De sanitate tuenda

Galen

Galen, De sanitate tuenda, Claudii Galeni Opera Omnia, Kühn, Volume 6, 1823

Μετὰ μὲν δὴ τὴν τῶν ἀφροδισίων χρῆσιν εἶδος ἔστω γυμνασίου τὸ παρασκευαστικὸν ὀνομαζόμενον· ἀγρυπνίας δὲ προσγενομένης, ἢ λύπης, ἢ ἀμφοτέρων, τὸ ἀποθεραπευτικὸν, ὅταν τε χωρὶς ἀπεψίας γεννηθῶσιν, ἐπὶ γὰρ ταῖς ἀπεψίαις οὐδ᾿ ὅλως γυμναστέον. ὅτι δὲ τὸ ἀποθεραπευτικὸν γυμνάσιον ἐπὶ λύπαις τε καὶ ἀγρυπνίαις ἁρμόττει, δηλοῖ μὲν καὶ ἡ πεῖρα· φαίνονται γὰρ ὑπὸ τῶν ἄλλων γυμνασίων βλαπτόμενοι, πρὸς τῷ μηδ᾿ ἀνέχεσθαι τῶν ἐπιταττόντων, εἰ τύχοιεν ἔτι λυπούμενοι· δηλοῖ δ᾿ οὐχ ἧττον τῆς πείρας καὶ ὁ λόγος. ἐπειδὴ γὰρ ἐπ᾿ ἀγρυπνίαις τε καὶ λύπαις ὁρῶνται λεπτότεροί τε καὶ αὐχμηρότεροι καὶ

226
δυσήκοοι γινόμενοι, ξηρότερον ἡγητέον αὐτοῖς εἶναι τὸ σῶμα. τὰς δὲ τοιαύτας διαθέσεις αἵ τε μαλακώτεραι τρίψεις ἐξιῶνται, σὺν ἐλαίῳ πλείονι γιγνόμεναι καὶ λουτροῖς εὐκράτοις, αἵ τε κινήσεις αἱ βραδύτεραί τε καὶ χωρὶς ἰσχυροτέρας τάσεως, ἀναπαύσεσι πλείοσι διειλημμέναι. τρόπος δ᾿ οὗτος ἦν ἀποθεραπευτικοῦ γυμνασίου. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπὶ θυμοῖς ἢ δι᾿ ἔνδειαν ποτοῦ ξηρότητας ἐπανορθωτέον ἐστίν. ἐναντίως δὲ τοῖς εἰρημένοις ἐπανορθοῦσθαι χρὴ τὰς κατὰ τὴν ἕξιν ὑγρότητας, εἴτε διὰ πόμα πλέον, εἴτε δι᾿ ἄλλην τινὰ πρόφασιν ἐγένοντο. σκοπὸς γοῦν δὴ καὶ τῶν τοιούτων διαθέσεων ἡ ξήρανσις. ἀλλὰ τοῦτο μὲν ἁπασῶν κοινὸν, ἴδιον δ᾿ ἑκάστης ἐν ταῖς κατὰ μέρος διαφοραῖς. εἰ μὲν οὖν ἐπ᾿ ἀργίᾳ πλείονι καὶ ταῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἀμέτροις τε καὶ ἀκαίροις χρήσεσιν ὑγρότης ἐγένετο, μακροτέρας δεῖται τῆς ἐπανορθώσεως· εἰ δ᾿ ἐπὶ ποτῷ πλείονι, κατὰ τὴν προτεραίαν ἡμέραν γεγονότι, χωρὶς τοῦ πεπονθέναι τὴν κεφαλὴν ἢ τὸ στόμα τῆς κοιλίας, ἐν μιᾷ δυνατὸν ἡμέρᾳ
227
τελέως ἐξιάσασθαι, πλεονάσαντας μὲν ἐν ταῖς ξηραῖς τρίψεσι, γυμνάσαντας δ᾿ ὀξύτερον, ἐλάττονι δὲ ποτῷ χρησαμένους ἐδέσμασί τε ξηραντικωτέροις. ὡς ὅσαι γε μετὰ τοῦ τὴν κεφαλὴν ἢ τὸν στόμαχον ἀπολαῦσαί τι τῆς ἐξ οἴνου βλάβης ὑγρότητές εἰσι περιτταὶ, τοῦ νῦν ἐνεστῶτος οὐ δέονται λόγου· ῥηθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν τοῖς τῶν νοσωδῶν συμπτωμάτων. αἱ δ᾿ ἐπ᾿ ἀργίᾳ πάνυ μακροτέρα τὴν ἀρχὴν οὐδ᾿ ἂν γένοιντό ποτε κατὰ τὴν προκειμένην διάθεσιν, ὥσπερ οὐδ᾿ αἱ διὰ πλῆθος ἐδεσμάτων ὑγρῶν τῇ φύσει, οἷαί περ αἱ πλεῖσται τῶν ὀπωρῶν εἰσι καὶ τῶν λαχάνων ὅσα μὴ δριμέα. γενομένας δ᾿ αὐτὰς ἀθρόως μὲν οὐχ οἷόν τε θεραπεύειν· εἰ γὰρ εἰς τοσοῦτον πονήσειεν ὁ ἄνθρωπος, ὡς αὐτάρκως ξηρᾶναι τὴν ἕξιν, ἁλώσεται κόπῳ καὶ πυρέξει πυρετὸν μὲν ἐφήμερον πάντως, ἂν δὲ καὶ μοχθηραὶ τύχωσιν ὑγρότητες ὑπάρχουσαι, πλειόνων ἡμερῶν· ἐν χρόνῳ δ᾿ ἂν ἐπανορθωθεῖεν, ὡς ὕστερον εἰρήσεται κατ᾿ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τὰς μοχθηρὰς κράσεις ἐπὶ τὸ βέλτιον ἀλλοιοῦμεν. ὁμοία γὰρ ἡ πρόνοια τῶν ἐπικτήτων διαθέσεών
228
ἐστι καὶ τῶν φυσικῶν δυσκρασιῶν, ὥστ᾿ οὐδὲν χρὴ τὸ νῦν εἶναι περὶ αὐτῶν διεξέρχεσθαι.

Λείπεται οὖν ἔτι περὶ τῶν ἑωθινῶν τε καὶ κατὰ τὴν ἑσπέραν τρίψεων διελθεῖν, οὐ μὰ Δί᾿ οὕτως, ὥς φασὶν ἀποκρίνασθαι Κόϊντον ἐρομένῳ τινὶ γυμναστῇ, τίνα δύναμιν ἔχει τὸ ὑποσυγχρίεσθαι, φάμενον ἀφανίζειν τὰ ἱμάτια. τούτοις γὰρ τοῖς ὀνόμασιν, οἷς ἐγὼ νῦν ἐχρησάμην, ἐρέσθαι τε λέγουσι τὸν γυμναστὴν, ἀποκρίνασθαί τε τὸν Κόϊντον. ὅμοιόν τι τοῦ Κοΐντου περιφέρεται ἀπόφθεγμα, τό τε περὶ τῶν οὔρων, ὡς γραφέως ἐστὶ καταμανθάνειν αὐτὰ, καὶ τὸ περὶ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ὅτι βαλανείων ἐστὶ τὰ τοιαῦτα τῶν ὀνομάτων. ἂ ἐγὼ μὲν ἂν δοίην, μὴ ὅτι Κόϊντον, ἀλλ᾿ οὐδὲ τῶν ἀπὸ Θεσσαλοῦ τινα φθέγξασθαι· βωμολοχικὰ γὰρ ἅπαντ᾿ ἐστὶ τὰ τοιαῦτα κομψεύματα καὶ οὐδαμῶς ἀνδρὶ προσήκοντα σεμνῆς οὕτω τέχνης ἐπιστήμονι. βέλτιον οὖν ὑπὲρ μὲν τῆς ἑωθινῆς ἀνατρίψεως ᾧδ᾿ ἐπισκοπεῖσθαι κατά γε τὸ προκείμενον ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σῶμα. τουτὶ γὰρ ἤτοι

229
παντάπασιν ἄμεμπτόν ἐστι μετὰ τοὺς ὕπνους, ἤ τινι τῶν κοπωδῶν ἐνέχεται διαθέσεων, ἢ καὶ τῶν ἄλλων τινὶ, περὶ ὧν ἐφεξῆς ἐν ταῖς κοπώδεσιν ὀλίγον ἔμπροσθεν ἄχρι τοῦ δεῦρο διῆλθον. εἰ μὲν οὖν ἄμεμπτον ὑπάρχει, περίεργόν ἐστιν ἀνατρίβειν ἢ ἀλείφειν αὐτὸ, πλὴν εἴ ποτ᾿ἀναγκαῖον εἴη συνενεχθῆναι κρύει κρατερῷ· τηνικαῦτα γὰρ, ὡς τοὺς μέλλοντας ψυχρολουτρεῖν, οὕτω καὶ τούτους