De semine

Galen

Galen, De semine, Claudii Galeni Opera Omnia, Kühn, Volume 4, 1822

Ὅσον μὲν οὖν αὐτοῦ τῶν ὑστερῶν ἔψαυσε, τοῦτο ὑμὴν εὐθέως ἐγένετο, καθότι μικρὸν ἔμπροσθεν ἐδείχθη. τὸ δ’ ἄλλο πᾶν εἶχε μὲν δήπου καὶ αὐτὸ συμφύτους δυνάμεις, ἑλκτικὴν μὲν τῶν οἰκείων, δι’ ἧς καθέλξειν τε καὶ ἀλλοιώσειν ἔμελλε καὶ τροφὴν ἑαυτῷ ποιήσασθαι, τῶν ἀλλοτρίων δὲ καὶ περιττῶν ἀποκριτικήν. εἶχε δὲ καὶ ὕλας οἰκείας, ἃς ἕλξειν ἔμελλε παρὰ τῆς μήτρας, αἷμα καὶ πνεῦμα, διὰ τῶν στομάτων, οἷς συνῆπται. καὶ τοίνυν εὐθὺς ταῦτα εἵλξατο διὰ τοῦ περιέχοντος ὑμένος οὐδέπω σκληροῦ γεγονότος. ἅμα τε οὖν ἐφέρετο τὰ παρὰ τῆς μήτρας ἐκ τῶν ἀγγείων ἑλκόμενα, καὶ ὁ ὑμὴν ἀεὶ καὶ μᾶλλον ἐγίνετο σκληρός. καὶ τελέως μὲν οὕτως ἤδη σκληρὸς ἦν καὶ συνεχὴς, ὅλον ἐν κύκλῳ περιλαμβάνων τὸ κύημα, μόνα δ’ ἐκεῖνα διετέτρητο, δι’ ὧν ταῖς ὕλαις ἦν ἡ φορά. ἅτε γὰρ οὐδένα χρόνον ἡσυχαζούσης τῆς ὁλκῆς, ἔμενεν ἀεὶ τὸ τρῆμα

535
τοῦ ὑμένος, οὐ δυνάμενον συμφῦναι διὰ τὸ μηδ’ ἄλλο μηδὲν ἕτερον ἑτέρῳ δύνασθαι συμφῦναι, μέσων ἱσταμένων ἀεικινήτων σωμάτων. οὐ μόνον δὲ οὐ συμφύεται τὸ τρῆμα τοῦ ὑμένος, ἀλλὰ καὶ διὰ παντὸς εὐρύνεται πρὸς λόγον τοῦ πλήθους τοῦ διαῤῥέοντος. διαῤῥεῖ δὲ ἀεὶ μὲν τὸ θρέψον, οὐκ ἴσον δ’ ἀεὶ τῷ πλήθει, διότι μηδ’ αὐτὸ τὸ τρεφόμενον ἴσον ἀεὶ φυλάττει τὸ μέγεθος, ἀλλ’ ἐπιδίδωσιν συνεχῶς αὐξανόμενον. ὥστε ἀναγκαῖόν ἐστιν ἀνάλογον ἐκείνου τῆς αὐξήσεως τὸ πλῆθος τῶν ὑλῶν ἐπιῤῥεῖν, αἷμα μὲν ἐκ τῶν φλεβῶν, πνεῦμα δὲ σὺν αἵματι λεπτομερεῖ καὶ ὀλίγῳ καὶ θερμῷ διὰ τῶν ἀρτηριῶν, καὶ δὴ καὶ τῷ χρόνῳ συριγγουμένην θ’ ἅμα καὶ τελεουμένην τὴν ὁδὸν ἀγγεῖον γίνεσθαι.

Ἀλλὰ γὰρ οὐ χρὴ καθ’ ἓν ἔργον τῆς φύσεως ἐξηγούμενον τῶν κινήσεων τὴν ἀκολουθίαν ἑαυτὸν λαθεῖν ἀποχωρήσαντα πόῤῥω τῆς ἀρχῆς. ἐπανέλθωμεν οὖν αὖθις ἐπ’ ἐκείνην. ἐπειδὴ προσέπεσε τῷ τῆς μήτρας πυθμένι

536
τὸ σπέρμα, καὶ ἦν ἀδύνατον ὑπαλεῖψαι πᾶσαν αὐτὴν, ἀποφύσεις ἔχουσαν ἑκατέρωσε, καθάπερ τινὰ κέρατα, καὶ ταῦτα ὑπήλειψεν ἡ φύσις ἑτέρῳ σπέρματι, τῷ τοῦ θήλεος, ἅπερ ἐπιδέδεικται μὲν ἡμῖν ἐν ἑτέροις, εἰρήσεται δὲ καὶ νῦν ὀλίγον ὕστερον, ὡς μὴ διακόπτοιτο τοῦ λόγου τὸ συνεχές. εἰς γάρ τοι τὰ κέρατα ταῦτα, καθ’ ἑκάτερον μέρος ἓν ὑπάρχον, ἐμβάλλει σπερματικὸν ἀγγεῖον ἐκ τῶν τῆς θηλείας ὄρχεων ὁρμηθέν. ὅταν οὖν ὑπὸ τὸν αὐτὸν χρόνον ἅμα τῷ ἄῤῥενι τὸ θῆλυ σπερμαίνῃ, δι’ ἑκατέρας τῶν κεραιῶν ἐξακοντιζόμενον τὸ σπέρμα καὶ φερόμενον εἰς μέσον τῆς μήτρας τὸ κύτος ἅμα μὲν ὑπαλείφει τὰς ὁδοὺς, ἅμα δ’ ἐξικνεῖται πρὸς τὸ τοῦ ἄῤῥενος σπέρμα, καὶ αὐτό τε μίγνυται τούτῳ, καὶ ὑμέσιν ἀλλήλοις ἐπιπλέκονται, οὓς τότε κατὰ τὴν οἰκείαν ὁδοιπορίαν εἰργάσατο τὸ τοῦ θήλεος σπέρμα, ὡς τὴν σύμπασαν γονὴν περιλαμβάνειν ταύτην τὴν χρείαν τῷ κυήματι, καὶ οἷον τροφή τις τῷ ἄῤῥενι γίνεσθαι. λεπτότερον μὲν γάρ ἐστιν αὐτοῦ καὶ ψυχρότερον, οἰκειότερον δὲ ἄλλου παντὸς εἰς θρέψιν. ἣν δὲ εἶπον χρείαν παρέχειν αὐτῷ κατὰ 
