De temperamentis

Galen

Galen, De temperamentis, Helmreich, Teubner, 1904

Ὅτι μὲν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώματα κέκραται καὶ ὡς οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν ἱκανῶς ἀποδέδεικται φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα δι’ ἑτέρου γράμματος, ἐν ᾦ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἐσκοπούμεθα. νυνὶ δ’, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ, ἁπάσας ἐξευρεῖν τῶν κράσεων τὰς διαφοράς, ὁπόσαι τ’ εἰσὶ καὶ ὁποῖαι κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἐν τῷδε τῷ γράμματι δίειμι τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα, τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τουτέστι τῶν στοιχείων αὐτῶν, ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς· ἐπειδὰν δὲ ζῷον ἢ φυτὸν ἤτοι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν εἶναι λέγωσιν, οὐκέθ’ ὡσαύτως. οὐδὲ γὰρ δύνασθαι ζῷον οὐδὲν οὔτ’ ἄκρως θερμὸν ὑπάρχειν ὡς πῦρ οὔτ’ ἄκρως ὑγρὸν ὡς ὕδωρ. ὡσαύτως δ’ οὐδὲ ψυχρὸν ἢ ξηρὸν ἐσχάτως, ἀλλ’ ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει γίγνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν ᾧ πλείων ὑγρότητός ἐστι

2
μοῖρα, ξηρὸν δ’, ἐν ᾧ ξηρότητος· οὕτω δὲ καὶ θερμὸν μέν, ἐν ᾧ τὸ θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖ, ψυχρὸν δ’, ἐν ᾧ τὸ ψυχρὸν τοῦ θερμοῦ. αὕτη μὲν ἡ τῶν ὀνομάτων χρῆσις.

Ὥρα δ’ ἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων αὐτῶν. ἡ μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων ἰατρῶν τε καὶ φιλοσόφων, ὑγράν τ’ εἶναι καὶ θερμὴν κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς τε καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ ταύταις τὴν ξηράν τε καὶ ψυχράν, ἑτέραν τῆς ξηρᾶς θ’ ἅμα καὶ θερμῆς. ἔνιοι δ’ ἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ καὶ θερμὴν ἅμα καὶ ξηρὰν ἑτέραν, οὐ μὴν οὔτε τὴν θερμὴν ἅμα καὶ ὑγρὰν οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐδὲ γὰρ ἐγχωρεῖν οὔθ’ ὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν οὔτε ξηρότητα ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος τὴν ὑγρότητα καὶ οὕτω θερμὸν ἅμα καὶ ξηρὸν γίγνεσθαι τὸ σῶμα, μένειν δ’ ἄπεπτόν τε καὶ ἀκατέργαστον, ἐν οἷς ἂν σώμασιν ἀρρωστῇ τὸ θερμόν, ὥστ’ ἀναγκαῖον εἶναι θερμότητος μὲν ἐπικρατούσης ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ πλεονεκτούσης ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν δὴ κατὰ τάδε πεπείκασι σφᾶς αὐτούς, ὡς δύο εἰσὶν αἱ πᾶσαι διαφοραὶ τῶν κράσεων. Ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν, ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες, ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα πρὸς τοῦ θερμοῦ κρατοῦντος ἀναγκαῖόν ἐστιν, ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦντες, ἀμφισβητοῦντες δ’ ἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν ἔργον εἶναί φασι τὸ θερμαίνειν ὥσπερ τοῦ ψυχροῦ τὸ ψύχειν, τοῦ ξηροῦ δ’ αὖ τὸ ξηραίνειν ὥσπερ τοῦ ὑγροῦ τὸ ὑγραίνειν.