τῇ τρίψει παρασκευάσομεν. εἰ δέ τις αἴσθησις εἴη κόπου, λέλεκται καὶ πρόσθεν, ὡς ἀλείφειν τε χρὴ τηνικαῦτα κα ἀνατρίβειν μαλακῶς. οὕτω δὲ καὶ εἰ ξηρότερόν γ᾿ εἴη πλείω τοῦ δέοντος, ἀλειπτέον μὲν ἐλαίῳ γλυκεῖ, τέγγει γὰρ τοῦτο τὸν ξηρὸν χρῶτα, τριπτέον δ᾿. ἐλάχιστα μὲν, ἀλλὰ μήτε σκληρᾷ τρίψει, μήτε μαλακῇ. προτρέψαι γὰρ μόνον δεόμεθα τὴν ἀνάδοσιν, οὔτε δ᾿ ἀλλοιῶσαι τοῦ δέρματος ἢ τῆς σαρκὸς τὴν ἕξιν, οὔτε διαφορῆσαί τι τῶν περιεχομένων ἐν αὐτοῖς. ἐργάζεται δὲ ἄμφω μὲν ἡ μαλακὴ, θάτερον δὲ ἡ σκληρὰ τρίψις, εἴ γε δὴ πυκνοῖ μὲν αὕτη καὶ σκληρύνει τὸ δέρμα, διαφορεῖ δ᾿ ἡ μαλακὴ καὶ ἀραιὸν
230
καὶ μαλακὸν ἀπεργάζεται τὸ σῶμα. πύκνωσιν μέντοι τοῦ δέρματος ἐπανορθώσασθαι βουλόμενοι, τὴν μὲν ἐπὶ ταῖς σκληραῖς ἀνατρίψεσι, καὶ λαβαῖς, καὶ σφοδρῷ γυμνασίῳ, καὶ κόνει πολλῇ γεγενημένην, ἐλαίῳ δαψιλεῖ καὶ γλυκεῖ χρώμενοι, μαλακῶς ἀνατρίψομεν, τὴν δ᾿ ἐπὶ τῇ ψύξει, πρώτως μὲν ταῖς ξηραῖς τε ἅμα καὶ ταχείαις ἀνατρίψεσι, δευτέρως δὲ ταῖς δι᾿ ἐλαίου θερμαίνοντες, εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν. ἀραιότητα δὲ τὴν ἐπί τε λουτροῖς πλείοσι καὶ τρίψεσι μαλακαῖς ἀφροδισίων τε χρήσεσι γεγενημένην, ὀλίγαις μὲν ταῖς ξηραῖς ἀνατρίψεσιν, ὀλίγαις δ᾿ ἐφεξῆς αὐτῶν ταῖς σὺν ἐλαίῳ τινὶ τῶν στυφόντων ἰασόμεθα. τὰς δ᾿ ἐπὶ πλέοσι ποτοῖς ὑγρότητας αἱ ξηραὶ μόναι θεραπεύουσι, διά τε σινδόνων ἢ χειρίδων ἐπιτελούμεναι, καὶ αὐτῶν μόνων ἐνίοτε τῶν χειρῶν, ἢ χωρὶς λίπους παντὸς, ἢ σὺν ἐλαχίστῳ τινί. ἔστω δὲ τὸ ἔλαιον τοῦτο γλυκὺ, ἵν᾿ ᾖ διαφορητικὸν, ἁπάσης ἀπηλλαγμένον στυφούσης ποιότητος. ᾧδε μὲν ἔχει περὶ τῆς ἑωθινῆς ἀνατρίψεως. ἡ δ᾿ εἰς ἑσπέραν
231
ἤτοι κοπώδεσιν ἱκανῶς ὑπάρχουσιν, ἢ κατεξηρασμένοις, ἢ ἀτροφοῦσιν ἐπιτήδειος. ἀλλὰ τὸ μὲν τῆς ἀτροφίας σύμπτωμα τό γε νῦν ἐξαιρείσθω τοῦ λόγου, μετὰ τῶν ἄλλων ἁπάντων νοσωδῶν συμπτωμάτων ἑξῆς προχειρισθησόμενον. ἐπὶ δὲ τῆς ὑποκειμένης φύσεως, ὅταν ἤτοι κόπος ἰσχυρὸς, ἢ ξηρότης τις ἄμετρος ὑπάρχῃ κατὰ τὸ σῶμα, τὸ μὲν ἄριστον ἔλαττον γιγνέσθω, πλείων δ᾿ ὁ μεταξὺ χρόνος ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δ᾿ ἐφ᾿ ἡσυχίας· ὀλίγον δέ τι καὶ περιπατείτωσαν, ὡς