De semine

Galen

Galen, De semine, Claudii Galeni Opera Omnia, Kühn, Volume 4, 1822

Τίς ἡ χρεία καὶ τίς ἡ δύναμίς ἐστι τοῦ σπέρματος; ἆρά γε λόγον ἔχει δυοῖν ἀρχαῖν, ὑλικῆς τε καὶ δραστικῆς, ὡς Ἱπποκράτης ὑπελάμβανεν; ἢ τῆς ἑτέρας μόνης, τῆς ποιητικῆς, ὡς Ἀριστοτέλης οἴεται, ἀρχὴν μὲν κινήσεως ὑπ’ αὐτοῦ γίνεσθαι τῷ καταμηνίῳ νομίζων, οὐ μὴν ἐξ αὐτοῦ διαπλάττεσθαι τὸ ζῶον συγχωρῶν; ἄξιον οὖν ἐπισκέψασθαι καὶ διακρῖναι τηλικούτων ἀνδρῶν διαφωνίαν, οὐ πιθανοῖς ἐπιτρέψαντες λόγοις, οἷς οἱ πλεῖστοι τῶν ἰατρῶν

513
τε καὶ φιλοσόφων χαίρουσιν, ἀλλ’ ἐξ ἐναργῶν τε καὶ δι’ ἐναργῶν ἀποδεικνύντες. ἐπεὶ δὲ ἐκ τῆς περὶ ἑκάστου τῶν ζητουμένων ἐμπειρίας οἴεται χρῆναι καὶ Ἀριστοτέλης εἰς τὰς ἀποδείξεις λαμβάνεσθαι τὰ λήμματα, πρῶτον τοῦτο ἐπισκεψώμεθα ἀκριβῶς, πότερον ἔνδον μένει τὸ σπέρμα ταῖς μελλούσαις κυΐσκειν, ἢ καὶ συνεκκρίνεται.

Τριττὴν δ’ ἐγχωρεῖ ποιήσασθαι τὴν ἐπίσκεψιν, ἐναργεστάτην μὲν, ἣν πολλάκις κᾀγὼ ἐποιησάμην, ἵππους τε καὶ κύνας, καὶ ὄνους, καὶ βοῦς, αἶγάς τε καὶ πρόβατα παραφυλάξας, εἰ κατέχει τὸ σπέρμα ποτὲ μετὰ τὴν ὀχείαν, ἢ ἐκκρίνει διὰ παντός. εὐθέως μὲν οὖν μοι καὶ κατὰ τὰς ἀρχὰς παρὰ τῶν τὰ τοιαῦτα δεινῶν ἐλέχθη, φασκόντων ἀκριβῶς τετηρηκέναι, τηνικαῦτα κατέχεσθαι τὸ σπέρμα τοῖς θήλεσι ζώοις, ὅταν κυΐσκειν μέλλοιεν. ἀλλ’ εἴ τις καταγνῷ μου τόδε, ὁμολογῶ τὸ πάθος τοὐμὸν, ὃ παρ’ ὅλον ἐμαυτοῦ τὸν βίον ἔπαθον, οὐδενὶ πιστεύσας τῶν διηγουμένων τὰ τοιαῦτα, πρὶν πειραθῆναι καὶ αὐτὸς, ὧν δυνατὸν ἦν εἰς πεῖραν ἐλθεῖν με. οὔκουν οὐδὲ

514
περὶ τούτου τοῖς αὐτόπταις φάσκουσι γεγονέναι πολλάκις ὧν διηγοῦνται πιστεύειν ἔμελλον μόνοις, εἰ καὶ ὅτι μάλιστα συμφωνοῦντας ἑώρων αὐτοὺς, ἀλλὰ τῇ συνήθει χρώμενος ἀπιστίᾳ διττὴν ἐποιησάμην τὴν βάσανον, ἑτέραν μὲν ἐπὶ τοῖς ἐκκρίνασι τὸ σπέρμα ζώοις, ἑτέραν δὲ ἐπὶ τοῖς κατασχοῦσιν. οὔτ’ οὖν τῶν ἐκκρινάντων ἐκύησέ τι καὶ πάντα ἐκύησε τὰ κατασχόντα. δευτέραν δὲ νῦν ὁδὸν εἰς τὰς γυναῖκας ἰέναι ἔγνων, πυνθανόμενος, ὅσαι μάλιστα ἐδόκουν ἑαυταῖς παρακολουθεῖν, εἰ ὁμοίως φαίνοιτο ἐπ’ αὐτῶν γινόμενον, ὡς ἐπὶ τῶν ζώων τῶν ἀλόγων, ἐμαυτὸν ἐπιτιμῶν ἐν τῷδε, (τί γὰρ οὐ χρὴ τἀληθῆ λέγειν;) εἰ νομίζοιμι διαφοράν τινα εἶναι κυήσεως ἐν ἀλόγῳ τε καὶ λογικῷ ζώῳ, γνῶναι δὲ ὅμως βουλόμενος, εἰ παρακολουθοῦσι τῷ γινομένῳ. πλέον οὖν ἐλπίδος ἐξεῦρον, ὡς μὴ μεταγνῶναι τῆς πολυπραγμοσύνης. κινήσεως γάρ τινος ἔφασαν αἰσθάνεσθαι κατὰ τὴν μήτραν, οἷον σπωμένης τε καὶ κατὰ βραχὺ συνιούσης εἰς ἑαυτὴν, ἐπειδὰν συλλαμβάνωσι τὸ σπέρμα. καί μοι καὶ αὐτὸ τοῦτο συλλαμβάνειν τὸ σπέρμα, ἔτι τε πρὸς αὐτῷ
515