537
τὴν τοῦ ὑμένος γένεσιν, ἀκριβεστέρας ἐξηγήσεως δεῖται. τὸν γὰρ περιλαμβάνοντα τὴν σύμπασαν γονὴν ὑμένα συμπλεκόμενον ἐξάπτει μὲν πρῶτον δι’ αὑτοῦ ταῖς κεραίαις, συνάπτει δ’ αὖθις ἅπαντι τῷ λοιπῷ κύτει τῆς μήτρας. ἔχει μὲν γὰρ ἐπιθυμίαν ἅπαντα αὐτῆς τὰ μόρια περιπτύσσεσθαι τῷ σπέρματι, δύναται δ’ οὐδέπω τοῦτο ποιεῖν ἀπέχοντα πλέον ἢ ὡς ψαύειν αὐτοῦ. ἀλλὰ καὶ ἐν πολλαῖς ἡμέραις, ἅμα μὲν αὐξανομένου τοῦ σπέρματος, ἅμα δὲ καὶ τῆς μήτρας ἀεὶ καὶ μᾶλλον ἑαυτὴν περιστελλούσης, ἄλλοτε ἄλλο μόριον αὐτῆς ἐπιδράσσεται τοῦ σπέρματος. ἅτε δὲ ὄντος ἔτι μαλακοῦ τοῦ περιέχοντος ὑμένος αὐτὸ καὶ τῶν ἀγγείων ἀνεστομωμένων, ἀντιλαμβάνεται δι’ αὐτῶν ἡ μήτρα τοῦ ὑμένος, ὥσπερ οἱ πολύποδες, ὧν ἂν ψαύσωσι ταῖς κοτυληδόσι. οὕτω γάρ ἐστι τὰ σώματα τῶν ἀγγείων ὅμοια ταῖς τῶν πολυπόδων κοτυληδόσιν, ὥστε οὐδὲ ὀνομάζουσιν ἄλλως αὐτά. λέλεκται δέ μοι τελεώτερον περὶ τούτου ἐν τῷ πέμπτῳ τῆς Ἱπποκράτους ἀνατομῆς ἐξελέγχοντι τὴν ἄγνοιαν τῶν ἐγκαλούντων τἀνδρὶ καὶ νομιζόντων, τὰς ἐπιτρεφομένας
538
ἐν κύκλῳ τοῖς στόμασι τῶν ἀγγείων σάρκας ἐν ἐνίοις τῶν ζώων ὀνομάζειν αὐτὸν κοτυληδόνας. οὔτε γὰρ ἐκείνας ὀνομάζομεν, αἱ δ’ ὄντως κοτυληδόνες ἀγγείων εἰσὶ πέρατα, δι’ ὧν ἐφ’ ἑκάστῳ μηνὶ τὸ περιττὸν τοῦ αἵματος ἐξ ὅλου τοῦ σώματος εἰς τὴν μήτραν ἐξοχετεύεται. ὅ τι δ’ ἂν τούτων τῶν στομάτων ἅψηται τοῦ σπέρματος, ἐπισπᾶται δι’ αὑτοῦ τὴν τροφὴν ἐκεῖνο, πρὸς ἑαυτὸ τετρημένου τοῦ ὑμένος, ὡς ἂν ἔτι μαλακοῦ τε καὶ νεοπαγοῦς ὄντος. εἶτ’ ἐν τῷ χρόνῳ, καθάπερ ὀλίγον ἔμπροσθεν εἶπον, ἀγγεῖον γίνεται συμφυές τε ἅμα καὶ ὅμοιον τῷ τῆς μήτρας. καί σοι πάρεστι θεάσασθαι κατὰ τὰς τῶν ἐγκυμόνων ζώων ἀνατομὰς καὶ μετὰ ἀρτηριῶν καὶ φλεβῶν τὸν ἔξωθεν ὑμένα τῶν ἐμβρύων. ὀνομάζεται δὲ χορίον ὑμὴν οὗτος ὁ ἔξωθεν, ὃν διοδεύουσιν αἱ ἀρτηρίαι τε καὶ αἱ φλέβες, ὕλας ἐκ τῆς μήτρας εἰς τὸ κυούμενον ἄγουσαι. θατέρῳ δ’ ὑμένι, τῷ πρὸς τὰς κεραίας ἀνήκοντι, τὴν μὲν προσηγορίαν διὰ τοῦ σχήματος ἔθεντο· παραπλήσιος γὰρ ὢν ἀλλᾶντι καὶ
539
τοὔνομα παρηγμένον ἀπ’ ἐκείνου κέκτηται. ἡ χρεία δὲ αὐτοῦ τοῖς ἐμβρύοις ἐν μὲν ταῖς πρώταις ἡμέραις, ἣν ἀρτίως εἶπον, αὐξανομένων δὲ τῶν ὑγρῶν περιττωμάτων, ὑποδέξασθαι τὸ ἕτερον. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ὀλίγον ὕστερον εἰρήσεται.