ὑποκαταβῆναι τὰ σιτία ταῖς ὀρθίαις κινήσεσι κατασεισθέντα· βέλτιον δὲ καὶ εἰ ἀποπατῆσαι δυνηθεῖεν. τούτων γὰρ ἁπάντων καλῶς γενομένων ἀκίνδυνον ἀνατρίβειν ἐλαίῳ γλυκεῖ, μὴ πάντη τῆς γαστρὸς ἐφαπτόμενον· εἰ δὲ μὴ, κίνδυνος αὐτά τε τὰ σιτία πεφθῆναι χεῖρον, ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον, ἐπιθολωθῆναί τε τὰς κεφαλὰς, ἀνατραπῆναί τε τὸν στόμαχον. ἄριστον μὲν οὖν ἐστι τὸ μηδ᾿ ὅλως ἅπτεσθαι τῆς γαστρός· ἢν δέ ποτε τῶν ἀμφ᾿ αὐτὴν μυῶν ἤτοι κοπώδης τις αἴσθησις, ἢ πλείων φαίνοιτο ξηρότης, ἀλείφειν τὰ μέτρια
232
πρᾴως ἐφαπτομένην. εἰ δὲ καὶ τὰς αἰτίας τις ἀκοῦσαι ποθεῖ τῶν εἰρημένων, τὸν ἑξῆς ἀναμένοι λόγον, ἐν ᾧ περὶ τῶν νοσωδῶν συμπτωμάτων διερχόμεθα· νυνὶ μὲν γὰρ ἤδη μοι δοκῶ μέγεθος αὔταρκες ἔχειν τὸν ἐνεστῶτα.

233

Οὐχ ὡς οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν, ἐν τοῖς σοφιστικοῖς ζητήμασι κατατρίψαντες τὸν χρόνον, ἤτοι διὰ βραχέων ἐπιτρέχουσι τὸν περὶ τῶν ἀναγκαιοτάτων λόγον, ἢ καὶ παντάπασι παραλείπουσιν, οὕτω καὶ ἡμεῖς ποιήσομεν, ἀλλ’ ὅπερ ἀπ’ ἀρχῆς ἐνεστησάμεθα, τὸ χρήσιμον αὐτὸ διερχόμενοι , τά λογικωτέραν ἔχοντα τὴν ἐπίσκεψιν εἰς ἕτερον ἀναβαλούμεθα καιρόν. αὐτίκα γέ τοι περὶ τῶν νοσωδῶν συμπτωμάτων, ὑπὲρ ὧν ἐν τῷδε τῷ λόγῳ πρόκειται διελθεῖν, οὐ μικρὰ ζήτησίς ἐστι, πότερον ἐκ τῆς ὑγιεινῆς

234
ὑπάρχει πραγματείας, ἢ ἐκ τῆς θεραπευτικῆς, ἢ τούτων μὲν οὐδετέρας, ἄλλης δέ τινος ἀμφοῖν τρίτης, ἣν οὖν καὶ μέσην ὑγείας τε καὶ νόσου τίθενταί τινες οὐδετέραν ὀνομάζοντες. ἐγὼ δ’ ἐπιστάμενος μὲν, ὡς, εἴτ’ ἐν τοῖς ὑγιεινοῖς τις, εἴτ’ ἐν τοῖς θεραπευτικοῖς αὐτῶν μνημονεύσειεν, ὁμοίως ὑπὸ τῶν σοφιστῶν ἐπηρεασθήσεται, γινώσκων δ’ οὐδὲν ἧττον, ὡς, εἰ καὶ τρίτης τις αὐτοῖς ἀναθείη γενέσθαι πραγματείας, ὑπὲρ τῶν οὐδετέρων διαθέσεων ἐπιγράψας, ἔτι καὶ μᾶλλον ἐπιγελάσονται, καὶ τωθάσουσι, καὶ ἐρήσονται, περὶ τῶν ἀῤῥενικῶν καὶ θηλυκῶν ἐν ποίᾳ πραγματείᾳ διδάσκομεν, εἱλόμην ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ διελθεῖν ὑπὲρ αὐτῶν. εἰ γὰρ ἀδύνατον μέν ἐστιν ἐκφυγεῖν τῶν σοφιστῶν τὴν γλωσσαλγίαν, ἔλαττον δ’ ἐπηρεάσουσιν οὕτω πραξάντων, ἄμεινον ἴσως ἐστὶν οὕτω ποιεῖν. ἔτι δὲ μᾶλλον ἄν τις ἐξ αὐτῆς τῆς θεωρίας ἐπιγνοίη τὴν κοινωνίαν τῆς διδασκαλίας, εἰ προσέχοι τὸν νοῦν ἀκριβῶς τοῖς λεχθησομένοις, ὧν ἀρκτέον ἐνθένδε. τῆς ὑγιεινῆς ἐπιστήμης οὐ φαυλότατόν ἐστι μόριον ἡ περὶ τὰ γυμνάσια τέχνη·