3
καὶ διὰ τοῦθ’ ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα καὶ ξηρὰ καθάπερ τὸ πῦρ, ᾗ μὲν θερμά, θερμαίνειν, ᾗ δὲ ξηρά, ξηραίνειν. ὅσα δ’ ὑγρὰ καὶ θερμὰ καθάπερ ὕδωρ θερμόν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν [πέφυκεν ἀεὶ], ἓν ἑκατέρας κἀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον. οὔκουν συγχωροῦσιν, εἴ τι θερμόν [ἐστιν], εὐθὺς τοῦτο καὶ ξηραίνειν, ἀλλ’ εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν ἅμα καὶ ὑγραίνειν ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων ὑδάτων. εἰ δ’ ὥσπερ θερμὸν οὕτω καὶ ξηρὸν εἴη καθάπερ τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθύς, οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβόν, ἀλλ’ ἐκ τῆς συνούσης αὐτῷ ξηρότητος. ὑπομιμνήσκουσι δ’ ἐνταῦθα τῶν ἐν ἡλίῳ θερινῷ διατριψάντων ἐπὶ πλέον, εἶθ’, ὡς εἰκός, αὐανθέντων ὅλον τε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων καὶ διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμην τε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλ’ εἰ καὶ λούσαιντο θερμοῖς ὕδασι γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ ψυχρότητος εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς ἀεὶ δρᾶν δυναμένης, ὑγραίνειν τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βορρᾶν ξηρὸν καὶ ψυχρὸν ἄνεμον ὑπάρχοντα ξηραίνειν ἅπαντα. καὶ τοῦτ’ εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον Ὡς δ’ ὅτ’ ὀπωρινὸς Βορέης νεοαρδέ’ ἀλωὴν Αἶψα ξηραίνει. Κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τῆς μήκωνος ὀπὸν καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ’
4
οὐκ ἀναγκαῖον, οὔτ’, εἴ τι ψυχρόν, εὐθὺς τοῦτο καὶ ὑγρὸν ὑπάρχειν, οὔτ’, εἴ τι θερμόν, εὐθὺς καὶ ξηρόν. οὔκουν οὐδὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηράν, ἀλλὰ δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν τῇ κράσει τοῦ ζῴου, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν καὶ τὴν ἀλλοίωσιν καὶ τὴν μεταβολὴν ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γίγνεσθαι. τίς γοῦν εἰπών, ὅτι τὸ λευκὸν ἠλλοιώθη τε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερμόν, οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ ὁ λόγος οὐ τὴν κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ τὸ χρῶμα· μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν, ὥσπερ γε καὶ τὸ μέλαν εἰς τὸ λευκόν, τὸ δὲ θερμὸν εἰς τὸ ψυχρόν, ὥσπερ αὖ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν· οὕτω δὲ καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρόν, τὸ δ’ αὖ ξηρὸν εἰς τὸ ὑγρόν. εἰ γὰρ δὴ φάσκοι τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν ὑπάρχον εἶναι τανῦν λευκὸν ἢ τῷ τέως ξηρὸν ὂν τανῦν φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ τέως ὑγρὸν νῦν ξηρὸν φαίη γεγονέναι ἢ τὸ πρότερον ὑπάρχον μέλαν νῦν εἶναι λευκὸν ἢ ἐκ θερμοῦ ψυχρὸν ἢ ἐκ ψυχροῦ θερμὸν γεγονέναι, σωφρονεῖν τ’ ἂν δόξειεν ὁ τοιοῦτος καὶ λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, ᾗ μεταβάλλει, ταύτῃ μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν ἢ γίγνεται μουσικὸς ὅδε, φαμέν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμματικὸς ἐξ οὐ γραμματικοῦ καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ· τὸ δ’ ἐκ μουσικοῦ γραμματικὸν ἢ ἐκ γραμματικοῦ μουσικὸν ἢ ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίγνεσθαί τι λέγειν ἄτοπον.
5
ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν εἶναι προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικήν, οὐκ ἀποβαλόντα τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι παραμένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλλοιώθη κατὰ τὸ μένον· ὥστ’ οὐκ ἐκ γραμματικοῦ μουσικὸς ἐγένετο· καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν· ἀλλ’ ἐξ ἀμούσου μουσικός· οὐ γὰρ ἔτ’ ἐγχωρεῖ μένειν αὐτὸν ἄμουσον μουσικὸν ἤδη γεγονότα. πασῶν οὖν τῶν μεταβολῶν ὑπὸ τῶν ἐναντίων τε κἀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γιγνομένων δηλονότι καὶ τὸ ὑγρόν, εἰ μεταβάλλοι ποτέ, καθ’ ὅσον ὑγρόν, αὐτό τε ξηρανθήσεται καὶ τὸ ξηραῖνον αὐτὸ ξηρὸν λεχθήσεται. Μὴ τοίνυν λεγέτωσαν, φασίν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ ψυχρὰν εἶναι τὴν αὐτὴν ἢ ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγχωρεῖ· συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόν τε καθ’ ἓν καὶ ταὐτὸν σῶμα τὰς ἐναντίας ποιότητας· ἅμα δ’ ὑγρόν τι καὶ θερμὸν καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατόν, ὡς ὅ τε λόγος ἀπέδειξε καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα παραδείγματα. τοιοῦτος μὲν ὁ τῶν προτέρων λόγος. ὁ δὲ τῶν δευτέρων οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστικωτάτου τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν ἀλλὰ καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ὅταν εἰς ταὐτὸν ἅμα συνέλθῃ πλῆθος ὑγρότητός τε καὶ θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου. ὁ δέ γ’ ἐκείνων λόγος οὐχ ὡς οὐκ ἄν ποτε γένοιτο καθ’ ἓν καὶ ταὐτὸν σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ δείκνυσιν, ἀλλ’ ὡς οὐκ ἂν διαμείναι τοιοῦτον ἄχρι παντός· ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ 
6
ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα καὶ οὕτως οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρόν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν· αὐτὸ δ’ αὖ πάλιν τοῦτο τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐπὶ προήκοντι τῷ χρόνῳ ψυχρὸν ἔσται καὶ ξηρόν. ἐπειδὰν γὰρ ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμόν, ἄρχεσθαι τοὐντεῦθεν ἤδη φασὶ καὶ αὐτὸ μαραίνεσθαι μηκέτ’ εὐποροῦν τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι καὶ κατ’ ἀρχὰς εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζῴου συνδραμεῖν εἰς ταὐτὸν ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κἀν τῷ χρόνῳ προϊόντι γενέσθαι τὴν τέως ὑγρὰν καὶ θερμὴν κρᾶσιν αὖθις ξηρὰν καὶ θερμήν, ὥσπερ αὖ πάλιν τὴν ξηρὰν καὶ θερμὴν ἀποσβεννυμένου τοῦ θερμοῦ ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι. Ὅτι μὲν οὖν ἐγχωρεῖ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα καὶ ψυχρὰν καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων ἐπιδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν. ὑποκειμένων γάρ, φασί, τεττάρων ποιοτήτων εἰς ἀλλήλας τὸ δρᾶν τε καὶ πάσχειν ἐχουσῶν, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίγνεσθαι δύο, τὴν μὲν ἑτέραν, ἐν ᾗ τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δ’ ἑτέραν, ἐν ᾗ τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίγνεσθαι τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν οὔτε θερμὸν ἅμα καὶ ψυχρὸν δύναται γενέσθαι σῶμα. λείπεται δὴ τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς
7
μὲν δύο, ξηρὰς δὲ δύο θερμότητι καὶ ψυχρότητι διῃρημένας.