Πάλιν δ’ ἐπάνειμι πρὸς τὸ ἀναβεβλημένον ἐν ἀρχῇ. τοῦτο γὰρ ἕλκει μὲν πρὸς ἑαυτὸ διὰ τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων αἷμα καὶ πνεῦμα πρὸς τὴν ἰδίαν ἑκάτερον ἑαυτοῦ κοιλότητα, συνεφέλκεται δὲ, ὥσπερ εἴρηται καὶ πρόσθεν, ἅμα τῷ διὰ τῶν ἀρτηριῶν πνεύματι λεπτομερέστερόν τε καὶ θερμότερον αἷμα τοῦ κατὰ τὰς φλέβας. ἐκ μὲν δὴ τούτου τὸ θερμότατον τῶν σπλάγχνων δημιουργεῖ, τὸ δὲ ἕτερον αἷμα τὸ παχὺ τὴν ἥπατος ἰδέαν αὐτῷ συνίστησι. καὶ τοίνυν καὶ περαίνουσιν αἱ μὲν πολλαὶ φλέβες, αἱ διὰ τοῦ χορίου φερόμεναι· αἱ δ’ ἀρτηρίαι πρὸς ἕτερον θερμότερον, ὃ διὰ τὴν ὑπερβάλλουσαν θερμότητα, καθάπερ τις φλὸξ, οὐκ ἀναπαύεται κινούμενον, ἀλλ’ ἐναλλὰξ ἀεὶ διαστέλλεταί τε καὶ συστέλλεται. αἱ μὲν δὴ παράγουσαι τὰς ὕλας εἰς τάδε τὰ σπλάγχνα φλέβες τε καὶ ἀρτηρίαι

540
καθάπερ ῥίζαι τινὲς αὐταῖς εἰσιν· αἱ δ’ εἰς ὅλον ἐξάγουσαι τὸ κύημα πρέμνοις ἀνάλογοι εἰς πολλοὺς πτόρθους σχιζομένοις. ἡ γένεσις δὲ καὶ ταύταις ἐστὶ συριγγουμένης τῆς τοῦ σπέρματος οὐσίας. ἡ δὲ τρίτη τῶν ἀρχῶν. ἀφ’ ἧς σύμπαντα πέφυκε τὰ νεῦρα, τὴν γένεσιν ἐξ αὐτοῦ μόνον τοῦ σπέρματος ἔσχηκεν. ἐν γὰρ τῇ πρὸς τὸ θῆλυ σπέρμα μίξει πολλαὶ τῶν πομφολύγων ἐῤῥάγησαν, ἐξ ὧν εἴσω τε καὶ πρὸς τὸ βάθος ἐχώρει τὸ πνεῦμα σώζειν ἑαυτὸ γλιχόμενον. οὐ γὰρ οἷόν περ ἀτμὸς ἦν, ἀλλ’ αὐτοκίνητος ἀρχὴ ζώου, καθάπερ καὶ αὐτὸ τὸ περιέχον ὑγρὸν αὐτὸ κοιλίαν εἰργάσατο τῷ σπέρματι μεστὴν πνεύματος. ὅπως οὖν μηδ’ ἐντεῦθεν ἑτοίμως κενοῖτο, στεγανὸν ἑαυτῷ τὸν οἶκον ἐργάζεται τῆς περιειληφυίας αὐτὸ τοῦ σπέρματος ὑγρᾶς οὐσίας, ὅσον ἦν παχύτερόν τε καὶ σκληρότερον, ἀπωθούμενον εἰς τὴν ἐκτὸς περιγραφὴν, ὅπερ ἔμελλεν ἐν τῷ χρόνῳ θερμαινόμενόν τε καὶ ξηραινόμενον ὀστοῦν ἔσεσθαι. τοῦτο ἐν ἀρχῇ μὲν ἡ διαπλάττουσα τὸ ζῶον δύναμις ἐργάζεται·
541
φαίνεται δὲ οὐδέπω κατὰ τὴν ἀρχὴν ὑπὸ σμικρότητος, ἀλλ’ ὅταν γε πρῶτον φαίνεσθαι δύνηται, μέγιστα μέν εἰσι τὰ τρία ταῦτα, πλησίον δὲ ἀλλήλων ἐφεξῆς κείμενα καὶ ψαύοντα, τὸ μὲν τῶν νεύρων ἀρχὴ γενησόμενον, ὃ προσαγορεύομεν ἐγκέφαλον, ἐφ’ ὑψηλοτέρας ἕδρας ταχθὲν, ὑπόκειται δ’ αὐτῷ καρδία τε καὶ ἧπαρ ἀλλήλων ψαύοντα. τοῦ χρόνου δὲ προϊόντος, αἱ εἰρημέναι τρεῖς ἀρχαὶ καὶ διΐστανται πλέον, εἰς ὅλον τε τὸ προσπλαττόμενον τοῦ ζώου σῶμα διαπέμπουσι τὰ βλαστήματα, νωτιαῖον μὲν ὁ ἐγκέφαλος ἀποφύσας, οἷόν πέρ τι πρέμνον, ἡ καρδία δὲ τὴν μεγίστην ἀρτηρίαν, ἣν ἀορτὴν Ἀριστοτέλης ὀνομάζει, τὴν κοίλην δὲ φλέβα τὸ ἧπαρ. καὶ μὲν δὴ καὶ φαίνεται καταρχὰς εὐθὺς ἅμα τῇ τούτων γενέσει περὶ μὲν τὸν νωτιαῖον ἡ ῥάχις πηγνυμένη τὸν αὐτὸν τρόπον, ὃν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, ἀμφὶ δὲ τὸν ἐγκέφαλον ἐν κύκλῳ περιβληθὲν τὸ κρανίον, ὁ δὲ θώραξ περὶ τὴν καρδίαν, οἷόν περ οἶκός τις εὐρύχωρός τε ἅμα καὶ στεγανός. ἔμελλε δ’ ἄρα περὶ τὴν ἀποκύησιν οὐκ οἶκος μόνον, ἀλλὰ τὸ πρῶτόν τε 
542
καὶ κυριώτατον ἀναπνοῆς ὄργανον ἔσεσθαι. ταῦτα μὲν οὖν ὕστερά ποτε γίνεται.