τοὔνομα τοῦτο ἡ σύλληψις ἐντεῦθεν ὑπὸ τῶν γυναικῶν ἐδόκει τεθεῖσθαι. τρίτην οὖν ὁδὸν ἔτι περιελθεῖν ἐδικαίωσα, ὅλα τὰ συγγράμματα ἀναγινώσκων ἁπάντων τῶν τὰ τοιαῦτα συγγραψάντων ἰατρῶν. εὕρισκον δὲ κᾀκείνους λέγονας, ἔνδον μένειν τὴν γονὴν τοῦ ἀνδρὸς, εἰ μέλλοι κυΐσκειν ἡ γυνή. τινὲς δὲ αὐτῶν, ὅσοι γε ἐπιμελέστεροι, καὶ τὴν τῶν ὑστερῶν κίνησιν ἐγεγράφεισαν, εὐθέως προστιθέντες, ὅτι καὶ περιστέλλονται τῷ σπέρματι, καὶ πανταχόθεν αὐτὸ περιλαμβάνουσι. τοῦτο οὖν ἔγνων πάλιν χρῆναι βασανίσαι ταῖς ἀνατομαῖς, καὶ πολλὰ λαμβάνων ἐφεξῆς ἀνέτεμον ἐγκύμονα ζῶα. πάντων οὖν ἐφαίνοντο τοῖς ἐμβρύοις αἱ μῆτραι περιεσταλμέναι διὰ παντὸς, εἴτε μεῖζον, εἴτ’ ἔλασσον, εἴτε καὶ παντάπασιν ἦν μικρόν. ἐοίκασι γὰρ οὕτως, ὥσπερ ὁ Πλάτων εἶπεν, αἱ μῆτραί τε καὶ ὑστέραι λεγόμεναι καθάπερ τι ζῶον παιδοποιΐας ἐπιθυμητικὸν ὑπάρχειν, καὶ διὰ τοῦτο ἕλκειν τε πρὸς ἑαυτὰς τὸ σπέρμα καὶ περιπτυσσομένας κατέχειν, ὥς που καὶ αὐτὸ τοῦτο προφανῶς αὐτοῖς τοῖς ἀνδράσι πολλάκις ὑπῆρξεν αἰσθέσθαι,
516
δίκην σικύας ἰατρικῆς εἴσω τὸ αἰδοῖον ἐπισπωμένων αὐτῶν. γίνεται δὲ μάλιστα τὸ τοιοῦτο, ἄρτι πεπαυμένων τῶν καταμηνίων, ἡνίκα μάλιστα συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν.

Ταῦτα μὲν οὖν εἴρηταί μοι διά τινας τῶν νῦν φιλοσόφων, ὡς αὐτοὶ καλοῦσι σφᾶς αὐτοὺς Ἀριστοτελικούς τε καὶ Περιπατητικούς. οὐ γὰρ δὴ ἔγωγ’ ἂν προσαγορεύσαιμι οὕτω τοὺς ἄνδρας, ἀγνοοῦντας εἰς τοσοῦτο τὴν Ἀριστοτέλους γνώμην, ὡς νομίζειν ἀρέσκειν αὐτῷ, τὸ τοῦ ἄῤῥενος σπέρμα τὸ καταβαλλόμενον εἰς τὰς μήτρας τοῦ θήλεος ἀρχὴν μὲν κινήσεων ἐντιθέναι τῷ καταμηνίῳ, μετὰ δὲ ταῦτα ἐκκρίνεσθαι, μηδὲν μέρος γινόμενον τῆς σωματικῆς οὐσίας τῶν κυϊσκομένων. ἠπάτηνται δὲ ἐκ τοῦ πρώτου τῆς περὶ τῶν ζώων γενέσεως, ὅ μοι δοκοῦσιν ἀνεγνωκέναι τῶν πέντε. γέγραπται γὰρ ἐν αὐτῷ τάδε· Καθάπερ γὰρ εἴπομεν, τῆς γενέσεως ἀρχὰς ἄν τις οὐχ ἥκιστα θείη τὸ θῆλυ καὶ τὸ ἄῤῥεν· τὸ μὲν οὖν ἄῤῥεν ὡς τῆς κινήσεως καὶ τῆς γενέσεως ἔχον τὴν ἀρχὴν, τὸ δὲ θῆλυ 

517
ὡς τῆς ὕλης. ταῦτα μὲν οὖν οὐ πολὺ μετὰ τὴν ἀρχήν. ἐν δὲ τοῖς κατωτέρω τοῦ συγγράμματος ἔτι καὶ τάδε γράφει· Ἀλλὰ συμβαίνει, ὥσπερ εὔλογον, ἐπειδὴ τὸ μὲν ἄῤῥεν παρέχεται τό τε εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως, τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην, οἷον ἐν τῇ τοῦ γάλακτος πήξει τὸ μὲν σῶμα τὸ γάλα ἐστὶν, ὁ δὲ ὀπὸς ἢ ἡ πιτύα τὸ τὴν ἀρχὴν ἔχον τὴν συνιστῶσαν. ἐκ τούτων ὁρμώμενοι τῶν ῥήσεων, ἔνιοι μὲν οἴονται, τῷ καταμηνίῳ τὴν ἀρχὴν τῆς κινήσεως παρασχὸν τὸ σπέρμα καὶ πάλιν ἀντεκκρίνεσθαι· τινὲς δὲ οὐ τοῦτό φασι λέγειν αὐτὸν, ὅπερ ἡμεῖς ἅπαντες οἱ κατὰ φύσιν ἀκούοντες ἐδοκοῦμεν, ἀλλ’ ὅτι τὸ μὲν θῆλυ τὴν ὕλην μόνην τῷ κυηθησομένῳ συμβάλλεται, τὸ δ’ ἄῤῥεν καὶ ταύτην μὲν, ἀλλὰ καὶ τὸ εἶδος. ὥστε τις αὐτῶν σφόδρα ἡμῶν κατεγέλασεν, εἰ νομίζοιμεν πάλιν ἀντεκκρίνεσθαι τὸ σπέρμα παρὰ τοῦ θήλεος εἰς τοὐκτὸς, ἢ μένον ἔνδον εἰς τὸ μηδὲν ἀναλύεσθαι. τοῦτο γὰρ ἕπεσθαί φασιν, εἰ νομίζοιμεν τὴν σωματικὴν οὐσίαν μὴ κεράννυσθαί τε καὶ ἀναμίγνυσθαι τῇ τοῦ κυήματος ὕλῃ.
