De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Ἐπεὶ τοίνυν ἐπὶ κακοχυμίᾳ δριμέων περιττωμάτων ὁ τοιοῦτος ἐγίγνετο κόπος, ἐπισκεπτέον πρότερον, εἴτ’ ἐν τοῖς στερεοῖς μόνοις σώμασιν, εἴτε κᾀν ταῖς κοιλίαις τῶν φλεβῶν ἡ κακοχυμία περιέχεται. γνώρισμα δ’ οὐδὲν ἔχομεν ἐναργὲς οὐδὲ σαφὲς ὑπὲρ τῶν ἐν ταῖς φλεψὶ περιττωμάτων, 

243
ὅτι μὴ κατὰ τὰ οὖρα μόνον, ἀλλὰ στοχάζεσθαι χρὴ διὰ τῶνδε. πρῶτον μὲν ἐπισκέπτωμεν, ᾗ τινι κέχρηται διαίτῃ τὸ κάμνον σῶμα· δεύτερον δ’, εἰ καὶ φύσει κακοχυμίαν ἦν ἔθος ἀθροίζειν αὐτῷ· καὶ πρὸς τούτοις, εἴ τινες συνήθεις ἐκκρίσεις ἐπέχονται καὶ φυσικαί· τέταρτον ἐπὶ τούτοις, εἰ γυμνασίοις, ἢ καθάρσεσιν, ἢ ἐμέτοις, ἢ αἰωρήσεσιν, ἢ χρήσεσιν αὐτοφυῶν ὑδάτων εἰθισμένος ἐκκενοῦν τὰ περιττὰ ὠλιγώρησεν. ἐν μὲν οὖν τῇ διαίτῃ σκεπτέον, εἰ ἀπεψίαι προήγηνται πολὺ πλείους τε καὶ μείζους τῶν συνήθων, ἢ καὶ κακοχύμων ἐδεσμάτων ἐνεφορήσατο πλῆθος, ἢ οἶνον ἀντὶ μὲν παλαιοῦ γλεύκινον, ἀντὶ δὲ λεπτοῦ παχὺν ἢ τεθολωμένον ἔπιεν, ἢ καὶ παντάπασιν εἰς ὕδατος πόσιν ἐξ οἴνου μετῆλθεν, οὐχ ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων πλημμελήσας, ἀλλὰ συνεχῶς τε ἅμα καὶ χρόνῳ πολλῷ. δεύτερον ἐπισκεπτέον, ὡς εἴρηται, μή τις τῶν φύσει κακοχυμίαν ἑτοίμως ἀθροιζόντων ἐστὶν ὁ κάμνων ἄνθρωπος. ἐξευρήσεις δὲ τοῦτο πυθόμενος, εἰ ψωρώδης διάθεσίς ποτε, ἢ λεπρώδης, ἢ ἀλφώδης, ἢ κνησμώδης ἐπὶ πλέον αὐτῷ
244
συνέπεσεν, ἢ ἐρυσίπελας, ἢ ἕρπης, ἢ ἐλέφας, ἢ ὀφίασις, ἢ ἀλωπεκίασις, ἢ φλύκταιναι πλείους, ἢ ἑλκώδης ἐξάνθησις, ἢ ἐπινυκτίδες, ἢ ὅλως ὁτιοῦν τῶν ἐπὶ κακοχυμίᾳ γεννωμένων τε καὶ αὐξανομένων συμπτωμάτων. ἐπὶ δὲ τούτοις ἐλέγομεν χρῆναι σκοπεῖσθαι, μὴ συνήθης τις ἔκκρισις ἐπέσχηται δι’ ἐμέτων, ἢ δι’ αἱμοῤῥοΐδος, ἢ σύριγγός τινος, ἢ δυσεντερίας, ἢ γυναικείων καταμηνίων· εἶθ’ ἑξῆς, εἰ αὐτὸς ἐπιτηδεύων ἐκκαθαίρειν ἑαυτὸν ἀεὶ πέπαυται νῦν. ἔνιοι μὲν γὰρ ὑπηλάτοις φαρμάκοις, ἔνιοι δὲ ἐμετηρίοις, ἢ οὐρητικοῖς, ἢ ἱδρωτικοῖς, ἢ χρήσεσιν ὑδάτων αὐτοφυῶν, ἤτοι θειωδῶν, ἢ ἀσφαλτωδῶν, ἢ νιτρωδῶν ἐκκενοῦντες ἑαυτῶν τὰ περιττώματα καθ’ ἕκαστον ἔαρ ἢ φθινόπωρον, ὀλιγωροῦσιν ἐνίοτε, πολλοὶ δὲ, ὡς εἴρηται, καὶ γυμνασίων ἔθους ἀπέστησαν, ἔνιοι δὲ καὶ τρίψεως ἁπάσης, ἢ λουτρῶν, ἢ τῶν μετὰ τὸ βαλανεῖον ἐμέτων ἐπ’ οἴνῳ γλυκεῖ. πρόδηλον δέ ἐστιν, ὡς ὁ λόγος οὐ μόνον τῶν τὴν ἀρίστην ἐχόντων κατασκευὴν ἐμνημόνευσεν, ἀλλ’
245
ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ καταλόγῳ τῶν τῆς κακοχυμίας αἰτιῶν ἐφήψατο καὶ τῶν ἀθροιζόντων φύσει κακοχυμίαν σωμάτων, ὑπὲρ ὧν ἐν ταῖς μοχθηραῖς κατασκευαῖς τοῦ σώματος ἐν τοῖς ἑξῆς ὑπομνήμασιν ἐπὶ πλέον ἐροῦμεν. ἐκ τούτων μὲν οὖν στοχάζεσθαι χρὴ τοῦ ποσοῦ τῆς κακοχυμίας, ἴασιν δὲ τῷ μέτρῳ τῆς ποσότητος ἐξευρίσκειν ἀνάλογον· εἰ μὲν ὀλίγη παντάπασιν ὑπάρχει, καὶ κατ’ αὐτὸ μόνον ἠθροισμένη τὸ δέρμα, μετριωτέραν, εἰ δὲ μείζων, καὶ διὰ βάθους, ἰσχυροτέραν. εἰρήσεται δὲ προτέρα μὲν ἡ τῆς ἐπιεικοῦς τε καὶ παρὰ τῷ δέρματι μόνον, ἑξῆς δὲ καὶ ἡ τῶν σαρκῶν ἐμπεπλησμένων, καὶ τρίτη πρὸς αὐταῖς, ὅταν ὅλον ἀκάθαρτόν τε καὶ περιττωματικὸν ὑπάρχῃ τὸ αἷμα. δοίη ἴδῃ μοι, πρῶτον μὲν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν ἀνελθὼν, εὔχυμόν τινα φύσει νεανίσκον, ἔμπροσθεν μὲν ὑγιεινῶς διαιτώμενον κατὰ πάντα, νῦν δὲ διά τινα χρείαν ἀναγκαίαν ἐν ὁδοιπορίᾳ πλέονι χρόνῳ διατετριφότα, μήτε γυμνάσασθαι τὰ συνήθη, μήτε λούσασθαι, κεχρῆσθαι δὲ ἐδέσμασι καὶ πόμασι μοχθηροῖς, καὶ μετὰ τὸ ἄριστον, ἢ
246
τὸ δεῖπνον, ἢ καὶ δι’ ὅλης τῆς ἡμέρας ἐπ’ ὀχήματος ἐνηνέχθαι, μηδ’ ὕπνου τὰ πολλὰ καλῶς ἀπολαύσαντα· προσκείσθω δὲ μηδὲν αὐτῷ πεπλημμελῆσθαι περὶ τὴν ποσότητα τῶν προσενηνεγμένων, καὶ διὰ τοῦτο μηδ’ ἀπεψίᾳ τινι περιπεπτωκέναι τονδί. τὸν γὰρ τοιοῦτον ἄνθρωπον οὐκ ἐνδέχεται κακοχυμίαν ἠθροικέναι πολλήν. οὔκουν οὐδὲ τῆς ἐπανορθώσεως δεῖται μακρᾶς, ἀλλὰ χρὴ γυμνάσιον ἀποθεραπευτικὸν, οἷον ἐν τῷ πρὸ τούτου γράμματι διήλθομεν. εἴρηται δὲ καὶ περὶ τῆς ἀκολούθου διαίτης ἐν αὐτῷ. καὶ νῦν οὐδὲν ἔτι χρὴ μηκύνειν, ἀλλ’ ἀναμνῆσαι μόνον, ὡς ὁ σκοπὸς τῶν οὕτω διακειμένων σωμάτων κένωσίς ἐστι τῶν κατὰ τὸ δέρμα περιττωμάτων, ὡς ἂν καὶ τῆς διαθέσεως ἐν τούτῳ μόνῳ γεγενημένης. ὑποκείσθω δὴ πάλιν ὁ αὐτὸς ἄνθρωπος ἐπὶ τοῖς ἄλλοις τοῖς αὐτοῖς ἀπεψίαις πλείοσι περιπεπτωκώς· ὑποκείσθω δὲ καὶ ἡ ἑλκώδης αἴσθησις αὐτῷ μὴ κατὰ τὸ δέρμα μόνον, ἀλλὰ καὶ διὰ βάθους, ὡς ὑπονοεῖν, ὅλον ἐμπεπλῆσθαι τὸ σῶμα τῆς κακοχυμίας. οὐκέτι τὸν τοιοῦτον οὔτ’ ἐπὶ γυμνάσιον ἄξομεν, οὔτ’ ἐπὶ κίνησιν ὅλως
247
οὐδεμίαν, ἡσυχάσαι δὲ καὶ ὑπνῶσαι κελεύσαντες, ἐν ἀσιτίᾳ φυλάξομεν ὅλην τὴν ἡμέραν· εἶτ’ εἰς ἑσπέραν ἀλείψαντές τε λιπαρῶς καὶ λούσαντες εὐκράτῳ θερμῷ, τροφὴν εὔχυμον καὶ ῥοφηματώδη δώσομεν ὀλιγίστην· οὐκ ἀφέξομεν δ’ αὐτὸν οὐδ’ οἴνου, συμπέττει γὰρ καὶ τοὺς ἡμιπέπτους χυμοὺς ὁ οἶνος, εἴπερ τι καὶ ἄλλο, καὶ ἱδρῶτας καὶ οὖρα προτρέπει, καὶ ὕπνῳ συντελεῖ. δεόμεθα δ’ ἐπὶ τῶν οὕτως ἐχόντων, ὅσον μὲν ἤδη ἀκριβῶς μοχθηρόν ἐστι τῆς κακοχυμίας πεφθῆναι μηκέτι δυναμένης, ἱδρῶσί τε καὶ οὔροις ἐκκενῶσαι, τὸ δ’ οἷον ἡμίπεπτον ἔτι συμπέψαι τε καὶ χρηστὸν ἀπεργάσασθαι. τοῦτο δὲ κάλλιστα δι’ ἡσυχίας καὶ ὕπνου ἀποτελεῖται. εἰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις κατασταίη τὸ σύμπτωμα, πρὸς τὰ συνήθη κατ’ ὀλίγον ἐπαναγαγεῖν χρὴ τὸν ἄνθρωπον. εἰ δὲ καὶ κατὰ τὴν ἑξῆς ἡμέραν ἔτι παραμένοι, σκεπτέον ἤδη περὶ βοηθήματος ἰσχυροτέρου, καὶ μάλιστα εἰ διὰ τῆς νυκτὸς ἤτοι κοπώδης ἐπὶ μᾶλλον, ἢ ἀσώδης, ἢ ἄγρυπνος, ἢ ἐν ὕπνοις καὶ φαντασιώδεσι καὶ 
248
ταραχώδεσι γένοιτο. τοὺς γὰρ τοιούτους, σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει, δυοῖν θάτερον, ἢ φλεβοτομεῖν, ἢ καθαίρειν προσήκει, διορισαμένους, ὁποτέρου δεῖ μᾶλλον, ὡς ἐφεξῆς ἐρῶ· σὺν ἀσθενεῖ δὲ, φλεβοτομεῖν μὲν οὐδαμῶς, ὑποκαθαίρειν δὲ μετρίως. ὁποῖαι δ’ εἰσὶν αἱ μέτριαι καθάρσεις, ἐν τοῖς ἑξῆς εἰρήσεται, πρότερόν γε διορισαμένων ἡμῶν τὰ πρότερον. τῆς γὰρ δυνάμεως ἰσχυρᾶς οὔσης, καὶ τοῦ κόπου παραμένοντος, ἐπισκεπτέον, εἴτε μετὰ πλήθους αἵματος, ἢ ὠμῶν καὶ ἀπέπτων χυμῶν, εἴτε αὐτὴ καθ’ ἑαυτὴν μόνη γέγονεν ἡ τὸν κόπον ἐργαζομένη κακοχυμία. εἰ μὲν γὰρ μετὰ πλήθους αἵματος, ἤτοι φλεβοτομητέον, ἤ τι τῶν ἀναλόγων τῷδε πρακτέον. ἀνάλογα δέ ἐστι τάδε· τοῖς μὲν αἱμοῤῥοΐδας ἐπεσχημένοις ἐκείνας ἀναστομῶσαι, ταῖς δὲ γυναιξὶ τὴν διὰ μήτρας ἔκκρισιν κινῆσαι, ὥσπερ γε καὶ οἷς τούτων οὐδέν ἐστιν, ἀποσχάσαι τὰ σφυρὰ, κᾄπειθ’ οὕτως ὑποκαθαίρειν φαρμάκῳ, ὃ μάλιστα οἰκεῖον τῇ κακοχυμίᾳ. μόνης δὲ συστάσης τῆς κακοχυμίας ἄνευ πλήθους αἵματος,
249
ἐπὶ τὴν οἰκείαν τῷ λυποῦντι περιττώματι κάθαρσιν ἔρχεσθαι χρή. λυπεῖ δὲ ποτὲ μὲν ἤτοι πικρόχολον, ἢ μελαγχολικὸν, ἔστι δ’ ὅτε φλεγματῶδες, ἢ ἁλυκὸν, ἢ ὀξὺ, καὶ τούτων ἕκαστον ἢ ὀῤῥωδέστερον, ἢ παχύτερον, ἢ μέσον πως κατὰ τὴν σύστασιν· ὑπὲρ ὧν τῆς διαγνώσεως ἤδη λέγωμεν. εἰ μὲν ἅμα τισὶν ἐξανθήμασιν ἡ κοπώδης γένηται διάθεσις, ἐξ ἐκείνων ἕτοιμον εὑρίσκειν, ὁποῖόν τι τὸ εἶδός ἐστι τοῦ περιττώματος· εἰ δὲ τούτων χωρὶς, ἐπὶ μὲν εὐχύμου φύσεως ἔκ τε τῶν προηγησαμένων ἐδεσμάτων, καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσα συνέπεσεν αὐτῷ, κακοχύμου δ’ ὄντος φύσει, κᾀντεῦθέν τι ληπτέον. εἰρήσεται δ’ ἐπὶ πλέον αὖθις ὑπὲρ τῶν τοιούτων κράσεων· νυνὶ δὲ περὶ τῶν ἄλλων λεκτέον, ἐξ ὧν καὶ αὐτῶν ἔνεστι τεκμήρασθαι τὸ τῆς κακοχυμίας εἶδος. ἀργότερον μὲν γὰρ διῃτημένοις φλεγματωδέστερος ἀθροίζεται χυμός· ἐν πόνοις δὲ πλείοσιν ἤτοι πικρόχολος, ἢ μελαγχολικὸς, ἐν θέρει μὲν πικρόχολος, ἐν φθινοπώρῳ δὲ μελαγχολικός. ἀλλὰ καὶ τῶν πόνων τὸ μῆκος ἐπισκεπτέον·
