De temperamentis

Galen

Galen. Galeni De temperamentis libri III. Helmreich, Georg, editor. Leipzig: Teubner, 1904.

Ὁπότ’ οὖν διῄρηται τὰ σημαινόμενα καὶ ὧς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τι καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἐπιδέδεικται, ζητητέον ἐφεξῆς αὐτῶν τὰ γνωρίσματα. καίτοι κἀνταῦθα χρὴ πρότερον ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν μελλόντων ἐξ ἀνάγκης εἰς τὸν ἐφεξῆς λόγον ἐξαπλῶσαί τέ τι πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς ἀναγιγνώσκουσι τόδε τὸ γράμμα νοηθῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπόντες οὕτως ἐπανίωμεν ἐπὶ τὸ πρᾶγμα. Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ὅτι μὲν οὐχ ἕν τι σημαίνει παρὰ τοῖς Ἕλλησιν, ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν· ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δ’ αὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ λευκὸν ὄνομα κατά τε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ θερμὸν ὄνομα κατά τε τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον,ἀλλὰ καὶ κατὰ τοῦ σώματος, ὃ τὴν θερμότητα δέδεκται.

28
τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν σῶμα χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν τοῖς Περὶ τῶν στοιχείων λόγοις δέδεικται. θερμότης μὲν οὖν ποιότης, ἡ δ’ αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ λευκότης καὶ λευκόν. αὐτὸ δὲ τὸ σῶμα τὸ θερμὸν ἓν τοῦτο μόνον ὄνομα κέκτηται τὸ θερμόν, ὥσπερ τὸ λευκόν. οὐ μὴν οὔτε θερμότης οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν ὀνομάζεται τό τε σῶμα αὐτὸ καὶ ἡ ποιότης· οὐ μὴν καὶ ψυχρότης ἢ ξηρότης ἢ ὑγρότης ἔτι καλεῖται τὸ σῶμα καθάπερ ἡ ἐν αὐτῷ ποιότης. Τούτων οὖν οὕτως ἐχόντων εὔλογον, ἐπειδὰν μὲν ἤτοι θερμότητά τις ἢ ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίγνεσθαι σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ ποιότητες δηλοῦνται· θερμὸν δ’ εἰπόντος ἢ ψυχρόν, ἐπειδὴ καὶ ἡ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον αὐτὴν ὀνομάζεται, πρόχειρον γίγνεσθαι τῷ κακουργεῖν ἐθέλοντι τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν’ ἔχῃ σοφίζεσθαι. τοιοῦτον γάρ τι δρῶσι καὶ οἱ πρὸς τὸν ἀφορισμὸν ἀντιλέγοντες, ἐν ᾧ φησιν Ἱπποκράτης· "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν". οὐ γὰρ σῶμά τι θερμὸν ἔμφυτον τῷ ζῴῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες οὐδὲ ζητήσαντες, ὅ τί ποτ’ ἐστὶ τοῦτο, κατὰ τῆς ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα δεξάμενοι τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καὶ φαίνεται καίτοι
29
σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.

Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται, ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου καὶ ἀμίκτου ποιότητος, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ὅσα ταύτας ἐδέξατο σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέως τε καὶ ἀκριβῶς ἐστι. ταυτὶ μὲν οὖν μοι νόει τὰ τῶν γιγνομένων τε καὶ φθειρομένων ἁπάντων στοιχεῖα, τὰ δ’ ἄλλα σώματα τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ἀψύχων ἁπάντων, οἷον χαλκοῦ καὶ σιδήρου καὶ λίθων καὶ ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ αὐτῶν οὔτ’ ἄκρως θερμὸν οὔτ’ ἄκρως ψυχρὸν οὔτ’ ἄκρως ξηρὸν οὔτ’ ἄκρως ὑγρόν ἐστιν, ἀλλ’ ἤτοι μέσον ἀκριβῶς ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἢ θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν, ὡς μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ μᾶλλον ξηρὸν ἢ ὑγρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ ἑκατέραν τῶν ἀντιθέσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται· θατέρου δὲ πλεονεκτήσαντος ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἢ κατ’ ἀμφοτέρας, οὐκέτ’ εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον ἢ ψυχρόν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται. κατὰ ταὐτὰ

