν ἀνάῤῥοπά τε σχηματίζειν ἐν τῇ κοίτῃ τὰ κῶλα, καὶ τοῦ πλήθους ἁπάντων ὧν διῆλθον ἀφαιρεῖν, ἐλάττω μὲν περιπατεῖν, ἐλάττω δὲ τρέχειν κελεύοντα, καὶ τῇ τρίψει κάτωθεν ἄνω. ὅταν δέ σοι ταῦτα πράξαντι κατὰ φύσιν ἀκριβῶς ἔχῃ τὰ σκέλη, πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς χρὴ χρῆσιν τῶν βοηθημάτων ἰέναι, βραχυτάταις αὐξήσεσι χρώμενον ἢ διὰ παντὸς ἐπὶ τῶν αὐτῶν καταμένοντα. παρεμβάλλειν δὲ χρὴ καὶ τὰς στρογγύλας καλουμένας τρίψεις μέσας σκληρότητός τε καὶ μαλακότητος, ἔσθ’ ὅτε μὲν ἄνωθεν, ἐνίοτε δὲ ἐκ τῶν κάτω μερῶν ἀρχομένους. καί που κεκονιαμένοις τοῖς σκέλεσι παραχέοντας ἔλαιον οὕτω τρίβειν. ἔστω δὲ κόνις ἡ καλουμένη λιπαρά· προσαγορεύουσι
    329
    δ’ οὕτως, ἐν ᾗ μήτε τραχὺ, μήτε δριμύ. λεπτύνουσι γὰρ μᾶλλον, ἢ σαρκοῦσιν, ὅσαι τραχύτητος κισσηρώδους, ἢ δριμύτητος νιτρώδους ἢ ἁλμώδους μετέχουσιν. ὅτῳ δὲ παχύτερα μὲν τὰ σκέλη, βραχίονες δὲ καὶ πήχεις ἰσχνοὶ, τούτῳ τὰ μὲν διὰ χειρῶν γυμνάσια πάντ’ ἐπιτηδευτέον ἐστὶ, φυλακτέον δὲ τὰ διὰ τῶν σκελῶν. αἵ γε μὴν τρίψεις καὶ πιττώσεις ὁμοίως γενέσθωσαν, ὅσα τ’ ἄλλα περὶ τῶν κατὰ τὰ σκέλη λέλεκται γυμνασίων. οὐ γὰρ μικρά τίς ἐστιν ἐν αὐτοῖς διαφορὰ, τινῶν μὲν ἐσχάτως ἀῤῥώστων εἰς τὰς κινήσεις ὄντων, εἰ καὶ μηδέπω τύχοιεν ἑβδομηκοντοῦται εἰς τὴν ἡλικίαν ὄντες, ἐνίων δὲ πολὺ ῥωμαλεωτέρων ἢ κατὰ τούσδε γεγονότων ἔτη πλείω ἢ ὀγδοήκοντα. τοὺς μὲν ἀσθενεστέρους αἰωρεῖν μᾶλλον ἢ περιπατεῖν κελεύων κινήσεις· τοὺς δ’ ἰσχυροτέρους δι’ ἀμφότερα γυμνάσαντα, ἄξαντά τε πρὸς τὴν δευτέραν τρίψιν οὐχ ὁμοίως ἀμφοτέρους, ἀλλ’ ἀεὶ τὸν ἀῤῥωστότερον θᾶττον. ἔστω γάρ σοι τοῦτο τῶν κοινοτάτων παραγγελμάτων, ἐπὶ μὲν ἀσθενοῦς
    330
    δυνάμεως ἀνατρέφειν τὸ σῶμα πυκναῖς καὶ βραχείαις τροφαῖς, ἐπὶ δὲ ἰσχυρᾶς ἀραιαῖς καὶ πολλαῖς.

    Εἰπεῖν μὲν οὖν καὶ ταῦτα καὶ τἄλλα ῥᾷστον, ἐπιστατῆσαι δὲ γέροντι, διαφυλάττοντα τὴν ὑγείαν αὐτοῦ, τῶν χαλεπωτάτων, ὥσπερ γε καὶ τῶν ἀνακομιζομένων ἐκ νόσου. καλεῖται δὲ ὑπὸ τῶν νεωτέρων ἰατρῶν τουτὶ μὲν τὸ μέρος τῆς τέχνης ἀναληπτικὸν, τὸ δὲ ἐπὶ τῶν γερόντων γηροκομικόν. καὶ δοκοῦσιν αἱ διαθέσεις ἀμφοῖν οὐ κατὰ τὴν ἀκριβεστάτην ὑπάρχειν ὑγείαν, ἀλλ’ ἤτοι μέσαι τινὲς εἶναι νόσου τε καὶ ὑγείας, ἢ πάντως γε μὴ τῆς καθ’ ἕξιν, ἀλλὰ τῆς κατὰ σχέσιν ὀνομαζομένης ὑπ’ αὐτῶν ὑγείας. εἴτ’ οὖν νόσον, εἴτε νοσώδη διάθεσιν, εἴτε μέσην ὑγείας τε καὶ νόσου διάθεσιν, εἴτε κατὰ σχέσιν ὑγείαν ὀνομάζειν χρὴ τὸ γῆρας, οὐ πάνυ τι τῶν τοιούτων ζητήσεων φροντίζοντας, βωμολόχων προσερχομένων, ἐπίστασθαι δὲ χρὴ τὴν κατάστασιν τοῦ τῶν γερόντων σώματος, ὅτι ἐπὶ μικροῖς αἰτίοις εἰς νόσον μεθισταμένην ὁμοίως τοῖς ἀναλαμβάνουσιν ἐκ νόσου

    331