235
ταύτης δ’ αὐτῆς οὐ σμικρὰ μοῖρα τὸ φυλάξασθαι κόπους. ἐδείχθη δ’ ἐν τοῖς ἔμπροσθεν, ὡς ὁμοία τίς ἐστιν ἥ τε προφυλακὴ τῶν ἐσομένων κόπων καὶ ἡ ἐπανόρθωσις τῶν ἤδη γεγονότων. οὔκουν ἑτέρωθι μὲν ἐχρῆν ἐκδιδάσκειν, ὅπως χρὴ φυλάττεσθαι κόπους, ἑτέρωθι δ’, ὅπως εἰς τὸ κατὰ φύσιν ἐπανάγειν προσήκει τοὺς ἤδη γεγονότας. διὰ ταῦτα μὲν οὖν ἐν τῷ πρὸ τούτου γράμματι, τρίτῳ τῆς ὅλης πραγματείας ὄντι, περὶ τῶν ἐπὶ γυμνασίων κόπων ὁ λόγος ἡμῖν ἐγένετο μετὰ καὶ τοῦ τῶν ὁμοίων αὐτοῖς ἐπιμνησθῆναι διαθέσεων, ὧν ἔνιαί τινες ἐπὶ γυμνασίοις ἐγίγνοντο μάλιστα. νυνὶ δὲ πρῶτον μὲν ὑπὲρ αὐτῶν ἐροῦμεν, ἐπειδὰν ἄνευ γυμνασίων γίγνωνται· δεύτερον δὲ καὶ περὶ τῶν ὁμοειδῶν αὐτοῖς.

Ὁ μὲν οὖν ἐπὶ γυμνασίοις ἀμέτροις γιγνόμενος κόπος ὑγιεινόν τι σύμπτωμά ἐστιν, ὁ δὲ τούτων χωρὶς νοσῶδες. ὥστε καὶ Ἱπποκράτει δοκεῖν κάλλιστα εἰρῆσθαι· κόποι αὐτόματοι φράζουσι νόσους. ἡ μὲν οὖν ἑλκώδης αἴσθησις

236
σύμπτωμά ἐστι κοπῶδες. ἡ δ’ αἰτία, δι’ ἣν αὕτη γίγνεται, διάθεσίς ἐστι κοπώδης. ἡ δὲ καὶ ταύτης αὐτῆς αἰτία διττὴν ἔχει τὴν διαφοράν· ἤτοι κατ’ αὐτὸ τοῦ ζώου τὸ σῶμα περιεχομένη, καὶ ὀνομάζεται τηνικαῦτα προηγούμενον αἴτιον, ἢ μηδ’. ὅλως ἐνυπάρχουσα, καὶ καλεῖται προκαταρκτικὸν αἴτιον. ὡς εἶναι μὲν τρία τὰ σύμπαντα γένη, περὶ ὧν ἡμῖν ἐνέστηκε λόγος, τό τε σύμπτωμα τὸ κοπῶδες, καὶ τὴν διάθεσιν τὴν κοπώδη, καὶ τὴν αἰτίαν αὐτῆς, ἑκάστου δ’. αὐτῶν εἰδικάς τινας ὑπάρχειν διαφοράς· ἐν μὲν ταῖς αἰτίαις, ὡς εἴρηται νῦν δὴ, τὴν προηγουμένην καὶ τὴν προκατάρχουσαν, ἐν δὲ ταῖς διαθέσεσιν, ὡς ἐν τῷ πρὸ τούτου λόγῳ δέδεικται, τὴν ἑλκώδη, καὶ τὴν τονώδη, καὶ τὴν φλεγμονώδη, καὶ μέντοι κᾀν τοῖς συμπτώμασι τρεῖς τὰς αὐτάς. ὀνομάζειν οὖν ἔξεστιν, εἰ βούλοιτό τις, ἑτέρως· οὔτε δὲ πλείω τῶν εἰρημένων λέγειν τε καὶ ποιεῖν ἔξεστιν, ἀληθεύειν γε βουλομένοις, οὔτε πλείους διαφορὰς τῶν λελεγμένων. ὁ μὲν οὖν ἑλκώδης κόπος (ἀρκτέον γὰρ ἀπὸ τοῦδε) κινουμένοις αἴσθησιν ἀνιαρὰν ὡς ἑλκουμένου φέρει τοῦ σώματος,