Ἃ μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν ἰατρῶν τε καὶ φιλοσόφων εἰρήκασι, ταῦτ’ ἐστίν. ἃ δ’ ἐγὼ παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός. ἓν μὲν δὴ καὶ πρῶτον, ὅτι τὴν εὔκρατον, ὥσπερ οὐχ ἁπασῶν τῶν εἰρημένων ἀρετῇ θ’ ἅμα καὶ δυνάμει προὔχουσαν, ἐπελάθοντό τε καὶ τελέως παρέλιπον, ὥσπερ οὐδ’ ὅλως οὖσαν, καίτοι μηδὲ φθέγξασθαί τι χωρὶς ἐκείνης ὑπὲρ τῶν ἄλλων δυνάμενοι. τὸ γοῦν ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν τὸ θερμὸν ἔν τε τῇ ψυχρᾷ τὸ ψυχρὸν οὐδ’ ἐπινοῆσαι δυνατὸν ἄνευ τοῦ προτέραν ὑποθέσθαι τὴν εὔκρατον. οὐδὲ γὰρ οὐδὲ τὴν ὑγιεινὴν δίαιταν εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν ἢ εἰς τὴν εὔκρατον ἐκείνην φύσιν, τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα κελεύοντες ἐμψύχειν, τὸ δ’ αὖ ψυχρότερον θερμαίνειν, ὡσαύτως τὸ μὲν ὑγρότερον ξηραίνειν, τὸ δὲ ξηρότερον ὑγραίνειν, ἀντεισάγοντες ἀεὶ δηλονότι τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς εὔκρατόν τινα καὶ μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν ἀεὶ μεταδιώκουσι καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται τὰς δυσκράτους, ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρώτην λέγεσθαι πρὸς αὐτῶν. οἱ δ’ ἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι πρώτης, ὥσθ’ ὅλως παραλείπουσιν αὐτήν. ἀλλ’ οὐ παραλέλειπται, φασί τινες ἐξ αὐτῶν, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ περιέχεται. καὶ πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις, ἀλλὰ τέτταρας, εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν γὰρ θάτερον, ἢ τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν ἢ τὴν εὔκρατον. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον αὐτοὺς παραλιπόντας ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν καὶ ξηρὰν ἢ ψυχρὰν καὶ ὑγρὰν ἤ τιν’ ἄλλην λέγωσι κρᾶσιν,