    τὴν ἀρχαίαν ὑγείαν διαιτᾷν χρή. διόπερ εἰπεῖν μὲν ῥᾴδιον, ἄμεινον εἶναι χρίεσθαι λίπει μετ’ ἀνατρίψεως ἕωθεν τὸν γέροντα, προσηκόντως δὲ ἐργάσασθαι τοὖργον ἁπάντων χαλεπώτατον. ἥ τε γὰρ σκληροτέρα βραχὺ τρίψις κοπώδης, ἥ τ’ ἄγαν μαλακὴ πλέον οὐδὲν ἐργάζεται, καθάπερ οὐδ’ ἡ βραχεῖα παντάπασιν, ἡ δέ γε πολλὴ διαφορεῖ μᾶλλον ἢ ἀνατρέφει. καὶ μὴν καὶ τὸ χωρίον, ἐν ᾧ γυμνοῦται τὸ τοῦ γέροντος σῶμα, ψυχρότερον μὲν ὂν οὐ μόνον οὐδὲν ἐργάζεται χρηστὸν, ἀλλὰ καὶ πυκνώσει, καὶ καταψύξει, θερμότερον δ’ εἴπερ εἴη τοῦ δέοντος, ἐν μὲν χειμῶνι πλέον, ἢ προσήκει, τὸ σῶμα τοῦ γέροντος ἀραιότερον ἀποτελέσαν εὔψυκτον ἐργάσεται, θέρους δὲ διαφορήσει τε καὶ καταλύσει τὴν δύναμιν αὐτοῦ. τοῖς μὲν γὰρ καθ’ ἕξιν ὑγιαίνουσιν οὐδὲ τῶν ἰσχυρῶν αἰτίων οὐδὲν ἀλλοιοῖ τὸ σῶμα, τοῖς γέρουσι δὲ καὶ τὰ σμικρότατα μεγίστην ἐργάζεται μεταβολήν. οὕτω τοίνυν ἔχει κᾀπὶ τῆς τῶν σιτίων ποσότητός τε καὶ ποιότητος. καὶ γὰρ κᾀν τούτοις ἂν βραχύ τι τοῦ προσήκοντος ὑπερβῶσιν οἱ γέροντες, οὐ σμικρὰ βλάπτονται, τῶν νεανίσκων ἐπὶ μεγίστοις
    332
    ἁμαρτήμασι βραχέα βλαπτομένων. ἀσφαλέστερον οὖν ἐστι τοῖς ἀσθενέσι γέρουσιν ὀλίγα διδόναι τρὶς τῆς ἡμέρας, ὡς Ἀντίοχος ὁ ἰατρὸς ἑαυτὸν διῄτα, γεγονὼς γὰρ ἐτῶν πλείω τῶν ὀγδοήκοντα, προϊὼν δὲ καθ’ ἑκάστην ἡμέραν εἰς τὴν ἀγορὰν, ἐπὶ τὸ χωρίον, ἐν ᾧ τὸ συνέδριον ἦν αὐτὸ τῶν πολιτῶν, ἔστι δ’ ὅτε μακρὰν ὁδὸν ἀπιὼν ἐπισκέψεως ἀῤῥώστων ἕνεκα. ἀλλ’ εἰς μὲν τὴν ἀγορὰν ἀπὸ τῆς οἰκίας ἐβάδιζεν, ὁδὸν ὡς τριῶν σταδίων· οὕτως δὲ καὶ τοὺς πλησίον ἀῤῥώστους ἑώρα· ποῤῥώτερον δ’ ἄν ποτ’ ἀναγκασθῇ πορευθῆναι, τὸ μὲν ἐν δίφρῳ βασταζόμενος ἐκομίζετο, τὸ δ’ ἐπ’ ὀχήματι αἰωρούμενος. ἦν δ’ αὐτῷ κατὰ τὴν οἰκίαν οἴκημα ἐκ καμίνου θερμαινόμενον ἔν γε τῷ χειμῶνι, θέρους δὲ εὔκρατον ἔχον ἀέρα καὶ χωρὶς τοῦ πυρός. ἐν τούτῳ πάντως ἀνετρίβετο καὶ χειμῶνος καὶ θέρους ἕωθεν, ἀποπατήσας δηλονότι πρότερον. ἐν δὲ τῷ κατὰ τὴν ἀγορὰν χωρίῳ περὶ τρίτην ὥραν ἢ τὸ μακρότερον περὶ τετάρτην ἤσθιεν ἄρτον μετὰ μέλιτος Ἀττικοῦ, πλειστάκις μὲν ἑφθοῦ, σπανιώτερον δ’ ὠμοῦ. καὶ μετὰ ταῦτα τὸ μέν τι συγγιγνόμενος ἑτέροις
    333
    διὰ λόγων, τὸ δὲ καθ’ ἑαυτὸν ἀναγινώσκων ἑβδόμην ὥραν παρέτεινεν, μεθ’ ἣν ἐτρίβετό τε κατὰ τὸ δημόσιον βαλανεῖον, ἐγυμνάζετό τε τὰ πρέποντα γέροντι γυμνάσια, περὶ ὧν τῆς ἰδέας ὀλίγον ὕστερον εἰρήσεται. κᾄπειτα λουσάμενος ἠρίστα σύμμετρον, πρῶτα μὲν ὅσα λαπάττει τὴν γαστέρα προσφερόμενος, ἐφεξῆς δὲ ἰχθύων τὸ πλεῖστον, ὅσοι πετραῖοί τε καὶ πελάγιοι. κᾄπειτ’ αὖθις ἐπὶ τοῦ δείπνου τῆς μὲν τῶν ἰχθύων ἐδωδῆς ἀπείχετο, τῶν δ’ εὐχυμοτάτων καὶ δυσφθάρτων ἐλάμβανεν, ἤτοι χόνδρον μετ’ οἰνομέλιτος, ἢ ὄρνιν ἐξ ἁπλοῦ ζωμοῦ. τούτῳ μὲν οὖν τῷ τρόπῳ γηροκομῶν ἑαυτὸν Ἀντίοχος ἕως ἐσχάτου διετέλεσεν ἀπήρωτος ταῖς αἰσθήσεσι καὶ τοῖς μέλεσιν ἄρτιος ἅπασι. Τήλεφος δὲ ὁ γραμματικὸς ἐπὶ πλείονας μὲν ἐξίκετο χρόνους Ἀντιόχου, σχεδὸν ἑκατὸν ἔτη βιοὺς, ἐλούετο δὲ τοῦ μηνὸς δὶς μὲν ἐν τῷ χειμῶνι, τετράκις δὲ ἐν τῷ θέρει, τρὶς δὲ ἐν τοῖς μεταξὺ τούτων ὥραις. ἐν αἷς δ’ ἡμέραις οὐκ ἐλούετο, περὶ τρίτην ὥραν ἠλείφετο μετὰ βραχείας ἀνατρίψεως. εἶτα χόνδρον ἡψημένον ἐν ὕδατι, μέλι μιγνὺς ὠμὸν ὅτι κάλλιστον,
    334
    ἤσθιε, καὶ τοῦτ’ ἤρκει μόνον αὐτῷ τήν γε πρώτην. ἠρίστα δὲ καὶ οὗτος ἑβδόμης ὥρας, ἢ βραχεῖ τινι θᾶττον, λάχανα μὲν πρῶτον προσφερόμενος, εἶθ’ ἑξῆς ἰχθύων ἢ ὀρνίθων γευόμενος. ἐς ἑσπέραν δὲ μόνον ἄρτον ἤσθιε, διαβρέχων ἐν οἴνῳ κεκραμένω.

