De temperamentis

Galen

Galen. Galeni De temperamentis libri III. Helmreich, Georg, editor. Leipzig: Teubner, 1904.

Ὅτι μὲν δὴ τῶν πολλαχῶς λεγομένων ἐστὶν ὑγρόν τε σῶμα καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν, ἐν τῷ πρὸ τούτου λόγῳ διῄρηται. δέδεικται δὲ καί, ὡς ἐννέα διαφοραὶ τῶν κράσεών εἰσι, μία μὲν ἡ σύμμετρός τε καὶ εὔκρατος, αἱ λοιπαὶ δὲ πᾶσαι δύσκρατοι, τέτταρες μὲν ἁπλαῖ, μιᾶς ἐν ἑκάστῃ πλεονεκτούσης ποιότητος ἤτοι θερμότητος ἢ ψυχρότητος ἢ ξηρότητος ἢ ὑγρότητος, ἕτεραι δὲ τέτταρες, ἐπειδὰν ἐξ ἑκατέρας ἀντιθέσεως ἡ ἑτέρα κρατήσῃ δύναμις. λέγω δ’ ἀντιθέσεις δύο, μίαν μὲν τὴν κατὰ τὸ θερμόν τε καὶ ψυχρόν, ἑτέραν δὲ τὴν κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν. Ἐφεξῆς δὲ τούτων ἐπὶ τὰ γνωρίσματα μεταβάντες ὑπὲρ τῆς εὐκράτου φύσεως ἐσκοπούμεθα, διότι πρώτη πασῶν ἥδε καὶ ἀρετῇ καὶ δυνάμει καὶ τάξει νοήσεώς ἐστιν. ἐπεὶ δ’ εὔκρατον ἄλλο μὲν ἁπλῶς εὑρίσκεται λεγόμενον ἐν πάσῃ τῇ τῶν ὄντων φύσει, καθ’ ἕκαστον δὲ γένος ἄλλο, περὶ πρώτου δεῖν ἐδόκει σκοπεῖσθαι τοῦ κοινῇ κατὰ πάσης φύσεως ἐξεταζομένου. κανὼν δ’ ἦν αὐτοῦ καὶ κρίσις ἡ τῶν στοιχείων ἰσομοιρία, δι’ ἣν καὶ τὸ τῶν ἐσχάτων ἁπάντων ἀκριβῶς μέσον ἀποτελεσθὲν εὔκρατόν τε καὶ σύμμετρον ὀνομάζεται. τὰ δ’ ἄλλα τὰ καθ’ ἕκαστον γένος εὔκρατα ταῖς οἰκείαις τῶν σωμάτων ἐνεργείαις τε καὶ χρείαις κρίνεται καὶ διὰ τοῦτο ταὐτὸν σῶμα ζῴου τινὸς ἢ φυτοῦ μέσον μὲν εἶναι 

41
δύναται τῶν ὁμογενῶν ἁπάντων, τουτέστιν εὔκρατόν τε καὶ σύμμετρον ἐν ἐκείνῳ τῷ γένει, δύσκρατον δ’ ἑτέρῳ τινὶ παραβαλλόμενον ἢ φυτῶν ἢ ζῴων ἢ ἀψύχων γένει. τὸ μὲν γὰρ τοῦ ζῶντος σῶμα τῷ τοῦ νεκροῦ παραβαλλόμενον ὑγρότερόν ἐστι καὶ θερμότερον, οἷον, εἰ τύχοι, λέων ζῶν τεθνεῶτος λέοντος ἢ αὐτὸς ἑαυτοῦ τις ἢ ἕτερος ἑτέρου θερμότερός τ’ ἐστι καὶ ὑγρότερος, καὶ διὰ τοῦτ’ εἴρηται πρὸς τῶν παλαιῶν ὑγρόν τ’ εἶναι καὶ θερμὸν τὸ ζῷον, οὐχ ὡς ἢ τῆς ὑγρότητος ἐν αὐτῷ πλεονεκτούσης ἁπλῶς ἢ τῆς θερμότητος· οὕτω [μὲν] γὰρ εὑρεθήσεται πάμπολλα ζῷα ξηρὰ καὶ ψυχρά, καθάπερ ἐμπίδες τε καὶ κώνωπες καὶ μυῖαι καὶ μέλιτται καὶ μύρμηκες· ἀλλ’ ὡς τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ καὶ μέλιττα ζῶσα τεθνεώσης μελίττης ὑγροτέρα τ’ ἐστὶ καὶ θερμοτέρα καὶ μύρμηξ μύρμηκος, ἀνθρώπῳ μέντοι παραβαλλόμενα καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς ἄλλοις ζῴοις τοῖς ἐναίμοις ἅπαντα τὰ τοιαῦτα ψυχρὰ καὶ ξηρὰ τὴν κρᾶσίν ἐστι. καὶ μὲν δὴ κἂν εἰ πρὸς τὴν ὅλην οὐσίαν ἀποβλέπων ἐξετάζοις, οὐδ’ οὕτως ἐκπέπτωκε τοῦ ξηρά τ’ εἶναι καὶ ψυχρά. ὥσπερ γὰρ καθ’ ἕκαστον γένος, ὅταν ἐξίστηταί τι τῆς μεσότητος, ἀπὸ τοῦ πλεονεκτοῦντος ὀνομάζεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς συμπάσης οὐσίας, ὅταν ὑπερβάλλῃ τι τὸ μέσον, οὐκέτ’ εὔκρατον, ἀλλ’ ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ὀνομασθήσεται. Δέδεικται γὰρ δὴ πρόσθεν, ὡς ἄνθρωπός ἐστιν οὐ τῶν ζῴων μόνον ἢ φυτῶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων εὐκρατότατον. ἐπεὶ δ’ ἐκ πολλῶν καὶ διαφερόντων σύγκειται μορίων, εὔδηλον, ὡς τὸ μέσον ἁπάντων τῇ κράσει τοῦτο καὶ ἁπλῶς ἐστιν εὔκρατον. τὸ γὰρ τοῦ μέσου τῇ κράσει
42
ζῴου μέσον μόριον ἁπάντων ἁπλῶς εὐκρατότατον ἔσται. ἐδείχθη δὲ τοῦτ’ ἐν ἀνθρώπῳ τὸ καλούμενον δέρμα καὶ μάλιστα τοῦ δέρματος τὸ τῶν χειρῶν ἐντός, ὅταν, οἷον ὑπὸ τῆς φύσεως ἀπειργάσθη, τοιοῦτον φυλάττηται. καὶ μὲν δὴ καὶ ὡς οὐ παντὸς ἀνθρώπου τὸ δέρμα μέσον ἁπλῶς ἐστιν ἁπάσης οὐσίας, ἐδείχθη πρόσθεν, ἀλλ’ ὅστις ἂν εὐκρατότατος ᾖ· πολλὴν γὰρ εἶναι καὶ αὐτοῖς τοῖς ἀνθρώποις πρὸς ἀλλήλους τὴν διαφοράν. εὐκρατότατος δ’ ἐστίν, ὃς ἂν τῷ μὲν σώματι φαίνηται μέσος ἀκριβῶς ἁπάντων τῶν ἄκρων, ἰσχνότητός τε καὶ παχύτητος, μαλακότητός τε καὶ σκληρότητος, ἔτι δὲ θερμότητός τε καὶ ψυχρότητος. ἔστι γὰρ εὑρεῖν ἁψάμενον ἑκάστου τῶν ἀνθρωπίνων σωμάτων ἢ χρηστὴν καὶ ἀτμώδη θερμασίαν ἢ πυρώδη καὶ δριμεῖαν ἢ τούτων μὲν οὐδετέραν, ἐπικρατοῦσαν δέ τινα ψῦξιν. ἀκούειν δὲ χρὴ ψῦξιν ἐπικρατοῦσαν ὡς ἐν ζῴου σώματι καὶ ταῦτ’ ἐναίμου τε καὶ ὑγροῦ ὄντος. τῷ μὲν δὴ σώματι τοιοῦτος ὁ εὐκρατότατος ἄνθρωπος· ὡσαύτως δὲ καὶ τῇ ψυχῇ μέσος ἀκριβῶς ἐστι θρασύτητός τε καὶ δειλίας, μελλησμοῦ τε καὶ προπετείας, ἐλέου τε καὶ φθόνου. εἴη δ’ ἂν ὁ τοιοῦτος εὔθυμος, φιλόστοργος, φιλάνθρωπος, συνετός. Ἐκ τούτων μὲν οὖν ὁ εὐκρατότατος ἄνθρωπος γνωρίζεται πρώτως καὶ μάλιστα· προσέρχεται δ’ αὐτοῖς οὐκ ὀλίγα τῶν ἐξ ἀνάγκης ἑπομένων· καὶ γὰρ ἐσθίει καὶ πίνει συμμέτρως
43
καὶ πέττει καλῶς τὰς τροφὰς οὐκ ἐν γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ καὶ καθ’ ὅλην τὴν ἕξιν τοῦ σώματος ἁπάσας τε συνελόντι φάναι τάς τε φυσικὰς καλουμένας ἐνεργείας καὶ τὰς ψυχικὰς ἀμέμπτους ἔχει. καὶ γὰρ καὶ ταῖς αἰσθήσεσιν ἄριστα διάκειται καὶ ταῖς τῶν κώλων κινήσεσιν εὔχρους τ’ ἐστὶ καὶ εὔπνους ἀεὶ καὶ μέσος ὑπνώδους τε καὶ ἀγρύπνου καὶ ψιλοῦ τριχῶν καὶ δασέος καὶ μέλανος τὴν χρόαν καὶ λευκοῦ καὶ τρίχας ἔχει παῖς μὲν ὢν πυρροτέρας μᾶλλον ἢ μελαντέρας, ἀκμάζων δ’ ἔμπαλιν.