8
οὐ τῶν ἄκρων ἡμᾶς ἀκούειν χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ τὴν πλεονεκτοῦσαν ἀεὶ γίγνεσθαι τὴν προσηγορίαν. Εἰ δ’ οὐ βούλονται τὴν εὔκρατον παραλελεῖφθαι, τῶν ἄλλων τινὰ δειχθήσονται παραλιπόντες. ἔστω γὰρ εὔκρατον εἶναι τὴν ὑγρὰν καὶ θερμήν, ὥσπερ αὐτοὶ βούλονται. παραλελοίπασιν ἄρα τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ δυσκρασίᾳ, ἐν ᾗ τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλ’ αὐτή, φασίν, ἐστὶν ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν ἅμα καὶ μὴ πλεονεκτεῖν τὸ θερμὸν καὶ κρατεῖσθαι καὶ μὴ κρατεῖσθαι τὸ ψυχρόν; εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν οὐδενὸς ἀμέτρως ἐπικρατεῖ, εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν τι τῶν ἐκ τῆς ἀντιθέσεως. ἀλλ’ αὐτὸ τοῦτο, φασίν, ἴδιόν ἐστι τῆς εὐκράτου τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δ’ ὑγρὸν τοῦ ξηροῦ. κρατήσαντος γὰρ δὴ τοῦ ψυχροῦ μετρίως μέν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι δὲ μᾶλλον, νόσον ἤδη γίγνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς κρατήσειε, θάνατον. οὕτω δὲ κἀπὶ τοῦ ξηροῦ συμπίπτειν ἐν ἀρχῇ μὲν δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον δὲ κρατήσαντος θάνατον, ὥσπερ οὐχὶ κἀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα συμπίπτοντα. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν, ἐπειδὰν μὲν ἐπ’ ὀλίγον ἢ τὸ θερμὸν τοῦ ψυχροῦ τύχῃ πλεονεκτῆσαν ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτω γιγνομένην, ἐπειδὰν δ’ ἐπὶ πλέον, νόσον, ἐπειδὰν δ’ ἐπὶ πλεῖστον, θάνατον; ὁ γὰρ αὐτὸς ἐπ’ ἀμφοῖν λόγος. ἢ μηδὲ τὰς ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα μηδ’ ὅσα μεθ’ ὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμά, μηδὲ ταῦθ’ ὁμολογῶμεν εἶναι νοσήματα. Πρὸς δὴ τοὺς τοιούτους λόγους ἀπομαχόμενοί τινες τῶν
9
ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως ὁμόσε χωροῦσιν οὔτε κατάστασιν ὑγρὰν καὶ θερμὴν μέμφεσθαι λέγοντες οὔθ’ εὑρεθῆναί τι νόσημα φάσκοντες ὑγρὸν καὶ θερμόν, ἀλλὰ πάντως ἢ θερμὸν καὶ ξηρὸν ὑπάρχειν ὡς τὸν πυρετόν, ἢ ψυχρὸν καὶ ὑγρὸν ὡς τὸν ὕδερον, ἢ ψυχρὸν καὶ ξηρὸν ὡς τὴν μελαγχολίαν. ἐπιμέμνηνται δ’ ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν τὸ θέρος καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον δ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν εἶναί φασι τὸ ἔαρ. οὕτω δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατον θ’ ἅμα καὶ θερμὴν καὶ ὑγρὰν εἶναί φασιν. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς νομίζουσι κἀκ τῶν ἐνεργειῶν τῆς φύσεως ἐρρωμένων τηνικαῦτα μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς ξηρότητα καὶ ψῦξιν ἄγειν τὰ τῶν ζῴων σώματα. καλεῖσθαι γοῦν ἀλίβαντας τοὺς νεκροὺς ὡς ἂν οὐκέτι λιβάδα καὶ ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας θ’ ἅμα διὰ τὴν ἀποχώρησιν τοῦ θερμοῦ καὶ παγέντας ὑπὸ τῆς ψύξεως. ἀλλ’ εἴπερ ὁ θάνατος, φασί, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν οὖσαν αὐτῷ, θερμὴν τ’ εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωή, φασί, θερμόν τι χρῆμα καὶ ὑγρόν, ἀνάγκη πᾶσα καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν· εἰ δὲ τοῦτο, παντί που δῆλον, ὡς εὐκρατοτάτην, ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ καὶ μηδὲν ἄλλ’ εἶναι τὴν εὐκρασίαν ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου καὶ Θεοφράστου γε μετ’ αὐτὸν καὶ τῶν Στωϊκῶν, ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν. ἐγὼ
10
δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίγνωσκεν ὑπὲρ θερμῆς καὶ ὑγρᾶς κράσεως, ἴσως ἄν, εἰ δεηθείην, ἐπὶ προήκοντι τῷ λόγῳ δείξαιμι· δοκοῦσι γάρ μοι παρακούειν αὐτοῦ.