    Ὥσπερ δὲ τοῖς παισὶν ὁ οἶνος ἐναντιώτατός ἐστιν, οὕτω τοῖς γέρουσι χρησιμώτατος. ἔστω δὲ τῶν φύσει θερμοτέρων, ὁποῖοι τῶν Ἑλληνικῶν ὁ Ἀριούσιός ἐστι καὶ ὁ Λέσβιος, καὶ ὁ καλούμενος Μύσιος, οὐκ ἐκ τῆς περὶ Ἴστρον Μυσίας, ἀλλ’ ἐκ τῆς Ἑλλησποντίας ὀνομαζομένης, ἥτις ἐστὶ κατὰ τὴν ἡμετέραν Ἀσίαν, ὁμοροῦσα Περγάμῳ, τῶν δ’ ἐκ τῆς Ἰταλίας ὅ τε Φαλερῖνος καὶ ὁ Σουῤῥεντῖνος. ἐφεξῆς δ’ αὐτῶν εἰσι, κατὰ μὲν τὴν Ἰταλίαν ὅ τε Τιβουρτῖνος καὶ ὁ Σιγνῖνος, ἀμφότεροι παλαιωθέντες, ὡς νέοι γε ὄντες οὔτ’ εἰς ἀνάδοσιν ὁρμῶσιν, οὔτ’ οὖρα κινοῦσιν, ἀλλ’ ἐπὶ πολὺ κατὰ τὴν γαστέρα μένουσι, κλύδωνας ἐργαζόμενοι· δεύτεροι δ’ ἐπ’ αὐτοῖς Ἀδριανός τε καὶ Σαβῖνος, καὶ Ἀλβανὸς, καὶ Γαβιανὸς, καὶ Τριφυλῖνος, ὅσοι

    335
    τ’ Ἀμιναῖοι κατὰ τὴν Ἰταλίαν γεννῶνται, περί τε Νεάπολιν καὶ κατὰ τὴν Θούσκων γῆν. κατὰ μέν γε τὴν τοῦ Σουῤῥεντίνου δύναμιν ὁ Μύσιός ἐστι, κατὰ δὲ τὴν τοῦ Φαλερίνου τῶν Τμωλιτῶν οἱ κάλλιστοι, Σαβίνῳ δὲ καὶ Ἀδριανῷ Τιτακαζηνὸς τε καὶ Ἀρσυϊνὸς ἐοίκασι. τούτων οὖν μετρίως παλαιωθέντων, πίνειν χρὴ τοὺς πρεσβύτας, ὅσοι μὴ πάνυ γε κεφαλὴν ἰσχυρὰν ἔχουσιν· οἷς δ’ ἰσχυρὰ, τούτοις Φαλερῖνός τε καὶ Σουῤῥεντῖνος, Ἀριούσιός τε καὶ Λέσβιος καὶ Μύσιος καὶ Τμωλίτης ἐπιτήδειοι. δῆλον οὖν, ὡς καθ’ ἕκαστον ἔθνος ἐκ τῶν εἰρημένων παραδειγμάτων αἱρεῖσθαι τὸν ἐπιτηδειότατον ἕκαστος δυνήσεται, σκοποὺς ἔχων ἐπὶ τῇ τῶν γερόντων ἡλικίᾳ ἐν τῇ τῶν οἴνων δοκιμασίᾳ κατὰ μὲν τὴν σύστασιν ἀεὶ τὸν λεπτότατον αἱρεῖσθαι, κατὰ δὲ τὴν χρόαν, ὃν ὁ Ἱπποκράτης εἴωθε κιῤῥὸν καλεῖν· δύναιτο δ’ ἂν καὶ ξανθὸν ὀνομάζειν αὐτόν. ἀγαθὸς δὲ καὶ ὁ ὠχρὸς, ἐν τῷ μέσῳ καθεστὼς ξανθοῦ τε καὶ λευκοῦ. καὶ γὰρ εἰ βουληθείης μίξαι τὸν ξανθὸν οἶνον τῷ λευκῷ, μικτὸν ἐξ ἀμφοῖν ὠχρὸν ἐργάσῃ, καὶ κραθεὶς μεθ’ ὕδατος ξανθὸς
    336
    τοιοῦτος γίνεται. παρὰ δὲ τὸ πλέον ἢ ἔλαττον ὕδωρ ἐπεμβάλλειν ἐνίοτε μὲν ὠχρὸς, ἐνίοτε δὲ οἷον ὠχρόλευκος ἢ ὠχρόξανθος φαίνεται. θερμότατος μὲν, ὅσον ἐπὶ τῇ χρόᾳ, τῶν εἰρημένων οἴνων ὁ ξανθὸς, ἥκιστα δὲ θερμὸς ὁ λευκός· οἱ δ’ ἐν τῷ μεταξὺ, καθ’ ὅσον ἂν ἑκατέρῳ πλησιάσωσι, τῆς ἐκείνου μετέχουσι δυνάμεως. ἓν μὲν οὖν τοῦτο μέγιστον ἀγαθὸν ἐξ οἴνου τοῖς γέρουσι περιγίνεται, τὸ θερμαίνεσθαι πάντ’ αὐτῶν τὰ μόρια· δεύτερον δὲ, τὸ δι’ οὔρων καθαίρεσθαι τὸν ὀῤῥὸν τοῦ αἵματος. διὸ καὶ κάλλιστος ἐπὶ γερόντων οἶνος, ὃς ἂν ταῦτ’ ἐργάζηται μάλιστα. τοιοῦτος δ’ ἐστὶν ὁ τῇ συστάσει μὲν λεπτὸς, οὖρα γὰρ οὗτοι κινοῦσι, τῇ χρόᾳ δὲ ξανθὸς, ἴδιον γὰρ τοῦτο τῶν θερμῶν ἱκανῶς οἴνων τὸ χρῶμα. διὸ κᾂν πάνυ λευκοὶ τὸ κατ’ ἀρχὰς ὦσι, παλαιούμενοι προσλαμβάνουσι τινὰ ξανθότητα, δι’ ἣν ὕπωχροι μὲν τὸ πρῶτον, ὕστερον δὲ τελέως ὠχροὶ γίνονται, κᾂν ἐπὶ πλεῖστον ἥκωσι χρόνου, τελευτῶντες ὠχρόξανθοι φαίνονται· τελέως γὰρ οὐχ οἷόν τε τοῖς λευκοῖς οἴνοις γενέσθαι