250
ὅσῳ γὰρ ἂν ὦσι πολυχρονιώτεροι, τοσούτῳ μᾶλλον ἐπὶ τὸ μελαγχολικὸν ἐκτρέπονται. καὶ τοίνυν, ὅσοι μὲν ἅμα πολλοῖς ἱδρῶσιν ἐγένοντο, παχύτερον ἐργάζονται τὸ περίττωμα, λεπτότερον δὲ οἱ χωρὶς ἱδρῶτος, ὥσπερ οἱ ἐν χειμῶνι καὶ ὅλως ταῖς ψυχραῖς καταστάσεσι. συνεπισκεπτέον δ’ ἐν τῷδε καὶ περὶ τῶν οὔρων τοῦ πλήθους, ὥσπερ γε καὶ περὶ τῆς τῶν ἱδρώτων ποιότητος· οἱ μὲν γὰρ ὀξώδεις, οἱ δὲ ἁλμυροὶ, οἱ δὲ οἷον βορβόρου τινὸς ἢ βρόμου σαφῶς ὄζουσιν. ἔνεστι δὲ τοῦτο καὶ διὰ τῆς στλεγγίδος, ὁπότε λούονται, σκοπεῖσθαι. πολλάκις γοῦν ἐφάνη πικρόχολος ἀκριβῶς, οἷος ἐπὶ τῶν ἰκτεριώντων ἀποκρίνεται. διάγνωσις δ’ αὐτῆς ῥᾳδία καὶ πρὸ τῆς γεύσεώς ἐστιν ἐκ μόνης τῆς χροιᾶς· ὠχρὰ γὰρ ὁμοίως τῇ τοιαύτῃ χολῇ φαίνεται. πολλάκις γε μὴν ἐπὶ πόνοις ἰσχυροτάτοις καὶ καύμασι σφοδροτάτοις ἀκριβῶς ξανθὴ ὤφθη. καὶ μὲν δὴ καὶ μέσος ποτὲ καὶ μικτὸς ἐξ ἀμφοῖν, οἷον ὠχρόξανθός τις, ὥσπερ καὶ ὁ τῆς χολῆς χυμός. ἔστι γὰρ καὶ τοῦτον ἰδεῖν ἐν ἐμέτοις τε καὶ
251
διαχωρήμασιν ἤτοι γ’ ὠχρὸν, ἢ ξανθὸν, ἢ ἐξ ἀμφοῖν σύνθετον. ὁποῖος δ’ ἂν οὗτος ἐν τῷ σώματι περιέχηται, τοιοῦτον ἀναγκαῖον αὐτοῦ φαίνεσθαι καὶ τὸν ὀῤῥόν. ὁ μὲν οὖν ἱδρὼς τῶν καθ’ ὅλον τὸ σῶμα πλεοναζόντων χυμῶν ἐστι γνώρισμα, τὸ δ’ οὖρον ἐκείνων μόνον, ὅσοι περ ἂν ἐν τοῖς ἀγγείοις περιέχωνται. μηδὲν οὖν παραλιπεῖν ὅλως, ἀλλὰ καὶ τοὺς ἱδρῶτας ἐπισκεπτέον, ὡς εἴρηται. νῦν δὲ καί ποτ’ αὐτὸν τὸν κάμνοντα κελεύειν αὐτοῦ ἀπογεύεσθαι πρὸς ἀκριβεστέραν διάγνωσιν· ὅπερ εἴωθεν ἔστιν ὅτε καὶ αὐτόματον γενέσθαι, παραῤῥυέντος εἰς τὸ στόμα τοῦ καταφερομένου πολλάκις ἔκ τε τοῦ μετώπου καὶ τῶν τούτου μορίων. ἐπισκεπτέον δὲ καὶ τῶν οὔρων τήν τε σύστασιν ἅμα καὶ τὴν χρόαν. οὐ παραλειπτέον δὲ οὐδὲ τὰ ἐναιωρούμενα, οὐδὲ τὰ ὑφιστάμενα ἀνεπίσκεπτα. τὰ τοιαῦτα σύμπαντα γὰρ δηλοῖ ἀκριβῶς, ὁποῖόν τι ἐν ἀγγείοις ἐστὶν αἷμα. χολώδους μὲν οὖν ὄντος, ἀναγκαῖόν ἐστι καὶ τὸν ὀῤῥὸν αὐτοῦ χολώδη φαίνεσθαι καθ’ ἑκατέραν τῆς χολῆς ἰδέαν, ὁμοίως δ’ ἔτι καὶ φλεγματώδους ὑπάρχοντος. ὅταν μὲν οὖν ἀκριβῶς
252
ἄπεπτον ὑπάρχῃ, λεπτὸν καὶ ὑδατῶδές ἐστι τὸ οὖρον, οὔθ’ ὑπόστασιν ἴσχον, οὔτε ἐναιώρημά τι· πεττομένου δὲ ταῦτα φαίνεται, καί τινες ἄνωθεν ἐφίστανται νεφέλαι λεπταὶ, καθάπερ καὶ ἡ καλουμένη γραῦς καὶ ἐπίπαγος ἐπὶ τῶν ἀποψυχομένων ζωμῶν. εἰ δὲ θολερὸν, οἷον καὶ τὸ τῶν ὑποζυγίων, φαίνοιτο, δηλώσει ἐμπεπλῆσθαι μὲν τῶν καλουμένων ὠμῶν χυμῶν τὰς φλέβας, οὐ μὴν ἡσυχάζειν γε περὶ αὐτοὺς τὴν φύσιν, ἀλλὰ πέττειν ἐῤῥωμένως. εἰ δὲ καὶ διακρίνοιτο ταχέως τὸ ὑφιστάμενον, λευκόν τε εἴη καὶ λεῖον καὶ ὁμαλὲς, ὅσον οὔπω φήσει κρατήσειν ἁπάντων αὐτῶν τὴν φύσιν. εἰ δ’ οὐρησάντων μὲν εἴη καθαρὸν, ἀναθολωθείη δ’ εὐθέως, ἐπιχειρεῖν τῇ πέψει τῶν ὠμῶν χυμῶν ἐνδείκνυται τὴν φύσιν, εἰ δὲ μετὰ πλείονα χρόνον, οὐκ εὐθὺς, ἀλλ’ ὕστερον ἐπιχειρῆσαι. κοινὸν δ’ ἐπὶ πάντων οὔρων θολερῶν ἔστω σοι γνώρισμα ἡ διάκρισις, ἤτοι ταχέως, ἢ βραδέως, ἢ μηδ’ ὅλως γιγνομένη. εἰ μὲν οὖν ταχέως γίγνοιτο, καὶ τὸ ὑφιστάμενον εἴη λευκὸν καὶ λεῖον καὶ ὁμαλὲς, ἰσχυροτέραν 
253
ἐνδείκνυται μακρῷ τὴν φύσιν ὧν πέττει χυμῶν. εἰ δ’ ἀγαθὴ μὲν ἡ ὑπόστασις, ἐν χρόνῳ δὲ γίγνοιτο πλέονι, καὶ τὴν φύσιν ἐν χρόνῳ πλέονι κρατήσειν τῶν χυμῶν ἐπαγγέλλεται. εἰ δ’ ἤτοι μὴ διακρίνοιτο παντάπασιν, ἢ σὺν μοχθηραῖς ὑποστάσεσιν, ἀσθενὴς ἡ φύσις ἐστὶ καὶ δεῖται βοηθείας τινὸς εἰς τὸ πέψαι τοὺς χυμούς. ὥσπερ δὲ τὰ οὖρα τῶν ἐν τοῖς ἀγγείοις χυμῶν ἐνδείκνυται τὴν διάθεσιν, οὕτως οἱ ἱδρῶτες, καὶ τὰ ἄλλα τὰ περὶ τὴν σύμπασαν ἕξιν τοῦ ζώου φαινόμενα τῶν κατ’ ἐκείνην ἐστὶ δηλωτικά. θερμοτάτη μὲν γὰρ αἴσθησις ἀήθης ἐν αὐτῇ γένεται, τῶν θερμῶν ἐπικρατούντων χυμῶν, ψυχροτάτη δὲ, τῶν ψυχρῶν. καὶ λευκότεροι μὲν ἐπὶ ταῖς τοῦ φλέγματος, ὠχρότεροι δὲ ἐπὶ ταῖς τῆς χολῆς φαίνονται πλεονεξίαις, εἰ δὲ καὶ ἀκρατεστέρα ποτ’ εἴη, ξανθότεροι. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐστιν, οὐ τῶν στερεῶν τοῦ ζώου μορίων, ὅταν γε μὴ ὑποχωρήσωσιν εἰς βάθος οἱ χυμοί. συμβαίνει δ’ αὐτοῖς τοῦτο διὰ κρύος, ἢ ῥῖγος, ἢ πάθος ψυχικὸν, οἷον φόβον, ἢ λύπην ἰσχυρὰν,
254
ἢ ἀρχομένην αἰδώ· μηδενὸς δὲ τούτων παρόντος, οὐκ ἄν ποθ’ ὑπονοστήσειαν εἰς τὸ βάθος οἱ χυμοὶ, ὥσπερ οὐδ’ ἐπικαύσαιεν ἄν ποτε τὸ δέρμα βιαιότερον ὁρμήσαντες ἐπ’ αὐτὸ χωρὶς τοῦ παθεῖν τι τὴν ψυχὴν, ἢ θάλπος ἄμετρον ἔξωθεν περιστῆναι τὸ ζῶον. ὀργισθέντων οὖν ποτ’ ἰσχυρῶς, ἢ θυμωθέντων, ἢ τὴν ἐκ τῆς αἰδοῦς οἷον ἄμπωτιν τῶν χυμῶν ἀναφερομένων, μὴ προσέχειν τὸν νοῦν τῇ χρόᾳ. χωρὶς δὲ τοῦ βιάζεσθαι τὸ περιϊστάμενον ἔξωθεν ἤτοι ψυχρὸν, ἢ θερμὸν, ἤ τι πάθος ὧν ἀρτίως εἴρηται γεγενημένον, ἀψευδής ἐστιν ἡ ἐκ τῆς χροιᾶς τοῦ ζώου διάγνωσις τῶν χυμῶν. ὡς οὖν τὸ μὲν λευκότερον ἑαυτοῦ γεγονὸς σῶμα τὸν φλεγματικὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν, τὸ δ’ ὠχρότερον ἢ ξανθότερον τὸν χολώδη, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἐπὶ τὸ ἐρυθρότερον ἐκτροπὴ τοῦ κατὰ φύσιν αἷμα πλεονάζειν, ἡ δὲ ἐπὶ τὸ μελάντερον τὴν μέλαιναν χολὴν δηλοῖ. δόξειε δ’ ἄν σοί ποτε καὶ οἷον μολίβδου τὴν χρόαν ἔχειν, καὶ αὖθις οἷόν τις μίξις εἶναι λευκοῦ τε ἅμα καὶ πελιδνοῦ, καί ποτε τὸ πελιδνὸν αὐτὸ
255
μόνον ἐπικρατεῖν ἄνευ τοῦ λευκοῦ. τὰ τοιαῦτα οὖν χρώματα τὸν ὠμὸν ἐπικρατεῖν ἐνδείκνυται χυμὸν, ἐν εἴδει μὲν ὑπάρχοντα φλέγματος, ἧττον δ’ ὑγρὸν ὄντα τοῦ συνήθους ὀνομαζομένου φλέγματος. ὡς τὰ πολλὰ δὲ οὐδὲ γλισχρότης αὐτῷ πρόσεστιν· ὡς, εἴ γε προσήκοι, τὸν τοιοῦτον χυμὸν ὁ Πραξαγόρας ὑαλώδη καλεῖ, ψυχρὸν μὲν ἱκανῶς ὑπάρχοντα, παχύτερον δ’ ἧττον ὄντα τοῦ κατ’ ἐξοχὴν ὠμοῦ προσαγορευομένου. κοινῇ μὲν γὰρ οἱ τοιοῦτοι χυμοὶ λευκοί τε καὶ ὠμοὶ πάντες εἰσὶ, προσαγορεύεται δ’ αὐτῶν ἄλλος ἄλλῃ προσηγορίᾳ. καὶ οὐ τοῦ νῦν ἐνεστῶτος καιροῦ διορίσασθαι πάντας αὐτούς· μόνου γὰρ εἰς τὰ παρόντα τοῦ κοινῇ πᾶσι συμβεβηκότος δεόμεθα, τοῦ μηδέπω κατειργάσθαι τελέως αὐτοὺς ὑπὸ τῆς φύσεως, ἀλλ’ ἔθ’ ὑπάρχειν ὠμούς. ἐν μεθορίῳ γάρ ἐστι τὸ αἷμα τῶν τε χολωδῶν χυμῶν καὶ τούτων, ὧν τὸ γένος ἑνὶ προσρήματι καλεῖν ἔξεστιν ἢ ὠμὸν χυμὸν, ἢ φλέγμα. ἐκεῖνοι μὲν γὰρ ὑπερκατεργασθέντος ἀποτελοῦνται τοῦ αἵματος, οὗτοι δ’ οὐδέπω γεγονότος. ἔστι δ’ ἑκατέρων ἄπειρος μὲν ἡ κατὰ μέρος διαφορὰ, διώρισται
256
δέ πως ἤδη πρὸς τῶν περὶ τὰ τοιαῦτα δεινῶν εἴδεσιν εὐαριθμήτοις· ὧν οὐδ’ αὐτῶν ἀναγκαῖόν ἐστιν μεμνῆσθαι νῦν ἁπασῶν, ἀλλ’ ἀρκεῖ μόνον εἰς ἓν ἀγαγεῖν τὸ κεφάλαιον, ὅπερ οἷον σκοπόν τινα ποιήσασθαι προσῆκον τῶν πρακτέων. ἐπειδὴ γὰρ οἱ μέν τινές εἰσι, πρὶν ἀκριβῶς αἱματωθῆναι τὴν τροφὴν, οἷον ἡμίπεπτοί τινες, οἱ δ’ ἄπεπτοι παντάπασιν, οἱ δ’ ὀλίγον ἀποδέοντες αἵματος ἰδέας, ἕτεροι δ’ ἔσχατοι τῆς αἱματώσεως, ἀμετρίᾳ θερμότητος ἑπόμενοι, καὶ τούτων αὐτῶν οἱ μὲν ὀλίγον ἀποκεχωρηκότες αἵματος, οἱ δὲ πλέον, οἱ δὲ πλεῖστον, ἐπὶ μὲν τῶν ὀλίγον ἀπεχόντων ἐφ’ ἑκατέρῳ θαῤῥούντως χρῆσθαι φλεβοτομίᾳ, ἐπὶ δὲ τῶν πλέον εὐλαβέστερον, ἐπὶ δὲ τῶν πλεῖστον οὐδ’ ὅλως. συνεπισκοπεῖσθαι δὲ πειρᾶσθαι καὶ τὸ ποσὸν ἐν αὐτοῖς, οἷον, εἰ οὕτως ἔτυχεν, ἂν μὲν ὀλίγον ὑπάρχῃ τὸ χρηστὸν αἷμα, πλεῖστος δ’ ἄλλος τις χυμὸς, ἀφίστασθαι τῆς φλεβοτομίας· ἂν δ’ οὗτος μὲν ὀλίγος ᾖ, δαψιλὲς δ’ ὑπάρχῃ τὸ αἷμα, θαῤῥούντως χρῆσθαι ταῖς φλεβοτομίαις.