30
δὲ καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν, ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν. εἰ δ’ ἐξ ἑκατέρας τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν ἢ θερμὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ὑγρὸν ὀνομασθήσεται τὸ σῶμα. Ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν εἴπομεν, οἱ πλεῖστοι γιγνώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι. τὰς δ’ ἄλλας τέτταρας τὰς ἐξ ἡμίσεος τούτων γιγνομένας οὐκ οἶδ’ ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’ ὅτι γε δυνατὸν ἐπικρατοῦντος τοῦ θερμοῦ μηδὲν μᾶλλον ὑγρὰν ἢ ξηρὰν εἶναι τὴν κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι κἀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δέ, κἂν εἰ μηδὲν προείρητο, συλλογίσασθαι, συγχωρησάντων γ’ ἅπαξ αὐτῶν ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ἑτέραν δὲ ξηρὰν καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν τὴν θερμήν, ἀλλ’ ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτήν, ἐγχωρήσει δηλονότι καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση τῆς ξηρᾶς κράσεως ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ’ ἧς ἐστιν ἰσχυρότερον τὸ ψυχρόν· οὐ μὴν οὔθ’ ὑγρὰν οὔτε ξηρὰν ἀναγκαῖον εἶναι τὴν αὐτήν, ἀλλ’ ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ κἀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν ἐστιν ὑγρὰν εἶναι τὴν ψυχράν, ἀλλ’ ἐγχωρεῖ καὶ ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει· ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς ἤπερ ἡ ξηρά. ὡς οὖν αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν, ἡ μὲν θερμὴ μόνον, ἡ δὲ ψυχρά, κατὰ τὸν αὐτὸν 
31
τρόπον ἄλλαι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἡ μὲν ξηρὰ μόνον, ἡ δ’ ὑγρά, συμμέτρως ἐχόντων πρὸς ἄλληλα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κἀνταῦθα φήσομεν, ὡς, εἴπερ οὐκ ἔστιν ἀναγκαῖον, εἴ τίς ἐστι ξηρὰ κρᾶσις, εὐθὺς ταύτην εἶναι καὶ θερμήν, ἀλλ’ ἐνδέχεται καὶ ψυχρὰν ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί τινα μήτε θερμήν, ἀλλ’ εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν οὔτε ψυχρὰν ὑπάρχειν, ἀλλ’ ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν. Εἰ τοίνυν οὐκ ἀναγκαῖον οὔτε τῇ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι οὔτ’ ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ἢ ὑγρὰν γενέσθαι καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι θερμὴν ἢ ψυχράν. ὥστ’ εἶναι καὶ ταύτας τέτταρας ἑτέρας ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί τε καὶ φιλόσοφοι παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκράτων ἕξεων καὶ τῶν κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτων. ἡ μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει πλεονεκτοῦσαν, ἡ δ’ ἐξ ὑπεναντίου τῇδε δύσκρατος ἀμφοτέρας μοχθηράς. ἐν μέσῳ δ’ ἑκατέρων ἐστὶν ἡ κατὰ μὲν τὴν ἑτέραν εὔκρατος ὑπάρχουσα, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος, ἥτις ἐξ ἡμίσεος μὲν εὔκρατος, ἐξ ἡμίσεος δὲ δύσκρατος οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτου τε καὶ δυσκράτου. καὶ εἴπερ ἔχει ταῦθ’ οὕτως, ὥσπερ οὖν ἔχει, θαρρούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν κράσεων διαφοράς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ
32
τὰς ὀκτώ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμήν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν καὶ ξηρὰν ἅμα καὶ θερμὴν καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν καὶ ψυχρὰν ἅμα καὶ ξηράν.

​Ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ κατά τε τὰς ἁπλῶς λεγομένας κράσεις ἐπί τε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ καθ’ ἓν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ τῶν καθ’ ἕκαστον γένος εὐκράτων τε καὶ μέσων φύσεων. ἐκείναις γὰρ τὰς ἄλλας παραβάλλων ῥᾳδίως ἐξευρήσει τὸ πλεονάζον ἢ λεῖπον ἐν ἑκάστῃ. περὶ πρώτων οὖν ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτων τε καὶ δυσκράτων, ἃς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζῴων μόνον ἢ φυτῶν, ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κἀνταῦθα τό γε τοσοῦτον χρὴ διαστείλασθαι περὶ τῶν ὀνομάτων, ὡς θερμὴ κρᾶσις ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δ’ ἄλλη, καὶ ὡς δυνάμει ταῦτ’ εἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν ἃ λέγεται, ῥᾷστον δ’ αὐτοῖς γενέσθαι φυσικήν τιν’ ἐπιτηδειότητα κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι κἄπειτα μεταβῶμεν ἐπὶ τὰ φυτὰ καὶ τὰ ζῷα. τελέως γὰρ ἂν οὕτως ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν. Ἐπειδὴ τοίνυν τὸ μέσον ἐν ἅπαντι γένει καὶ μάλιστα κατὰ τὰς συμπάσας οὐσίας ἐκ τῆς τῶν ἄκρων μίξεως γίγνεται, χρὴ καὶ τὴν νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾷστον. ἀπὸ γὰρ

33
τοῦ θερμοτάτου πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον ἤτοι πυρὸς ἤ τινος ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον καταντῶντες ἁπάντων ὧν ἴσμεν, οἷον ἤτοι κρύσταλλον ἢ χιόνα, νοήσαντές τι διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει τοῦ τε καίοντος καὶ τοῦ νεκροῦντος διὰ ψῦξιν. οὔκουν οὐδὲ χαλεπὸν ἔτι τοῦ κραθέντος οὕτως ἁψαμένους ἔχειν τὸ μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἀντιθέσει καὶ μεμνῆσθαι τούτου καὶ κρίνειν ἅπαντα τἆλλα καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν γῆν ἢ τέφραν ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς αὐχμηρὸν ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ τὸ μέσον ἐργάσῃ σῶμα τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν ἀντιθέσεως. οὔκουν οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν ὄψει θ’ ἅμα καὶ ἁφῇ τὸ τοιοῦτον σῶμα διαγνόντα παραθέσθαι τῇ μνήμῃ καὶ τούτῳ κανόνι τε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων ἢ πλεοναζόντων ὑγρῶν τε καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς ἄκρον ἤτοι θερμότητος ἢ ψύξεως ἄγοιτο τουτὶ τὸ μέσον ὑγροῦ καὶ ξηροῦ σῶμα, φαντασίαν ἐνίοτε παρέξει ψευδῆ καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον ἢ δεῖ, τηκόμενόν τε καὶ ῥέον ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει· ψυχόμενον δὲ περαιτέρω τοῦ προσήκοντος ἵσταταί τε καὶ πήγνυται καὶ ἀκίνητον γίγνεται καὶ σκληρὸν ἁπτομένῳ φαίνεται κἀκ τούτου
34
φαντασίαν προβάλλει ψευδῆ ξηρότητος. εἰ δ’ ὥσπερ ἴσον ὑγροῦ καὶ ξηροῦ μετέσχεν, οὕτω καὶ θερμότητος καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν οὔτε μαλακὸν ἁπτομένῳ φανεῖται τὸ τοιοῦτον σῶμα. Τὸ μὲν οὖν ὅλα δι’ ὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἀδύνατον ἀνθρώπῳ. γῆ γὰρ ὑγρῷ φυραθεῖσα μέμικται μέν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται πᾶσα παντί, παράθεσις μήν ἐστι τὸ τοιοῦτον κατὰ σμικρὰ καὶ οὐ δι’ ὅλων κρᾶσις, ἀλλὰ τὸ δι’ ὅλων ἄμφω κεράσαι θεοῦ καὶ φύσεως ἔργον, ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὅλα δι’ ὅλων ἀλλήλοις κεραννύοιτο. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως τοῦτό γε μόνης ἢ θεοῦ τοὖργον, ἀλλὰ καὶ ἡμέτερόν ἐστιν. οὐδὲν γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι πηλὸν ἐκ τῆς τοιαύτης μίξεως, ὡσαύτως δὲ καὶ θερμοῦ καὶ ψυχροῦ, καί σοι φανεῖται τὸ τοιοῦτον σῶμα καὶ τῇ θερμότητι μὲν εὔκρατον, ἀλλὰ καὶ σκληρότητος καὶ μαλακότητος ἐν τῷ μέσῳ. Τοιοῦτον δ’ ἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ καὶ σκληροῦ καὶ μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν, ὄργανον ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ τῶν ζῴων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσομοιρίας
35
οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ δι’ ὅλων ἀλλήλοις κερασθέντων, ὅπερ οὐκέτ’ οὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός ἐστιν, ἀλλὰ φύσεως τοὖργον. ὅσα μὲν οὖν σκληρότερα τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ καὶ χόνδροι καὶ κέρατα καὶ τρίχες ὄνυχές τε καὶ σύνδεσμοι καὶ ὁπλαὶ καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν· ὅσα δὲ μαλακώτερα, καθάπερ αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ στέαρ καὶ μυελὸς ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑγροῦ πλέον ἐν τούτοις ἐστὶν ἢ ξηροῦ· καὶ μὲν δὴ καὶ ὅσῳ τὸ πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει σκληρότητι τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον. ἔοικε δέ πως ὁ λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν ἐφάπτεσθαι καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐ ζῴων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν ὁ ἄνθρωπος, ἅμα δ’ ὡς τῶν ἐν αὐτῷ μορίων τὸ τῆς χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς ὑπερβολάς. Ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον ἐπισκεψώμεθα, τίς ἄριστα κέκραται πάντων ἄνθρωπος, ὃν καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας θερμοὺς καὶ ψυχροὺς καὶ ξηροὺς καὶ ὑγροὺς ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι μέσον χρὴ φαίνεσθαι τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς ἀνθρώπους τε καὶ ζῷα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας κοινὰ γνωρίσματα προείρηται· τὰ δ’ ὡς ἐν ζῴων εἴδεσιν ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει δ’ ἀνθρώπῳ μὲν 
36
εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳ θ’ ἅμα καὶ ἀλκιμωτάτῳ, λέοντι δ’ ἀλκιμωτάτῳ μόνον, ὥσπερ γε καὶ προβάτῳ πρᾳοτάτῳ. καὶ μέν γε καὶ ὡς τὰς τοῦ σώματος ἐνεργείας οἰκείας εἶναι προσήκει τῷ τῆς ψυχῆς ἤθει, δέδεικται μὲν καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ ζῴων μορίων, δέδεικται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν ἧττον. ἡ μὲν δὴ μέθοδος αὕτη. Τὸ δ’ ἀσκῆσαι γνωρίζειν ἑτοίμως ἐν ἑκάστῳ γένει ζῴου καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλ’ ἐσχάτως ἐστὶ φιλοπόνου καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ πολλῆς γνώσεως ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται καὶ γραφεῖς ἀνδριαντοποιοί τε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσι καὶ πλάττουσι καθ’ ἕκαστον εἶδος, οἷον ἄνθρωπον εὐμορφότατον ἢ ἵππον ἢ βοῦν ἢ λέοντα, τὸ μέσον ἐν ἐκείνῳ τῷ γένει σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται Πολυκλείτου κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων ἀκριβῆ τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιούτου τυχών. ἐστὶ μὲν οὖν ἐπὶ πλέον, ὃν νῦν ἡμεῖς ζητοῦμεν, ἢ ὁ κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκεν ὁ οὕτως εὔσαρκος ἄνθρωπος, ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης τῇ τῶν τεττάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα θειοτέραν ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως εὔκρατον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει· τὸ γὰρ ἐν εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔκγονον. εὐθὺς δ’ ὑπάρχει τῷ τοιούτῳ σώματι καὶ ταῖς ἐνεργείαις ἄριστα διακεῖσθαι καὶ σκληρότητός τε καὶ μαλακότητος ἔχειν μετρίως
37
θερμότητός τε καὶ ψυχρότητος. καὶ ταῦθ’ ὑπάρχει [ἅπαντα] τῷ δέρματι καὶ τούτου μάλιστα τῷ τῆς χειρὸς ἐντός, ὅταν γε μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷος τοῖς ἐρέττουσί τε καὶ σκάπτουσι γίγνεται. διττῆς γὰρ ἕνεκα χρείας τῶν χειρῶν γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ μὲν εἰς τὴν τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δ’ εἰς τὴν τῆς ἀντιλήψεως ἰσχὺν ἐπιτηδειότεραι. Καὶ δὴ καὶ τὸ δέρμα τὸ μέσον οὐ μόνον ἁπάντων τῶν τοῦ ἀνθρώπου μορίων, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας ἁπάντων τῶν ἐν γενέσει τε καὶ φθορᾷ σωμάτων οὐ τὸ τετυλωμένον ἐστὶ καὶ σκληρὸν καὶ λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, ᾧ δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν οὖν σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν ἁπάντων τῶν μορίων, ἱκανῶς ἐναργές· ὅτι δὲ καὶ θερμότητός τε καὶ ψυχρότητος, ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα καταμάθοις. ἔστι γὰρ οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέσον ὑπάρχον νεύρου τε καὶ σαρκός, ὡς εἰ καὶ κραθέντων ἀμφοῖν ἐγένετο. ἀλλὰ νεῦρον μὲν ἅπαν ἄναιμόν τε καὶ ψυχρόν, σὰρξ δὲ πολύαιμός τε καὶ θερμή· μέσον δ’ ἀμφοῖν τὸ δέρμα μήτ’ ἄναιμον τὸ πάμπαν ὡς τὸ νεῦρον, ἀλλὰ μηδὲ πολύαιμον ὡς ἡ σὰρξ γενόμενον. εἰ δὴ τοῦτο κανόνα τε καὶ οἷον κριτήριον ἁπάντων τῶν τοῦ ζῴου μορίων προστησάμενος ἐξετάζοις τε καὶ παραβάλλοις αὐτῷ τἆλλα, τὰς ὀκτὼ διαφορὰς εὑρήσεις τῶν δυσκρασιῶν ἐν αὐτοῖς. Καὶ δὴ καὶ κατὰ μέρος δίειμί σοι περὶ πάντων ἐφεξῆς.