518
κοινῇ μὲν οὖν ἀμφοτέροις ἐπιδείξομεν ἐκ τοῦ δευτέρου περὶ τῆς τῶν ζώων γενέσεως τήνδε τὴν ῥῆσιν· Τούτων δ’ ἐχόμενόν ἐστι, καὶ ἀπορῆσαι, καὶ εἰπεῖν, εἰ τῆς προϊεμένης εἰς τὸ θῆλυ γονῆς μηδὲν μόριόν ἐστι τὸ εἰσελθὸν τοῦ γινομένου κυήματος, ποῦ τρέπηται τὸ σωματῶδες αὐτὸ, εἴπερ ἐργάζεται τῇ δυνάμει τῇ ἐνούσῃ ἐν αὐτῷ. εἶτ’ ἐφεξῆς διορισάμενος περὶ ψυχῆς καὶ νοῦ, κατὰ τὸ τέλος τῆς ῥήσεως τάδε γράφει· Τὸ δὲ τῆς γονῆς σῶμα, ἐν ᾧ συναπέρχεται τὸ σπέρμα τῆς ψυχικῆς ἀρχῆς, τὸ μὲν χωριστὸν ὂν σώματος, ὅσοις ἐμπεριλαμβάνεται τὸ θεῖον· τοιοῦτο δέ ἐστιν ὁ καλούμενος νοῦς· τὸ δὲ ἀχώριστον, τὸ σπέρμα τῆς γονῆς διαλύεται, καὶ πνευματοῦται, φύσιν ἔχον ὑγρὰν καὶ ὑδατώδη. διόπερ οὐ δεῖ ζητεῖν ἀεὶ θύραζε αὐτὸ ἐξιέναι, οὐδὲ μόριον εἶναι οὐδὲν τῆς συστάσης μορφῆς, ὥσπερ οὐδὲ τὸν ὀπὸν τὸν τὸ γάλα συνιστῶντα· καὶ γὰρ καὶ οὗτος μεταβάλλει, καὶ μόριον οὐδέν ἐστι τῶν συνισταμένων ὄγκων. αὕτη μὲν ἡ ῥῆσις ἀμφοτέρους διεξελέγχει μὴ γινώσκοντας τὴν Ἀριστοτέλους δόξαν,
519
ὅσοι τε νομίζουσιν ἐκκρίνεσθαι διὰ παντὸς ἔξω τὴν γονὴν, ὅσοι τε μόριον οὐ γίνεσθαι τοῦ κυουμένου· τοὺς δὲ δευτέρους αὐτῶν ἰδίᾳ καὶ ἡ κατὰ τὸ πρῶτον ἐφεξῆς τῇ προγεγραμμένῃ, καθ’ ἣν ἄρχεται τόνδε τὸν τρόπον· Ἀλλὰ συμβαίνει, ὥσπερ εὔλογον, ἐπειδὴ τὸ μὲν ἄῤῥεν παρέχεται τὸ εἶδος καὶ τὴν ἀρχὴν τῆς κινήσεως, τὸ δὲ θῆλυ τὸ σῶμα καὶ τὴν ὕλην. ἐν γὰρ τοῖς ἑξῆς ἅπασιν ἐπιδείκνυσιν, ὅτι, ὥσπερ ἐκ μὲν τοῦ ξύλου καὶ τοῦ τέκτονος ἡ κλίνη γίνεται, τοῦ κηροῦ δὲ καὶ τοῦ εἴδους ἡ σφαῖρα τὸν αὐτὸν τρόπον ἔκ τε τοῦ καταμηνίου καὶ τῆς παρὰ τοῦ ἄῤῥενος κινητικῆς ἀρχῆς συνίσταται τὸ κύημα. διόπερ φησὶν, οὐδ’ ἀποκρίνειν ἔνια τῶν ζώων γονὴν, ἀλλὰ μεταδιδόναι μόνον τῷ θήλει θερμότητος ψυχικῆς, καὶ εἶναι τοιαῦτα τῶν ἐντόμων ἔνια, καθιέντος μὲν εἰς τὸ ἄῤῥεν τοῦ θήλεος τὸ ἄρθρον, ἐπὶ πλείονα δὲ χρόνον ὁμιλοῦντος αὐτῷ καὶ λαμβάνοντος ἐν τῇ συμπλοκῇ σῶμα μὲν οὐδὲν, μόνην δὲ τὴν δύναμιν τὴν μορφοῦσαν καὶ εἰδοποιοῦσαν τὴν μορφήν.