Ἐπεὶ δὲ καὶ τῆς κατὰ τὰς ἡλικίας αὐτοῦ διαφορᾶς ἐπεμνήσθημεν, οὐδὲν ἂν εἴη χεῖρον ἤδη τι καὶ περὶ τούτων εἰπεῖν. ἐβουλόμην μὲν οὖν πρότερον ἑκάστου τῶν εἰρημένων γνωρισμάτων ἐπελθεῖν τὰς αἰτίας, ἀλλ’ ἐπεὶ πρὸς τὰ παρόντα μᾶλλον ἡ περὶ τῶν ἡλικιῶν ἐπείγει σκέψις εὐπορωτέρους θ’ ἡμᾶς πρὸς τὴν τῶν αἰτιῶν εὕρεσιν ἀπεργάζεται, πρώτην ταύτην ἐνστησόμεθα. Νοήσωμεν οὖν ἄρτι διαπλαττόμενον ἐν ταῖς μήτραις τῶν κυουσῶν τὸ ζῷον, ἵνα γνῶμεν, ὅπως ὑγρότατόν τ’ ἐστὶ καὶ θερμότατον. ἡ μὲν γὰρ πρώτη σύστασις ἐξ αἵματος αὐτῷ καὶ σπέρματος, ὑγρῶν καὶ θερμῶν χρημάτων. ἀεὶ δὲ καὶ μᾶλλον τούτων ξηρῶν γιγνομένων ὑμένες μὲν πρῶτα διαπλάττονται καὶ χιτῶνες καὶ σπλάγχνα καὶ ἀγγεῖα, τελευταῖα δ’ ὀστᾶ καὶ χόνδροι καὶ ὄνυχες πηγνυμένης ἀποτελοῦνται τῆς οὐσίας· πρὶν γὰρ ἤτοι δύνασθαι τείνεσθαι τὴν ὑποβεβλημένην οὐσίαν ἢ πήγνυσθαι, τῶν εἰρημένων οὐδὲν

44
ἐγχωρεῖ γενέσθαι. χιτῶνες μὲν οὖν καὶ ὑμένες ἀρτηρίαι τε καὶ φλέβες καὶ νεῦρα τεινομένης αὐτῆς, ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ καὶ πλῆκτρα πηγνυμένης ἀποτελοῦνται· τελειωθέντων δ’ οὕτως ἐν τῇ κυούσῃ τίκτεται μὲν ἐφεξῆς, ἔτι δ’ ὑγρὸν ἐσχάτως ἐστὶν ὥσπερ βρύον, οὐκ ἀγγείοις μόνον καὶ σπλάγχνοις καὶ σαρξίν, ἀλλὰ καὶ τοῖς ὀστοῖς αὐτοῖς, ἃ δὴ ξηρότατα τῶν ἐν ἡμῖν ὑπάρχει μορίων. ἀλλ’ ὅμως καὶ ταῦτα καὶ ὅλα σὺν αὐτοῖς τὰ κῶλα διαπλάττουσιν αἱ τροφοὶ τῶν βρεφῶν ὥσπερ κήρινα. τοσαύτη τις ὑγρότης ἐστὶν ἐν ἅπαντι τῷ σώματι τῶν βρεφῶν. Ἀλλὰ καὶ νέον ἱερεῖον εἴτ’ οὖν ἐσθίειν ἐθέλοις εἴτ’ ἀνατεμὼν σκοπεῖσθαι, μυξώδη μὲν καὶ πλαδαρὰν εὑρήσεις τὴν σάρκα, τὸ δ’ ὀστῶδες γένος ἅπαν ἄρτι πηγνυμένῳ τυρῷ ἐμφερές, ὥστε μηδὲ φαγεῖν ἡδέα δι’ ὑπερβάλλουσαν ὑγρότητα τῶν νεογενῶν ζῴων εἶναι τὰ σώματα καὶ μάλιστά γε τοῦτο πέπονθε τὰ ὕεια καὶ τὰ προβάτεια, διότι καὶ μάλιστ’ ἐστὶν ὑγρότατα· τὰ δ’ αἴγεια, διότι ξηρότερα, βελτίω τ’ ἐστὶ καὶ ἡδίω φαγεῖν. ἔμπαλιν δὲ τοῖς νέοις ἱερείοις τὰ γεγηρακότα ξηρὰ μὲν ἱκανῶς καὶ ἄνικμα καὶ ἄχυμα τά τ’ ὀστᾶ σύμπαντα καὶ τοὺς συνδέσμους αὐτῶν ἔχει, νευρώδη δὲ καὶ σκληρὰν τὴν σάρκα καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα δίκην ἱμάντων ἀηδῆ τε καὶ ἄχυμα. τὰ δ’ ἐν τῷ μέσῳ τούτων καὶ τῶν ἄρτι γεγενημένων, ὅσα μὲν ἤδη προβέβηκε
45
ταῖς ἡλικίαις, ὅσον ἀπολείπεται τοῦ γήρως, τοσοῦτον καὶ τῆς ἐσχάτης ξηρότητος· ὅσα δὲ νεώτερα καὶ ἔτ’ αὐξανόμενα, τοσοῦτον καὶ ταῦτα τῆς τῶν ἐμβρύων ὑγρότητος ἀποκεχώρηκεν, ὅσον καὶ ταῖς ἡλικίαις προελήλυθεν. ἡ δ’ ἀκμὴ μάλιστα πάντων τῶν ζῴων ἐν τῷ μέσῳ καθέστηκε τῶν ἀκροτήτων οὔτ’ εἰς ἔσχατον ἥκουσα ξηρότητος, ὡς τὸ γῆρας, οὔτ’ ἐν ὑγρότητι καὶ πλάδῳ πολλῷ καθεστῶσα, καθάπερ ἡ τῶν βρεφῶν ἡλικία. Τί δὴ οὖν ἔνιοι τῶν ἐλλογίμων ἰατρῶν ὑγρὸν ἀποφαίνονται τὸ γῆρας; ἢ δηλονότι τῷ πλήθει τῶν περιττωμάτων ἐξαπατηθέντες; οἵ τε γὰρ ὀφθαλμοὶ δακρύουσιν αὐτοῖς αἵ τε ῥῖνες ἀναπίμπλανται κορύζης ἔν τε τῷ στόματι σιέλων πλῆθος ἀθροίζεται, ἀλλὰ καὶ βήττουσι καὶ ἀναπτύουσι φλέγμα, δηλοῦντες ἄρα καὶ τὸν πνεύμονα μεστὸν εἶναι τοῦ τοιούτου χυμοῦ· καὶ ἡ γαστὴρ δ’ αὐτοῖς πεπλήρωται φλέγματος ἕκαστόν τε τῶν ἄρθρων ὑπόμυξον. ἀλλ’ οὐδὲν τούτων ἐναντιοῦται τῷ ξηρὰ τῶν γερόντων εἶναι τὰ σώματα. τὰ μὲν γὰρ νεῦρα καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας καὶ τοὺς ὑμένας καὶ τοὺς χιτῶνας ἁπάντων τῶν ὀργάνων ξηρότερα μὲν εὑρήσεις τῶν πρόσθεν πολύ, περιπεπλασμένον δ’ αὐτοῖς ἔνδοθέν τε καὶ ἔξωθεν ἤτοι φλεγματώδη τινὰ χυμὸν ἢ ὑγρότητα μυξώδη. ἀλλὰ τοσούτου δεῖ τὰ τοιαῦτα σύμπαντα γνωρίσματα τὸ γῆρας ὑγρὸν ἀποφαίνειν, ὥστε καὶ μαρτυρεῖν μοι δοκεῖ τῇ ξηρότητι. δι’ αὐτὸ γάρ τοι τοῦτο ξηρότερον ἕκαστον γίγνεται τῶν μορίων, ὅτι μηκέθ’ ὁμοίως τρέφεται νῦν ὑπ’ ἀρρωστίας τοῦ θερμοῦ. πλῆθος μὲν γὰρ ἔξωθεν αὐτὸ περιττωμάτων ὑγρῶν ἐπικλύζει, τὸ βάθος δ’ αὐτὸ τοῦ σώματος ἑκάστου ξηρόν ἐστι μήθ’ ἕλκειν εἴσω τὴν τροφὴν 