    337
    ξανθοῖς. ὅσοι δὲ τῶν ὠχρῶν ἢ ξανθῶν οἴνων παχεῖς εἰσιν, αἷμά τε γεννῶσιν οὗτοι καὶ τρέφουσι τὸ σῶμα· διὸ γένοιντ’ ἄν ποτε καὶ αὐτοὶ χρήσιμοι τοῖς γέρουσι, καθ’ ὃν δηλονότι χρόνον οὔτ’ ὀῤῥῶδες ὑγρὸν ἔχουσιν ἐν ταῖς φλεψὶ, καὶ δέονται θρέψεως περιττοτέρας. ὡς ἐπὶ τὸ πολὺ δὲ τῶν οὐρητικῶν οἴνων χρῄζουσιν οἱ τὴν ἡλικίαν ταύτην ἄγοντες, διὰ τὸ πλεονάζειν καὶ αὐτοῖς ὑδατῶδες περίττωμα. τῶν δ’ ἐπὶ πλέον ἐν τῇ γαστρὶ μενόντων οἴνων οὐδέποτ’ οὐδεὶς οἰκεῖος γέροντι. τοιοῦτοι δ’ εἰσὶν οἱ ἀπὸ τῆς Βιθυνίας Ἀμιναῖοι, καὶ τῶν ἀπὸ τῆς Ἰταλίας ὁ Μάρσος, καὶ Σιγνῖνος, καὶ Τιβουρτῖνος, ἔστ’ ἂν ὦσι νέοι. ἀλλ’ οὗτοι μὲν πάντες λευκοὶ, μέλανες δὲ ἄλλοι, καὶ παχεῖς, ὅσοι στύφουσιν, ἐν τῇ γαστρὶ μένουσι χρόνῳ πολλῷ, καὶ κλύδωνας ἐργάζονται κατ’ αὐτὴν, ὥσπερ ὁ ἐν Κιλικίᾳ μὲν Συβάτης, ἐν Ἀσίᾳ δὲ Αἰγεάτης τε καὶ Περπερίνιος. ὅσοι δὲ χωρὶς τοῦ στύφειν μέλανές τε εἰσι καὶ παχεῖς, οἷος καὶ ὁ Σκυβελίτης καὶ ὁ Θηραῖος, ἧττον μὲν ἐν τῇ γαστρὶ μένουσιν, οὔρησιν δὲ οὐδ’ αὐτοὶ κινοῦσιν, ἀλλ’ ὑπέρχονται κάτω· διὸ καὶ προπίνουσιν
    338
    αὐτοὺς ἐδωδῆς σιτίων. ἀλλ’ οὐδ’ οὗτοι χρήσιμοι τοῖς γέρουσιν, οὔτε προπίνειν, οὔτε πολὺ μᾶλλον ἐν ἑτέρῳ καιρῷ προσφέρεσθαι, καθότι μηδ’ ἄλλο μηδὲν τῷ γέροντι παχύχυμον· ἐμφράττεται γὰρ ἐξ αὐτῶν ἧπάρ τε καὶ σπλὴν καὶ νεφροί· κᾀντεῦθεν οἱ μὲν ὑδεριῶσιν, οἱ δὲ λιθιῶσι τῶν ἐπὶ πλέον αὐτοῖς χρησαμένων γερόντων. εἴπερ οὖν ἐθέλοι μετὰ τὸ λουτρὸν οἴνῳ χρήσασθαι γλυκεῖ τῶν πρεσβυτέρων τις, ἐδηδοκότι μὲν ἕωθεν αὐτῷ, καθότι τὸν Ἀντίοχον ἔφην πράττειν, ἄριστος ὁ Φαυστιανὸς Φαλερῖνος, ἐκείνου δ’ ἀποροῦντι τῶν ὁμοίων τις. ὅμοιοι δ’ ἂν εἶεν οἱ γλυκεῖς τε ἅμα καὶ ὠχροὶ κατὰ χρόαν· ἐφεξῆς δὲ τούτοις ὅ τε Θηρῆνος καὶ ὁ Κυριῆνος. οὐ κωλύω δὲ οὐδὲ τοῖς ἐσκευασμένοις διὰ μέλιτος οἴνοις χρήσασθαι, καὶ μάλισθ’ ὅσοις τῶν γερόντων ὑποψία τίς ἐστιν ἐν νεφροῖς λίθων γενέσεως, ἢ καὶ ποδάγρα τις, ἢ ἀρθρῖτις ἐνοχλεῖ. τὸν δ’ οἶνον ἐπὶ τῆς τοιαύτης συνθέσεως ἄριστον εἶναι Σαβῖνον ἤ τινα τῶν ὁμοίων. ἐπεμβάλλεται δὲ αὐτῷ πετροσέλινον, καὶ μόνον ἀρκεῖ τοῦτο τοῖς ἀρθριτικοῖς. ἐπὶ δὲ τῶν λιθιώντων
    339