257
εἶθ’ οὕτως, ὡς εἴρηται πρόσθεν, ὑπάγειν γαστέρα πρός τε τὸ πλῆθος ἀφορῶντα καὶ τὴν ἰδέαν τοῦ πλεονάζοντος χυμοῦ. εἰ δέ τις ἤτοι δι’ ἡλικίαν ἢ διὰ δειλίαν οὐκ ἐθέλοι παρέχειν ἑαυτὸν τῷ ἰατρῷ πρὸς οὐδένα τρόπον αἵματος ἀφαιρέσεως, ἐπὶ κάθαρσιν ἰσχυροτέραν ἄγειν αὐτόν. εἰ δὲ καὶ ταῦτα ὑποπτεύοι, δι’ ἑτέρων ἐκκενοῦν τὸ περιττόν. ἐπὶ μὲν οὖν τῆς ὑποκειμένης ἐν τῷ λόγῳ φύσεως οὐδὲν χαλεπὸν ἐξευρεῖν ἑτέρας κενώσεις· ἐπ’ ἄλλων δὲ μετὰ διορισμῶν ἀκριβεστέρων ἐξευρίσκειν αὐτὰς προσήκει, οὓς αὖθις ἐροῦμεν, ἐπειδὰν πρότερον ὑπὲρ τῆς εὐχύμου φύσεως εἴπωμεν. ὑποκείσθω γὰρ ὁ τοιοῦτος ἄνθρωπος ἐπὶ μοχθηρᾷ διαίτῃ κοπώδης γεγενημένος, εἶτ’ ἐξ ὧν εἰρήκαμεν σημείων, ἐν μὲν τῷ φλεβώδει γένει τῶν ἀγγείων παρεμφαινέσθω τι πλῆθος αὐτῷ χυμῶν ἡμιπέπτων, ἐν δὲ τῷ ὅλῳ σώματι τούτων δὴ τῶν δακνωδῶν, οἷς ὁ κόπος εἵπετο, συνηυξήσθω δέ πως αὐτῷ καὶ τὸ αἷμα. μάλιστα μὲν οὖν, ὡς εἴρηται, ἐχρῆν τοῦ αἵματος ἀφελόντα καθῇραι τοὐντεῦθεν 
258
ἐκεῖνον τὸν χυμὸν, ὃς ἂν ἐπικρατεῖν φαίνηται. μὴ προσιεμένου δὲ τὴν τοῦ αἵματος ἀφαίρεσιν, αὐξῆσαι τὴν κάθαρσιν. εἰ δὲ μηδέτερον ὑπομένοι, σκοπεῖσθαι τὴν ἑτέραν ὁδὸν, ᾗ μάλιστα ἄν τις, εἰ καὶ μὴ διὰ ταχέων, ἀλλ’ ἐν χρόνῳ γε πλέονι πρὸς τὴν ἀρχαίαν τοῦ σώματος ἕξιν ἐπανάγοι τὸν ἄνθρωπον. ἐπεὶ οὖν οἱ πρῶτοι δύο σκοποὶ τῆς ἐπανορθώσεως ἐν ἁπάσαις ταῖς τοιαύταις διαθέσεσίν εἰσι, πέψις μὲν τῶν ἀπέπτων ἢ καὶ ἡμιπέπτων χυμῶν, ὁπόσοι πρὸς τοῦ αἵματος γεννῶνται, κένωσις δὲ τῶν δριμέων τε καὶ δακνωδῶν, ὁπόσοι δεύτεροί τ’ εἰσὶ καὶ ὕστεροι τοῦ αἵματος, ἀπέχειν μὲν αὐτοὺς χρὴ κινήσεως ἁπάσης ἰσχυρᾶς, ἀτρέμας δ’ ἀλείφοντας καὶ ἀνατρίβοντας ἐλαίῳ λούειν ὅτι μάλιστα προσηνεστάτοις λουτροῖς, εἶτ’ ἐφ’ ἡσυχίας τε καὶ ἀσιτίας διάγειν, εἰ δ’ οἷόν τ’ εἴη, καὶ ὕπνου, εὖ εἰδότας, ὡς οὐδὲν οὕτω πέττει μὲν τὰ πεφθῆναι δυνάμενα, διαφορεῖ δὲ τοὺς μοχθηροὺς χυμοὺς, ὡς ὁ ὕπνος μετὰ βαλανεῖον. ὅταν οὖν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τῇ πρώτῃ τῶν ἡμερῶν ἀποπειραθέντες, εἰ καθίσταται ὁ κόπος ῥᾳδίως, ὁμοίως
259
ἐνοχλούμενον ὁρῶμεν τὸν ἄνθρωπον, ἐπί τε λουτρὸν ἄγειν αὐτὸν, καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἡσυχάζειν τε καὶ ἀσιτεῖν ἀναγκάζειν· ὡς εἰ καὶ τὸ δεύτερον ἔτι τε καὶ τρίτον γνόντες, λοῦσαι νῆστιν, ἡσυχίᾳ τε καὶ ὕπνῳ τὰ μεταξὺ τῶν βαλανείων διαλαμβάνοντα. συντελεῖ δ’ εἰς τὸν ὕπνον οὐχ ἥκιστα καὶ αὐτὸ τὸ βαλανεῖον αὐτοῖς. ὑπνωδέστεροι μὲν οἱ λουσάμενοι γίνονται πάντες, εἰ μηδὲν ἄλλο γε καὶ διακωλύσει μεῖζον. ὥστε σοι τὸν ὕπνον αἴτιόν τε καὶ σημεῖον ἀγαθὸν γίγνεσθαι τῆς ἐλπιζομένης ὠφελείας, ὥσπερ γε καὶ τὸ μὴ δυνηθῆναι καθεύδειν ἐπὶ τοῖς βαλανείοις οὐκ ἀγαθὸν αἴτιον ἅμα καὶ σημεῖον. ὡς τὰ πολλὰ μέντοι καὶ τῶν πλεοναζόντων χυμῶν ἐξ ὕπνου τε καὶ ἀγρυπνίας ἔνεστι λαβεῖν διάγνωσιν. ἐπὶ μὲν γὰρ τοῖς ψυχροῖς τά τε κώματα καὶ οἱ μακρότεροι τῶν ὕπνων, ἐπὶ δὲ τοῖς θερμοῖς καὶ δακνώδεσιν ἀγρυπνία, καὶ εἰ καθυπνώσειέ γέ ποτε, φαντασιώδεις τε καὶ θορυβώδεις ὕπνοι ὑποπίπτουσιν, ὡς ἐξανίστασθαι ταχέως αὐτούς. ὥσπερ δὲ κατὰ τὴν πρώτην ἡμέραν, οὕτω καὶ κατὰ τὴν δευτέραν ἐλάχιστά τε καὶ ἁπλᾶ ῥοφήματα
260
προσοίσομεν αὐτοῖς· τὸ μὲν γὰρ πλείω διδόναι τοῖς κενώσεως δεομένοις ἄντικρυς ἐναντίον, τὸ δ’ αὖ μηδ’ ὅλως τρέφειν ἀσῶδές ἐστι, καὶ κακωτικὸν τοῦ στομάχου, καὶ τῆς δυνάμεως καταβλητικὸν, καὶ τῆς κακοχυμίας αὐξητικόν. ἐλάχιστον οὖν αὐτοῖς διδόναι, μάλιστα μὲν, εἰ οἷόν τε, χυλὸν πτισάνης ἁπλῶς ἠρτημένον, εἰ δὲ μὴ, ἀλλὰ τοῦ χόνδρου τὸν αὐτὸν τρόπον ἠρτημένου τῇ πτισάνῃ, ὀλίγον ὄξους ἔχοντος, καὶ μάλισθ’ ὅταν ὠμῶν πλῆθος ὑποπτεύωμεν ἢ ἐν ταῖς φλεψὶν ἢ καθ’ ὅλον ὑπάρχειν τὸν ὄγκον. εἰ γὰρ μηδὲν ὅλως ὄξους ὁ χόνδρος προσλάβοι, γλισχρότερός ἐστιν, ἢ πρέπει τοῖς παροῦσιν, ὥστ’ ἐμφράξει μᾶλλον, οὐ διαῤῥύψει τοὺς πόρους, οὗ μάλιστα χρῄζουσιν ἐπὶ τοῖς παχέσι καὶ γλίσχροις χυμοῖς, οἷοί πέρ εἰσι τοὐπίπαν οἱ φλεγματώδεις ἅπαντες. εὔχυμος μὲν οὖν ἐστι, καὶ διὰ τοῦτο κακοχυμίας ἐπικεραστικός. ἀλλ’ εἰ μὴ κολασθείη τὸ γλίσχρον ἐν αὐτῷ, προσλαβὼν ὄξους τε καὶ πράσου τὸ μέτριον, ἐμφράξει τε καὶ θρέψει μειζόνως, ἢ συμφέρει τοῖς ἐνεστῶσι. διὰ τοῦτ’ ἄρα καὶ ὁ τῆς πτισάνης χυλὸς ἀμείνων ἐστὶν εἰς
261
τὰ τοιαῦτα, καὶ συμμέτρως τρέφων, καὶ μηδαμόσε κατὰ τὰς στενοτέρας ὁδοὺς ἰσχόμενος, ὥσπερ ὁ χόνδρος, ἀλλ’ αὐτός τε διερχόμενος, προσαποῤῥύπτων τε καὶ διαῤῥύπτων τοὺς πόρους ἅμα τῷ τέμνειν τε καὶ διαλύειν, ὁπόσον ἂν ἐν τοῖς ἡμιπέπτοις τε καὶ ἀπέπτοις χυμοῖς ὑπάρχῃ παχύ. διὰ ταῦτα δὲ καὶ τὸ μελίκρατον ἐπιτήδειόν ἐστιν αὐτοῖς, ὀξύμελί τε καὶ ἀπόμελι, καὶ πέπερι, καὶ ζιγγίβερι, καὶ πάνθ’ ὅσα τέμνει τε καὶ διαλύει τὰ παχέα χωρὶς τοῦ κακοχυμίαν ἐργάζεσθαι. λεχθήσεται δὲ ὑπὲρ τῆς ὕλης αὐτῶν ἐπὶ πλέον ἐν τοῖς ἑξῆς· εἰς δὲ τὸν ἐνεστῶτα λόγον ὥσπερ τινὰ παραδείγματα τά τε προειρημένα λελέχθω μοι καὶ τὰ μέλλοντα λεχθήσεσθαι. ὀσπρίων μὲν γὰρ ἐπιτηδειοτάτη ἡ πτισάνη, λαχάνων δ’ ἡ θριδακίνη, τῶν δ’ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν ἄρτων οἱ κλιβανῖται καὶ ζυμῖται καὶ καθαροὶ συμμέτρως, τῶν δ’ ὀρνίθων οἱ ὄρειοι, τῶν δὲ ποτῶν ὀξύμελι, μελίκρατον, οἶνος λεπτὸς καὶ λευκὸς, ἁπλῶς δ’ εἰπεῖν, ὅσα περ εὔχυμά τ’ ἐστὶ καὶ ῥυπτικὰ, καὶ μὴ γλίσχρα, μηδὲ παχύχυμα, μηδ’ ἱκανῶς πολύτροφα.