Πάλιν δὲ ἐπὶ τὴν πρώτην σύστασιν τοῦ ζώου ἐπανάγωμεν τὸν λόγον, καὶ ὅπως γε ἡμῖν εὔτακτός τε ἅμα καὶ σαφὴς γένοιτο, διελώμεθα τέσσαρσι χρόνοις τὴν σύμπασαν τῶν κυουμένων δημιουργίαν. πρῶτος μὲν, ἐν ᾧ κατὰ τὰς ἀμβλώσεις τε καὶ κατὰ τὰς ἀνατομὰς ἡ τοῦ σπέρματος ἰδέα κρατεῖ. κατὰ τοῦτον τὸν χρόνον οὐδ’ Ἱπποκράτης ὁ πάντα θαυμάσιος ἤδη που κύημα καλεῖ τὴν τοῦ ζώου σύστασιν, ἀλλ’ ὡς ἀρτίως ἠκούσαμεν ἐπὶ τῆς ἑκταίας ἐκπεσούσης ἤδη γονῆς. ἐπειδὰν δὲ πληρωθῇ μὲν τοῦ αἵματος, ἡ καρδία δὲ καὶ ὁ ἐγκέφαλος καὶ τὸ ἧπαρ ἀδιάρθρωτα μὲν ἔτι καὶ ἄμορφα, πῆξιν δ’ ἤδη τινὰ καὶ μέγεθος ἀξιόλογον ἔχῃ, δεύτερος μὲν οὗτος ὁ χρόνος ἐστὶ, σαρκοειδὴς δὲ καὶ οὐκέτι γονοειδής ἐστιν ἡ οὐσία τοῦ κυήματος. οὐκοῦν οὐδὲ γονὴν ἔτι προσαγορεύοντα τὸν Ἱπποκράτην τοιαύτην ἰδέαν εὕροις ἂν, ἀλλ’, ὡς εἴρηται, κύημα. τρίτος ἐπὶ

543
τῷδε χρόνος, ἡνίκα, ὡς εἵρηται, τὰς μὲν τρεῖς ἀρχὰς ἔστιν ἰδεῖν ἐναργῶς, ὑπογραφὴν δέ τινα καὶ οἷον σκιαγραφίαν ἁπάντων τῶν ἄλλων μορίων. ἐναργεστέραν μὲν γὰρ ὄψει τὴν περὶ τὰς τρεῖς ἀρχὰς διάπλασιν, ἀμυδροτέραν δὲ τὴν τῶν κατὰ τὴν γαστέρα μορίων, καὶ πολὺ δὴ τούτων ἔτι ἀμυδροτέραν τὴν κατὰ τὰ κῶλα. ταῦτα γὰρ ὕστερον, ὡς Ἱπποκράτης ὠνόμασεν, ὀζοῦται, τὴν πρὸς τοὺς κλάδους ἀναλογίαν ἐνδειξάμενος τῇ προσηγορίᾳ. τέταρτος δ’ οὗτός ἐστι καὶ τελευταῖος χρόνος, ἡνίκα ἤδη τά τ’ ἐν τοῖς κώλοις ἅπαντα διήρθρωται, καὶ οὐδ’ ἔμβρυον ἔτι μόνον, ἀλλ’ ἤδη καὶ παιδίον ὀνομάζει τὸ κυούμενον ὁ θαυμάσιος Ἱπποκράτης, ὅτε καὶ ἀσκαρίζειν καὶ κινεῖσθαί φησιν, ὡς ζῶον ἤδη τέλειον. ἀλλ’ οὐδὲν ὡς ζώου δέομαι τό γε νυνὶ τοῦ κυουμένου μνημονεύειν, ὡς φυτὸν γὰρ ἅπασάν τε τὴν γένεσιν ἔσχηκε καὶ τὴν διάπλασιν ἀπὸ τοῦ σπέρματος, ὥσπερ ἐκεῖνα διπλῆν ἀρχὴν κινήσεώς τε καὶ διαπλάσεως εὐθὺς ἐξ ἀρχῆς ἐνδειξάμενα. οἵα μὲν γὰρ εἰς τὰ κάτω τε καὶ κατὰ τῆς γῆς ἐστιν ἡ ῥίζωσις
544
τοῖς φυτοῖς, τοιαύτη τοῖς κυουμένοις ἡ εἰς τὴν μήτραν ἔμφυσις τῶν κατὰ τὸ χορίον ἀρτηριῶν τε καὶ φλεβῶν· ὁποῖον δ’ ἄνω τὸ πρέμνον ἐν τοῖς φυτοῖς, τοιαῦται τοῖς ἐμβρύοις αἱ ἀπὸ τῶν τριῶν ἀρχῶν ἐκφύσεις. αὖθις δ’, ὥσπερ τὰ φυτὰ διττὴν ἐκ τῶν σπερμάτων ἔχει τὴν ἔκφυσιν, ἄνω μὲν προάγοντα τὸ πρέμνον τε καὶ τοὺς πτόρθους ἄχρι τῶν ἐσχάτων ἐργάζεται βλαστῶν, εἰς δὲ τὸ κάτω κατασχίζοντα τὴν ῥίζωσιν, οὕτω καὶ τοῖς ἐμβρύοις πολυσχιδεῖς εἰσι τῶν ἀρτηριῶν τε καὶ φλεβῶν, ὡς πρέμνων μὲν εἰς ὅλον τὸ κυούμενον, ὡς ῥιζῶν δὲ εἰς τὴν μήτραν τελευτῶσαι. ταῦτά τοι καὶ μεμψαίμην ἂν Ἀριστοτέλει μέμψιν δικαίαν, οὐ μόνον ὅτι παρεῖδεν, ἃ μὴ ἐχρῆν αὐτὸν παριδεῖν, ἀλλὰ καὶ τῶν ἑαυτοῦ δογμάτων ἐπιλέλησται, καὶ τὰ τῆς φύσεως ἔργα διαφόρως ἐξηγεῖται κατά τε τὰ φυτὰ καὶ τὰ ζῶα. βλέπων οὖν ἐν ἅπασι τοῖς φυτοῖς τὸ σπέρμα τῆς δημιουργικῆς ἀρχῆς οὐδὲν ἧττον ἐν ἑαυτῷ τὴν ὑλικὴν περιέχον, ἐπὶ τῶν ζώων ἀφαιρεῖται τὴν ἑτέραν αὐτῶν. καίτοι τοῦτο ἤρκει μόνον ἀνδρὶ περὶ φύσιν δεινῷ τὴν χρείαν τῆς γονῆς ἐνδείξασθαι.