520

Καταλιπόντες οὖν ἤδη τοὺς ἄχρι μὲν ὀνόματος Ἀριστοτελικοὺς, ἔργῳ δ’ εἰς τοσοῦτο ἀπολειπομένους, ὡς μηδὲ ἃ κατὰ τὸ πρῶτον ἢ τὸ δεύτερον ἔγραψε περὶ ζώων γενέσεως ἐπίστασθαι, πάλιν ἐπ’ αὐτὸν ἀφικώμεθα τὸν Ἀριστοτέλη, διαλύεσθαι καὶ πνευματοῦσθαι φάσκοντα τὴν γονὴν ἐν ταῖς μήτραις. εἰ γὰρ οὕτως αὐτὴν ὑποληψόμεθά που πνευματοῦσθαι, καθάπερ ἴσμεν εἰς πνεῦμα μεταβάλλον ὑγρὸν ἐπὶ τοῦ γλεύκους, ἐξ ἐλαχίστης κατὰ τὸν ὄγκον ὑγρᾶς οὐσίας πλεῖστος ἀέρος ὄγκος συστήσεται. φαίνεται δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀνέμων, ὅσοι ποταμῶν ἀποπνέουσιν, ἢ λιμνῶν, ἢ τῆς θαλάττης, οἷον οἵ τ’ ἐγκόλπιοι προσαγορευόμενοι καὶ οἱ πελάγιοι. μέγιστοι γὰρ ἐνίοτε πνέουσιν, ὡς ἂν πλείστης αὐτῶν γενομένης οὐσίας ἐξ ἐλαχίστου κατὰ τὸν ὄγκον ὑγροῦ. καὶ μὲν δὴ καὶ οἱ ἀπόγειοι καλούμενοι τὸ αὐτὸ τοῦτο ἐνδείκνυνται· διαλυομένης γὰρ ἀθροώτερον εἰς ἀέρα τῆς ἐν τῇ γῇ νοτίδος, οἱ τοιοῦτοι πνέουσιν ἄνεμοι. πῶς οὖν, εἴπερ ἐπὶ τῆς πρώτης συλλήψεως ἡ γονὴ πνευματοῦται, σμικρότεραί τε καὶ ἀφυσώτεραι κατ’ ἐκεῖνον τὸν καιρὸν αἱ μῆτραι

521
φαίνονται, περιεσταλμέναι πανταχόθεν ἀκριβῶς τῷ κυήματι; ἐχρῆν γὰρ δήπου καὶ ταύτας, ὡς καὶ τὴν γαστέρα πνευματωθεῖσαν ὁρῶμεν, ἐπὶ πλεῖστον ὀγκουμένην τε καὶ διατεινομένην, καὶ αὐτὰς εἰς μέγεθος αἴρεσθαι καὶ ὀδυνᾶσθαι διατεινομένας. οὐ μὴν φαίνεταί γε ἐνταῦθα οὕτως γινόμενον· προσεσταλμέναι γάρ εἰσι καὶ ἀνώδυνοι. καὶ εἰ ἀνατέμνειν ἐθέλοι τις ἄρτι συνειληφὸς ζῶον, ἀκριβῶς τῇ γονῇ περικειμένας ὄψεται τὰς μήτρας. οὐ μὴν οὐδὲ ἐκκρινόμενον φαίνεται πνεῦμα κατὰ τὸ γυναικεῖον αἰδοῖον, ὥσπερ ἐπὶ τῆς γαστρὸς ἐμφυσηθείσης ἐρυγαί τε καὶ φύσαι κάτω διερχόμεναι κενοῦσί τε τοῦ πνεύματος αὐτὴν καὶ προστέλλουσι τὸν ὄγκον. οὐκοῦν ἔχομεν οὐδὲ βραχὺ πιθανὸν εἰπεῖν τοῦ πνευματοῦσθαι τὴν γονὴν, οὐ φύσας ἔξω διὰ τοῦ τῶν μητρῶν αὐχένος, οὐκ ἐπίδηλον ὄγκον ἔνδον μένοντα, οὐ διάτασιν ἢ ὀδύνην αἰσθητὴν τοῦ κύειν ἀρξαμένης. συγχωρήσαντες, εἰ βούλει, καὶ τοῦτ’ αὐτὸ, πνευματοῦσθαί τε καὶ δύνασθαι τὸ ὑγρὸν τῆς γονῆς ἐκπίπτειν κατὰ βραχύ τε καὶ λεληθότως, ἐπισκεψώμεθα λογικώτερον ἀπ’ αὐτῆς τοῦ 
522
πράγματος τῆς φύσεως ὁρμώμενοι. πότερον γὰρ ἐν αὐτῷ τῷ κύτει τῶν ὑστερῶν περιέχεται τὸ καταμήνιον, ἀθρόον τε προσπίπτον τὸ σπέρμα πλήττει τε καὶ κινήσεων ἀρχὴν παρασχὸν αὖθις ἐκκρίνεται κατὰ τὸν αὐχένα τῶν μητρῶν, ἢ κατ’ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ πλησιάζει τὸ θῆλυ τῷ ἄῤῥενι, διὰ τῶν καθηκόντων ἀγγείων ἀπαντᾷ τῷ σπέρματι, γλιχόμενον ὑποδέξασθαι τὴν παρ’ αὐτοῦ δύναμιν; ἀλλ’ ἑκάτερον ἄτοπον. εἰ μὲν γὰρ ἐν ταῖς κοιλίαις τῶν μητρῶν ἀθρόον ἐστὶν ἐκ πολλοῦ περιεχόμενον, οὐκ ἔτι οὐδὲ αἷμα τοῦτ’ ἔστιν, ἀλλὰ θρόμβος. ὅ τι γὰρ ἐκπέσοι τῶν ἀγγείων αἷμα καθ’ ὁτιοῦν