46
δυναμένου μήτ’ ἀπαλαύειν ἱκανῶς. ὑγρὸς οὖν ὁ γέρων ἐστίν, οὐ τοῖς οἰκείοις μορίοις, ἀλλὰ τοῖς περιττώμασι, καὶ ξηρός, οὐ τοῖς περιττώμασιν, ἀλλὰ τοῖς μορίοις αὐτοῖς, ὥστ’ ἄλλῳ μὲν ὑγρός, ἄλλῳ δὲ ξηρός. ἀλλ’ οὐχ ὑπὲρ τῶν περιττωμάτων αὐτοῦ νῦν ὁ λόγος ἀλλὰ τῶν οἰκείων μορίων ἐστίν, ὧν αἱ κατὰ φύσιν ἐνέργειαι συμπληροῦσι τὴν ζωήν. τούτοις οὖν ξηρός ἐστιν ὁ γέρων, οἷς ὁ παῖς ἦν ὑγρός, αὐτοῖς τοῖς στερεοῖς μέρεσι τοῦ σώματος, ὀστοῖς καὶ συνδέσμοις καὶ ὑμέσι καὶ ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις καὶ χιτῶσι καὶ σαρξί, καὶ καλῶς Ἀριστοτέλης εἰκάζει τὸ γῆρας αὐαινομένῳ φυτῷ. καὶ γὰρ οὖν καὶ τὰ φυτά, νέα μὲν ὄντα, μαλακά τ’ ἐστὶ καὶ ὑγρά, γηρῶντα δ’ ἀεὶ καὶ μᾶλλον φαίνεται ξηραινόμενα καὶ τελευτῶντα τελέως ἀποξηραίνεται καὶ τοῦτ’ ἔστιν αὐτοῖς ὁ θάνατος. Ὅτι μὲν δὴ ξηρότατον ὡς ἐν ἡλικίαις τὸ γῆρας, ἐκ τῶν εἰρημένων εὔδηλον· ὅτι δὲ καὶ ψυχρότατόν ἐστιν, ἔτ’ ἐναργέστερον, ὥστ’ οὐδ’ ἠμφισβήτησεν οὐδεὶς ὑπέρ γε τούτου. καὶ γὰρ ἁπτομένοις οἱ γέροντες ψυχροὶ φαίνονται καὶ ῥᾳδίως ἀποψύχονται καὶ μελαίνονται καὶ πελιδνοῦνται καὶ τοῖς ψυχροῖς ἑτοίμως ἁλίσκονται νοσήμασιν, ἀποπληξίαις, παραλύσεσι, νάρκαις, τρόμοις, σπασμοῖς, κορύζαις, βράγχοις. ἀπόλωλε δ’ αὐτῶν ὀλίγου δεῖν ἅπαν τὸ αἷμα καὶ διὰ τοῦτο συναπόλωλεν ἡ τῆς χρόας ἐρυθρότης. ἀλλὰ καὶ πέψις αὐτοῖς καὶ ἀνάδοσις ἐξαιμάτωσίς τε καὶ πρόσθεσις καὶ θρέψις ὄρεξίς τε καὶ κίνησις καὶ αἴσθησις ἀμυδρὰ πάντα καὶ κακῶς διακείμενα. καὶ τί γὰρ ἄλλ’ ἢ ὁδὸς ἐπὶ θάνατόν ἐστι τὸ γῆρας;
47
ὥστ’ εἴπερ ὁ θάνατος σβέσις ἐστὶ τῆς ἐμφύτου θερμασίας, εἴη ἂν καὶ τὸ γῆρας οἷον μαρασμός τις αὐτῆς. Οὐ μὴν περί γε τῆς τῶν παίδων ἡλικίας καὶ τῆς τῶν ἀκμαζόντων οὔθ’ ὡμολόγηταί τι τοῖς ἰατροῖς οὔτε κρῖναι τὴν διαφωνίαν αὐτῶν εὐπετές. πιθανοὶ γὰρ ἑκατέρων οἱ λόγοι τῶν τε τοὺς παῖδας ἀποφαινόντων θερμοτέρους εἶναι τῶν ἀκμαζόντων καὶ τῶν ἔμπαλιν τούτοις τοὺς ἀκμάζοντας τῶν παίδων. οἱ μὲν γὰρ ὅτι θερμότατος ἁπάντων ἐστὶ τῶν ἐν τῷ ζῴῳ κατὰ φύσιν ὑπαρχόντων ὁ τοῦ αἵματος χυμός, εἶθ’ ὅτι τὰ κυούμενα τὸ μὲν πρῶτον ὀλίγου δεῖν αἷμα μόνον ἐστίν, ὕστερον δὲ· διαπλαττομένων ἤδη τῶν μορίων τὸ μὲν ὀστοῦν γίγνεται, τὸ δ’ ἀρτηρία, τὸ δὲ φλέψ, τὸ δ’ ἄλλο τι, πάντα μὴν ἐρυθρὰ καὶ πλεῖστον αἵματος εἰλικρινεστάτου τε καὶ θερμοτάτου μετέχοντα, συλλογίζονται θερμότατον εἶναι τὸ κυούμενον· εἰ δὲ τοῦτο, καὶ τοὺς παῖδας ὅσῳπερ ἐγγυτέρω τοῖς κυουμένοις, θερμοτέρους εἶναι τῶν ἀκμαζόντων. οἱ δ’, ὅτι πολὺ μὲν κἀν τοῖς ἀκμάζουσι τὸ αἷμα καὶ πλέον ἢ ἐν τοῖς παισίν, ὥστε διὰ τοῦτο συνεχῶς αἱμορραγεῖν, ἀλλὰ καὶ ὁ τῆς ξανθῆς χολῆς χυμὸς αἵματος πολὺ θερμότερος ὑπάρχων πλεῖστος αὐτοῖς ἐστι, διὰ τοῦτο θερμοτέρους ἀποφαίνουσι τῶν παίδων τοὺς ἀκμάζοντας. Αὖθις δ’ ἀπὸ τῶν ἐνεργειῶν οἱ μὲν ὅτι καὶ αὐξάνονται καὶ πλειόνων ἢ κατὰ τὴν ἀναλογίαν τοῦ σώματος ὀρέγονταί τε καὶ κρατοῦσιν ἐδεσμάτων, ἰσχυρὰν ἐν τοῖς παισὶν εἶναί φασι τὴν θερμασίαν· οἱ δὲ τὸ μὲν αὐξάνεσθαι διὰ τὴν ὑγρότητα μᾶλλον ἢ τὴν τοῦ θερμοῦ ῥώμην ὑπάρχειν αὐτοῖς φασι, ταῖς μέντοι πέψεσιν οὐχ ὅπως πλεονεκτεῖν ἀλλὰ καὶ πολὺ τῶν ἀκμαζόντων ἀπολείπεσθαι. ἐμέτους τε γὰρ ἀπέπτων αὐτοῖς γίγνεσθαι σιτίων καὶ διαχωρήσεις ὑγρῶν καὶ
48