545
εἰ γὰρ οὐκ ἄλλαις μὲν δυνάμεσιν ἡ φύσις τοῦ σπέρματος ἐργάζεται τὸ φυτὸν, ἄλλαις δὲ τὸ ζῶον, ἐξ ὧν ἐν φυτοῖς ὁρᾷς ἐπὶ τὰ ζῶα μετατίθει· τὴν αὐτὴν γὰρ ἀναλογίαν εὑρήσεις ἐν ἀμφοῖν. δεῖται τὸ τοῦ φυτοῦ σπέρμα γῆς, ἵν’ ἐξ αὐτῆς τρέφηταί τε καὶ αὐξάνηται, δεῖται καὶ τὸ ἡμέτερον σπέρμα μήτρας ἕνεκα τῶν αὐτῶν. ῥίζας ἑαυτῷ γεννᾷ τὸ φυτὸν, αἷς ἕλξει τὴν τροφὴν ἐκ τῆς γῆς, καὶ τὸ χορίον ἀγγεῖα, τὰς ῥίζας τῶν ἐμβρύων. ἀποφύει τε στέλεχος ἀφ’ ἑαυτοῦ τὸ σπέρμα, καὶ ἀπ’ ἐκείνου κλάδους, εἶτ’ ἄλλους ἐπὶ ἄλλοις αὖθις κλῶνας κατασχιζομένους, εἶτ’ ἐκείνους αὖθις εἰς ἄλλους, καὶ τοῦτο μὴ παύεται γενόμενον ἄχρι τῶν ἐσχάτων βλαστῶν. ὁρᾷς κᾀνταῦθα καὶ τὰ μὲν στελέχη τρία καθ’ ἑκάστην ἀρχὴν, ἀορτὴν, καὶ κοίλην φλέβα, καὶ νωτιαῖον, αὖθις δ’ ἀπὸ τούτων ἀποφύσεις πολλὰς οἷόν περ κλάδους εἰς ἄλλους αὖθις ἑαυτῶν ἐλάττους κλῶνας κατασχιζομένους, εἶτ’ ἐκείνους αὖθις εἰς ἄλλους, καὶ τοῦτο μὴ παυόμενον ἄχρι τῶν ἐσχάτων ἀποβλαστημάτων. εἰ δὲ τριπλοῦν ὁρᾷς τὸ φυτὸν, ἢ ἔναιμον, ἢ σαρκοειδὲς, οὐ χρὴ
546
τούτων ἕνεκα νομίζειν ἄλλο τι καὶ οὐ φυτὸν ὑπάρχειν αὐτό. τὸν γοῦν δημιουργὸν τὸν αὐτὸν ἔχει ἀμφότερα καὶ τὴν φυτικὴν ψυχήν. ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι τὸ φυτὸν τοῦτο μέλλει γενήσεσθαι ζῶον, οὐκ ἀποβαλὸν ἣν εἶχεν ἐξ ἀρχῆς δύναμιν, ἀλλ’ ἑτέραν ἐπικτησάμενον. ἐκ τόπου δὲ μεταβαίνειν εἰς τόπον αὐτὸ χρὴ τελειωθέν τε καὶ ἀπολυθὲν τῆς μήτρας. ἀλλ’ οὐκ ἂν δύναιτο τοῦτο ποιεῖν, οὔτε ψυχρὸν ὁμοίως τοῖς δένδροις γινόμενον, οὔτε ὀργάνων ἀποροῦν μεταβατικῶν. ἵν’ οὖν ἅμα τε θερμὸν ᾖ συμμέτρως, εἰς ὅσον πρέπει ζώῳ γενέσθαι θερμῷ, καὶ τοὺς τόπους ἀμείβειν δύνηται, δύο ἀρχὰς ἐπεκτήσατο, τὴν μὲν ἑτέραν ὀργάνων διαφυλαξόντων αὐτῷ τὴν κατὰ φύσιν θερμότητα, τὴν δὲ ἑτέραν ὑπηρετησόντων ἁπάσαις ταῖς καθ’ ὁρμὴν ἐνεργείαις. ἀλλὰ τούτοις μὲν ὕστερον χρήσεται.