ὄργανον κοῖλον ἐν τῷ ζώῳ, παραχρῆμα θρόμβος γίνεται. ὥστε οὐκ ἐξ αἵματος, ἀλλ’ ἐκ θρόμβου τὸ ζῶον τῷ λόγῳ δημιουργήσομεν, οὐδεμίαν ἐξευρεῖν τινα πιθανὴν πρόφασιν ἔχοντες, ὅπως ἐκκριθήσεται μόνον τὸ σπέρμα. συνελθόντων γὰρ αὐτῶν ἅπαξ εἰς ταὐτὸ κατὰ τὴν ἐν ταῖς μήτραις εὐρυχωρίαν, οὐχ οἷόν τε τὸ μὲν ἐκκρίνεσθαι, τὸ δὲ μένειν. εἰ δ’ ἀπαντᾷ τῷ σπέρματι τὸ αἷμα, χρὴ δήπου τὴν ἀπάντησιν καὶ σύνοδον αὐτῶν ἐπὶ τοῖς
523
στόμασι τῶν ἀγγείων γίνεσθαι. ἀλλ’ εἰ τοῦτο ἔσται, πότερον εἰς τοσαῦτα μόρια τὸ σπέρμα διασχισθὲν, ὅσαπέρ ἐστι τὰ τῶν ἀγγείων στόματα, πρὸς ἕκαστον αὐτῶν φήσομεν, ἢ διαμένον ἑαυτῷ συνεχές; τὸ μὲν δὴ πρότερον οὔτε τῷ γλίσχρῳ τοῦ σπέρματος ὁμολογεῖ, καὶ δεῖταί τινος ἑτέρας αἰτίας ἐπιστατούσης, ἣ σχίσει τε αὐτὸ καὶ πρὸς ἕκαστον ἀπάξει τῶν στομάτων. τὸ δ’ ἕτερον οἰκειότερόν ἐστι μακρῷ τῇ τοῦ σπέρματος οὐσίᾳ, καὶ τρίτης ἄλλης οὐσίας οὐ δεῖται παρὰ τὴν ὁλκὴν τῶν ὑστερῶν καὶ τὸν ἐξακοντισμὸν τῆς γονῆς. ὡς γὰρ ἡ γαστὴρ, ὅταν ἐπιθυμῇ σιτίων, ἀνατρέχει τῷ πυθμένι πρὸς τὸν στόμαχον, αὐτῷ δὲ τῷ στομάχῳ καθάπερ χειρί τινι προσχρῆται, τὸν αὐτὸν τρόπον ἡ μήτρα διὰ τὴν ἐπιθυμίαν τῆς τοῦ σπέρματος ποιότητος ἀπαντᾷ μὲν σύμπασα προστρέχουσα τῷ αἰδοίῳ, τῷ δ’ αὐχένι, οἷον τῷ στομάχῳ, καθάπερ τινὶ χειρὶ χρῆται συνεπωθοῦντι τὸ σπέρμα. καὶ τοίνυν, ὅταν ποτὲ ἀῤῥωστήσῃ ὁ στόμαχος οὗτος, ὁμοίως θατέρῳ στομάχῳ, τῷ τῆς γαστρὸς, ἕλκειν ἀδυνατεῖ τὸ σπέρμα. καὶ τοῦτό ἐστι τὸ πρὸς
524
Ἱπποκράτους εἰρημένον· Οὐ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονήν. ἀλλὰ περὶ μὲν τούτων αὖθις. εἰ δὲ καὶ προσπίπτοι μὲν τοῖς στόμασι τῶν ἀγγείων τὸ σπέρμα, καὶ πάλιν ἀφιστῆται λυόμενον εἰς τὸν ἀέρα, τίς ἔσται τοῦ κυήματος ἡ ἀρχή; πρῶτον μὲν γὰρ τὴν αἰτίαν εὑρεῖν χρὴ τῆς εἰς τὰς μήτρας ἐκπτώσεως τοῦ καθ’ ἕκαστον τῶν ἀγγείων στόματος τῷ σπέρματι πεπλησιακότος αἵματος, ἔπειτα δ’ ἑτέραν τὴν εἰς ταὐτὸ ἀθροίσουσαν ἅπαν, ἔπειτα δὲ τοῦ σκεπάσαντος ἔξωθεν ὑμένος ἅπαν τοῦτο τὸ αἷμα. τοῦτο γὰρ οὐκ ἔτι ἐκ λόγου μόνον, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ φαινομένου τὴν ἀνάγκην ἔχει. φαίνεται γὰρ ὑμὴν ἐν κύκλῳ περιέχων τὸ κύημα μετὰ τὴν πρώτην σύλληψιν εὐθέως, ἄν τε πλειόνων ἄν τε ὀλιγίστων ἡμερῶν ᾖ. καὶ γὰρ καὶ τριῶν καὶ τεττάρων ἀπὸ τῆς ἀρχῆς ἡμερῶν ἐκπίπτει πολλάκι ταῖς γυναιξὶν ἐν ὑμένι περιεχομένη γονή. καὶ μέντοι καὶ ἐν ταῖς ἀνατομαῖς τῶν ζώων ἔνεστί σοι ταὐτὸ τοῦτο φωρᾶσαι. θεάσῃ γὰρ ἐναργῶς μὲν τὴν μήτραν ἅπασαν ἀμφὶ τὸ σπέρμα συνεσπασμένην, ὑμένα δ’ ἐκείνῳ περικείμενον. ἄμεινον δὲ Ἱπποκράτους
525