τραχέων καὶ ἀχυμώτων. εἰ δ’ ὀρέγονται πλειόνων, οὐδὲν εἶναι τοῦτό φασι πρὸς τὴν ῥώμην τοῦ θερμοῦ. πρῶτον μὲν γὰρ οὐδὲ πλεονεξίᾳ θερμότητος ὀρέγεσθαι τὰ ζῷα, τοὐναντίον [δ’] ἅπαν ἀποψυχομένων τῶν ὀρεκτικῶν μορίων· ἔπειτα δὲ διότι μὴ μόνον εἰς θρέψιν ἀλλὰ καὶ εἰς αὔξησιν αὐτοῖς ἡ τροφὴ διοικεῖται, διὰ τοῦτο πλειόνων ἐδεσμάτων προσδεῖσθαι. κατὰ μέντοι τὰς ἄλλας ἁπάσας ἐνεργείας καὶ πάνυ σαφῶς ἀπολείπεσθαι τοὺς παῖδας τῶν ἀκμαζόντων. οὔτε γὰρ βαδίζειν οὔτε θεῖν οὔτε βαστάζειν οὔθ’ ὅλως οὐδὲν τῶν πρακτικῶν ἐνεργειῶν ὁμοίως ἐπιτελεῖν, ἀλλὰ καὶ τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἐν τοῖς ἀκμάζουσί φασιν εἰς ἄκρον ἥκειν ἀρετῆς. ὅλως δὲ τὸ μὲν ἀτελὲς ἔτι, τὸ δ’ ἤδη τέλειον εἶναι ζῷον. ἐν δὲ τοῖς τελείοις εὔλογόν φασι τὸ πρακτικώτατόν τε καὶ ἀρχικώτατον τῶν στοιχείων ἐπικρατεῖν. ἀλλὰ καὶ τοὺς ὕπνους πλείστους μὲν ἐν τοῖς παισὶν ἰδεῖν ἔστι γιγνομένους, ἐλαχίστους δ’ ἐν τοῖς ἀκμάζουσι. καίτοι τούτους γε, φασίν, οὐδὲ μανεὶς ἄν τις ἑτέρως ἡγήσαιτο γίγνεσθαι ἢ τοῦ θερμοῦ νικηθέντος πως καὶ βαρυνθέντος ὑπὸ πλήθους ὑγρότητος, ὡς ἔκ τε τῶν οἰνωθέντων ἔστιν ἰδεῖν ἔτι τε τῶν πλείω λουσαμένων. οὕτω δὲ καὶ μήκων ὑπνοποιός ἐστι καὶ μανδραγόρας καὶ θριδακίνη καὶ πάνθ’ ὅσα τὴν κρᾶσιν ὑγρότερα καὶ ψυχρότερα. Τοιαῦται μέν τινες αἱ ἑκατέρωθεν ἀμφισβητήσεις εἰσὶ περὶ τῶν προκειμένων ἡλικιῶν τῆς κράσεως. ἁπάσας γὰρ αὐτὰς ἐπεξέρχεσθαι περιττὸν εἶναί μοι δοκεῖ τοῦ τύπου τῶν ἐπιχειρημάτων ἤδη σαφῶς κἀξ ὧν εἰρήκαμεν ἐγνωσμένου. πόρρωθεν γὰρ ἑκάτεροι καὶ σχεδὸν ἀπὸ τῶν δευτέρων τὰ πρότερα συλλογίζονται καὶ ὥσπερ εἰδότων ἤδη τῶν ἀκροατῶν,
49
ὅπως μὲν αὔξησις, ὅπως δὲ πέψις, ὅπως δὲ θρέψις γίγνεται, ποιοῦνται τὸν λόγον. ὡσαύτως δ’ ὑπὲρ αἰσθήσεως καὶ νοήσεως καὶ πρακτικῶν καὶ φυσικῶν ἐνεργειῶν διέρχονται καὶ γενέσεως ὕπνου μνημονεύουσι καὶ σιτίων φύσεως, ὧν οὐδὲν ἁπλῶς ἐστι καὶ ῥᾳδίως γνωστόν, ἀλλὰ παμπόλλης μὲν τῆς ζητήσεως δεόμενον, ἴσως δ’ οὐδ’ εὑρεθῆναι δυνάμενον, εἰ μὴ πρότερόν τις εἰδείη γνωρίζειν ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμὴν κρᾶσιν. ὅ τι γὰρ ἂν ἐκείνων ὡς γιγνώσκοντες ἤδη λέγωσιν, εἰ ἀναγκάσειέ τις αὐτοὺς ἀποδεικνύναι, πάντως δεήσονται τοῦ περὶ κράσεων λόγου τοῦ νῦν ἡμῖν ἐνεστῶτος. ὥστε δι’ ἀλλήλων καὶ ἐξ ἀλλήλων αὐτοῖς γίγνεσθαι τὰς ἀποδείξεις, ἐκ μὲν τῶν νῦν ζητουμένων, ὡς ἤδη γιγνωσκομένων, ἐπειδὰν ὑπὲρ τῶν ἐνεργειῶν διαλέγωνται καὶ τὴν τῶν ἐδεσμάτων τε καὶ φαρμάκων ἐξευρίσκωσι δύναμιν ὕπνων τε πέρι καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπισκέπτωνται. πάλιν δ’ αὖ τὰ νῦν ἐνεστῶτα δι’ ἐκείνων ὡς ἤδη προεγνωσμένων ἀποδεικνύουσιν. ἐγὼ δ’ οὐκ ἐπαινῶ τὰς τοιαύτας ἀποδείξεις, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδ’ ἀποδείξεις εἶναι νομίζω, καθάπερ ἐπὶ πλέον δι’ ἑτέρων ἐδήλωσα, καὶ βέλτιον εἶναί φημι κατὰ πᾶσαν διδασκαλίαν ὁρίσασθαι τὴν τάξιν τῶν νοημάτων. Εἴπερ οὖν ἀρχὴ μὲν ἁπάσης ἐστὶ τῆς περὶ τῶν κράσεων πραγματείας ἡ περὶ τῶν στοιχείων ἐπίσκεψις, εἴτ’ ἀπαθῆ καὶ ἀμετάβλητα τελέως ἐστὶν εἴτ’ ἀλλοιοῦσθαί τε καὶ μεταβάλλεσθαι δυνάμενα, μετὰ δὲ τὴν ἐκείνων ἐπιστήμην ἐφεξῆς ἐστι δεύτερος ὁ νῦν ἡμῖν ἐνεστηκὼς λόγος, οὐ χρὴ λαμβάνειν
50
αὐτῶν τὰς πίστεις ἐκ τῶν μηδέπω γιγνωσκομένων, ἀλλ’ ὥσπερ ὀρθόν τ’ ἐστι καὶ δίκαιον, ἤ τι τῶν ἐναργῶν εἶναι προσήκει τὸ ληφθησόμενον εἰς τὴν ἀπόδειξιν ἤ τι τῶν προαποδεδειγμένων. οὔτ’ οὖν ὕπνου γενέσεως μημονευτέον οὔτε πέψεως οὔτ’ αὐξήσεως οὔτ’ ἄλλου τῶν τοιούτων οὐδενός, ἀλλ’ ἀπὸ μόνης καὶ ψιλῆς τῆς οὐσίας τῶν ὑποκειμένων πραγμάτων ἡ ζήτησις γιγνέσθω, καθάπερ καὶ διὰ τοῦ πρώτου λόγου πεποιήμεθα. Διελόμενοι γάρ, ὡς ἕτερον μέν ἐστι τὸ κατ’ ἐνέργειαν, ἕτερον δὲ τὸ κατὰ δύναμιν, ὑπὲρ τοῦ κατ’ ἐνέργειαν ὄντος ἤδη θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸν λόγον ἔφαμεν χρῆναι ποιήσασθαι πρότερον, ἔπειθ’ οὕτως ἐπὶ τὰ κατὰ δύναμιν ἀφικέσθαι. πρόχειρος δ’ ἐστὶ πᾶσι καὶ γνώριμος ἡ τῶν κατ’ ἐνέργειαν ἤδη θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν διάγνωσις· ἁφὴ γὰρ τά γε τοιαῦτα διακρίνειν πέφυκεν ἡ καὶ τὸ πῦρ αὐτὸ θερμὸν εἶναι διδάξασα καὶ τὸν κρύσταλλον ψυχρόν. εἰ δ’ ἄλλοθέν ποθεν ἔχουσιν ἔννοιάν τε καὶ διάγνωσιν θερμοῦ καὶ ψυχροῦ, λεγέτωσαν ἡμῖν. ἀμήχανον γάρ τινα σοφίαν