Τὴν φυτικὴν δ’ ἀρχὴν ἁπάντων ἔχει πρώτην δημιουργοῦσαν, οὐκ ἐξ αἵματος, ἀλλ’ ἐξ αὐτοῦ τοῦ σπέρματος, ἀρτηρίαν, καὶ φλέβα, καὶ νεῦρον, ὀστοῦν τε καὶ 

547
ὑμένα. ταῦτα γὰρ πρόσθεν ὁ λόγος ἐξηγήσατο, χορίον μὲν πρῶτον ἔξωθεν αὐτῷ περιθεὶς, ἅμα δ’ αὐτῷ τὸν ἀλλαντοειδῆ ποιήσας ὑμένα, συνεργασόμενον μὲν, ὡς εἴρηται, τῷ χορίῳ τὴν γένεσιν, ὑποδεξόμενον δὲ διαπλασθέντος τοῦ ζώου τὸ οὖρον. ἀνάγκη γὰρ ἦν καὶ τῷ κυουμένῳ ζώῳ περιττώματα γενέσθαι τοσαῦτά τε καὶ τοιαῦτα, ὅσα τε καὶ οἷα ὑπάρχει τοῖς ἀπολελυμένοις ἤδη τῆς μήτρας· ἀλλὰ τούτων οὖρόν τε καὶ ἀποπάτημα, διαπεπλασμένων τε καὶ διηρθρωμένων ἤδη τῶν μορίων· ἐξ ἀρχῆς δ’ εὐθέως τὸν ἀποῤῥέοντα τοῦ κυήματος ἀτμὸν, ὃς ἀνάλογός ἐστι τῷ τῶν τελείων ζώων ἱδρῶτι· καὶ τούτῳ τοίνυν ἀναγκαῖον γενέσθαι τινὰ ὑμένα, καθάπερ καὶ τῷ οὔρῳ τὸν ἀλλαντοειδῆ. καὶ δὴ καὶ γέγονεν ὁ ἄμνειος ὀνομαζόμενος, ὅλον ἐν κύκλῳ περιλαμβάνων τὸ κύημα. τῷ γὰρ ἀλλαντοειδεῖ, καίτοι προτέρῳ τοῦ ἀμνείου γεγονότι, συγχρήσασθαι πρὸς τὴν τοιαύτην ὑπηρεσίαν οὐκ ἐδικαίωσεν ἡ φύσις, ἅμα μὲν ὅτι λεπτὸς καὶ ἄτονος ἦν, ἐξ ὀῤῥωδεστέρου γεγενημένος σπέρματος· ἐχρῆν δὲ τὸν περιέξοντα τὸ ἔμβρυον ὑμένα πάχος
548
ἔχειν ἰσχυρὸν, ὡς ἂν οὐ μόνον ἱδρῶτος ἀγγεῖον αὐτὸ γενησόμενον, ἀλλὰ καὶ πρὸς τὰς μελλούσας ἔσεσθαι τῶν κώλων κινήσεις ἀνθέξοντα πρὸς τοῦτο δὲ καὶ ὅτι στενώτερος ἦν ὁ ἀλλαντοειδὴς, ἢ ὡς πᾶν ἀμφιέσαι τὸ κύημα. τί δὴ οὖν οὐκ ἐποίησεν αὐτὸ εὐρύτερον; ὑπολάβοις ἄν μοι τῷ λόγῳ. ὅτι τὸ θῆλυ σπέρμα ἔλαττον ὑπάρχει πολλῷ τοῦ ἄῤῥενος λέλεκται γάρ μοι καὶ πρόσθεν. οὔκουν ἦν δυνατὸν εὐρὺν ἅμα καὶ μακρὸν ἐργάσασθαι τὸν ἀλλαντοειδῆ, ἀλλ’ ἔστιν ἐξ ἀνάγκης μακρὸς, ὡς ἂν εἰς ἀμφοτέρας τὰς κεραίας τῶν μητρῶν ἀνηρτημένος, ὥστ’ εὐλόγως ἅμα καὶ ἀναγκαίως στενὸς ἐγένετο. τοιούτου δ’ ὄντος αὐτοῦ, καὶ προσέτι λεπτοῦ, τὸν ὑποδεξόμενον ὑμένα τὰς ἀτμώδεις ἀποῤῥοὰς εὐρὺν καὶ παχὺν ἅμα τῇ πρώτῃ συλλήψει τῆς γονῆς ἡ φύσις· ἔξωθεν αὐτῇ περιέτεινεν, ἀτμίζειν γε μελλούσῃ διὰ τὴν θερμότητα. τῶν δ’ ἄλλων ὑμένων οὐδεὶς ἐν ταῖς πρώταις ἡμέραις ἀναγκαίαν ἔχει τὴν γένεσιν. οὐδὲ γὰρ ἐξήρκεσεν εἰς τὴν ἁπάντων αὐτῶν δημιουργίαν ἡ τοῦ σπέρματος οὐσία, ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι κύημα
549