ἀκοῦσαι περὶ τῶν αὐτῶν λέγοντος ἐν τῷ περὶ φύσεως παιδίου γράμματι· παιδεύσει τε γὰρ ἡμᾶς τῷ τῆς θεωρίας ἀκριβεῖ, καὶ τέρψει, κεράσας οἵᾳ δὴ λέξει τὴν διήγησιν, ὥστ’ ἐπανιέναι τε βραχὺ τὸ σφοδρὸν τοῦ λόγου, καὶ διαναπαύεσθαι σὺν ὠφελείᾳ τερπόμενον, ἵν’ ἑξῆς νεανικώτεροι γενόμενοι συντείνωμεν ἡμᾶς αὐτοὺς ἀκμαιότερον ἐπὶ τὸ κατάλοιπον τοῦ λόγου. καὶ τοίνυν ἤδη ἀκούσωμεν τοῦ Ἱπποκράτους. Ὡς δὲ εἶδον τὴν γονὴν ἑκταίην ἐοῦσαν, ἐγὼ διηγήσομαι. γυναικὸς οἰκέτις μουσουργὸς πολύτιμος ἦν, παρὰ ἄνδρας φοιτέουσα, ἣν οὐκ ἔδει λαβεῖν ἐν γαστρὶ, ὅκως μὴ ἀτιμοτέρη ἔῃ. ἠκηκόει δὲ ἡ μουσουργὸς, οἷα γυναῖκες πρὸς ἀλλήλας λέγουσιν, ὅτι, ἐπὴν γυνὴ μέλλῃ λήψεσθαι ἐν γαστρὶ, οὐκ ἐξέρχεται ἡ γονὴ, ἀλλ’ ἔνδον μένει. ταῦτα ἀκούσασα, συνῆκε, καὶ τοῦτο ἐφύλασσεν ἀεὶ, καί κως ὡς ᾔσθετο οὐκ ἐξιοῦσαν τὴν γονὴν, ἔφρασε τῇ δεσποίνῃ. καὶ ὁ λόγος ἦλθεν ἕως ἐμέ. κᾀγὼ ἀκούσας, ἐκελευσάμην αὐτὴν πρὸς τὴν γῆν πηδῆσαι. καὶ ἑπτάκις ἐπειδὴ ἐπεπήδητο, ἡ
526
γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν, καὶ ψόφος ἐγένετο, κᾀκείνη ἰδοῦσα ἐθεᾶτο αὐτὴν καὶ ἐθαύμαζεν. ὁκοῖον δ’ ἦν, ἐγὼ ἐρέω· οἷον εἴ τις ὠοῦ ὠμοῦ τὸ ἔξω λεπύριον περιέλοι, ἐν δὲ τῷ ἔνδον ὑμένι τὸ ἔνδον ὑγρὸν διεφαίνετο. ταυτὶ μὲν Ἱπποκράτης μαρτυρεῖ περὶ τοῦ μένειν ἔνδον τὴν γονὴν, καὶ ἔχειν ὑμένα. φαίνεται δὲ κᾀν ταῖς ἀνατομαῖς τῶν ζώων ὑμὴν οὗτος, ἐξημμένος μὲν ἐκ τῶν μητρῶν κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ τῶν ἀγγείων ἐστὶ τὰ στόματα, τὸ δ’ ἄλλο σύμπαν ὑποτεταμένον μὲν αὐταῖς, οὐ συμπεφυκὸς δὲ, συνεχὲς γὰρ ἑαυτῷ μένον τὸ σπέρμα, καθ’ ὃν ὑπὸ τῆς μήρας ἕλκεται καιρὸν, ἐκτείνεται μὲν δήπου καὶ πλατύνεται, πάντων τῶν μορίων τῆς μήτρας ὁμοίως ὀρεγομένων αὐτοῦ, τῷ δ’ εἶναι γλίσχρον τε καὶ παχὺ καὶ θερμοῖς ὁμιλεῖν σώμασιν ὑμενοῦται ῥᾳδίως, ὥσπερ ταυτὶ τἀκτὸς, ὅσα δημιουργοῦσιν οἱ σιτοποιοὶ κατά τινος σκεύους θερμοῦ τε καὶ πλατέος, ἐπαλείφοντες ὑγρὸν ἀτρέμα σταῖς· ὀνομάζεται δὲ ἴτριά τε καὶ ῥύμματα τὰ τοιαῦτα πάντα πλατύσματά τε καὶ πέμματα. τοιοῦτο ἕτερον ἐντὸς, οἷον ἐκτὸς ὁ σιτοποιὸς 
527
ἐκ τοῦ σίτου τῶν ἰτρίων, ἡ φύσις τοῦ σπέρματος ἐργάζεται τὸν ὑμένα, ταθῆναι μὲν ἐπιπλέον ἀναγκασθέντος τοῦ σπέρματος, ὅτι πάντα αὐτοῦ τὰ μόρια τῆς μήτρας ἐγλίχετο, κινδυνεύοντος δὲ ἐν τῷ τείνεσθαι διασπασθῆναι, καὶ δὴ διασπωμένου πολλάκις, ὅταν ὑγρότερόν τε καὶ ἀτονώτερον ὑπάρχον ἰσχυρῶς ὑπὸ πολλῶν ἅμα μερῶν ἀνθέλκηται. ἀλλ’ εἰ μὲν τοῦτο πάθοι, διαῤῥεῖ, καὶ ἀποπίπτει, καὶ φθείρεται, τῆς συνεχείας λυθείσης· εἰ δ’ ἀντισχῇ τεινόμενον, ὡς μὴ διασπασθῆναι, (γλίσχρον δ’ εἶναι χρὴ καὶ πολὺ καὶ παχὺ τὸ τοιοῦτο,) παραχρῆμα ὑμενοῦται σύμπαν αὐτοῦ τὸ ἔξω τὸ τῶν μητρῶν ψαῦσαν, ἀφίσταται δ’ ἀπ’ αὐτοῦ, ὥσπερ τὸ ἴτριον ἀπὸ τοῦ χαλκοῦ σκεύους· οὐ γὰρ οἷόν τε λεῖον τῷ λείῳ συναφθῆναι. μεγίστη δὲ τοῦ λόγου πίστις· ἔνθα τραχύς ἐστι τῆς μήτρας ὁ χιτὼν, ἔστι δὲ δήπου τοιοῦτος ἐν τοῖς στόμασι τῶν ἀγγείων, ἐκείνοις μόνοις συνδεῖται.