262
τὰ δ’ οὐρητικὰ προσαγορευόμενα κατὰ τὸν ἐνεστῶτα καιρὸν οὐκ ἐπαινῶ, καὶ μάλιστα ὅσα σφοδρότερον ἐκθερμαίνει τε καὶ κατατήκει τὸ αἷμα· τῷ γὰρ μέλλοντι καλῶς πεφθήσεσθαι τοσαύτης ταραχῆς οὐδέπω χρεία. ταῦτά τε οὖν ἅπαντα πρακτέον οὕτως ἐστὶ κατὰ τὴν δευτέραν ἡμέραν, οὐχ ἥκιστα δὲ κατὰ τὴν τρίτην τε καὶ τὴν τετάρτην. ἔτι τε πρὸς τούτοις, εἰ πραΰνοιτο μὲν ἡ κοπώδης διάθεσις, εὔχρουν δὲ γίγνοιτο τὸ σῶμα, καὶ ὕπνοι χρηστοὶ, καὶ οὖρα πέπονα, τρῖψαι μὲν ἐπὶ πλέον αὐτὸν ἀποτολμήσαντα, γυμνάσαι δ’ ὀλίγον. πράξαντος γὰρ οὕτως, εἰ μὲν μηδεμία κοπώδης αἴσθησις ἐπιγίγνοιτο, πρὸς τὰ συνήθη γυμνάσια διὰ ταχέων ἐπανάγειν· εἰ δ’ ἐπιφανείη τι τῶν ἔμπροσθεν ἤτοι συμπτωμάτων ἢ σημείων, αὖθις οὖν καὶ σὺ πρὸς ἐκεῖνο βλέπων ἐξαλλάττειν πειρῶ τὰ κατὰ μέρος. εἰ μὲν οὖν τῆς κοπώδους αἰσθήσεως ἀνάμνησις γένοιτο μόνης ἐπὶ τοῖς ἄλλοις ἅπασι σημείοις ἀγαθοῖς διαμένουσιν, ἀποθεραπευτικοῖς ἐπανορθοῦμεν τὸν κόπον· εἰ δὲ ταραχθείη μὲν τὰ 
263
σημεῖα καὶ οἷον χυθείη, μὴ παρείη δ’ ὁ κόπος, ἐν ἡσυχίᾳ πλέονι διαφυλάττειν τὸν ἄνθρωπον· εἰ δ’ ἄμφω συνέλθοι, διὰ τῆς αὐτῆς ἐπιμελείας ἄγων, ᾗ χρώμενος ἔμπροσθεν εἰς τοσοῦτον προσήγαγεν ὠφελείας αὐτὸν, ὡς τολμῆσαί τι καὶ περὶ γυμνασίων. οὕτω μὲν ἐπανορθοῦσθαι προσήκει τὴν εἰρημένην διάθεσιν.

Εἰ δὲ τἄλλα μὲν ταῦτα εἴη κατὰ τὸν αὐτὸν ἄνθρωπον, ὑπάρχοι δ’ αὖ τῷ κοπώδει σώματι τὸ μὲν αἷμα τὸ χρηστὸν ὀλίγον, οἱ δ’ ὠμοὶ χυμοὶ πάμπολλοι, μήτε φλεβοτομεῖν, μήτε καθαίρειν, μήτε γυμνάζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλως; μηδὲ λούειν. αἱ μὲν γὰρ φλεβοτομίαι τὸ μὲν χρηστὸν ἐκκενοῦσι, τὸ δὲ μοχθηρὸν, ὅπερ ἐν ταῖς πρώταις μάλιστα φλεψὶ ταῖς καθ’ ἧπάρ τε καὶ μεσάραιον ἀθροίζεται, πρὸς ὅλον ἐπισπῶνται τὸ σῶμα. κάθαρσις δὲ ἐπὶ τῶν τοιούτων στρόφους τε καὶ δήξεις ἐργάζεται καὶ λειποψυχίας σὺν τῷ μὴ κενοῦν ἀξιολόγως· οἱ γὰρ ὠμοὶ χυμοὶ πάντες ἀργοὶ καὶ δυσκίνητοι διὰ τὸ πάχος τε καὶ τὴν ψυχρότητα. προσεμφράττουσιν οὖν ἁπάσας τὰς στενὰς ὁδοὺς, δι’ ὧν

264
χρὴ τὸ κενούμενον ἐν ταῖς καθάρσεσιν ἐπὶ τὴν γαστέρα παραγίνεσθαι, καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ’ αὐτοὶ κενοῦνται, καὶ τοὺς ἄλλους ἐμποδίζουσι. τοῦτο μὲν οὖν ὑφ’ Ἱπποκράτους διὰ βραχυτάτου παρῄνηται ῥήματος, εἰπόντος· πέπονα φαρμακεύειν, μὴ ὠμά. διὰ δὲ τὴν αὐτὴν αἰτίαν οὐδὲ γυμνάζειν, οὐδὲ κινεῖν ὅλως, ἀλλ’ οὐδὲ λούειν προσήκει τοὺς ἐν ταῖς πρώταις φλεψὶ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἔχοντας. ἅπασαι γὰρ αἱ τοιαῦται κινήσεις εἰς ὅλον τὸ σῶμα ποδηγοῦσι τοὺς χυμούς. φυλακτέον οὖν αὐτοὺς ἐν ἡσυχίᾳ πάσῃ, καὶ δοτέον ἐδέσματά τε καὶ ποτὰ καὶ φάρμακα λεπτύνοντα, καὶ τέμνοντα, καὶ κατεργαζόμενα τὸ πάχος τῶν χυμῶν, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς· οἱ γὰρ θερμανθέντες ἰσχυρότερον χυμοὶ πανταχόσε τοῦ σώματος ἴασιν. διαιτᾷν οὖν αὐτοὺς ἐπ’ ὀξυμέλιτι μάλιστα, βραχύ τι καὶ πτισάνης ἐνίοτε καὶ μελίκρατον διδόντα. καὶ γὰρ φέρουσι τὴν λεπτὴν δίαιταν, εἴ πέρ τινες ἄλλοι, καταχρώμενοι τῷ πλήθει τῶν ὠμῶν χυμῶν εἰς τροφὴν τοῦ σώματος, ἐν τῷ κατὰ βραχὺ πέττειν αὐτούς. ἐπεὶ δὲ καὶ τὸ
265
ὑποχόνδριον ἅπασι τοῖς τοιούτοις ἐπῇρται καὶ διαπεφύσηται, καὶ ῥᾳδίως, ὅ τι ἂν προσάρωνται, πνευματοῦται, βέλτιον ἂν εἴη διδόναι σὺν τῇ τροφῇ πεπέρεως μακροῦ. καὶ γὰρ διαλύει τοῦτο παχύτητα φυσώδους πνεύματος, ἀπωθεῖται δὲ καὶ πρὸς τὴν κάτω γαστέρα τὰ καθ’ ὑποχόνδριον ἀργῶς συνεστῶτα, καὶ τῇ πέψει τῶν ληφθέντων συναίρεται κατὰ τὸν αὐτὸν κοινὸν λόγον ἁπάντων πεπέρεων. εἰ δὲ μὴ παρείη τοῦτο, τῷ λευκῷ χρηστέον· ἔστι γὰρ στομάχου τονικώτερον ἀμφοῖν τοῖν ἄλλοιν πεπερέοιν. εἰ δὲ μὴ τοῦτο παρείη, χρῆσθαι τῷ καλλίστῳ μέλανι· τοῦτο δὲ τὸ βαρύσταθμον. ἄμεινον δὲ καὶ τῷ Διοσπολιτικῷ προσαγορευομένῳ χρῆσθαι φαρμάκῳ. συντίθεται δὲ διττῶς, ἐνίοτε μὲν ἐξ ἁπάντων ἴσων, κυμίνου τε καὶ πεπέρεως, καὶ πηγάνου, καὶ νίτρου, καὶ ἔστιν οὕτω μᾶλλον ὑπακτικώτερον γαστρός· ἐνίοτε τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίγνυται, τοῦ νίτρου δ’ ἥμισυ. κάλλιον δὲ, κύμινον μὲν ἐμβάλλεσθαι τὸ καλούμενον Αἰθιοπικὸν, πεπέρεως δὲ ἤτοι τὸ μακρὸν, ἢ τὸ λευκόν. ἐμβρέχεσθαι δὲ τὸ κύμινον ὄξει δριμυτάτῳ· κᾄπειτ’ εὐθέως
266
τριβέσθω, ἢ πρότερον φρυγέσθω μετρίως ἐν ἀγγείῳ κεραμέῳ, τελέως ὠπτημένῳ κατὰ τὴν κάμινον. ὅσα γὰρ ἐνδεῶς ἐξηράνθη, πηλώδη μᾶλλόν ἐστιν, ἢ κεράμεα, καὶ τοῖς φαρμάκοις τι προστρίβεται τῆς ἑαυτῶν ποιότητος. ἔστω δὲ τὰ τοῦ πηγάνου φύλλα προανεξηραμμένα συμμέτρως. εἰ μὲν γὰρ ἐπὶ πλέον ἀναξηρανθείη, δριμέα τε γίνεται καὶ πικρὰ, καὶ περαίτερον τοῦ προσήκοντος θερμὰ, μηδ’ ὅλως δὲ προξηρανθέντα περιέχει τινὰ περιττωματικὴν ὑγρότητα, μηδέπω κατειργασμένην ἀκριβῶς, δι’ ἣν οὐ γίνεται παντάπασιν ἄφυσα. τούτοις τέσσαρσιν ἐνίοτε μὲν ἀναμίγνυται μέλι προαπηφρισμένον, ἐνίοτε δ’ οὐδὲν, ἀλλὰ μόνα χωρὶς τοῦ μέλιτος ἀποτίθενται, καὶ πτισάνης ἐμβάλλεται χυλῷ, καὶ ὅτῳ περ ἂν ἄλλῳ τῶν ἐδεσμάτων μάλιστα πρέπειν δοκῇ. λαμβάνεται δὲ καὶ καθ’ ἑαυτὸ τὸ φάρμακον τοῦτο πρὸ τροφῆς τε καὶ μετὰ τροφήν. καὶ ἔστι κάλλιστον ἐν τῇ τοιαύτῃ χρήσει τὸ μέλι μεμιγμένον, ἀκριβῶς ἀπηφρισμένον, τοῦτο γὰρ ἀφυσώτατόν ἐστιν. ἔστω δὲ δηλονότι καὶ αὐτὸ τὸ μέλι κάλλιστον, εἴπερ ἀφυσώτατόν τε καὶ τμητικώτατον
267
ἔσεσθαι μέλλοι τὸ φάρμακον. ἐπιτήδειον δὲ τοῖς οὕτω διακειμένοις ἐστὶ καὶ τὸ διὰ τριῶν πεπέρεων, ὅταν μὴ πάνυ φαρμακῶδές τε καὶ ποικίλως σκευασθῇ, καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν συντιθέασιν αὐτὸ, δίκην καρυκείας τινὸς, ἢ συὸς ἀγρίου, πρὸς δὴ τούτων τῶν θαυμασίων ὀψοποιῶν ἐσκευασμένου. ὥστ’ ἔργον οὐ σμικρὸν ὑπάρχειν τοῖς ἰατροῖς, ἢ τοῖς προσαιρομένοις αὐτὸ τὸ ἐπεμβεβλημένον φάρμακον καταπέψαι τὸ ἄμμι, καὶ τὸ σέσελι, καὶ τὸ λιβυστικὸν, ὅσα τ’ ἄλλα τοιαῦτα· διαγινώσκεται γοῦν λαμβανόντων ὠμὰ καὶ ἀμετάβλητα μέχρι πλείστου κατὰ τὴν γαστέρα μένοντα. ταῦτά τε οὖν ἀφελεῖν χρὴ τοῦ φαρμάκου, καὶ προσέτι τὸ ἑλένιόν τε καὶ τὸν τῆς νάρδου στάχυν· ὡς δὲ ἔνιοι συντιθέασι, καὶ τὴν κασίαν. ἔχειν δ’ ἐσκευασμένον ἕτοιμον διττὸν, ὡς ἡμεῖς εἰώθαμεν· ἁπλοῦν μὲν τὸ ἕτερον, ὅπερ ἐπί τε τῶν ἠπεπτηκότων χρὴ διδόναι, καὶ τὴν πρόσφατον ψύξιν ἐχόντων κατὰ γαστέρα καὶ φλεγματώδη χυμόν· ἕτερον δὲ φαρμακῶδες, ᾧ μάλιστα ἐπὶ τῶν ἀπὸ τῆς κεφαλῆς 
268