ἐπαγγέλλονται, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐμπληξίαν, εἰ πραγμάτων αἰσθητῶν ἕτερόν τι πρεσβύτερον αἰσθήσεως ἔχουσι κριτήριον. καὶ μὴν εἰ μηδὲν ἄλλο τῶν ἐνεργείᾳ θερμῶν ἐγχωρεῖ κριτήριον ὑπάρχειν, ἁπτέσθωσαν ἤδη πολλῶν ἐφεξῆς ἀνδρῶν καί γερόντων καὶ μειρακίων καὶ παίδων καὶ βρεφῶν. οὕτω γὰρ ἐξευρήσουσι τοὺς μᾶλλόν τε καὶ ἧττον θερμούς. εἰ δ’ αἰσθητῶν πραγμάτων ἀποδείξεις λογικὰς ζητοῦσιν, ὥρα τι καὶ περὶ τῆς χιόνος αὐτῆς ἤδη σκοπεῖν, εἴτε λευκήν, ὡς ἅπασιν ἀνθρώποις φαίνεται, νομιστέον αὐτὴν εἴτε καὶ μὴ λευκήν, ὡς Ἀναξαγόρας ἀπεφήνατο. καὶ μὲν δὴ καὶ περὶ πίττης 
51
ὡσαύτως ἀνασκοπεῖν καὶ κόρακος ἁπάντων τε τῶν ἄλλων. οὐ γὰρ δὴ τὸ μὲν λευκὸν ἀπιστεῖσθαι χρὴ τοὺς ὀφθαλμοὺς ὁρῶντας, ἄνευ δ’ ἀποδείξεως ἐπὶ τῶν μελάνων πιστεύεσθαι. ἅπαντ’ οὖν ἤδη τὰ τῶν αἰσθήσεων ἄπιστα φάμενοι μήτε τὸν κύκνον λευκὸν εἶναι λεγόντων, ἐὰν μὴ πρότερον ἐπισκέψωνται λόγῳ, μήτε τὴν τίτανον ἢ τὴν ἡμέραν ἢ αὐτὸν τὸν ἥλιον. οὕτω δὲ καὶ περὶ τῶν φωνῶν ἀπιστησάτωσαν ἀκοῇ καὶ περὶ τῶν ὀσμῶν ταῖς ῥισὶ καὶ περὶ πάντων τῶν ἁπτῶν ἁφῇ. εἶτα ταῦτ’ οὐ Πυρρώνειος ἀπορία καὶ λῆρος ἀπέραντος; οὐ μὴν δίκαιόν γ’ ἦν τοὺς τὴν ἀρίστην αἵρεσιν ἑλομένους τῶν ἐν φιλοσοφίᾳ, τὴν τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ἀρχὰς καὶ στοιχεῖα τιθεμένην, εἰς τοσοῦτον ἀποπλανηθῆναι τῶν ταῦτα θεμένων ἀνδρῶν, ὡς μὴ γιγνώσκειν, ὅτι τε πάσης ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ νόησίν εἰσιν ἐναργῆ καὶ ὅστις περὶ τούτων ἀπορεῖ, μάτην ὑπὲρ τῶν ἄλλων ζητεῖ, μηδ’ ὁπόθεν ἄρξηται καταλελοιπὼς ἑαυτῷ. Πόθεν οὖν εἰς μακρὰν οὕτως ἄλην ἐξετράποντο καὶ λόγῳ ζητεῖν ἐπεχείρησαν αἰσθητῶν πραγμάτων διάγνωσιν, ἐγὼ μὲν οὐδ’ ἐπινοῆσαι δύναμαι, καὶ διὰ τοῦθ’ ἁφῇ μὲν κρίνω τὸ κατ’ ἐνέργειαν θερμόν· εἴ τι δ’ οὔπω μέν ἐστι θερμόν, ἐπιτήδειον δὲ γενέσθαι τοιοῦτον, ὅ δὴ καὶ δυνάμει θερμὸν ὀνομάζεται, τοῦτ’ ἐξευρίσκειν λόγῳ πειρῶμαι. τοῖς δ’ οὐκ οἶδ’ ὅπως ἀντέστραπται πάντα καὶ ῥητορεία μακρὰ περὶ τῶν ἐπιχειρημάτων ἤσκηται. τούτους μὲν οὖν ἐάσωμεν, ἀναμνήσαντες δ’ ἡμᾶς αὐτοὺς καὶ νῦν τό γε τοσοῦτον, ὡς ἀρχὴ
52
δογμάτων μοχθηρῶν ἐστι μία τὸ μηδὲν ὑπὲρ ἀποδείξεως ἐσκέφθαι πρότερον, ἀλλ’ ἅμα τά τε πράγματα ζητεῖν καὶ ὡς εἰδότας, ὅ τί ποτ’ ἐστὶν ἀπόδειξις, ἐπιχειρεῖν ἀποδεικνύειν, ἐπανελθόντες αὖθις ἐπὶ τὸ προκείμενον ἁφῇ κρίνωμεν πρώτως καὶ μάλιστα τὸ κατὰ τὰς ἡλικίας θερμόν. ἔσται δ’ ἡ κρίσις [ἡμῖν] ἀρίστη καθ’ ἓν καὶ ταὐτὸν σῶμα βρέφους ἑνός. οὐ γὰρ ἀδύνατον ὁποία τέ τις ἡ θερμασία διετεῖ τὴν ἡλικίαν ὑπάρχοντι προυπῆρχεν αὐτῷ μεμνῆσθαι καὶ ὁποία νῦν ἐστι δυοῖν ἢ τριῶν ἐτῶν, εἰ τύχοι, μεταξὺ γενομένων. εἰ γὰρ ὅλως φαίνοιτο μεταβολή τις ἐπὶ τὸ θερμὸν ἢ ψυχρὸν γεγονέναι τῷ βρέφει, χαλεπὸν οὐδὲν ἔτι συλλογίζεσθαι τὴν ἕως τῆς ἀκμῆς ἐσομένην ὑπεροχήν. εἰ δὲ καὶ πλείω παιδία πολλοῖς ἀκμάζουσιν ἐθέλοις παραβάλλειν, ἰσχνὰ μὲν ἰσχνοῖς, εὔσαρκα δ’ εὐσάρκοις καὶ παχέα παχέσι παράβαλλε· οὕτω δὲ καὶ χρόας ὡσαύτως ἔχοντα καὶ τῶν ἄλλων ἁπάντων ὡς οἷόν τε. τὴν γὰρ ἐν ταῖς ἡλικίαις διαφορὰν ἐξευρεῖν ζητῶν ἐπὶ τῶν ὁμοίων ὡς ἔνι μάλιστα φύσεων ἀσφαλέστερον ἂν ἐπισκέπτοιο. τὸ δ’ ἐπὶ τῶν ἐναντίων ἐξετάζειν οὐ σμικρὸν ἔχει τὸν παραλογισμόν, οὐ διὰ τὴν ἡλικίαν ἐνίοτε τῆς τῶν δοκιμαζομένων σωμάτων διαφορᾶς ἀλλὰ διὰ τὴν φυσικὴν ὑπαρχούσης κρᾶσιν. ὡσαύτως δὲ καὶ διαίτῃ πάσῃ καὶ τοῖς καιροῖς, ἐν οἷς ἐξετάζεται, παραπλησίως ἔχοντα προαιρεῖσθαι τὰ σώματα, μὴ γεγυμνασμένον ἠργηκότι παραβάλλοντας ἢ λελουμένον ἀλούτῳ μηδ’ ἄσιτον ἐδηδοκότι καὶ διψῶντα μεμεθυσμένῳ μηδὲ τὸν ἐν ἡλίῳ θαλφθέντα τῷ ῥιγώσαντι διὰ κρύος ἢ τὸν ἀγρυπνήσαντα τῷ κεκοιμημένῳ μηδ’ ὅλως τοῖς ἐξ ἐναντίας φύσεως ἢ διαίτης ἢ περιστάσεως πραγμάτων ἡστινοσοῦν, ἀλλ’ ὡς οἷόν τε πάνθ’ ὡσαύτως ὑπαρχέτω τἆλλα πλὴν τῆς ἡλικίας αὐτῆς. οὕτω δὲ δηλονότι καὶ αὐτὸν τὸν