μὲν τὸ σπέρμα ἤδη, τρεφόμενον δὲ ηὐξάνετο, καὶ πλεῖστον ὑπῆρχεν, ἡνίκα διαφράττεσθαι μὲν ἔδει τὴν καρδίαν ἀπὸ τοῦ ἥπατος, ἀμφιέννυσθαι δὲ ἔξωθεν αὐτὴν κατ’ αὐτὴν ἰδίῳ φρουρίῳ, περιτείνεσθαι δὲ τῇ γαστρὶ τὸ περιτόναιον, ὑπαλείφεσθαι δὲ τῷ θώρακι τὸν ὑπεζωκότα. τηνικαῦτα καὶ τὸν ἐγκέφαλον ἐχρῆν σκεπάσασθαι διτταῖς μήνιγξι, καὶ τὸν νωτιαῖον ἅμα ταύταις ἑτέρᾳ τρίτῃ, καὶ σύμπαν τὸ κύημα τὴν ἔξωθεν ἅπασαν περιγραφὴν ὑμενώδη λαβεῖν, ὡς εἶναι ταύτην αὐτῷ σύμφυτον σκέπασμα τοῦ μήτε βλάπτεσθαι μηδὲν ὑπὸ τῶν περιττωμάτων, ἃ στέγειν ἔμελλεν ὁ ἄμνειος, ὕστερον δὲ δέρμα γενέσθαι, σαρκώδους οὐσίας ἐπιτραφείσης αὐτῷ. κατεχρήσατο γοῦν ἡ φύσις εἰς ταῦτα σύμπαντα τῷ γλίσχρῳ τῆς γονῆς· ὅσον δὲ ἐν αὐτῇ παχύτερον καὶ γεωδέστερον ἦν καὶ ἧττον ὅλκιμον, εἰς τὴν τῶν ὀστῶν χώραν κατέθετο. σύμπαν γὰρ ἤδη διέπλαττε τὸ ἔμβρυον, ὡς ἂν οὐδέποτε κατ’ οὐδὲν μέρος ἀργοῦσα. καὶ τοίνυν ἥκει ὁ τρίτος μὲν χρόνος τῇ κυήσει. πάντων δ’ ἡ φύσις ὑπογραφὰς
550
πεποιημένη σπέρματος οὐσίας, διαρθροῦν ἀκριβῶς αὐτὰ, καὶ τὰ μόρια ταῦτα ἐξεργάζεσθαι καιρὸν εἶχεν. ἅμα τε οὖν ἐπέφυέ τε καὶ περιέφυεν ἅπασι τοῖς ὀστοῖς τὰς σάρκας, ἅμα τε καὶ τὸ πιότατον ἐξ αὐτῶν μυζήσασα, γεώδη μὲν ἐκεῖνα καὶ κραῦρα καὶ ἀλιπῆ παντάπασιν ἀπετέλεσεν, ὅσον εἷλκεν ἐξ αὐτῶν γλίσχρον ἐκφύουσα καθέκαστον, ἐπὶ μὲν τοῖς πέρασι τῶν ὀστῶν συνδέσμους εἰργάσατο πρὸς ἄλληλα, κατὰ δὲ τὸ μῆκος ἐν κύκλῳ πᾶν ὑμένας λεπτοὺς περιέβαλεν, οὓς ὀνομάζουσι περιοστείους, οἷς τὰς σάρκας ἐπέφυεν. ἐχρήσατο δ’ εἰς τὴν τῶν ὀστῶν δημιουργίαν μάλιστα τῇ τοῦ θερμοῦ δυνάμει, κατοπτῶσα πάντη αὐτὰ καὶ ξηραίνουσα. καὶ γὰρ ἐκείνοις ἄμεινον ἦν τοῦτο, σκληροῖς ἔσεσθαι μέλλουσι, καὶ τὸ λιπαρὸν ἐξ αὐτῶν οὕτως ἔμελλε μάλιστα ἐκχυθήσεσθαι, καθάπερ ἀφρός τις ζεσάντων. ἔνθα δὲ ἐπέφυσεν αὐτοῖς τοῖς ὀστοῖς σάρκα, πρὶν σκεπάσαι τοῖς ὑμέσιν, ἧττον κραῦρον γέγονε τὸ τοιοῦτο ὀστοῦν ξύμπαν. ἐξέτεινε δὲ ἀπὸ τῶν περιοστείων ὑμένων καὶ ταῖς σαρξὶν ἰσχνὰ σκεπάσματα.
551
καὶ μέντοι καὶ νεῦρον εἰς ἑκάστην αὐτῶν εἰσάγουσα διέσπειρε, λύσασα πρότερον εἰς ἶνας ἀραχνῶν λεπτοτέρας. ἑτέρας δὲ ἶνας ὁμοίως λεπτὰς ἐκ τῶν συνδέσμων ἀγαγοῦσα, καὶ περιπτύξασα πάσαις αὐταῖς σάρκας, συνήγαγεν αὖθις εἰς ταὐτὸ ἀμφότερα τῶν ἰνῶν τὰ γένη, τὸ μὲν ὅλον ὄργανον, ἐν ᾧ ταῦτα ἐτεχνήσατο, μῦν ἐργασαμένη, τὸ δὲ ἐκ τῆς τῶν ἰνῶν συνόδου τένοντα. τῶν μὲν δὴ συνδέσμων, ὡς εἴρηται, μοῖραν οὐκ ὀλίγην εἰς τοὺς μῦς ἐνέβαλε, τῶν νεύρων δὲ οὐκ εἰς τούτους μόνον, ἀλλὰ καὶ τοῖς σπλάγχνοις ἅπασιν ὁμοίαν ποιεῖται τὴν νομήν. ἔστι δὲ δή τι καὶ ἕτερον εἶδος ἰνῶν ἔν τε τῇ γαστρὶ, καὶ τοῖς ἐντέροις, καὶ ἀμφοτέραις ταῖς κύστεσι, καὶ ταῖς μήτραις, καὶ τῇ καρδίᾳ, τὴν γένεσιν ἐκ σπέρματος ἔχον, αἷς περιπέφυκεν οἷον πλοκάμῳ τινὶ τὸ τοῦ σπλάγχνου σύμπαν σῶμα, τὴν γένεσιν ἐξ αἵματος εἰληφός.