εἰς τὸν θώρακα ῥευμάτων χρώμεθα. ἀλλὰ τοῦτο μὲν ὅπως χρὴ σκευάζειν, αὖθις εἰρήσεται. τὸ δ’ ἁπλοῦν, ᾧ καὶ πρὸς τὸ πλῆθος τῶν ὠμῶν τῶν κατὰ τὰς πρώτας φλέβας χρώμεθα, τοιόνδ’ ἐστίν. εἰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἀρκεῖ μιγνύειν ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως ἑκάστου δραχμὰς ὀκτὼ, τὸ μὲν ἁπλούσταστον τοῦτο, καὶ τούτου μᾶλλον ἔτι τὸ χωρὶς ζιγγιβέρεως. ἕτερον δὲ τὸ διὰ τῶν αὐτῶν συγκείμενον, ἀλλ’ εἰς τὰς πεντήκοντα δραχμὰς ἑκάστου τῶν τριῶν πεπέρεων ἑκκαίδεκα δραχμῶν ἐμβαλλομένων ἑκάστου τριῶν ἀνίσου τε καὶ θύμου καὶ ζιγγιβέρεως, ᾧ καὶ μάλιστα χρώμεθα πρὸς τὰ παρόντα. χρὴ δ’, εἴπερ οἷόν τ’ εἴη, τὸ μὲν ἄνισον εἶναι Κρητικὸν, Ἀττικὰ δὲ τὰ θύμα, ἢ πάντως γε ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν. ἐμβάλλειν δ’ αὐτῶν τὴν κόμην ἅμα τοῖς ἄνθεσιν, ἀποκρίνοντα τὸ ξυλῶδες. ἔστω δὲ καὶ τὸ πέπερι τὸ μὲν μακρὸν ἄτρητόν τε καὶ ὑγιὲς, ὥσπερ οὖν καὶ τὸ ζιγγίβερι· τάχιστα γὰρ ἀμφότερα τιτρᾶται. καὶ πρὸς τῷ μὴ τετρῆσθαι δηλονότι
269
τὸ ἀληθινὸν αὐτὸ πέπερι τὸ ἀπὸ τῆς βαρβάρου κομιζόμενον ἔστω. διττὸν γὰρ ἐνταῦθα πανουργεύεται, σκευαζόμενον μὲν τὸ ἕτερον ἐπὶ τῆς Ἀλεξανδρείας μάλιστα, βοτάνης δέ τινος ἐκβλάστημα θάτερον ὑπάρχει. ὡς δ’ ἄν τις μάλιστα γνωρίζοι τὸ πεπανουργημένον, ἐγὼ διηγήσομαι, τοσοῦτον πρότερον εἰπὼν ὑπὲρ τοῦ μὴ θαυμάζειν τινὰ, μηδὲ ζητεῖν τὴν αἰτίαν, δι’ ἣν ἤτοι συνθέσεις φαρμάκων, ἢ δοκιμασίας ἐπῆλθέ μοι γράφειν ἐνταῦθα, μὴ πάνυ τι τοῦτο πράττειν εἰθισμένῳ κατὰ τὴν θεραπευτικὴν πραγματείαν. ἐν ἐκείνῃ μὲν γὰρ αὐτοῖς μόνοις διαλέγομαι τοῖς ἰατροῖς, ἐνταυθοῖ δὲ καὶ τοῖς ἄλλοις ἅπασιν, οὓς ὀνόματι κοινῷ προσαγορεύουσιν ἔνιοι φιλιάτρους, ἐν τοῖς πρώτοις δηλονότι μαθήμασι γεγονότας, ὡς γεγυμνάσθαι τὴν διάνοιαν. οὔκουν ἀναγκαῖόν ἐστι τοῖς τοιούτοις οὔτ’ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων, οὔτ’ ἐν τῇ περὶ συνθέσεων αὐτῶν γεγυμνάσθαι πραγματείᾳ, πολὺ δὲ δὴ μᾶλλον οὐδ’ ὡς χρὴ δοκιμάζειν ἕκαστον ἐπίστασθαι. τούτοις οὖν ἄμεινόν ἐστι γράφεσθαι τὰ τοιαῦτα πάντ’ ἀκριβῶς, ὥσπερ ἀρτίως τὰ περὶ τοῦ
270
μακροῦ πεπέρεως ἐπεχείρησα διηγεῖσθαι. χρὴ γὰρ ἀπογεύεσθαι μὲν αὐτοῦ πρῶτον, ἀκριβῶς ἐπισκοπουμένους, εἰ πεπέρεως ἀποσώζει ποιότητα, μετὰ δὲ τοῦτ’ ἐμβαλεῖν ὕδατι. τὸ γὰρ ἐσκευασμένον, εἰ βραχείη δι’ ὅλης ἡμέρας, αὐτίκα διαλύεται τηκόμενον. εἴπερ οὖν ἥ τε ποιότης ἀκριβῶς αὐτῷ πεπέρεως ὑπάρχῃ, καὶ μὴ διαλύηται βρεχόμενον, ᾖ δ’, ὡς εἴρηται, καὶ ἄτρητον, ἐπιτήδειον εἶναι νόμιζε τὸ τοιοῦτον μακρὸν πέπερι. τὸ δέ γε μέλαν μήτε μικρὸν ἔστω, μήτε ῥυσσὸν, μήτε παχύφλοιον, ἀλλ’ ἐκ τοῦ βαρυστάθμου καλουμένου τὸ μέγιστόν τε καὶ εὐτραφέστατον ἐκλεγέσθω. καὶ τοῦ λευκοῦ δ’ ὁμοίως ἐκλεγέσθω τὸ μέγιστόν τε καὶ εὐτραφέστατον. εἶτα πάντων ἅμα κοπέντων, καὶ λεπτῷ κοσκίνῳ διαττηθέντων, ἀπηφρισμένον ἐπιμελῶς μιγνύσθω μέλι τὸ κάλλιστον, εὐῶδες δήπου τοῦτο καὶ ξανθὸν ὑπάρχον, γλυκύτατόν τε ἅμα καὶ δριμύτατον, καὶ τῇ συστάσει μήτε παχὺ, μήθ’ ὑγρὸν, ὡς ἀποσπᾶσθαι αὐτοῦ τὸ συνεχὲς, ἀλλ’ ὥστε καταθέντα τὸν δάκτυλον εἰς αὐτὸ, κᾄπειτα καταστήσαντα μετέωρον, ἀποῤῥέον ὁρᾷν αὐτοῦ τὸ μέλι μέχρι
271
πλείστου συνεχὲς ὂν ἑαυτῷ. ἄμεινον δ’ ἐπ’ ἀνθράκων ἑψεῖν, ἢ ξύλων ἀκριβῶς ξηρῶν, ἃ δὴ καὶ καλοῦσιν ἄκαπνα. τοῦτό τε οὖν διδόναι χρὴ τὸ φάρμακον, οὐχ ἅπαξ μόνον, ἢ καὶ δὶς, ἀλλὰ καὶ πλεονάκις ἑκάστης ἡμέρας· καὶ γὰρ ἕωθεν, καὶ πρὸ τροφῆς, καὶ μετὰ τροφὴν, καὶ καθυπνοῦν μελλόντων ἐπιτήδειον ὑπάρχει· τὸ δὲ πλῆθος ἑκάστης δόσεως ἔστω κοχλιαρίου μεστοῦ, μικροῦ μὲν ἐπὶ τῶν μικρῶν σωμάτων, μεγίστου δὲ ἐπὶ τῶν μεγίστων, ἀνάλογον δ’ ἐπὶ τῶν μεταξύ· καὶ μέντοι καὶ τὸ ζιγγίβερι, τὸ κομιζόμενον ἐκ τῆς βαρβάρου, διάβροχον ὄξει, συμφέρει λαμβάνειν. ἔστι δὲ τοῦτο ῥίζα χλωρᾶς τῆς πόας ἐμβαλλομένη τῷ ὄξει μετὰ τὴν ἀναίρεσιν εὐθέως. κατασβέννυται γὰρ ἡ τῶν τοιούτων φαρμάκων θερμότης αὐτόθι περὶ τὰς πρώτας φλέβας, οὐκέτ’ ἀναφερομένη πρὸς ὅλον τὸ σῶμα, καθάπερ ἑτέρων τινῶν, οἷον καὶ τὸ διὰ τῆς καλαμίνθης, ὑπὲρ οὗ μετ’ ὀλίγον ἐπὶ πλέον εἰρήσεται.

Ταῠτ’ ἄρα καὶ ὀξύμελι χρησιμώτατον αὐτοῖς ἐστιν, ὡς καὶ πρότερον εἴρηται. σκευάζειν δὲ καὶ τοῦτο

272
προσήκει κατὰ τάδε. μέλι τὸ κάλλιστον ἐπ’ ἀνθράκων ἀπαφρίσαντες, ἐπεμβάλλειν αὐτῷ τοσοῦτον ὄξους, ὡς γευομένῳ μήτ’ ἄγαν ὀξὺ φαίνεσθαι, μήτε γλυκύ· καὶ τότ’ αὖθις ἑψεῖν ἐπ’ ἀνθράκων, ὡς ἑνωθῆναί τε τὰς ποιότητας αὐτῶν ἀκριβῶς, καὶ μὴ φαίνεσθαι γευομένοις ὠμὸν τὸ ὄξος· εἶτ’ ἀποθέμενον τούτῳ μιγνύειν ὕδωρ ἐπὶ τῆς χρήσεως, οὕτως κεραννύντας, ὡς οἶνον. εἰ μὲν οὖν ὁ πίνων αὐτὸ μήθ’ ὡς ὀξὺ μήθ’ ὡς γλυκὺ μέμφοιτο, χρηστέον ἄχρι παντός· εἰ δὲ μὴ, τότε τὸ λεῖπον ἐπεμβάλλοντας ἀφεψεῖν αὖθις. οὐ γὰρ ἐπαινῶ τοὺς κατὰ μίαν τινὰ συμμετρίαν σκευάζοντας αὐτό· παραπλήσια γὰρ μοι δοκοῦσιν οἱ τοιοῦτοι ποιεῖν τοῖς ἀξιοῦσιν ἅπαντας τοὺς πίνοντας ὡσαύτως κεραννύναι τὸν οἶνον τῷ ὕδατι, μὴ γινώσκοντες, ὡς ἔνιοι μὲν ὑδαρέστερον εἰθισμένοι πίνειν εὐθέως πλήττονται τὴν κεφαλὴν, εἰ καὶ βραχύ τις αὐτοῖς ἀκρατέστερον κεράσειεν, ἔνιοι δ’ ἀκρατεστέρῳ χαίροντες ἀνατρέπονται τὸν στόμαχον ὑδαρέστερον πιόντες. ὁπότ’ οὖν ἐπὶ οἴνου ταῦτα συμπίπτει, συνήθους οὕτω ποτοῦ, πολὺ δήπου μᾶλλον ἐπ’ ὀξυμέλιτος, ὅσῳ καὶ ἀηθέστερον οἴνου, 
273
καὶ ἰσχυρότερόν ἐστιν, εἰκὸς ἀκολουθήσειν αὐτά. βέλτιον οὖν ἐστιν ταῖς τῶν λαμβανόντων αἰσθήσεσι κρίνειν τὸ σύμμετρον αὐταῖς, ἢ ἡμετέραις, οἰκειότατον μὲν τῇ φύσει τοῦ λαμβάνοντος εἶναι νομίζοντας τὸ ἥδιστον ὀξύμελι, καὶ διὰ τοῦτο καὶ ὠφέλιμον, ἐναντιώτατον δὲ τὸ ἀηδέστερον. αὐτὴν δὲ τὴν πρώτην κρᾶσιν αὐτῶν, ὡς ἂν μάλιστα τοῖς πλείστοις ἁρμόσειε, κατὰ τόδε χρὴ ποιεῖσθαι. ὄξους ἑνὶ μέρει διπλάσιον μιγνύσθω τοῦ τὸν ἀφρὸν ἀφῃρημένου μέλιτος· εἶθ’ οὕτως ἐπὶ μαλακοῦ πυρὸς ἑψείσθω, μέχρις ἂν ἑνωθῶσι αὐτῶν αἱ ποιότητες· οὕτω γὰρ ἂν οὐδὲ τὸ ὄξος ὠμὸν ἔτι φαίνοιτο. δι’ ὕδατος δ’ εὐθέως οὕτω σκευάζειν ὀξύμελι. τῷ μέλιτι μίγνυσθαι τετραπλάσιον ὕδατος καλλίστου· κᾄπειθ’ ἑψείσθω μετρίως, μέχρις ἂν ὁ ἀφρὸς ἀφίστηται. τὸ μὲν οὖν φαῦλον μέλι πάμπολυν ἐξεργάζεται τὸν ἀφρὸν, ὥστε καὶ ἡ ἕψησις αὐτοῦ πολυχρονιωτέρα γίνεται· τὸ δὲ ἄριστον ἐν ἐλαχίστῳ τε χρόνῳ καὶ βραχύτατον ἀφίησιν, ὅθεν οὐδὲ ἴσον αὐτῷ δεῖται τῆς ἑψήσεως. ἡ δ’ οὖν πλείστη τὸ τέταρτον ἀπολείπει μέρος τοῦ κραθέντος
274