    καὶ τῆς βετονίκης τι πόας μίγνυται, καὶ κέστρου τοῦ παρὰ τοῖς Κελτοῖς γεννωμένου· καλοῦσι δὲ τὴν βοτάνην ταύτην σαξίφραγον. ἔνιοι δὲ περιεργότερον σκευάζοντες τὸ φάρμακον ἐπεμβάλλουσι καὶ ναρδοστάχυος. εἰσὶ δὲ καὶ ἄλλα τινὰ οὔρησιν κινεῖν δυνάμενα. ἀλλὰ τό γ’ ἁπλοῦν πόμα δι’ οἴνου καὶ μέλιτος οἱ πολλοὶ συντιθέασι, πηγάνου τε καὶ πεπέρεως ἔχον ὀλίγον. εἰ δὲ καὶ προεδηδοκὼς εἴη, πρὶν λούσασθαι, καὶ ἡ γαστὴρ αὐτοῦ μηδεμιᾶς βοηθείας χρῄζοι, τῶν λευκῶν καὶ ὀλιγοφόρων οἴνων πίνειν καὶ μετὰ τὸ λουτρόν. ὅσοι δὲ παχεῖς, καὶ γλυκεῖς, καὶ μέλανες, ὡς ἐμφράττοντας τὰ σπλάγχνα τοὺς τοιούτους ἅπαντας φεύγειν προσήκει.

    Ἀλλ’ αἱ μὲν ἀπὸ τῶν οἴνων ἐμφράξεις μέτριαι, τὰς δ’ ἀπὸ τῶν ἐδεσμάτων, ὅσα γλίσχρον ἢ παχὺν ἐργάζεται χυμὸν, οὐ ῥᾴδιον ἰᾶσθαι. διόπερ οὐ χρὴ πλεονάζειν τοὺς γέροντας οὔτε χόνδρων, ἢ τυρῶν, ἢ ὠῶν ἑφθῶν, ἢ κοχλιῶν, ἢ βολβῶν, ἢ φακῆς, ἢ χοιρείων κρεῶν ἐδωδῇ,

    340
    πολὺ δὲ δὴ μᾶλλον ταῖς τῶν ἐγχελύων, ἢ ὀστρέων, ἢ ὅλως τῶν σκληρὰν καὶ δυσκατέργαστον ἐχόντων τὴν σάρκα. διὰ τοῦτο οὖν οὐδὲ τῶν ὀστρακοδέρμων οὐδὲν, ἢ σελαχίων, ἢ θύννων, ἢ ὅλως τῶν κητωδῶν, ἢ τῶν κρεῶν τῶν ἐλαφείων, ἢ αἰγείων, ἢ βοείων. καὶ ταῦτα μὲν οὐδ’ ἄλλῳ τινὶ χρήσιμα· προβάτεια δὲ νέοις μέν ἐστιν οὐ φαῦλον ἔδεσμα, γέρουσι δὲ οὐδὲ ταῦτα, καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἀρνῶν, ὑγρὰ γάρ ἐστι καὶ βλεννώδη, καὶ γλίσχρα, καὶ φλεγματώδη. τά γε μὴν τῶν ἐρίφων οὐκ ἀνεπιτήδεια γέροντι, καὶ τῶν πτηνῶν, ὅσα μὴ καθ’ ἕλη καὶ ποταμοὺς ἢ λίμνας διαιτᾶται. τὰ δὲ ταριχευθέντα πάντα τῶν προσφάτων ἀμείνω. χρὴ τοίνυν, ὥσπερ εἴρηται, μάλιστα μὲν ἀπέχεσθαι ἐμφραττόντων ἐδεσμάτων, εἰ δ’ ὑπ’ ἀνάγκης ποτὲ χρήσασθαι συμβαίη πλείοσιν αὐτοῖς, αὐτίκα προσφέρεσθαι τὸ διὰ τῆς καλαμίνθης φάρμακον, ὑπὲρ οὗ τῆς συνθέσεως ἔμπροσθεν εἴρηκα κατὰ τόδε τὸ τέταρτον γράμμα. μὴ παρόντος δὲ αὐτοῦ, τῷ διὰ τῶν τριῶν πεπέρεων χρηστέον. εἰ δὲ μηδὲ
    341
    τοῦτο παρείη, κόπτοντάς τε καὶ διαττῶντας ἀκριβῶς, ὡς χνοῶδες γενέσθαι, πέπερι λευκὸν ἅμα τε τοῖς ὄψοις ἐσθίειν, ἐπιπάττειν τε τῷ ποτῷ. καὶ κρόμμυα δὲ ἐσθίειν τηνικαῦτα συμφέρει, κᾂν εἰ τούτῳ σύνηθες εἴη, καὶ σκόδορον. καὶ τὴν διὰ τῶν ἐχιδνῶν ἣν καλοῦσι θηριακὴν ἀντίδοτον ἐπὶ τῶν γερόντων οὐ κακῶς χρῷτο, καὶ μάλισθ’ ὅταν ἐν τοῖς ἐμφράττουσιν ἐδέσμασιν αὖθις τῶν ἐκφραττόντων φθάσῃ προσενεχθῆναι· καλλίστη γὰρ ἡ ἀπὸ τοῦ θηριακοῦ φαρμάκου βοήθεια τηνικαῦτα γίνεται. καὶ γαστρὸς ἐπὶ τοῖς τοιούτοις ὑπαχθείσης, χρησιμώτατον ἂν εἴη διδόναι τῇ ὑστεραίᾳ τὸ διὰ τῶν ἐχιδνῶν. οὐδὲν δὲ ἧττον αὐτοῦ τὴν ἀμβροσίαν τε καὶ ἀθανασίαν ὀνομαζομένην, ὅσα τ’ ἄλλα διὰ τῶν εἰρημένων ἀρωμάτων σύγκειται φάρμακα. τῷ γε μὴν ἀκριβῶς ἑαυτῷ προσέχοντι γέροντι φαρμάκου μὲν οὐκ ἄν ποτε γένοιτο χρεία τοιούτου· δεηθέντι δὲ ἐνίοτε λεπτυνούσης διαίτης ἀρκέσει τὰ λελεγμένα δι’ ἑτέρου γράμματος ἰδίᾳ, καθ’ ὃ περὶ τῆς λεπτυνούσης διαίτης ὁ λόγος ἡμῖν ἐγένετο.