53
ἕνα παῖδα παραβάλλων ἑαυτῷ τὰς ἔξωθεν ἁπάσας αὐτοῦ περιστάσεις ἀκριβῶς ὁμοίας φυλάξεις, ἵνα μὴ τὸ διά τινα τούτων ἐν θάλψει τε καὶ ψύξει διάφορον εἰς τὴν τῆς ἡλικίας ἀναφέρηται μεταβολήν. μακρὰν ἴσως σοι δόξω λέγειν τὴν ἐξέτασιν ἀλλ’ ἀληθῆ γε παντὸς μᾶλλον ἐξ αὐτῆς τε τοῦ ζητουμένου τῆς οὐσίας λαμβανομένην, ὡς ἐν τοῖς ὑπὲρ ἀποδείξεως ἐλέγετο. σὺ δ’ ἴσως αἱρήσῃ τὴν ἐπίτομον οὐδὲν φροντίζων, εἰ ψευδὴς εἴη. ἴσθι τοίνυν οὐ μόνον ψευδῆ βαδίσων ἀλλὰ καὶ μακράν. οὐ γὰρ ἔτεσι τρισὶν ἢ τέτταρσιν ἐξευρήσεις τὸ ζητούμενον, ἀλλ’ ἐν παντὶ τῷ βίῳ φυλάξεις τὴν ἄγνοιαν. ὅσον γὰρ ἐπὶ ταῖς ἀντιλογίαις τῶν ἀνδρῶν, οὐδὲν ἀποδειχθῆναι δύναται σαφῶς· οὐδὲ γὰρ εὔλογον ὅλως ἐκ τῶν ὑστέρων πιστοῦσθαι τὰ πρότερα. Κρίνωμεν οὖν αἰσθήσει τὸ θερμὸν καὶ ψυχρὸν σῶμα τό γε κατ’ ἐνέργειαν ἤδη τοιοῦτον καὶ μηκέτι δυνάμει, παρέντες τήν γε πρώτην τὰ ἄλλα σύμπαντα γνωρίσματα. καὶ δὴ σὲ μὲν ὡς [εὖ] κρινοῦντα πρὸς τὴν πεῖραν ἀπολύω, τὴν δ’ ἐμὴν αὐτὸς κρίσιν ἑρμηνεύσω. πολλῶν γὰρ ἐφεξῆς ἁπτόμενος σωμάτων ἐπιμελῶς οὐ παίδων μόνον ἢ βρεφῶν ἀλλὰ καὶ μειρακίων καὶ ἀκμαζόντων εὕρισκον οὐδετέρους ἀληθεύοντας οὔτε τοὺς θερμότερον ἁπλῶς οὔτε τοὺς ψυχρότερον εἰπόντας εἶναι τὸν ἀκμάζοντα τοῦ παιδός. εἰ γὰρ τὰς ἄλλας ἁπάσας τὰς ἔξωθεν ἀφελὼν ἀλλοιώσεις τὰς ἐκ τῆς ἡλικίας μόνης ἐπισκέπτοιο διαφοράς, οὐδέτερός σοι φανεῖται θερμότερος ἁπλῶς. ποιότητι γάρ τοι διαφέρουσιν αὐτῶν αἱ θερμότητες ἐπ’ ἀνίσῳ τῇ διαπνοῇ, δι’ ἣν καὶ σοφιζόμενοί τινες ἢ τοὺς πέλας ἢ σφᾶς αὐτοὺς οἱ μὲν τὴν τοῦ παιδός, οἱ δὲ τὴν τοῦ νεανίσκου θερμασίαν ἰσχυροτέραν εἶναι νομίζουσιν. ἔστι γὰρ ἡ μὲν τῶν παίδων ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα τοῖς ἁπτομένοις, ἡ δὲ τῶν ἀκμαζόντων
54
ὑπόδριμύ τι καὶ οὐχ ἡδὺ κέκτηται. τοῦτ’ οὖν τὸ διάφορον τῆς προσβολῆς ἀναπείθει τοὺς πλείους ἀποφαίνεσθαι θερμότερον εἶναι τὸ τῶν ἀκμαζόντων σῶμα. τὸ δ’ οὐχ οὕτως ἔχει. τῷ γὰρ ἀσκήσαντι τὴν ἁφὴν ἐν διαφόροις ὕλαις διαγνωστικὴν εἶναι θερμότητος ἰσχυροτέρας τε καὶ ἀσθενεστέρας καὶ ἴσης εὖ οἶδ’ ὅτι καὶ ἡ τῶν παίδων ἴση γε φανεῖται κατὰ τὴν ἰσχὺν τῇ τῶν ἀκμαζόντων ἢ πλείων. Ἡ δ’ ἄσκησις ἥδε· χρὴ γὰρ ἀπὸ τῶν ἐναργεστάτων ἄρξασθαι. τῶν βαλανείων ἐνίοτε θερμὸς οὕτως ἐστὶν ὁ ἀήρ, ὡς μηδένα φέρειν αὐτὸν ἀλλὰ καίεσθαι δοκεῖν, ἐνίοτε δ’ οὕτω ψυχρός, ὡς ἱδροῦν μὴ δύνασθαι. καὶ μὴν καὶ ὅτι τρίτη τις ἄλλη παρὰ τάσδε κατάστασίς ἐστιν, ἧς μάλιστα χρῄζομεν, ἡ εὔκρατος, οὐδὲν δέομαι λέγειν. αἱ δ’ αὐταὶ τρεῖς καταστάσεις ἐν τῷ τῆς κολυμβήθρας ὕδατι φαίνονται. καὶ γὰρ θερμὸν οὕτως, ὡς καίεσθαι πρὸς αὐτοῦ, καὶ ψυχρόν, ὡς μηδὲ θερμαίνεσθαι, καὶ εὔκρατον, ὡς συμμέτρως θερμαίνεσθαι, πολλάκις εὑρίσκεται. εἰ τοίνυν ἐροίμην σε, πότερόν ἐστι θερμότερον, ἆρά γε τὸ ὕδωρ τὸ εὔκρατον ἢ ὁ ἀὴρ ὁ εὔκρατος, οὐκ ἂν ἔχοις εἰπεῖν οὐδέτερον. ἀμφοῖν γὰρ ὄντων ὁμοίως ἡδέων τε καὶ συμμέτρων τῷ σώματι τὸ μὲν θερμότερον εἶναι λέγειν αὐτῶν, τὸ δὲ ψυχρότερον οὐδένα νοῦν ἔχειν ἡγοῦμαι. καὶ μὴν εἰ νοήσαις τὸ τῆς δεξαμενῆς ὕδωρ εἰς ἄκρον θερμότητος ἀφικνούμενον, ὡς ζεῖν, ἢ τὸν ἀέρα τελέως ἐκφλογούμενον, ὅτι πρὸς ἀμφοῖν· ὡσαύτως καυθήσῃ, πρόδηλον. εἰ δὲ δὴ καὶ νοήσαις αὖθις ἢ τὸ ὕδωρ οὕτω ψυχρόν, ὡς ἐγγὺς ἤδη πήξεως ἥκειν, ἢ τὸν ἀέρα τελέως ἐψυγμένον, ὡς ἐν τοῖς νιφετοῖς γίγνεται, δῆλον, ὡς καὶ πρὸς τούτων ἑκατέρων ὁμοίως ψυχθήσῃ τε καὶ
55