237
ἤτοι κατὰ τὸ δέρμα μόνον, ὅταν ᾖ μετριώτερον, ἢ κατὰ τὰς ὑποκειμένας αὐτῷ σάρκας, ὅταν γένηται σφοδρότερον, ἢ κατὰ τὸ συναμφότερον, ἐπειδὰν ἰσχυρότερον ᾖ. καὶ τοῦτο μέν ἐστι τὸ κοπῶδες σύμπτωμα. διάθεσις δὲ κοπώδης, ἐφ’ ᾗ γίνεται τὸ σύμπτωμα, δριμύτης ὑγρῶν ἐστι λεπτῶν καὶ θερμῶν, ὡς διαβιβρώσκειν τε καὶ κεντᾷν καὶ νύττειν τὰ σώματα. γίνεται δὲ αὕτη ποτὲ μὲν ἐπὶ ταῖς ἀμέτροις κινήσεσιν, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται λόγῳ, ποτὲ δ’ ἐπὶ κακοχυμίᾳ τινὶ λεληθότως ὑποτραφείσῃ, καὶ τοὺς τοιούτους κόπους αὐτομάτους Ἱπποκράτης |ὀνομάζει. τὸ δ’ ἕτερον γένος τοῦ κόπου τὸ τονῶδες, ὅταν αὐτόματον συνιστῆται, ταῖς καλουμέναις πληθώραις ἕπεται. διατείνεται γὰρ ἐν ταύταις τὰ στερεὰ τοῦ ζώου μόρια, καὶ μάλιστα ἐν οἷς οἱ χυμοὶ περιέχονται. τὸ δὲ τρίτον τοῦ κόπου γένος τὸ φλεγμονῶδες ἐπὶ πληθώρᾳ τε ἅμα καὶ τῇ προειρημένῃ γίνεται κακοχυμίᾳ. οὐ γὰρ δὴ πᾶν εἶδος κακοχυμίας, ἀλλ’ ἐκεῖνο μόνον, ἐν ᾧ δριμύτης ἐστὶ δακνώδης, ἐργάζεται τὸν ἑλκώδη κόπον· οὐδ’ οὖν οὐδ’ αὐτὸ, κατὰ τὰς φλέβας 
238
ἀναμεμιγμένον τῷ αἵματι, λανθάνει γὰρ αὐτῆς ἡ δύναμις τηνικαῦτα, διαῤῥεούσης τε ἅμα καὶ νικωμένης ὑπὸ τῆς τοῦ αἵματος χρηστότητος, ἀλλ’ ὅταν εἴς τε τὰς σάρκας καὶ τὸ δέρμα μεταληφθεῖσα μόνη στηριχθῇ, τὴν ἑλκώδη διάθεσίν τε καὶ αἴσθησιν ἐπιφέρει. ὅσοι δὲ πλήθους ἔκγονον ὑπάρχειν οἴονται τὸν κόπον τοῦτον, σφάλλονταί, οὔτε γὰρ τοῦ τοιούτου πλήθους, ὃ δὴ καὶ πληθώραν ὀνομάζουσι, (τόν τονώδη γὰρ κόπον ἐκεῖνο ἐργάζεται,) οὔτε τοῦ τὴν δύναμιν βαρύνοντος, οὐ γὰρ δῆξις οὐδὲ ἕλκωσις, ἀλλ’ ἤτοι βάρος τε καὶ δυσκινησία τοῦ τοιούτου πλήθους ἐστὶ συμπτώματα, τὴν ψυχικὴν βαρύνοντος δύναμιν, ὅταν ὡς πρὸς ταύτην ὑπάρχῃ πλέον, ἢ κακοσφυξίαι τινὲς, ὅταν πρὸς τὴν ζωτικήν. εἴρηται δ’ ὑπὲρ αὐτῶν αὐτάρκως ἐν τῷ περὶ σφυγμῶν, ὥσπερ γε κᾀν τῷ περὶ πλήθους βιβλίῳ τὰ γνωρίσματα τῆς φυσικῆς δυνάμεως εἴρηται βαρυνομένης ἅμα τοῖς τῶν ἄλλων ἀμφοτέρων. οὔκουν τὸ πλῆθος αἴτιόν ἐστι τοῦ τὴν ἑλκώδη φέροντος αἴσθησιν κόπου, ἀλλ’ ἡ τῶν ἐν τῷ δέρματι καὶ τῇ σαρκὶ περιεχομένων ὑγρῶν δριμύτης.