Βουλοίμην δ’ ἂν ἐάσας ἤδη τὰ φαινόμενα πυθέσθαι τοῦ Ἀριστοτέλους, εἰ τὰ πρῶτά τε καὶ κοινότατα

528
τῶν ἐν τοῖς ζώοις ὀργάνων, ὑφ’ ὧν ἅπαντα διοικεῖται τὰ μόρια, συγχωρεῖ καὶ αὐτὸς εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον. εἰ γὰρ δὴ τοῦτο συγχωρήσειεν, οἶμαι ῥᾳδίως αὐτὸν πείσειν, ὡς ἐκ σπέρματος ἡ γένεσις αὐτοῖς ἐστιν. ἄναιμα γάρ ἐστι ταῦτα τὰ σώματα τῶν ἀγγείων, ὡς ἔνεστιν ἐκκενώσαντας τὸ αἷμα θεάσασθαι, καὶ τάσιν ἱκανὴν ἐπιδέχεται. τὸ μὲν γὰρ νεῦρον οὐδὲ ἐκκενωθῆναι δεῖται, καθάπερ ἡ ἀρτηρία καὶ ἡ φλέψ· οὐδεμία γὰρ αἰσθητὴ κοιλότης ἐστὶν ἐν αὐτῷ. ταῦτ’ οὖν, ὦ θαυμασιώτατε, πότερον ἐξ αἵματος, ἢ ἐκ σπέρματος ἡ φύσις σοι δοκεῖ διαπλάττειν; ἀλλ’ ὅτι μὲν οὐκ ἐξ αὐτοῦ τοῦ αἵματος, ὥσπερ τὰς σάρκας, εὔδηλον. οὐ γὰρ λευκός ἐστιν, οὐδὲ γλίσχρος, οὐδ’ οὕτως παχὺς ὁ τοῦ αἵματος χυμὸς, ὥστ’ ἐπὶ τοῦ ταθῆναί τε καὶ συριγγωθῆναι δύνασθαι συνεχὴς αὑτῷ διαμένειν. εἰ δὲ καὶ μεταβάλλουσα πρότερον μὲν αὐτὸν ἐξ ἐρυθροῦ ἐργάζεται λευκὸν, ἐξ ὑγροῦ δὲ παχὺν, ἐξ ἀγλίσχρου δὲ γλίσχρον, ἐπιλέλησται δήπου τῶν συμφύτων κινήσεων ἡ φύσις, ἃς ἀεὶ μαρτυρεῖς αὐτῇ, καὶ μάτην κάμνει τοιοῦτο
529
σπεύδουσα τὸ αἷμα κατασκευάζειν, οἷον ἐξ ἀρχῆς ἔχει τὸ σπέρμα. καὶ μὴν ὡς οὐδέν γε μάτην ἡ φύσις ἐργάζεται, παρὰ σοῦ αὐτοῦ μεμαθήκαμεν. οὔκουν οὐδὲ νῦν ἐπελάθετο κατὰ τὸ μέγιστον τῶν αὐτῆς ἔργων, οὐ γὰρ δὴ μεῖζόν γέ τι φύσει ἔργον ἢ καὶ τῷ δημιουργῷ παντὶ τῆς προσηκούσης ἀρχῆς. ταύτην γοῦν οὐ μόνον τὸ ἥμισυ τοῦ παντὸς, ὡς ὁ κοινὸς λόγος, ἀλλὰ δυνάμει τὸ σύμπαν ὁμολογεῖς εἶναι καὶ αὐτὸς, ἑπόμενος τῷ διδασκάλῳ σου Πλάτωνι. πολὺ δὲ δὴ μᾶλλον ἐν τοῖς τῆς φύσεως ἔργοις ἡ ἀρχὴ δυνάμει τὸ πᾶν ἐστιν, ὅσῳ καὶ μέγιστα διαπράττεται τῶν τεχνῶν ἁπασῶν ἡ φύσις. ἀλλ’ οὐ χρὴ μακρολογεῖν, οὐδὲ ἔξωθεν ἐπάγειν τὰ μαρτύρια, πρὸς Ἀριστοτέλη διαλεγόμενον, ὃς οὕτω πολὺ νέμει ταῖς πολλαῖς καταβληθείσαις ἀρχαῖς, ὥστε οὐκ ἀφαιρεῖται μὲν τὸ σπέρμα τὸ μὴ οὐ τὸν τοῦ δημιουργοῦ λόγον ἔχειν πρὸς τὸ κυούμενον. ἐξ αὐτοῦ δὲ οὔ φησι γίνεσθαι τὸ ἔμβρυον, ἀλλ’ ἐκ τοῦ καταμηνίου, τὴν ἀρχὴν τῆς κινήσεως παρὰ τοῦ σπέρματος λαμβάνοντος. ἀλλ’ εἴπερ ἱκανὴ μία πληγή τε καὶ ψαῦσις ἐκ τοῦ σπέρματος εἰς
530
τὸ αἷμα γενομένη τοσαύτην τε καὶ τοιαύτην ἐργάζεσθαι κινήσεων διαδοχὴν, ὡς ἐξ αὐτῶν δημιουργεῖσθαι τὸ ζῶον, ἔργῳ μαρτυρεῖς, ὡς ἀρχὴ τὸ σύμπαν ἐστίν. οὔκουν δεῖ παρελθεῖν ἡμᾶς, Ἀριστότελες φίλτατε, τηλικοῦτο ἔγκλημα τῆς ἐπαινουμένης ὑπὸ σοῦ φύσεως, ὡς εὐθὺς ἐν ἀρχῇ μάτην ἐργάζεσθαι. ποιῆσαι μὲν γὰρ αὐτὴν φλέβα, καὶ ἀρτηρίαν, καὶ νεῦρον, ἀναγκαιότατόν ἐστιν. ἔχουσα δὲ εἰς τοῦτο καὶ λευκὸν καὶ παχὺν καὶ γλίσχρον χυμὸν, ἐκβάλλει μὲν τοῦτο, ὡς νομίζεις, ἐξ αἵματος δ’ ἕτερον ὅμοιον γεννᾷ. καὶ μὴν εἰ μὲν ἐξ αὑτοῦ τὸ αἷμα δύναμιν ἔχει γεννᾷν τε ἅμα καὶ διαπλάττειν τὸν τοιοῦτον χυμὸν, οὐ δεῖται τοῦ σπέρματος. εἰ δὲ ἐξ ἐκείνου λαμβάνει τὸ δύνασθαι, τί τὸ πρῶτον δεόμενον τῷ δευτέρῳ, καὶ παρ’ ἐκείνου τὸ δύνασθαι προσλαμβάνεσθαι, πρὸς ὑπηρεσίαν χρῆται; δεῖ μὲν γὰρ, ἤτοι τῆς δυνάμεως τοῦ σπέρματος, ἢ τῆς σωματικῆς οὐσίας αὐτὴν καταγνοῦσαν, ἄλλῳ χρήσασθαι πρὸ αὐτοῦ, μέμψασθαι δὲ οὐδέτερον ἔχει. τήν τε γὰρ δύναμιν αὐτὸ τῷ αἵματι παρέχει καὶ κατὰ σε τήν τε οὐσίαν ἔχον ἐπιτηδειοτάτην