ῥιγώσεις. οὐκοῦν καὶ θερμότητα καὶ ψῦξιν ἄκραν ὡσαύτως μὲν ἀέρι νοήσεις ἐγγιγνομένην, ὡς δ’ αὔτως ὕδατι, καὶ τῶν ἄκρων ἑκατέρων τὸ μέσον ὁμοίως ἀμφοῖν ἐγγιγνόμενον. ὥστε καὶ τὸ μεταξὺ πάντων τῶν ἄκρων τε καὶ τοῦ μέσου κατά τε τὸ ὕδωρ καὶ τὸν ἀέρα τὰς αὐτὰς ὑπεροχάς τε καὶ διαστάσεις ἕξει, καὶ τοσούτῳ ποτὲ φήσεις εἶναι τοῦ μετρίου θερμότερον θάτερον, ὅσῳ θάτερον. οὕτω δὲ καὶ ψυχρότερον τοῦ μετρίου τοσούτῳ φήσεις εἶναί ποτε τὸ ὕδωρ, ὅσῳ καὶ τὸν ἀέρα, καίτοι τό γε τῆς προσβολῆς ἴδιον οὐ ταὐτὸν ἑκατέροις ἦν. οὐ γὰρ ὡσαύτως ὕδωρ εὔκρατον, ὡς ἀὴρ εὔκρατος προσπίπτει. καὶ τί δεῖ λέγειν ἐπὶ τῶν οὕτως ἀνομοίων; αὐτοῦ γὰρ τοῦ ἀέρος ὁμοίως ὄντος θερμοῦ διαφέρουσαι γίγνονται προσβολαὶ παρὰ τὸ ποτὲ μὲν οἷον ἀχλυώδη τε καὶ ἀτμώδη, ποτὲ δ’ οἷον λιγνυώδη τε καὶ καπνώδη, ποτὲ δὲ καθαρὸν ἀκριβῶς ὑπάρχειν. ἐν πολλαῖς οὖν καὶ διαφερούσαις οὐσίαις ἰσότης γίγνεται θερμότητος ἐξαπατῶσα τοὺς ἀσκέπτους ὡς ἄνισος, ὅτι γε μὴ κατὰ πᾶν ὁμοία φαίνεται. λελογισμένου μήν ἐστιν ἀνδρὸς τοὺς λογισμοὺς οὓς εἴρηκα καὶ γεγυμνασμένου τὴν αἴσθησιν ἐν πολλῇ τῇ τῶν κατὰ μέρος ἐμπειρίᾳ τὴν ἰσότητα τῆς θερμότητος ἐξευρεῖν ἔν τε τοῖς παισὶ καὶ τοῖς ἀκμάζουσι καὶ μὴ τῷ τὴν μὲν ἐφ’ ὑγρᾶς οὐσίας φαίνεσθαι τὴν δ’ ἐπὶ ξηρᾶς ἐξαπατᾶσθαι. καὶ γὰρ λίθος ὕδατι δύναταί ποτε τὴν ἴσην δέξασθαι θερμασίαν, οὐδὲν διαφέρον, εἰ ξηρὸς μὲν ὁ λίθος ἐστίν, ὑγρὸν δὲ τὸ ὕδωρ. Οὕτως οὖν ἔμοιγε μυριάκις ἐπισκεψαμένῳ καὶ παῖδας καὶ νεανίσκους πολλοὺς καὶ μειράκια καὶ τὸν αὐτὸν παῖδα καὶ βρέφος καὶ μειράκιον γενόμενον, οὐδὲν μᾶλλον ἐφάνη θερμότερος οὔτε παιδὸς ἀκμάζων οὔτ’ ἀκμάζοντος παῖς. ἀλλ’, 
56
ὡς εἴρηται, μόνον ἐν μὲν τοῖς παισὶν ἀτμωδεστέρα τε καὶ πολλὴ καὶ ἡδεῖα, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή. πολὺ μὲν γὰρ τῆς τῶν παίδων οὐσίας ὑγρᾶς οὔσης ἐκτὸς ἀπορρεῖ, βραχὺ δὲ τῆς τῶν ἀκμαζόντων ξηρᾶς ὑπαρχούσης. οὐδέτερος οὖν αὐτῶν ἁπλῶς φαίνεται θερμότερος, ἀλλ’ ὁ μὲν τῷ πλήθει τῆς διαπνοῆς, ὁ δὲ τῇ δριμύτητι· τὸ γὰρ ἔμφυτον θερμὸν ὁ παῖς ἔχει πλέον, εἴ γ’ ἐξ αἵματός τε καὶ σπέρματος ἡ γένεσις αὐτῷ, καὶ ἥδιον[, ἐν δὲ τοῖς ἀκμάζουσιν ὀλίγη καὶ ξηρὰ καὶ οὐχ ὁμοίως ἡδεῖα τῆς θερμασίας ἡ προσβολή].

Θερμοῦ μὲν δὴ καὶ ψυχροῦ σώματος ἁφὴ μόνη γνώμων ἐστίν, ὑγροῦ δὲ καὶ ξηροῦ σὺν τῇ ἁφῇ καὶ λογισμός. εἰ μὲν γὰρ ξηρόν, πάντως καὶ σκληρόν. ἀλλὰ τοῦτο μὲν ἁφῇ αἰσθητόν· οὐ μὴν εἴ τι σκληρόν, εὐθὺς ἤδη καὶ ξηρόν. ἀχώριστος μὲν γάρ ἐστι ξηροῦ σώματος ἡ σκληρότης, οὐ μὴν ἰδία γε τούτου μόνου. καὶ γὰρ τὸ πεπηγὸς ὑπὸ ψύξεως σκληρὸν ὥσπερ ὁ κρύσταλλος. ὅθεν οὐδ’ εὐθὺς ἐπιχειρεῖν δεῖ τῇ τοῦ ὑγροῦ τε καὶ ξηροῦ διαγνώσει πρὶν ἐπισκέψασθαι, πῶς ἔχει ψυχρότητος ἢ θερμότητος. οὔτε γάρ, εἰ μετὰ ψυχρότητος ἄκρας σκληρόν, ἤδη τοῦτο καὶ ξηρόν, οὔτ’ εἰ μετὰ θερμότητος σφοδρᾶς μαλακόν, εὐθέως ὑγρόν. ἀλλ’ ὅταν μετρίως θερμὸν ᾖ, σκοπεῖν ἐφεξῆς, εἰ μαλακόν ἐστιν ἢ σκληρόν. εἰ μὲν γὰρ μαλακόν, ὑγρόν, εἰ δὲ σκληρόν, ξηρόν. ἀλλ’ εἴπερ ταῦθ’ οὕτως ἔχει, τῶν ἐν ἀνθρώπου σώματι μορίων σκληρὸν οὐδὲν ἂν εἴη [ὑγρόν]. οὐ γὰρ ἐγχωρεῖ

57
τοσαύτην· ἐν αὐτῷ γενέσθαι ψῦξιν, ὡς σκληρυνθῆναί τι διὰ πῆξιν. εἰς μὲν γὰρ σύστασίν τινα τὸ τέως ῥυτὸν ἀφίξεταί ποτε, καθάπερ ἡ πιμελή. τὸ γὰρ ἐλαιῶδες ἐν αἵματι καὶ λιπαρόν, ῥυτὸν ὄν, ὅταν ἐν ψυχρῷ γένηται χωρίῳ, πήγνυται, σκληρὸν μὴν οὐδ’ οὕτω γίγνεται. Δεόντως οὖν εἴρηται τοῖς παλαιοῖς, ὑγρότατον μὲν ἡ πιμελή, δεύτερον δ’ ἐπ’ αὐτῇ τὸ σαρκῶδες γένος, εἴδη δ’ αὐτοῦ πλείω· πρῶτον μὲν ἡ κυρίως ὀνομαζομένη σάρξ, ἣν οὐκ ἂν εὕροις καθ’ ἑαυτὴν οὐδαμόθι τοῦ σώματος, ἀλλ’ ἔστιν ἀεὶ μόριον μυός. ἐφεξῆς δ’ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δ’ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος οὐκ εἰδότες, ὡς ἡ καθ’ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν. ἀλλὰ τούτων μὲν οὔπω νῦν ὁ καιρός. Ὅτι δ’ αὐτὸ τὸ ἴδιον ἐγκεφάλου σῶμα καὶ πνεύμονος ἐφεξῆς ἐστι τῇ πιμελῇ καθ’ ὑγρότητα, τῇ μαλακότητι πάρεστι τεκμήρασθαι. οὐ γὰρ δὴ ὑπὸ ψυχροῦ γε πέπηγεν, ὅτι μηδὲ θερμῷ χεῖται. πλησίον δὲ τούτων ἐστὶ καὶ ὁ μυελὸς τὴν φύσιν, οὐ μὴν ὁμογενὴς ὁ καθ’ ἕκαστον ὀστοῦν μυελὸς ἐγκεφάλῳ τε καὶ νωτιαίῳ. ἀλλ’ ἐγκέφαλος μὲν καὶ νωτιαῖος ἐκ ταὐτοῦ γένους, οἱ δ’ ἄλλοι σύμπαντες μυελοὶ φύσεως ἑτέρας εἰσίν. ὑγρότερος μέν ἐστι καὶ θερμότερος ἐγκέφαλος νωτιαίου καὶ διὰ τοῦτο καὶ μαλακώτερος· καὶ μέντοι καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ πρόσθεν ὑγρότερα τοσοῦτον, ὅσονπερ
58
καὶ μαλακώτερα. πάντα μὴν ταῦτα δέρματος οὐχ ὑγρότερα μόνον, ἀλλὰ καὶ ψυχρότερα καὶ ὅλως ἄναιμον πᾶν ἐναίμου ψυχρότερον. ἐγγυτάτω δ’ ἐστὶ δέρματος ἡ τῶν μαλακῶν νεύρων φύσις· ἡ δὲ τῶν σκληρῶν, οἷόνπερ αὐτὸ τὸ δέρμα, καθ’ ὑγρότητα δηλονότι καὶ ξηρότητα· θερμότητι γὰρ ἀπολείπεται τοσοῦτον, ὅσον εἰκὸς ἀπολείπεσθαι τὸ παντελῶς ἄναιμον ἐναίμου σώματος. Ἡ δὲ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ ἥπατος σὰρξ ὑγροτέρα μὲν τοσούτῳ δέρματος, ὅσῳ καὶ μαλακωτέρα· θερμοτέρα δ’ ὅσῳ καὶ πολυαιμοτέρα. καὶ μὴν καὶ ἡ τῆς καρδίας σὰρξ ἁπάντων μὲν τούτων ξηροτέρα τοσοῦτον, ὅσονπερ καὶ σκληροτέρα· θερμοτέρα δ’ οὐ τούτων μόνων, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν τοῦ σώματος μορίων. καί σοι καὶ τοῦτο σαφῶς ἔνεστιν αἰσθήσει μαθεῖν ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς ταῖς κατὰ τὸ στέρνον γιγνομέναις εἰς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας καθέντι τοὺς δακτύλους· εὑρήσεις γὰρ οὐκ ὀλίγῳ τινὶ τὸ χωρίον τοῦτο τῶν ἄλλων ἁπάντων θερμότερον. ἀλλ’ ἡ μὲν τοῦ ἥπατός τε καὶ τοῦ σπληνὸς καὶ τῶν νεφρῶν καὶ τοῦ πνεύμονος σὰρξ ἁπλῆ τὴν φύσιν ἐστὶ ταῖς καθ’ ἕκαστον σπλάγχνον ἀρτηρίαις καὶ φλεψὶ καὶ νεύροις περιπεφυκυῖα. τῆς καρδίας δ’ οὐχ ἁπλοῦν τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ οἷαίπερ αἱ ἐν τοῖς μυσὶν ἶνές εἰσιν, αἷς ἡ σὰρξ περιπέπηγε, τοιαῦται κἀν τῇ καρδίᾳ. πλὴν οὐ ταὐτὸν γένος τῶν ἰνῶν, ἀλλ’ αἱ μὲν ἐν τοῖς μυσὶν νεύρων εἰσὶ καὶ συνδέσμων μόρια. τῆς καρδίας δὲ τὸ τῶν ἰνῶν γένος ἴδιον ὥσπερ καὶ τοῦ τῆς ἀρτηρίας τε καὶ τῆς φλεβὸς χιτῶνος ἐντέρων τε καὶ γαστρὸς καὶ μήτρας καὶ τῶν κύστεων ἑκατέρων. ἔστι γὰρ οὖν δὴ κἀν τούτοις ἅπασι τοῖς ὀργάνοις
59
τὴν οἰκείαν σάρκα περιπεπηγυῖαν ἰδεῖν ταῖς ἰδίαις αὐτῶν ἰσίν. Αὗται μὲν οὖν αἱ σάρκες θερμότεραι τοῦ δέρματος ὑπάρχουσιν, αἱ δ’ ἶνες, αἱ μὲν ὀλίγῳ τινὶ μᾶλλον, αἱ δ’ ἧττον, βραχὺ δέρματος ψυχρότεραί τ’ εἰσὶ καὶ ξηρότεραι, τινὲς δ’ ὅμοιαι κατὰ πᾶν εἰσι τῇ τοῦ δέρματος οὐσίᾳ. πάντες δ’ ὑμένες ἤδη ξηρότεροι δέρματος, ὥσπερ γε καὶ αἱ περὶ τὸν ἐγκέφαλόν τε καὶ τὸν νωτιαῖον μήνιγγες· ὑμένες γὰρ δὴ καὶ αἵδε. καὶ μὲν δὴ καὶ σύνδεσμοι πάντες, εἰς ὅσον σκληρότεροι δέρματος, εἰς τοσοῦτον καὶ ξηρότεροι. καὶ οἱ τένοντες δέ, κἂν εἰ τῶν συνδέσμων εἰσὶ μαλακώτεροι, δέρματος γοῦν ἐναργῶς ἤδη σκληρότεροι. χόνδροι δὲ μετὰ τοὺς συνδέσμους εἰσὶ καὶ τι μέσον ἀμφοῖν σῶμα· καλοῦσι δ’ αὐτὸ νευροχονδρώδη σύνδεσμον ἔνιοι τῶν ἀνατομικῶν. ἔστι δὲ τοῦτο σύνδεσμος σκληρὸς καὶ χονδρώδης. ὀστοῦν δὲ τὸ πάντων σκληρότατον, ὧν καλύπτει τὸ δέρμα, καὶ τῶν ἐξεχόντων αὐτοῦ ξηρότατον μὲν ἡ θρίξ, ἐφεξῆς δὲ κέρας, εἶτ’ ὄνυχές τε καὶ ὁπλαὶ καὶ πλῆκτρα καὶ ῥάμφη καὶ ὅσα τοιαῦτα καθ’ ἕκαστον τῶν ἀλόγων ζῴων ἐστὶ μόρια. Τῶν δὲ χυμῶν ὁ μὲν χρηστότατός τε καὶ οἰκειότατός ἐστι τὸ αἷμα. τούτου δ’ οἷον ὑπόστασίς τις καὶ ἰλὺς ἡ μέλαινα χολὴ· ταῦτ’ ἄρα καὶ ψυχροτέρα τ’ ἐστὶ καὶ παχυτέρα τοῦ αἵματος· ἡ δέ γε ξανθὴ θερμοτέρα μακρῷ, ψυχρότατον δὲ καὶ ὑγρότατον ἁπάντων τῶν ἐν τῷ ζῴῳ τὸ φλέγμα. κριτήριον δὲ καὶ τῆς τούτου διαγνώσεως ἡ ἁφή, καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ Περὶ φύσεως ἀνθρώπου πεποίηται. ἀλλ’ ὅτι μὲν ψυχρόν, ἡ ἁφὴ μόνη διαγιγνώσκει· τὸ δ’ ὅτι καὶ
60
ὑγρόν, ἁφή θ’ ἅμα καὶ ὄψις καὶ λογισμός, ἁφὴ μὲν καὶ ὄψις, ὅτι τοιοῦτον ἑκατέρᾳ φαίνεται, λογισμὸς δὲ διορισάμενος, ὡς οὐ πλήθει θερμότητος, ἀλλ’ ὑγρότητι συμφύτῳ τοιοῦτον ἐγένετο. περὶ μὲν οὖν τῶν κατὰ τὸ σῶμα μορίων τε καὶ χυμῶν ὧδ’ ἔχει.