ἐξ ἀρχῆς. μίξαντας δ’ ὄξους ἥμισυ, πάλιν ἑψητέον ἄχρι τοῦ τὰς ποιότητας αὐτῶν ἀκριβῶς ἑνωθῆναι, καὶ μηκέτ’ ὠμὸν φαίνεσθαι τὸ ὄξος. σκευάζονται γὰρ καὶ κατ’ ἀρχὴν εὐθέως τῶν τριῶν μιχθέντων οὕτως. ἔστω δὲ ἓν μὲν ὄξους μέρος, δύο δὲ μέλιτος, ὕδατος δὲ δ΄· καὶ ταῦθ’ ἑψείσθω μέχρι τοῦ τρίτου μέρους ἢ τετάρτου, τὸν ἀφρὸν ἀφαιρούντων ἡμῶν. εἰ δὲ ἰσχυρότερον αὐτὸ ποιῆσαι βούλοιο, τοσοῦτον ἐμβαλεῖς ὄξους, ὅσον καὶ μέλιτος. ἀπόμελι δὲ κάλλιστον ἐν ὕδατι σκευάζεται, καὶ πίνουσιν αὐτὸ δι’ ὅλου τοῦ θέρους, ὡς ἐμψῦχον. ἔνεστι δὲ τῷ βουλομένῳ καὶ πρὸς τὴν ὑποκειμένην ἐν τῷ παρόντι λόγῳ διάθεσιν ὠφελίμως χρῆσθαι, καὶ μάλισθ’, ὅταν ὀξυνθῇ· πάσχει δὲ τοῦτο πλειστάκις, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, ὡς ἂν δι’ ὕδατος σκευαζόμενον, οὐ τοῦ ὀμβρίου, καθάπερ τὸ ὑδρόμελι, ἀλλὰ τοῦ ἐπιτυχόντος. ἔνεστι δ’, εἰ βούλοιτό τις, καὶ δι’ ὀμβρίου συντιθέναι. καὶ ἐγώ γ’ ἂν τοῦτο ποιεῖν συνεβούλευον, εἰ ἐπῄνουν τὸ ὄμβριον, ἀλλὰ γὰρ οὔτε τοῦτο ἐπαινῶ, καὶ οὐδὲν χεῖρον ὀξυνόμενον ἀποτελεῖται, καὶ μάλιστα εἰς τὰ
275
παρόντα. καὶ γὰρ οὖν καὶ μετρίως ὀξύνεται τό γε μὴ παντάπασιν ἀμελῶς ἐσκευασμένον. ἡ δ’ ἐπιμέλεια τῆς σκευασίας ἐστὶν ἐν τῷ τὸ κηρίον μὴ εἶναι πάνυ φαῦλον, ἑψεῖσθαί τ’ ἐπὶ πλέον ἐν ὕδατι πηγαίῳ, καθαρῷ τε καὶ ἡδεῖ. χρὴ γὰρ ἐκπιέσαντα τῶν κηρίων τὸ μέλι μέχρι τοσούτου καθεψεῖν ἐν ὕδατι, μέχρις ἂν μηκέτι μηδεὶς ἀφρὸς ἐπανίστηται. τούτῳ τε οὖν χρῆσθαι ποτῷ καὶ τῶν οἴνων τοῖς ὀξυσμένοις ἀτρέμα, καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύνουσιν ἄνευ τοῦ θερμαίνειν, οἷά πέρ ἐστι καὶ ἡ κάππαρις, εἰ δι’ ὀξυμέλιτος ἢ δι’ ὀξελαίου λαμβάνοιτο. μέχρι δή που δυοῖν ἢ τριῶν ἡμερῶν, ὡς εἴρηται, διαιτᾷν· εἰ δ’ ἐλπίζοις, ἱκανῶς ἤδη λεπτύνεσθαι τοὺς ὠμοὺς χυμοὺς, οἶνον προσφέρειν, λεπτὸν μὲν τῇ συστάσει, κιῤῥὸν δὲ ἢ λευκὸν τῇ χροιᾷ· ὁ μὲν γὰρ εἰς εὐχυμίαν τε καὶ πέψιν, ὁ δ’ εἰς οὔρησιν ἀγαθός. εἰσὶ δ’ ἐπὶ μὲν τῆς Ἰταλίας ὅ τε Φαλερῖνος καὶ ὁ Σουῤῥεντῖνος ἐκ τοῦ προτέρου γένους, ὥσπερ οὖν ἐκ τοῦ δευτέρου ὁ Σαβῖνός τε καὶ ὁ Ἀλβανὸς καὶ Ἀδριανὸς, ἐπὶ δὲ τῆς Ἀσίας ἐκ μὲν τοῦ προτέρου Λέσβιός τε καὶ Ἀριούσιος,
276
ἐκ δὲ τοῦ δευτέρου Τιτακαζηνός τε καὶ Ἀρσυῗνος. οὗτοι μὲν ὡς παραδείγματα εἴρηνται τῷ λόγῳ. πολλοὶ δὲ καὶ ἄλλοι κατὰ τὴν Ἰταλίαν εἰσὶ καὶ τὴν Ἀσίαν, οὐχ ἥκιστα δὲ κᾀν τοῖς ἄλλοις ἔθνεσιν, ὅμοιοι τοῖς εἰρημένοις, οὓς αὐτὸν ἐκλέγεσθαι χρὴ, πρὸς τοὺς εἰρημένους ἀποβλέποντα σκοποὺς τήν τε χρόαν καὶ τὴν σύστασιν, ἀποδοκιμάζειν τε τούς τε παχεῖς καὶ τοὺς μέλανας, ὡς κακοχύμους τε καὶ βραδυπόρους. εἰ δ’ ἐπὶ τοῖσδε βέλτιον ὁ ἄνθρωπος γίγνοιτο, καὶ λούειν ἤδη προσήκει, καὶ ἀλείφειν, καὶ ἀνατρίβειν μαλακῶς, κᾀπειδὰν πρῶτον ὑπόστασιν ἴσχῃ τὰ οὖρα, τάς τε τρίψεις αὐξῆσαι καὶ πρὸς τὰ συνήθη γυμνάσια κατ’ ὀλίγον ἐπαναγαγεῖν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ τοῖς διαφορητικοῖς ἀλείμμασι χρηστέον, ὧν καὶ πρόσθεν μὲν ἐμνημόνευσα, καὶ αὖθις δ’ ὑπὲρ αὐτῶν ἐρῶ. οὐ μὴν ἐμέτοις χρῆσθαι συμβουλεύω κατὰ τὰς τοιαύτας διαθέσεις, ὥσπερ ἐνίοις ἔδοξεν ἰατροῖς τε καὶ γυμνασταῖς, ἐξαπατηθεῖσιν, ὡς οἶμαι, πρὸς τῶν ὑπὸ Φιλοτίμου τε καὶ Πραξαγόρου γεγραμμένων ἐπὶ ταῖς τῶν τοιούτων χυμῶν θεραπείαις. οὐ γὰρ,
277
ὅταν κοπώδεις διαθέσεις πλεονάζωσιν, ἀλλ’ ἐπειδὰν μόνοι λυπῶσιν, ἔμετοι αὐτοὺς ἐκκενοῦσιν· οὐδεὶς γὰρ κίνδυνος ἀντισπασθῆναι τηνικαῦτα βιαιότερον ἔσω τῶν κατὰ σάρκα περιττωμάτων, ὥσπερ ὅταν ἄμφω πλεονάζῃ, τὰ μὲν ὠμὰ κατὰ τὰς πρώτας φλέβας, ἐν δὲ τοῖς στερεοῖς τὰ δακνώδη. φυλάττεσθαι γὰρ τῶν τοιούτων ἄμεινόν ἐστιν ἑκατέρας τὰς ἀντισπάσεις, ἔξω μὲν τὴν τῶν ὠμῶν, ἔσωθεν δὲ τὴν τῶν δακνωδῶν. ὥσπερ οὖν ἐφυλαξάμεθα κατὰ τὸν ἔμπροσθεν λόγον ἔξω τοὺς ὠμοὺς ἐπισπᾶσθαι χυμοὺς, οὕτω χρὴ φυλάττεσθαι τοὺς δακνώδεις ἀντισπᾷν ἔσω. κεφάλαια δὲ τῆς μὲν ἔξω φορᾶς αὐτῶν εἰσι γυμνάσια, καὶ τρίψεις, καὶ λουτρὰ, καὶ θάλπος, ἀλείμματά τε θερμαίνοντα, καὶ τῶν ψυχικῶν παθῶν ἡ ὀξυθυμία, καὶ ἁπλῶς εἰπεῖν ἅπανθ’, ὅσα τοὺς ἐν τῷ βάθει τοῦ ζώου χυμοὺς εἰς τὴν πανταχόθεν κίνησιν ἐξορμᾷ, τῆς δ’ εἴσω τὰ ἀποτρέποντα τῆς ἔξωθεν φορᾶς. ἔστι δὲ δήπου ταῦτα τῶν ὁμιλούντων τῷ δέρματι τά τε ψυχρὰ καὶ στύφοντα, καὶ ὅσα πρὸς τούτοις ἐπισπᾶται τοὺς χυμοὺς, ἢ ἄλλως ὁπωσοῦν ἐπεγείρει τὴν ἔσω 
278
κίνησιν αὐτῶν, ἐξ ὧν ἐστι λύπη, καὶ φρίκη, καθ’ ἡντιναοῦν αἰτίαν γιγνομένη· καὶ γὰρ καὶ ψυχρὸν αἴτιον καὶ θερμὸν ἐδείχθη, φρίκη τε καὶ ῥῖγος γιγνόμενον, καὶ διὰ τῶν ἐμπληττόντων τε καὶ φοβούντων τὴν ψυχὴν ἤτοι ἀκουσμάτων, ἢ θεαμάτων. ἅπαντ’ οὖν τὰ τοιαῦτα φυλακτέον ἐστὶν, ἐπειδὰν ἅμα τε κοπώδης ὁ αὐτὸς ἄνθρωπος ᾖ καὶ τὰς φλέβας ἔχῃ μεστὰς ἀπέπτων χυμῶν. οὔτε γὰρ τοὺς ἔξω χυμοὺς ἀντισπᾷν ἔσω καλὸν, οὔτε τοὺς ἔνδον ἔξω, ἀλλὰ τοὺς μὲν ἔξω διαφορεῖν ἀτρέμα, (τὰ γὰρ ἰσχυρότερον τοῦτο δρῶντα καὶ τῶν ἔνδοθεν ἐπισπᾶταί τι,) τοὺς δ’ ἔνδον λεπτύνειν τε καὶ συμπέπτειν. εἰ δ’ ἤτοι δι’ ἐμέτων ἢ διὰ γαστρὸς ὑπαγωγῆς ἐπιχειρήσαις αὐτοὺς ἐκκενῶσαι σφοδρότερον, ἐπισπάσῃ τινὰς ἐκ τῶν ἔξωθεν ἔσω. τοὺς δὲ περὶ τὸν Φιλότιμον οὐ χρὴ μέμφεσθαι τῇ τοιαύτῃ κενώσει χρωμένους, ὅταν ἐν ταῖς πρώταις φλεψὶ πλῆθος ὠμῶν περικέηται χωρὶς ἑτέρας διαθέσεως, ἀλλὰ μᾶλλον ἡμᾶς αὐτοὺς ἐθιστέον ἀκριβέστερον ἕπεσθαι παλαιοῖς γράμμασιν. εἰς
279
αὐτὸ μὲν οὖν τὸ μελίκρατον ὕσσωπον ἀφεψοῦντες, οὐκ εὐθέως μὲν, οὐδ’ ἐν τῇ πρώτῃ τῶν ἡμερῶν, ἐν δὲ ταῖς ἐχομέναις δώσομεν, ἐφ’ ὧν ἅμα τε τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἔνδον ἥ τε κοπώδης αἴσθησις ἔξω. τοὺς δ’ ἐμέτους παραιτήσομεν δεδιότες, ὡς εἴρηται, τῶν ἔξωθέν τι περιττωμάτων εἴσω παλινδρομῆσαι. Πραξαγόρας δὲ καὶ Φιλότιμος εὐλόγως ἔμετον ἐπὶ τοιούτῳ μελικράτῳ παραλαμβάνουσιν, ὠμοὺς χυμοὺς θεραπεύοντες ἄνευ κοπώδους διαθέσεως.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, καιρὸς ἂν εἴη τῆς ὑπολοίπου διαθέσεως ὑπάρξασθαι, καθ’ ἣν ἅμα τῇ ἑλκώδει διαθέσει καὶ τὸ τῶν ὠμῶν πλῆθος εἰς τὴν ἕξιν ἀνελήφθη. γίνεται δὲ ταῦτα κατ’ ἐκείνας μάλιστα τὰς περιστάσεις τῶν πραγμάτων, ἐν αἷς ἤτοι θάλπος ἢ γυμνάσιον ἄμετρον ἐκ τῶν φλεβῶν εἰς τὰς σάρκας ἀναρπάζει τοὺς ὠμοὺς χυμοὺς, οὐδεμίαν ἐν τῷ παρόντι πρόσφατον ἀπεψίαν ἠπεπτηκότων, ὡς, εἴ γε καὶ τοῦτο συνέλθοι, σύμπαν οὕτως ἐμπλησθήσεται τῶν ὠμῶν χυμῶν τὸ σῶμα. καὶ λεχθήσεται μὲν ὀλίγον ὕστερον, ὡς χρὴ καὶ τὴν τοιαύτην ἐπανορθοῦσθαι διάθεσιν. ἀλλ’ ἐπεὶ τὸ σύνθετον

280