38
φλέγμα μέν ἐστιν ὑγρότατον καὶ ψυχρότατον, αἷμα δὲ θερμότατον, ἀλλ’ οὐχ οὕτως ὑγρὸν ὡς τὸ φλέγμα. θρὶξ δὲ ψυχρότατον καὶ ξηρότατον· ἧττον δ’ αὐτῆς ὀστοῦν ψυχρόν τ’ ἐστὶ καὶ ξηρὸν καὶ τοῦδε χόνδρος ἧττον ξηρός, ἐφεξῆς δὲ χόνδρῳ σύνδεσμος, ἔπειτα τένων, εἶθ’ ὑμὴν καὶ ἀρτηρία καὶ φλέψ, αὐτὰ δηλονότι τὰ σώματα τῶν ἀγγείων, εἶθ’ ὅσα νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα κατὰ τὴν τοῦ δέρματος ὑπάρχει φύσιν ἐν τῇ καθ’ ὑγρότητά τε καὶ ξηρότητα μεσότητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν οὐκ ἔστι μέσον θερμοῦ καὶ ψυχροῦ τὸ νεῦρον τὸ μαλακόν, ἀλλὰ τοσοῦτον ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος. οὕτω δὲ καὶ τἆλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα τοσούτῳ ψυχρότερα δέρματος ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ γε χιτῶνες αὐτοὶ τῶν ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω καὶ φλεβός, ἄναιμοί τ’ εἰσὶ καὶ ψυχροὶ φύσει. τῇ γειτνιάσει δὲ τοῦ αἵματος θερμαίνονταί τε καὶ εἰς μέσην ἀφικνοῦνται κατάστασιν κράσεως. τὸ δ’ αἷμα πάλιν αὐτὸ παρὰ τῆς καρδίας ἔχει τὴν θερμασίαν. φύσει γὰρ ἐκεῖνο τὸ σπλάγχνον ἁπάντων ἐστὶ τῶν τοῦ ζῴου μορίων ἐναιμότατόν θ’ ἅμα καὶ θερμότατον, ἐφεξῆς δ’ αὐτῷ τὸ ἧπαρ. ἀλλ’ ἡ μὲν καρδία βραχὺ δέρματος ἀποδεῖ σκληρότητι, τὸ δ’ ἧπαρ πολύ. καὶ τοίνυν καὶ ὑγροτέρα τοσούτῳ δέρματός ἐστιν ὅσῳ μαλακωτέρα. καὶ μὲν δὴ καὶ ἡ σὰρξ ὑγροτέρα δέρματος, ἀλλ’ αὕτη μὲν καὶ θερμοτέρα. νωτιαῖος δ’ ὑγρότερος μέν, ἀλλὰ καὶ ψυχρότερος, καὶ τοῦδε μᾶλλον ἐγκέφαλος ὑγρότερος, ἔτι δὲ τοῦδε μᾶλλον ἡ πιμελή, καὶ ἡ πῆξις αὐτῆς διὰ τὴν τῶν ὑμένων γειτνίασιν· ἐλαίῳ γὰρ ἔοικε παχεῖ καὶ διὰ τοῦτο πήγνυται ψυχροῖς καὶ ἀναίμοις ὁμιλοῦσα μορίοις. οὔτε δ’ ἥπατι περιπήγνυσθαι
39
πιμελὴν οὔτ’ ἀρτηρίαις καὶ φλεψὶν οὔτε καρδίᾳ δυνατόν, ἀλλ’ οὐδ’ ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως τοῖς πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται καὶ διὰ τοῦθ’ ἧττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ’ ὑγρὰ πιμελῆς ἐστι καὶ ἡ τοῦ πνεύμονος σάρξ, οὐδὲ γὰρ αὕτη χεῖται θερμαινομένη. πολὺ δ’ ἔτι μᾶλλον ἡ τοῦ σπληνός τε καὶ τῶν νεφρῶν σὰρξ ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις ἐν τῷ μετὰ ταῦτα λόγῳ διέξειμι καὶ μὲν δὴ καὶ ὅσα λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.