239
αὕτη γὰρ, ἐπειδὰν μὲν ἡσυχάζουσα περικέηται, διαλανθάνει τὴν αἴσθησιν, εἰς κίνησιν δ’ ἀφικομένη παραχρῆμα γνωρίζεται. κίνησις δ’ αὐτῇ πρώτη μὲν καὶ μάλιστ’ ἐγγίνεται κατά τινας οἰκείους λόγους, οὓς ἑξῆς ἐροῦμεν, ἑτέρα δὲ κατὰ συμβεβηκὸς, ἐπειδὰν ἡμεῖς αὐτοὶ προελόμενοι κινῆσαί τι μέρος ἢ καὶ σύμπαν τὸ σῶμα σὺν ἐκείνῳ καὶ τὰς περιεχομένας ἐν αὐτῷ κινήσωμεν ὑγρότητας. ἀλλ’ ἡ μὲν τοιαύτη κίνησις ἐλαχίστη ἐστὶ, καὶ τὴν κοπώδη μόνην αἴσθησιν ἐπιφέρει, ἡ δὲ σφοδροτέρα ῥίγους ἐστὶν αἰτία, ἡ μέση δ’ ἀμφοῖν φρίκης. ὅτι δ’ οὐδὲν κωλύει, κᾂν θερμὸν ὑπάρχῃ τὸ αἴτιον, ῥῖγός τε καὶ φρίκην αὐτὸ ποιεῖν, ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ἀποδέδεικται. νῦν δ’ ἀρκεῖ μόνον αὐτὰ τὰ κεφάλαια τῶν ἐν ἐκείνῳ τῷ λόγῳ δεδειγμένων ὑπόθεσιν ποιήσασθαι τοῖς παροῦσιν. ὅταν ἐν τοῖς αἰσθητικοῖς σώμασιν ὑποτραφῇ περιττώματα δάκνοντα, κατὰ διττὸν τρόπον εἰς κίνησιν ἀφικνεῖται· καθ’ ἕνα μὲν ὑπ’ αὐτῶν τῶν αἰσθητικῶν σωμάτων ὠθούμενα, δύναμιν ἐχόντων ἀποκριτικὴν τῶν ἀλλοτρίων, καθ’ ἕτερον
240
δὲ ὑπὸ κινήσεως σφοδροτέρας, ἣν ἔκ τε τῶν γυμνασίων ἐπικτᾶται, καὶ θυμοῦ, ἢ καὶ τῆς ἐκ τοῦ περιέχοντος θερμασίας. τὰ μὲν οὖν ὑπόθερμά τε καὶ σηπεδονώδη περιττώματα, κινηθέντα σφοδρότερον, οὐ φρίκην μόνον ἢ ῥῖγος ἐπιφέρει, ἀλλὰ καὶ πυρετὸν ἐξάπτει· τὰ δὲ ψυχρά τε ἅμα καὶ λεπτομερῆ φρίκην μὲν καὶ ῥῖγος ἐπιφέρει, πυρετὸν δὲ οὐκ ἐξάπτει. προσεῖναι δέ τι καὶ πλῆθος ἀξιόλογον ἑκατέροις ἀναγκαῖον, εἰ μέλλοι ταῦτα ποιῆσαι. ὅσα δ’ ἤτοι παντάπασιν ὀλίγα περιττώματα δάκνοντα τοῖς αἰσθητικοῖς ἐγγίνεται σώμασιν, ἢ πλείω μέν ἐστιν, οὔπω δ’ ἀκριβῶς δακνώδη, τὸν ἑλκώδη κόπον ἐργάζεται. καὶ δὴ καὶ λεκτέον ἡμῖν ὑπὲρ τούτων ἐστὶν ἐν τῷ παρόντι λόγῳ, τὰ γὰρ τοὺς πυρετοὺς ἐπιφέροντα τῆς θεραπευτικῆς ἐστι πραγματείας· οὐ μὴν ἀλλὰ καὶ ὅσα φρίκην μὲν ἐργάζεται, πυρετοὺς δ’ οὐκ ἐξάπτει, καὶ ταῦτα τῆς ἐνεστώσης ἐστὶ πραγματείας.