Ἅπαντα γὰρ, ὅσα σαρκώδη τὴν ἰδέαν ἐστὶν, ἐξ αἵματος ἐγένετο· τὰ δ’ ὑμενώδη πάντα ἐκ σπέρματος ἐτάθη. καὶ διὰ τοῦτο τὰ μὲν ἐξ αἵματος, εἰ φθαρείη 

552
ποτὲ, γεννᾶται πάλιν ῥᾳδίως, ὡς ἂν τὴν ὕλην ἔχοντα τῆς γενέσεως ἄφθονον· ὅσα δ’ ἐκ σπέρματος, ἢ οὐδ’ ὅλως, ἢ κατὰ σπάνιον αὖθις γεννᾶται, καίτοι τήν γε ποιητικὴν αἰτίαν αὐτοῦ ἔχοντα ὁμοίως τελείοις. οὐ γὰρ δὴ καταλέλοιπέ γε ἡ φύσις τὸ ζῶον οὐδ’ ἐπιλέλησται τῶν δυνάμεων ὧν ἔχει συμφύτων. ἃς γὰρ οὐκ ἐπεκτήσατο παρά τινος, ἀλλ’ ἐκ σπέρματος εἶχεν, ἀμήχανον ἀποβαλεῖν αὐτάς. τί δή ποτ’ οὖν, εἰ ἐκτέμνει τις τοῦ σώματος ἡμῶν πιμελὴν ἢ σάρκα, γεννᾶται πάλιν ἐν τῇ χώρᾳ τῆς ἀπολομένης ἑτέρα πιμελὴ καὶ σὰρξ, ἀρτηρία δὲ, ἢ φλὲψ, ἢ νεῦρον, ἢ ὑμὴν, ἢ σύνδεσμος, ἢ τένων, ἢ χόνδρος, ἢ ὀστοῦν, ἅπαξ ἀπολόμενα, δεύτερον οὐκ ἔτι γεννᾶται; καὶ τό γε θαυμασιώτερον, ὅταν γυμνωθῇ τι τούτων, καὶ δέον σκεπάσαι καὶ εἰς οὐλὴν ἀγαγεῖν αὐτὰ, σὰρξ μὲν περιφύεται τῶν εἰρημένων ἑκάστῳ, τὸ δ’ ὅμοιον αὐτῷ τῷ γυμνωθέντι κατ’ οὐδένα τρόπον ἔτι ἐπιφύεται, οὐδ’ ἂν αὐτὰ τὰ παιώνια φάρμακα προσφέρηται. ἀλλὰ διὰ τί συμβαίνει τὸ τοιοῦτο; ἢ ὅτι ἡ τῆς μὲν σαρκὸς
553
ὕλη καὶ νῦν ἐστιν, ἐκείνων δ’ οὐδενός; ἢ τί νομίζεις; ὁ χιτὼν τῆς ἀρτηρίας ἢ τὸ τοῦ νεύρου σῶμα τὴν διοικοῦσαν αὐτὸ δύναμιν οὐκ ἔχει τοιαύτης οὐσίας ποιητικὴν, οἵαν αὐτὸ κέκτηται; καὶ μὴν, εἴπερ τι ἄλλο, καὶ τοῦτο ταῖς φύσεσιν ὑπάρχει, τὸ ποιεῖν ἑαυταῖς ὅμοια. πῶς δ’ ἂν ἄλλως ἐτρέφετο σῶμα, μὴ τῆς τοιαύτης δυνάμεως ἀεὶ παραμενούσης αὐτῇ; πάντως γὰρ ἀποῤῥεῖ τι τῆς οὐσίας ἑκάστου, καὶ διὰ τοῦτο δεῖται τοῦ θρέψοντος· ὅμοιον δ’ εἶναι χρὴ τὸ προστιθέμενον ἐκ τῆς τροφῆς τῷ διαφορηθέντι. καί σε κᾀνταῦθα τῶν σῶν ἀναμνήσω λόγων, Ἀριστότελες φίλτατε. δυοῖν γὰρ θάτερον ἀναγκαῖον, ἢ ἐν τοῖς σιτίοις ἑκάστου τῶν τρεφομένων σωμάτων ἐμφέρεσθαι μόρια, κᾄπειτα, τῶν ὁμοίων ὡς τὰ ὅμοια φοιτώντων, γίνεσθαι τὴν θρέψιν, ἢ ἀλλοιουμένης τῆς τροφῆς. ἀλλὰ τὸ μὲν πρότερον δόγμα τὸ τῶν ὁμοιομερῶν ἐξήλεγξας αὐτὸς ὡς οὐκ ἀληθές· τὸ δ’ ἕτερον, ὃ τὴν ἀλλοίωσιν πρεσβεύει, ὡς ἀληθὲς συνεστήσω. οὐ μὴν οὐδὲ, ὅτι ἐξ ἅπαντος εἰς ἅπαν ὁμοίως αἱ μεταβολαὶ γίνονται,
554
δυνατὸν εἰπεῖν. εἰς γὰρ τὸ πλησιώτερον τῇ φύσει τοῦ μεταβαλλομένου ῥᾴων ἡ μεταβολή· καὶ διὰ τοῦτο τῷ αἵματι ῥᾷστον μὲν γενέσθαι σαρκὶ, χαλεπώτερον δ’ ὑμένι, καὶ νεύρῳ, καὶ φλεβὶ, καὶ ἀρτηρίᾳ, καὶ χιτῶνι. πρῶτον μὲν οὖν ἕλκει τὰ μέλλοντα θρέψασθαι τὸν οἰκεῖον ἕκαστον ἐκ τοῦ αἵματος χυμὸν, ὡς Ἱπποκράτης ἐγίνωσκεν, ἀποδέδεικται δ’ ἡμῖν ἐν ἑτέροις ἐπὶ πλέον αὐτά τε ταῦτα, καὶ ὡς τὸ μὲν παχυτέρου δεῖται τοῦ αἵματος, τὸ δὲ λεπτοτέρου, καὶ τὸ μὲν θερμοτέρου, τὸ δὲ ψυχροτέρου, καὶ τὸ μὲν φλεγματωδεστέρου, τὸ δὲ μελαγχολικωτέρου. ἀτὰρ οὖν καὶ ἀκριβεστέρου καὶ καθαρωτέρου δεῖταί τινα, καὶ αὖθις ἕτερα μὲν καθαρωτέρου, τὰ δ’ ὀῤῥωδεστέρου, καὶ δὴ καὶ τελεωτάτου κατειργασμένου, τοῖς δ’ οὐδὲν ἐμποδίζει, κᾂν μὴ τοιοῦτο ᾖ τὸ θρέψον. μετὰ δὲ τὴν εἰς ἕκαστον μόριον ὁλκὴν τοῦ οἰκείου χυμοῦ τὸ μὲν ἑλχθὲν εἰς πολλὰ μέρη διαλυθὲν ἀτμοειδῶς προστίθεται τοῖς ἕλξασι, μεταβαλλόμενον ἐν χρόνῳ πλείονι, (δέδεικται γὰρ καὶ τοῦτο,) προσφύει δὲ
555
αὐτὸ κατὰ τὴν πολυχρόνιον μονὴν ἑαυτῷ τὸ ἕλξαν τε καὶ ὁμοιῶσαν. μὴ τοίνυν δόκει, γεγονέναι μὲν ἐξ ἀρχῆς ἕκαστον τῶν πρώτων τοῦ ζώου μορίων ἐκ σπέρματος, ἄλλην δὲ αὐτῶν εἶναι τὴν ἐσχάτην καὶ οἰκειοτάτην τροφήν.