    342

    Πρόδηλον δ’, ὅτι καὶ τῶν ἄρτων τοὺς μήτ’ ἐνδεῶς ἔχοντας ἁλῶν, ἢ ζύμης, ἢ φυράσεως, ἢ ὀπτήσεως ἐσθίειν χρὴ, μήτε τὴν ἐπαινουμένην ὑπὸ πάντων σεμίδαλιν, ἢ τὰ δι’ αὐτῆς πέμματα, καὶ γὰρ δύσπεπτα πάντα, καὶ κακόχυμα, καὶ σπλάγχνων ἐμφρακτικά. καὶ εἴ γε μὴ τοῖς διὰ βουτύρου καὶ σεμιδάλεως σκευαζομένοις πλακοῦσιν ἐμίγνυτο μέλιτος δαψιλὲς, οὐδὲν ἂν ἦν ἔδεσμα πολεμιώτερον ἀνθρώποις πᾶσιν, οὐ μόνοις τοῖς πρεσβύταις. ἀλλὰ τί δεῖ τοῖς βλαβεροῖς τὸ χρήσιμον μιγνύειν, ἐνὸν αὐτῷ μόνῳ χρῆσθαι τῷ μέλιτι, τοῦτο μὲν ἀφεψοῦντα, τοῦτο δὲ σὺν ἄρτῳ λαμβάνοντα, πρὶν ἑψηθῆναι; προνοητέον δὲ τῆς κατὰ τὸν ἄρτον ἀρετῆς μᾶλλον ἢ τῆς κατὰ τὸ μέλι. βέλτιον μὲν γὰρ ἂν τὸ μέλι τοιοῦτον εἴη τὴν ἰδέαν καὶ τὴν δύναμιν, οἷον τὸ Ἀττικόν· εἰ δὲ μὴ τοιοῦτον ἔχοιμεν, ὀλλὰ παντὶ μέλιτι χρηστέον ἐστὶ πλὴν τῶν δυσωδῶν, ἢ ἐν ὅσοις αἰσθητῶς κηροῦ ποιότης ἐμφαίνεται, καὶ πολὺ δὴ μᾶλλον, εἴ τινος ἑτέρας ἀλλοκότου. τῶν δ’ ἄρτων ὁ μὲν τοιοῦτος, οἷον ἀρτίως εἶπον, οὐ μόνον οὐδὲν ἀγαθὸν ἐργάζεται

    343
    κατὰ τὸ σῶμα τοῦ γέροντος, ἀλλὰ καὶ βλαβερώτατός ἐστι, καὶ μάλισθ’ ὅταν ᾖ καθαρώτερος. ὁρῶ δὲ τοῖς ἀθληταῖς αὐτὸν ἐπίτηδες σκευαζόμενον. ἀλλ’ ἐκείνοις μὲν εἰς ὅπερ ἐπιτηδεύουσιν ἁρμόττει, γέροντι δὲ, εἰ μὴ πολὺ μὲν ἁλῶν ἔχοι, πολὺ δὲ ζύμης, ὠπτημένος δ’ ἀκριβῶς εἴη, παχὺν ἐργάζεται καὶ γλίσχρον χυμὸν, ὃς οὐδ’ ἄλλῳ μὲν ἀγαθός ἐστιν, ἐπὶ πλέον αὐξανόμενος. ἀτὰρ οὖν οὗτος καθ’ ἧπάρ τε καὶ σπλῆνα καὶ νεφροὺς ἐμφράξεις ἐργάζεται, καὶ μάλισθ’ ὅτε φύσει στενότερα τῶν ἐπὶ τούτοις τοῖς σπλάγχνοις ἀγγείων ἐστὶ τὰ πέρατα. καθάπερ γὰρ ἐπὶ τῶν ἐκτὸς τούτων φλεβῶν, ἃς ἐναργῶς ὁρῶμεν, οὐ σμικρὰ διαφορὰ φαίνεται κατὰ τὸ εὖρος ἄλλου τε πρὸς ἄλλον ἄνθρωπον καὶ καθ’ ἕκαστον ἐν τοῖς μορίοις, οὕτως εἰκὸς ἔχειν κᾀπὶ τῶν ἔνδον. ἀλλ’ οὐχ οἷόν τε γνῶναι τὴν διαφορὰν πρὸ τῆς πείρας· λέγω δὲ πεῖραν, ἣν ἐφ’ ἑκάστῳ τῶν προσφερομένων ἔνεστι ποιεῖσθαι. γέροντα γοῦν τινα γεωργικὸν ἔγνωμεν, ἔτη πλείω τῶν ἑκατὸν βιώσαντα κατ’ ἀγρὸν, ᾧ τὸ πλεῖον τῆς τροφῆς αἴγειον ἦν γάλα, ποτὲ μὲν αὐτίκα λαμβανόμενον, ἄρτου θρυμμάτων
    344
    ἐν αὐτῷ διαβρεχομένων, ἔστιν ὅτε δὲ καὶ μέλιτος ἐμίγνυε, καί ποτε ἥψει, ἐμβάλλων ἀκρέμονας θύμων ἅμα τοῖς ἄρτοις. ἀλλὰ τοῦτόν γέ τις μιμησάμενος, (ᾤετο γὰρ αἴτιον αὐτῷ τὸ γάλα τῆς πολυχρονίου ζωῆς γεγονέναι,) διὰ παντὸς ἐβλάβη καὶ κατὰ πάντα τρόπον προσφορᾶς. ἐβαρύνετο γὰρ αὐτῷ τὸ στόμα τῆς γαστρὸς, καὶ μετὰ ταῦτα τὸ δεξιὸν ὑποχόνδριον ἐτείνετο. καί τις ἕτερος, ὁμοίως ἐπιχειρήσας χρήσασθαι τῷ γάλακτι, τῶν μὲν ἄλλων οὐδὲν ἐμέμφετο, (καὶ γὰρ ἔπεττε καλῶς αὐτὸ, καὶ οὔτε ὀξυρεγμία τις, ἢ ἐρυγὴ κνισσώδης, ἢ πνευμάτωσις; ἢ βάρος ἐπεγίνετο καθ’ ὑποχόνδριον,) τῇ δ’ ἑβδόμῃ ἡμέρᾳ μετὰ τὴν ἀρχὴν ἐναργῶς ἔφη τοῦ ἥπατος αἰσθάνεσθαι βαρυνομένου, δοκεῖν γὰρ ἑαυτῷ κατὰ τὸ δεξιὸν ὑποχόνδριον ἐγκεῖσθαί τι, καθάπερ λίθον, ὡς κατασπᾶσθαί τε τὰ ἐπικείμενα καὶ μέχρι κλειδὸς ἀνήκειν τὴν τάσιν. εὔδηλον οὖν, ὅτι τούτῳ μὲν ἐνεφράττετο τὸ ἧπαρ, ἐπνευματοῦτο δὲ θατέρῳ. καὶ μὲν δὴ καὶ ἐπὶ γάλακτος χρήσει πολυχρονίῳ λίθον γεννήσαντα κατὰ τοὺς νεφροὺς οἶδα, καί τινα ἕτερον ἀπολέσαντα καὶ
    345
    βλαβέντα ἅπαντας ὀδόντας. τοῦτο μὲν οὖν καὶ ἄλλοις ἐγένετο πολλοῖς τῶν ἐπὶ γάλακτι μακρῶς διαιτηθέντων. ἀλύπως δ’ ἕτεροι διαπαντὸς ἐχρήσαντο τῷ γάλακτι, καὶ μετ’ ὠφελείας μεγίστης, παραπλησίως τῷ κατ’ ἀγρὸν βιώσαντι πλείω τῶν ἑκατὸν ἐτῶν, ὡς ἔφην. ὅταν γὰρ ἥ τε ποιότης αὐτοῦ τῇ τοῦ χρωμένου φύσει μηδὲν ὑπεναντίον ἔχῃ, τῶν τε σπλάγχνων εὐπετεῖς αἱ διέξοδοι διὰ τὴν τῶν ἀγγείων εὐρύτητα ὦσι, τῶν μὲν ὠφελίμων ἀπολαύουσιν οὗτοι, μοχθηροῦ δ’ οὐδενὸς πειρῶνται. τὰ δ’ ἐκ τοῦ γάλακτος ἀγαθὰ λέλεκται καὶ τοῖς ἔμπροσθεν ἰατροῖς· ὑπαγωγὴ μετρία γαστρὸς, εὐχυμία τε καὶ θρέψις, οὐ βραχέα συντελούσης εἰς ταῦτα καὶ τῆς νομῆς τῶν ζώων, ὧν μέλλεις χρήσασθαι τῷ γάλακτι. καίτοι γ’ ἀμελοῦσιν ἔνιοι παντάπασιν τῆς νομῆς, ὡς ἤτοι μηδὲν, ἢ βραχύτατον εἰς ἀρετὴν γάλακτος συντελούσης. ἀλλ’ ἐναργῶς γε θεώμεθα τὰ νεμηθέντα τῶν ζώων, ὧν μέλλομεν χρήσασθαι τῷ γάλακτι, ἢ σκαμμωνίαν, ἢ τῶν τιθυμάλλων τινὸς, καθαρτικὸν ἴσχοντα τὸ γάλα. δῆλον οὖν, ὡς καὶ δριμὺ, καὶ ὀξὺ, καὶ
    346
    αὐστηρὸν ἐπὶ ταῖς μοχθηραῖς ἔσται νομαῖς, ἐξομοιούμενον ἀεὶ τῇ φύσει τῆς πόας. καὶ διὰ τοῦτο καὶ τοῖς πρὸ ἡμῶν ἰατροῖς ἐκ τῆς πείρας διδαχθεῖσιν εἴρηνταί τινες ἀγάλακτοι νομαὶ, προσαγορεύουσι γὰρ οὕτως αὐτὰς, ὑπὲρ ὧν καὶ ἡμεῖς ἑτέρωθι διερχόμεθα. νῦν δ’ ἀρκεῖ τό γε τοσοῦτον ἐπίστασθαι περὶ αὐτῶν, ὡς οὔτε δριμείας, οὔτ’ ὀξείας, οὔτ’ αὐστηρὰς πάνυ χρὴ τὰς τροφὰς εἶναι τῶν ζώων, ὧν τῷ γάλακτι μέλλομεν ὡς εὐχυμοτάτῳ χρῆσθαι. καὶ μὴν καὶ ὅτι κατὰ τὴν ἡλικίαν ἀκμάζον εἶναι χρὴ καὶ κατὰ τὴν ἕξιν τοῦ σώματος ἄμεμπτον τὸ ζῶον, εὔδηλον δήπου, κᾂν ἐγὼ μὴ λέγω. κάλλιόν γε, τὸ μὲν αἶγα, τὸ δ’ ὄνον εἶναι, χρῆσθαι δὲ τῷ γάλακτι παρὰ μέρος ἑκατέρου· λεπτότερον μὲν γάρ ἐστι καὶ ὀῤῥωδέστερον τὸ τῆς ὄνου, σύμμετρον δὲ τῷ πάχει τὸ τῆς αἰγός. ὥστε τοῦτο μὲν ἀνατρέφει μᾶλλον, εἰ τούτου χρεία, τὸ δ’ ὄνειον ἀσφαλέστερον πάντη. καὶ γὰρ εἰ μόνον ποτὲ λαμβάνοιτο χωρὶς ἄρτου, καὶ ὑπέρχεται θᾶττον, καὶ ἥκιστά ἐστι φυσῶδες, οὐ τυροῦταί τε κατὰ τὴν γαστέρα, καὶ μάλισθ’ ὅταν ἁλῶν καὶ μέλιτος προσλάβῃ.