241

Ἡ ἴασις δὲ, ἡ μέν τις εἰς κοινοὺς ἀμφοτέροις ἀνάγεται σκοποὺς, ἡ δέ ἔστιν ἑκατέρων ἴδιος· εἰρήσεται δὲ πρότερον ἡ κοινή. χρὴ τοίνυν, εἴτε θερμὸν, εἴτε ψυχρὸν εἴη τὸ περίττωμα, κενοῦν, ἢ ἀλλοιοῦν αὐτό. δέχεται δ’ οὐ πᾶν περίττωμα τὴν ἐκ τῆς φύσεως ἀλλοίωσιν, ὥσπερ οὐδὲ πᾶν ἔδεσμα πᾶσι τοῖς ζώοις τὴν ἐν τῇ γαστρὶ πέψιν, ἀλλ’ εἶναι χρή τινα συγγένειαν τῷ πεττομένῳ πρὸς τὸ πέττον. ὅταν οὖν ἀλλότριον ᾖ παντάπασιν, οὐδεμία μηχανὴ τοῦτο τὸν ἐκ τῆς φύσεως ἐπιδέξασθαι κόσμον, ἀλλὰ χρὴ κενοῦν αὐτὸ πειρᾶσθαι διὰ ταχέων, ὥσπερ γε καὶ τὰ κατὰ τὴν γαστέρα διαφθαρέντα τελέως ἢ ἐμέτοις, ἢ διαχωρήσεσιν ἐκκενοῦσθαι κράτιστον. οὐ μὴν ἐνδέχεται τὴν ἐν τῇ σαρκὶ καὶ τοῖς ἄλλοις σώμασιν ἀναπεπομένην κακοχυμίαν ἑτοίμως οὕτως ἐκκενοῦν, ὡς τὴν ἐν ταῖς αἰσθηταῖς εὐρυχωρίαις περιεχομένην. ἐνίοτε δὲ καὶ ἡ φύσις αὐτὴ τοῦ κάμνοντος οὐ προσίεται βοήθημα ταχέως ἐκκενῶσαι δυνάμενον. οὕτω δὲ καὶ ἄλλη τις ἔστιν ὅτε διάθεσις

242
ἀνθίσταται καὶ ἀπαγορεύει τὸν τοιοῦτον τρόπον τῆς κενώσεως, ὑπὲρ ὧν ἐφεξῆς εἰρήσεται, πρότερόν γε τὸ λεῖπον ἐν τῇ πρώτῃ διαιρέσει προσθέντων ἡμῶν. οἱ μὲν γὰρ κοινοὶ σκοποὶ τῆς τῶν περιττωμάτων ἰάσεως εἴρηνται, κένωσίς τε καὶ ἀλλοίωσις. ἰδίους δ’ ἑκατέρων προσθετέον ἡμῖν· οὐ γὰρ ἑνὶ τρόπῳ κενωτέον, οὐδὲ ἀλλοιωτέον, ἀλλὰ τὸν οἰκεῖον ἀεὶ τῷ λυποῦντι ζητητέον. οἰκεῖος δὲ, συλλήβδην εἰπεῖν, ὁ διὰ τῶν ἐναντίων ἐστὶν, ἐν μέρει δὲ καθ’ ἕκαστον ἐναντίων. τὰ μὲν κεφάλαια τοῦ λόγου ταῦτα· χρὴ δ’ ἐξηγήσασθαι πλατύτερον αὐτὰ, καὶ τὴν οἰκείαν ἀπόδειξιν ἑκάστῳ προσθεῖναι, τὴν ἀρχὴν ἀπὸ τῆς ἑλκώδους διαθέσεως ποιησαμένους.