ὕστερόν τέ ἐστι καὶ δεύτερον τῶν ἁπλῶν, ἄμεινον ἂν εἴη περὶ τῆς ὑπολοίπου διαθέσεως ἁπλῆς διελθόντας ἐπὶ τὰς συνθέτους αὖθις ἰέναι. καίτοι γε οὐδὲ ταύτην ἀκριβῶς ἁπλῆν χρὴ νομίζειν, ἀλλ’ ὡς ἐν αὐτομάτοις κόποις ἁπλῆν. ὑποκειμένης γὰρ τῆς τὸν κόπον ἐργαζομένης διαθέσεως, ἐπιμίγνυμεν αὐτῇ τὰς ἄλλας. ἀλλ’ ὅτι καὶ κατὰ τὴν μίξιν ἐνίοτε μὲν ἁπλῆ καὶ μία μίγνυται διάθεσις, ἐνίοτε δὲ σύνθετος, οὕτως ὠνομάσαμεν ἁπλῆν, ὑπὲρ ἧς ὁ λόγος ἐνέστηκεν. ἔστω δὲ τὸ πλῆθος τῶν ὠμῶν χυμῶν ἐν τοῖς στερεοῖς τοῦ ζώου μέρεσιν, οὐκ ἐν ταῖς φλεψὶν, ἅμα τῷ καὶ τὴν ἑλκώδη τοῦ κόπου διάθεσιν ἐν τοῖς αὐτοῖς ὑπάρχειν· ἡ γὰρ ἐξ ἀρχῆς ὑπόθεσις τοῦ λόγου τοιαύτη τις ἦν. ὡς οὖν ἐφ’ οἷς κατὰ τὰς φλέβας ἦν, καὶ μάλιστα κατὰ τὰς πρώτας τῶν ὠμῶν, ἐφυλαττόμεθα τὰ θερμαίνοντα, δεδιότες εἰς τὴν ἕξιν ἀναληφθῆναι τοὺς τοιούτους χυμοὺς, οὕτω νῦν οὐδὲν χρὴ δεδιέναι. δοτέον οὖν αὐτοῖς, ὅσα μέχρι τοῦ δέρματος ἐκτείνει τὴν θερμότητα, καὶ ἀνατριπτέον ἐπὶ
281
πολὺ ἐλαίῳ χαλαστικῷ, καὶ μάλιστα μετὰ τὸν ὕπνον ἕωθεν ἐξαναστάντας· ἡ γὰρ τοιαύτη τρίψις ἅμα τε πέττει τοὺς ὠμοὺς χυμοὺς καὶ τρέφει τὸν ὄγκον τοῦ ζώου. χρὴ δ’ ἡσυχάσαι μετὰ ταῦτ’ ἄχρι πλέονος, εἰ μέλλοι καλῶς γενήσεσθαι ταῦτα. πολὺ δ’ ἐνεργέστερον ἂν ἀνύσειεν, οὗ χάριν γίνεται, βραχέα τε σιτία προσενηνεγμένου κατὰ τὴν προτεραίαν τοῦ ἀνθρώπου, καὶ μηδὲν ἐπὶ τῷ δείπνῳ πίνειν πλὴν κιῤῥοῦ καὶ λεπτοῦ οἴνου. μὴ γυμνάζεσθαι δὲ συνεχῶς καὶ σφοδρῶς αὐτίκα, μή πῃ λάθωμεν ἀπέπτῳ ἔτι χυμῷ ἀναγκάζοντες τρέφεσθαι τὸ σῶμα. βέλτιον οὖν ἕωθεν ἐπὶ πλεῖον ἀνατρίψαι τε καὶ μετὰ ταῦτα ἡσυχάσαι περιπατῆσαί τε τὰ μέτρια, καὶ αὖθις χρήσασθαι τρίψει πολλῇ, καὶ λουτρῷ συμμέτρῳ θερμῷ, καὶ τροφαῖς εὐχύμοις τε ἅμα καὶ μὴ γλίσχροις. εἴρηται δ’ ἔμπροσθεν αὐτῶν ἡ ὕλη, πτισάνην ἐπαινούντων ἡμῶν εἰς τὰ τοιαῦτα, καὶ τοὺς πετραίους ἰχθύας, καὶ τῶν ὀρνίθων τοὺς ὀρείους. ἐπιτήδεια δὲ καὶ τὰ λεπτύνοντα τῶν ἐδεσμάτων, ὑπὲρ ὧν ἓν ἰδίᾳ γέγραπται βιβλίον. εὐλαβεῖσθαι δὲ χρὴ μηδὲν, εἰ καὶ θερμαίνοι σφοδρῶς, ἀλλὰ καὶ τὸ διὰ τῆς
282
καλαμίνθης φάρμακον ἀδεῶς λαμβάνειν. ἔστι δὲ ἡ σύνθεσις αὐτοῦ τοιαύτη. καλαμίνθης, καὶ γλήχωνος, καὶ πετροσελίνου, καὶ σεσέλεως ἑκάστου ἀνὰ ὀγ. β΄, σελίνου σπέρματος, κορύμβων θύμου, ἀνὰ ὀγ. δ΄ ἑκατέρου, καὶ πρὸς τούτοις ἔτι λιβυστικοῦ μὲν ὀγ. ἑκκαίδεκα, πεπέρεως δὲ ὀκτὼ καὶ μ΄. πεπέρεως μὲν οὖν ἔστω τὸ βαρύσταθμον ὀνομαζόμενον, σέσελι δὲ τὸ Μασσαλεωτικὸν, πετροσέλινον δὲ τὸ Μακεδονικὸν, καὶ τούτου μάλιστα τὸ Ἀστρεωτικὸν, ἡ καλαμίνθη δὲ καὶ ἡ γλήχων μάλιστα μὲν ἐκ Κρήτης, εἰ δὲ μὴ, ἀλλ’ ἐκ χωρίων ὑψηλῶν τε καὶ ξηρῶν, ὡσαύτως δὲ καὶ τὰ θύμα. τὰ μὲν οὖν ξυλώδη καὶ σκληρὰ τῶν βοτανῶν ἀποῤῥίπτειν, λαμβάνειν δ’ εἰς τὸ φάρμακον τὰ φύλλα, καὶ τούτων μάλιστα τὰ λεπτότατά τε καὶ εὐθαλέστατα καὶ ἐπ’ ἄκραις ταῖς βοτάναις, καὶ πρὸς αὐτοῖς ἄνθη τε καὶ τὰ σὺν αὐτοῖς λεπτότατα κάρφη. κόπτειν δ’ ἅμα σύμπαντα καὶ διαττᾷν χρὴ διὰ λεπτοῦ κοσκίνου· μάλιστα γὰρ εἰς ὅλην τὴν ἕξιν τοῦ ζώου τὰ τοιαῦτα φάρμακα ἀναδίδοται, καθάπερ γε τὰ παχύτερα κατὰ τὴν γαστέρα μένει, τοῖς στενοῖς 
283
στόμασι τῶν φλεβῶν ἐναρμοσθῆναι μὴ δυνάμενα. καὶ διὰ τοῦτο καὶ τὸ Διοσπολιτικὸν ὀνομαζόμενον φάρμακον, οὗ κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπροσθεν ἐμνημόνευσα, παχυμερέστερον εἴωθα σκευάζειν, ἐπειδὰν ὑπαχθῆναι τὴν γαστέρα δι’ αὐτοῦ δεήσῃ. καί τις οὐκ εἰδὼς τοῦτο, λεπτότατόν τε καὶ χνοωδέστατον ἐργασάμενος αὐτὸ, τὴν μὲν ὑποχώρησιν οὐδέν τι προὔτρεψεν, οὖρα δ’ ἐκίνησεν οὐκ ὀλίγα, καὶ ἡμῖν ἐκοινοῦτο, θαυμάζων τε ἅμα καὶ ζητῶν τοῦ γεγονότος τὴν ἀληθινὴν αἰτίαν. αὐτὸς μὲν γὰρ ἔφη νομίζειν ἰδιοσυγκρασίαν τινὰ τοῦ ἀνθρώπου, καὶ γὰρ ἐκάλεσεν οὕτως, αἰτίαν εἶναι τοῦ συμβεβηκότος. ὡς δὲ ἔμαθεν, ὅτι τὸ τῆς συνθέσεως εἶδος αἴτιον ἴδιον ὑπῆρχεν, αὖθις ἑτέρως ἐσκεύασε, τυχὼν τοῦ σκοποῦ. τούτου μὲν οὖν τοῦ παραγγέλματος ἐπὶ πάσης συνθέσεως φαρμάκου ἄμεινον μεμνῆσθαι. τὸ δὲ προκείμενον ἐν τῷ παρόντι λόγῳ φάρμακον ἀκριβῶς ἅπαντα λεπτὰ λαμβανέτω χάριν τοῦ ῥᾳδίως ἀναδίδοσθαί τε καὶ φέρεσθαι πάντη. μιγνύσθω δὲ τοῖς οὕτω παρεσκευασμένοις μέλι τὸ κάλλιστον, ἀκριβῶς ἀπηφρισμένον.
284
ἡ δὲ χρῆσις αὐτοῦ γιγνέσθω μετὰ τὴν ἑωθινὴν ἀνάτριψιν, καὶ πρὸ τῶν γυμνασίων τε καὶ λουτρῶν. ἔξεστι δὲ καὶ χωρὶς τοῦ μίξαι τὸ μέλι ξηρῷ τῷ φαρμάκῳ φυλάξαντα χρῆσθαι παραπλησίως ἁλσὶ τοῖς εἰς ὄψα παρεσκευασμένοις. ἔξεστι δὲ καὶ εἰς πτισάνην ἐμβαλεῖν οἷον ὄξος ἤ τι τοιοῦτον ἀντὶ πεπέρεως. οὐ μόνον δὲ τὸ ξηρὸν ἁλῶν δίκην ἐστὶ πολύχρηστον, ἀλλὰ καὶ τὸ σὺν τῷ μέλιτι. καὶ γὰρ καὶ τοῦτο δυνατὸν ἀναμιγνύντα τοῖς ἐδέσμασιν, ἀποχεῖσθαι μετά τινος ἐξ αὐτῶν, ὡς ἡδὺ τῷ χρωμένῳ φαίνεσθαι. μηδὲν μέντοι μετὰ τὴν τροφὴν μηδέποτε λαμβάνειν, μήτε τοῦτο, μήτ’ ἄλλο τι φάρμακον, ἀνάδοσιν ἰσχυροτέραν ἐργαζόμενον. οὐ γὰρ ἀναδίδοσθαι τηνικαῦτα βέλτιον, ἀλλὰ πέττεσθαι τοῖς ληφθεῖσιν. ἄμεινον οὖν ἐστι τοῖς ἐπικουρίας τινὸς ἔξωθεν εἰς πέψιν δεομένοις ἐν τούτῳ τῷ καιρῷ δίδοσθαι φάρμακον, οὗ τὴν σύνθεσιν ἔμπροσθεν ἐδήλωσα. λέγω δὲ τὸ διὰ τριῶν πεπέρεων ἁπλοῦν. καὶ αὐτὸ δὲ τὸ πέπερι μόνον ἐπιπαττόμενον τῷ ποτῷ χρηστὸν εἰς τὰ παρόντα, καὶ εἴπερ ἄρα μείζων τις εἴη χρεία, καὶ τὸ διὰ
285
χυλοῦ τῶν κυδωνίων μήλων, οὗ τὴν σύνθεσιν ἅπασαν ἐρῶ καὶ τὴν δύναμιν ἀκριβῶς ἐξηγησόμενος κατὰ τὸν ἑξῆς λόγον. εἰς δὲ τὰ παρακείμενα νῦν ἁπάντων ἄριστον φάρμακον ὧν ἐγὼ γινώσκω τὸ διὰ τῆς καλαμίνθης ἐστί. καὶ γὰρ λεπτύνει τὰ παχέα καὶ γλίσχρα, καὶ διαφορεῖ, καὶ οὔρησιν κινεῖ, καὶ καταμήνια γυναιξίν. ἔστι δὲ καὶ ἥδιστον ἐν τῇ χρήσει, καὶ μάλισθ’ ὅταν λάβῃ πλεῖον τοῦ μέλιτος. ἑψεῖσθαι δ’ ἐπὶ πλέον αὐτὸ χρὴ τηνικαῦτα. τοῖς δ’ ἀπεστραμμένοις τὰ γλυκέα καὶ φεύγουσι τὸ μέλι, καὶ γὰρ τοιαῦται μέν τινες εὑρίσκονται φύσεις, ὀλίγον ἐν τῇ συνθέσει μιγνύσθω τὸ μέλι. βέλτιον δὲ καὶ μᾶλλον ἑψεῖσθαι τούτοις, καὶ γὰρ ἧττον οὕτως ἐστὶ γλυκὺ, καὶ ἧττον ἀνατρέπει τὸν στόμαχον ἐπὶ τῶν ἀπεστραμμένων φύσει τὸ μέλι. τὰ μὲν δὴ τοιαῦτα πάντα καὶ αὐτός τις ἐπινοείτω πρὸ τῆς ἡμετέρας συμβουλῆς, ἕνα κοινὸν ἐν ἅπασι διαφυλάττων σκοπὸν, ἥδιστον γενέσθαι τὸ φάρμακον, εἰς ὅσον ἐγχωρεῖ, φυλαττομένης αὐτοῦ τῆς εἰς τὴν ὠφέλειαν δυνάμεως· οὐ γὰρ δὴ ταύτην γ’ ἐκλῦσαι κελεύω τῆς ἡδονῆς
286
στοχασάμενος. ὅταν οὖν ἐπὶ δύο που τὰς πρώτας ἡμέρας ἢ τρεῖς οὕτως ᾖ παρεσκευασμένος ὁ ἄνθρωπος, οὐδὲν ἂν εἴη χεῖρον ἤδη καὶ γυμνάσασθαι διὰ τῶν συνήθων αὐτῷ, ἀποπειρώμενον εὐχροίας τε καὶ τῶν ἄλλων σημείων, ἃ κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον. εἰ μὲν γὰρ ἅπαντά σοι χρηστὰ φαίνοιτο, τελέως γυμνάζειν αὐτόν· εἰ δὲ μὴ, προκαταπαύειν τε τοῦ συμμέτρου, κἀν τοῖς εἰρημένοις πρὶν διαιτήμασί τε καὶ φαρμάκοις φυλάξαντα κατ’ ἐκείνην τὴν ἡμέραν, αὖθις ἐπιχειρεῖν τῷ γυμνασίῳ κατὰ τὴν ὑστεραίαν ἐπὶ τοῖς αὐτοῖς σημείοις τε καὶ σκοποῖς, ἵν’, ὅταν ἤδη πάντα ἄμεμπτα φαίνηται, πρὸς τὴν αὐτὴν δίαιταν ἐπαναγάγῃς αὐτὸν, ἣ καὶ πρὶν ἁλῶναι τῷ κοπώδει συμπτώματι συνήθης ἦν.