    347
    χρὴ δὲ καὶ τούτου καὶ τῆς ἄλλης ἁπάσης ὕλης τῶν βοηθημάτων τὰς δυνάμεις ἰδίᾳ προμεμαθηκέναι τὸν μέλλοντα χρήσασθαι καλῶς, ἵνα μὴ πολλάκις ἀναγκαζώμεθα περὶ αὐτῶν λέγειν τὰ αὐτά. καὶ νῦν γέ μοι δοκῶ μακρότερον, ἢ ὡς τοῖς ἐνεστῶσι προσήκει, διεληλυθέναι περί τε γάλακτος καὶ οἴνων. ἄμεινον γὰρ ἦν εἰπόντα τὴν ἐξ αὐτῶν ὠφέλειαν τοῖς γέρουσι γινομένην ἐπὶ τὴν τῆς ὕλης ἐκλογὴν ἀποπέμψαι τὸν ἤδη μεμαθηκότα τάς τε κοινὰς δυνάμεις καθ’ ἑκάτερον αὐτῶν καὶ τὰς ἐν μέρει διαφορὰς, ἐπὶ μὲν τῶν οἴνων εἰπόντα τὰς διαφορὰς, τοὺς θερμοτέρους τε καὶ οὐρητικωτέρους ἀμείνους εἶναι τοῖς γέρουσι, ἐπὶ δὲ τοῦ γάλακτος, ὡς οὐδὲ πᾶσι δοτέον, ἀλλὰ μόνοις, ὅσοι γε πέττουσιν αὐτὸ καλῶς, καὶ συμπτώματος οὐδενὸς αἰσθάνονται κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπεὶ δ’ ἔστιν ὅτε διὰ τὴν πολλῶν ὀλιγωρίαν, οὐχ ὑπομενόντων ἀναγινώσκειν τὰ βιβλία, δι’ ὧν ἐπὶ πλέον ὑπὲρ τῆς τῶν βοηθημάτων ὕλης λέλεκται, μηκύνειν ἀναγκαζόμεθα πολλάκις, εἰκότως τις ἂν ἡμῶν καὶ νῦν συγγνοίη τῷ τρόπῳ τῆς διδασκαλίας, οὐ κατὰ τὴν ἀκριβῆ
    348
    βραχυλογίαν ἐπὶ ταῖς καθόλου μεθόδοις προερχομένης. ἰστέον γε μὴν, ὡς ἀδύνατόν ἐστιν ἀμέμπτως χρήσασθαι ταῖς γραφομέναις ὕλαις ἐκ μόνων τῶν τοιούτων λόγων, οἵους καὶ νῦν εἷπον ὑπὲρ οἴνου τε καὶ γάλακτος. ἀλλὰ χρὴ τὸν ἄριστα μεταχειριούμενον αὐτὰς ἰδίᾳ πρότερον ὑπὲρ ἑκάστης μεμαθηκέναι τὸν οἰκεῖον λόγον, ἐν ᾧ τήν τε κοινὴν τῆς ὕλης δύναμιν ἐπισκεπτόμεθα καὶ τὰς κατὰ μέρος ἐν αὐτῇ διαφορὰς ἄχρι τῶν ἐσχάτων εἰδῶν. οὐδὲ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα χρὴ γινώσκεσθαι τῷ μέλλοντι προνοήσασθαι γέροντος, ἄμεινον ἐν τῇδε τῇ πραγματείᾳ διέρχεσθαι μακρῶς, ἀλλ’ ἀρκεῖ, περὶ μὲν ἐνίων, ὅσα μάλιστά ἐστι χρήσιμα τοῖς πρεσβύταις, οὕτως εἰπεῖν, ὡς νῦν εἴρηται περὶ γάλακτος καὶ οἴνου, περὶ δὲ ἐνίων ἔτι βραχύτερον ἢ κατὰ ταῦτα διελθεῖν, ὥσπερ γε καὶ περὶ ἄλλων ὅλως μηδὲν εἰπεῖν· καίτοι τῷ γε μηκύνειν βουλομένῳ δυνατόν ἐστι ἁπάντων μνημονεῦσαι, ὅσα πλεονάζει τοῖς γέρουσιν, ᾧδέ πως λέγοντι.