531
φαίνεται πρὸς τὴν τῶν κυριωτάτων ὀργάνων διάπλασιν. εἰ γὰρ ἄναιμον ἡ φύσις εἶναι βούλεται τῶν τριῶν ὀργάνων τὴν οὐσίαν, ἔχειν τοιαύτην ὕλην τὴν γονὴν, εἴτε παχεῖαν, καὶ ταύτην μᾶλλον αἵματος ὑπάρχειν, εἴτ’ ἀποτείνεσθαι καὶ συριγγοῦσθαι, καὶ μέχρι πλείστου προϊοῦσαν ἄνευ τοῦ ῥήγνυσθαι, τί ἂν εἰς ταῦτα ἐπιτηδειότερον τοῦ γλίσχρου ἐξεύροι; πάντων οὖν ὧν δεῖται πρὸς τὴν τῶν τριῶν ἀγγείων γένεσιν, ἡ τοῦ σπέρματος οὐσία συλλαβοῦσα κέκτηται. μὴ τοίνυν ἀτιμάσωμεν αὐτὸ τῷ λόγῳ, διότι μηδὲ ἡ φύσις τοῦτο ἔργῳ ἔπραξεν. οὐδὲ γὰρ οὐδ’, ὅτι πλῆρές ἐστι τοῦ πνεύματος τοῦ ζωτικοῦ, τοῦτο λέληθέ σε. σὺ γὰρ εἷς ὁ καλῶς εἰκάσας ἀφρῷ τὸ σπέρμα, πολλὰς πομφόλυγας ὑπὸ σμικρότητος ἀοράτους εἰς ἓν συνελθούσας ἐργάσασθαι φάσκων αὐτό· σὺ καὶ τὸν μῦθον οὐκ ἐμέμψω, τὴν Ἀφροδίτην ἐξ ἀφροῦ γεγενῆσθαι λέγοντα. τί τοίνυν ἐκβάλλεις τῶν μητρῶν τὴν τοιαύτην ἀρχὴν τοῦ ζώου; ἢ τί δώσεις ὄργανον τῇ φύσει τούτου βέλτιον, ἢ κοιλίας, ἢ πόρους, ἢ ὑμένας, 
532
ἢ ἀγγεῖα δημιουργούσῃ; φήσεις γὰρ δήπου καὶ αὐτὸς, ὡς τὰ μὲν τιτρᾶται, τὰ δὲ διαφυσᾶται, τὰ δ’ εὐρύνεται, τὰ δ’ ἀποτείνεται τῆς ὕλης ἐν τῷ διαπλάττεσθαι τὸ ζῶον, εἰ μή τι κᾀνταῦθα τὸν ἀτμὸν τοῦ αἵματος ἕξεις ὄργανον, ἵνα καὶ νῦν ἡ φύσις ἐκβάλλουσα τὸ ἕτοιμον ἕτερον κάμνῃ τοιοῦτο ἐργαζομένη. πῶς οὖν οὐκ ἐναντιώτατος ὁ λόγος ἐστὶ τοῖς ἔργοις τῆς φύσεως, ἐὰν ἐκκρίνεσθαι μὲν εἰς ἀέρα λυθὲν τὸ σπέρμα, κατέχεσθαι δὲ τὸ καταμήνιον φάσκωμεν; ὃ γὰρ ὡς ἀλλότριον ἐκκρίνει καθ’ ἕκαστον μῆνα, δίδομεν αὐτῇ νῦν ὡς οἰκειότατον. εἰ δὲ ἔμπροσθεν μὲν ἀλλότριον, οἰκεῖον δὲ γίνεται μεταλαβὸν τῆς τοῦ σπέρματος ποιότητος, ἐξ ἐκείνου τὴν οἰκειότητα προσκτᾶται, ἔχοντος δήπου πρότερον αὐτοῦ. οὐ γὰρ δὴ μεταδίδωσί γέ τινος τοῖς πέλας, οὗ μὴ μετέσχηκεν αὐτό. πάλιν οὖν ἐνταῦθα ἡ φύσις εὑρίσκεται τὸ μὲν πρώτως οἰκεῖον ἐκβάλλουσα, τὸ δὲ ἐκείνου μετασχὸν αἱρουμένη. καίτοι γε οὐ τῆς ποιότητος αὐτῷ μεταδίδωσιν ἐκ τοῦ σπέρματος
533
ὁ Ἀριστοτέλης, ἀεὶ δ’ ἀρχὴν κινήσεως ἐνδίδωσι μόνην, ὥσπερ τοῖς θαύμασιν ἐμφυλάττοντα τὴν ἑαυτοῦ κατασκευὴν ἐκ μόνου τοῦ λαβεῖν τὴν τοιαύτην ἀρχὴν ἐπὶ πλεῖστον ἐξαρκεῖ κινούμενα. καὶ μὴν οὐ διὰ κίνησιν, ἀλλὰ διὰ ποιότητος οἰκειότητα καὶ ἀλλοτριότητα τὸ μὲν αἱρουμένας τε καὶ κατεχούσας ἔστιν ἰδεῖν τὰς φύσεις, τὸ δ’ ἀποστρεφομένας τε καὶ διὰ τοῦτο ἐκβαλλούσας. οὐδὲ γὰρ οὐδ’ ἐν τῇ γαστρὶ μένον οὐδὲν ἔστιν ἰδεῖν τῶν οὐκ οἰκείων αὐτῇ. τί δεῖ λέγειν περὶ τῆς γαστρὸς οὕτως ἐναργῶς ἢ δι’ ἐμέτου ἐκβαλλούσης τὸ λυποῦν, ἢ κατ’ ἔντερον ἐκκρινούσης αὐτὸ, τὴν μήτραν ὁρῶντας ὅμοια διαπραττομένην; ἐδείχθη γὰρ καὶ ἥδε κατὰ τῶν φυσικῶν δυνάμεων λόγον ὁμοίως τοῖς ἄλλοις ἅπασι μορίοις ἕλκουσα μὲν καὶ κατέχουσα τὸ οἰκεῖον, ἐκβάλλουσα δὲ τὸ ἀλλότριον. ἀλλὰ μὴν ἀποκρίνει γε τὸ καταμήνιον ὡς περιττόν. οὔκουν κατασχεῖν αὐτὸ δύναταί ποθ’ ὡς οἰκεῖον. οὐ γὰρ τοῦτό ἐστι ταῖς ὑστέραις οἰκεῖον,
534
ἀλλὰ τὸ σπέρμα, καὶ τούτου δεκτικὸν ὄργανον ἡ φύσις ἐποίησεν αὐτάς.