Ἐπεὶ δὲ καὶ τῷ τῆς ἐλάτης ἀκόπῳ φαρμάκῳ χρῆσθαι συμφέρει τοῖς κατὰ τὴν σάρκα τε καὶ τὸν ὄγκον ἅπαντα τοῦ ζώου χυμοὺς ἠθροικόσιν, ἤτοι πεφθῆναι δεομένους, ἢ διαφορηθῆναι, οὐδὲν ἂν εἴη χεῖρον εἰπεῖν τι καὶ περὶ τῇς ἐκείνου συνθέσεως. ἔστι μὲν οὖν

287
ὡραιότατον αὐτῆς τὸ σπέρμα περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου, ὅστις καιρὸς ἐν Ῥώμῃ μὲν ὁ καλούμενος μήν ἐστι Σεπτέμβριος, ἐν Περγάμῳ δὲ παρ’ ἡμῖν Ὑπερβερεταῖος, Ἀθήνῃσι δὲ μυστήρια. ἐλαίῳ δ’ ἐμβάλλειν αὐτὸ χρὴ, καθ’ ἣν ἂν θέλῃς ὥραν τοῦ ἔτους, οὐδεμία γὰρ ὅσον ἐπὶ τούτῳ διαφορά. βέλτιον δὲ, εἰ καὶ θλάσας ἐμβάλλοις αὐτό· θᾶττον γὰρ οὕτω τὸ ἔλαιον ἐμπλήσει τῆς ἰδίας ποιότητός τε καὶ δυνάμεως. εἴη δ’ ἂν ὁ χρόνος οὗτος ἐλάχιστος ἡμερῶν μ΄· πολλάκις δ’ ἡμεῖς καὶ τρεῖς καὶ τέτταρας καὶ πολὺ πλείους μῆνας ἐπετρέψαμεν ἐμβραχῆναι, κᾄπειθ’ οὕτως ἀπεῤῥίψαμεν τὸ σπέρμα, τὸ δ’ ὑγρὸν ὀθονίῳ διηθήσαμεν. ἔστω δὲ τὸ μὲν ἔλαιον ἕν τι τῶν χαλαστικῶν, οἷόν περ ἐν Ἰταλίᾳ τὸ Σαβῖνον, ἐμβαλλέσθω δ’ εἰς τὰς εἴκοσι καὶ πέντε κοτύλας αὐτοῦ μόδιος Ἰταλικὸς τοῦ σπέρματος τῆς ἐλάτης, οὐσῶν δὲ καὶ τῶν κοτυλῶν Ἰταλικῶν, ἃς δὴ καὶ λίτρας ὀνομάζουσι. βραχέντος δ’ ἐν αὐτῷ τοῦ σπέρματος, πολλῷ δηλονότι μεῖον γίνεται. σύμμετρον δ’ οὖν ἐστι τῷ καταλειφθέντι, κηροῦ μὲν λίτρας ἐμβαλεῖν τέσσαρας, ῥητίνης 
288
δὲ ἐλατίνης τὸ τρίτον τῆς λίτρας μέρος, αἵ πέρ εἰσιν ὁλκῆς β΄ καὶ λ΄. τὸ δ’ ἴσον ἐμβαλλέσθω μὲν τῆς στροβιλίου ῥητίνης. εἰ δ’ αὗται μὴ παρεῖεν, ἀντ’ αὐτῶν τῇ τερεβινθίνῃ χρῆσθαι. ἑψεῖν δ’ ἄμεινον ἐπ’ ἀγγείου διπλοῦ, ἢ πάντως γ’ ἐπὶ πυρὸς ἀσθενοῦς, οἷόν ἐστι τὸ τῶν ἀνθράκων· ἔστωσαν δ’ οὖν μηδ’ οὗτοι πολλοί. τοῦτο τὸ φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ἅπαντας κόπους αὐτομάτους τε καὶ οὐκ αὐτομάτους. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς αἰγείρου τῶν ἀνθῶν συντιθέμενον. ἔστι δὲ καὶ τοῦτο τοιόνδε. τῶν ἀνθῶν τῆς αἰγείρου μεμυκότων ἔτι μόδιος Ἰταλικὸς ἐμβάλλεται λίτραις ἐλαίου Σαβίνου πεντεκαίδεκα ἢ εἴκοσι. μὴ παρόντος δὲ τοῦ Σαβίνου, τῶν ὁμοίων τι παρασκευαστέον ἐλαίων. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν, ὡς ὅμοια πάντ’ ἐστὶ τὰ λεπτομερῆ θ’ ἅμα καὶ μὴ στύφοντα. κάλλιον δ’, εἰ καὶ μετρίως θλασθὲν ἐμβληθείη τῷ ἐλαίῳ τὸ ἄνθος. εἰ δὲ καὶ καθ’ ἑκάστην διακινοῖτο, καὶ μάλισθ’ ὅταν ἥλιος ᾖ θερμὸς, ἐν οἰκήματί τε θερμῷ τὴν ἀπόθεσιν ἴσχῃ, θᾶττόν τε ἂν οὕτω καὶ μᾶλλον ἡ τῆς αἰγείρου
289
ποιότης τε καὶ δύναμις εἰς τοὔλαιον μετέλθοι, ὥστε σε μετὰ δύο που καὶ τρεῖς μῆνας δύνασθαι ἐκθλίψαντα τὸ ἄνθος αὐτὸ μὲν ἀποῤῥῖψαι, τὸ δ’ ἔλαιον ἔχειν ἀδήκτως διαφορητικὸν, οὐδέν τι μεῖον τοῦ ἐλατίνου. καὶ μέντοι καὶ κηρὸν καὶ ῥητίνην ἔξεστιν ἐμβάλλειν αὐτῷ τοσοῦτον, ὅσον ἀρτίως ἐν τῇ συνθέσει τοῦ διὰ τῆς ἐλάτης εἴρηται φαρμάκου. παχύ τι δ’ εἴποτε γένοιτο τὸ ἐκθλιβόμενον ὑγρὸν, ἱκανὸν οὐ μόνον τὸ τέταρτον μέρος, ἀλλὰ καὶ τὸ πέμπτον μίγνυσθαι κηροῦ. ἐγὼ δ’ οἶδά ποτε καὶ τὸ ἕκτον ἐμβαλὼν, παχυτέρου τε τοῦ ἐλαίου γινομένου, καὶ τοῦ μέλλοντος αὐτῷ χρῆσθαι χαίροντος ὑγροτέρῳ φαρμάκῳ. τινὲς δ’ οὐκ ἀναμένοντες ἐν χρόνῳ πλέονι διαβρέχεσθαι τά τε ἄνθη καὶ τὰ σπέρματα, τοῦτο μὲν ἑψεῖν αὐτὰ δέονται, τοῦτο δ’ ὕδωρ ἐμβάλλειν, ὅσοι γε προμηθέστεροι, χάριν τοῦ μήτε φρυχθῆναι τὰ ἐμβληθέντα, μήτε κνισῶδες γενέσθαι τοὔλαιον. ὅσοι δ’ ἔτι τούτων ἐπιμελέστεροι, τὴν ἕψησιν ἐν ἀγγείοις διπλοῖς ποιοῦνται· καλεῖται δ’ οὕτως, ἐπειδάν, προϋποκειμένου
290
λέβητος ὕδωρ ἔχοντος ζέον, ἔνεστί τέ τι τούτῳ μικρὸν ἀγγεῖον, εἰς ὃ μέλλει τὸ ἔλαιον ἐγχεῖσθαι. τοῦτο μέν γε καὶ ἡμεῖς ποιοῦμεν, ἀλλ’ οὐκ εἰς τὴν τῶν σπερμάτων ἢ ἀνθῶν ἕψησιν, οὐδὲν γὰρ ταύτης δεόμεθα πολυχρονίως αὐτὰ ἀποβρέχοντες, ἀλλ’ ὁπόταν διατήκειν ἐν τῷ λέβητι τὰς ῥητίνας καὶ τὸν κηρὸν ἐπιχειρῶμεν ἐν τῇ τοῦ φαρμάκου σκευασίᾳ. καταναγκαζόμενος δέ τις ἐν τάχει σκευάζειν αὐτὰ, δεήσεταί τε προαφεψεῖν, ὡς εἴρηται, καὶ ὕδατος ἐγχεῖν ἢ οἴνου χάριν τοῦ μὴ φρύγεσθαι. τὸ μὲν οὖν ὕδωρ εἰς τὰ παρόντα χρησιμώτερον, ὁ δ’ οἶνος εἴς τε τὰς ποδαγρικὰς διαθέσεις καὶ ὅλως ἀρθρίτιδας. ἀρκεῖ δὲ μιγνύναι τοσοῦτον ὕδατος, ὡς ἑψόντων ἐκδαπανηθῆναι πᾶν. εἴη δ’ ἂν οὕτως ὀλίγον, ὡς τετραπλάσιον ἢ πενταπλάσιον αὐτοῦ τὸ ἔλαιον ὑπάρχειν. ταῦτά τε οὖν τὰ φάρμακα διαφορεῖ τοὺς κατὰ τὰς σάρκας τε καὶ τὸ δέρμα μὴ πάνυ παχεῖς μηδὲ γλίσχρους χυμοὺς, καὶ πρὸς τούτοις ἔτι τὸ ἐκ τοῦ χαμαιμήλου ἔλαιον, αὐτό τε καθ’ ἑαυτὸ μόνον, ἐμβληθέντων τε κηροῦ καὶ ῥητίνης αὐτῷ. ἱκανὸν δὲ κᾀνταῦθα
291
τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, |τῆς δὲ ῥητίνης τὸ ιβ΄. εἰ δὲ μηδενὸς τῶν εἰρημένων ἐλαίων εὐποροίης, ἀνήθινον ἔλαιον ποιήσασθαί σοι ῥᾷστον. ἔστι δὲ καὶ τοῦτο διαφορητικὸν φάρμακον, εἴτε καταμόνας τις, εἴτε σὺν κηρῷ τε καὶ ῥητίνῃ χρῷτο. πειρᾶσθαι δ’ ἐπ’ ἀγγείου διπλοῦ τὸ ἀνήθινον ἑψεῖν. ἄμεινον δὲ καὶ χλωρὸν εἶναι τὸ ἄνηθον. ὅταν δὲ ᾖ τοῦτο, καθ’ ὃν χρήσῃ καιρὸν, ὡραῖον ὑπαρχέτω. καὶ τὸ σαμψύχινον δ’ ἔλαιον ἐπιτήδειον ἐν ὥρᾳ χειμερινῇ, καὶ χωρίῳ ψυχρῷ, καὶ καταστάσει παραπλησίᾳ. λαμβανέτω δὲ καὶ τοῦτο κηροῦ τε καὶ ῥητίνης, εἰ παραμένειν ἔτι πλέον αὐτό γε βούλει τοῖς ἀλειφομένοις ὑπ’ αὐτοῦ σώμασιν. ὁμοίως δὲ καὶ τὴν λιβανωτίδα πόαν ἐναφεψεῖν ἐλαίῳ. καὶ εἰ μηδὲ ταύτην ἔχοις, ῥίζα τεύτλου λευκοῦ, καὶ ἡ τοῦ σικύου ἀγρίου ῥίζα, καὶ ἡ τῆς ἀλθαίας, καὶ ἡ τῆς βρυωνίας ἱκανῶς διαφοροῦσιν ἐναποτιθέμεναι καὶ αὗται τὴν ἑαυτῶν ποιότητά τε καὶ δύναμιν ἐλαίῳ τινὶ τῶν διαφορητικῶν. ἐς ὅ τι δ’ ἂν ἐθέλῃς ἔλαιον οὕτω παρασκευασθὲν ἐμβαλεῖν, ἤτοι κηρὸν μόνον, ἢ
292
καὶ ῥητίνην τινὰ σὺν αὐτῷ, καλλίστην τε καὶ παραμόνιμον ἀλοιφὴν κατασκευάσεις. ἀρκεῖ δὲ τοὐπίπαν ἐμβάλλειν τοῦ μὲν κηροῦ τὸ τέταρτον μέρος, τῆς δὲ ῥητίνης τὸ δωδέκατον. εἰ δὲ καὶ δύο ῥητίνας ἐμβάλοις, ἐλατίνην τε ἅμα καὶ στροβιλίνην, ἢ καὶ τρίτην ἐπ’ αὐταῖς τὴν τερμινθίνην, ἢ καὶ, μὴ παρουσῶν τούτων, τὴν ὑγρὰν πιτυΐνην, ἔσται σοι καὶ οὕτω διαφορητικὸν τὸ φάρμακον. ἀπορῶν δὲ τούτων, ἤτοι τὴν ἐκ τῶν κεραμείων μιγνύναι πιτυΐνην, ἢ καὶ τὴν φρυκτὴν ὀνομαζομένην. οἶδα μὲν, ὡς ἀποδέουσιν αὗται τῶν προειρημένων, οὐ μὴν παντάπασίν εἰσιν ἀπόβλητοι.