Τὸ δέ γε νῦν ἔχον πειράσομαι πρῶτον ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῇ ποτε σοφίζονται σφᾶς αὐτούς, εἶτ’ ἐφεξῆς ἀποδεῖξαι τὸν ἅπαντα λόγον εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐνταῦθα σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς ὁ χειμὼν οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστ’ οὐδέτερον ἀμέτρως. ἀμετρίας δ’ ἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων καὶ κατ’ αὐτοὺς ἐκείνους δηλωτικόν. ἐσφάλησαν δὲ διχῶς, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δ’ ἐκ τοῦ θερμότερον ἢ κατὰ τὸν χειμῶνα καὶ ὑγρότερον ἢ κατὰ τὸ θέρος ὑπολαμβάνειν ὑπάρχειν τὸ ἔαρ. ἀλλ’ οὔτ’ ἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ἢ ξηρὸν ἀποδείξει καὶ ψυχρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ θερμὸν καὶ τὸ ὑγρόν, οὐκ ἀληθεύεται κατ’ αὐτούς· σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ. εἰ δ’ ὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμόν, οὐδὲν ἧττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. ἢ τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δ’ ἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέροις γὰρ ἀμφοτέρων διαφέρον οὐκ ἐξ ἡμίσεος ὀφείλει τὴν παραβολὴν ἀλλ’ ὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτω γίγνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτό. 

11
θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρόν, εἰ τῷ χειμῶνι, ψυχρὸν δ’ αὖ καὶ ὑγρόν, εἰ τῷ θέρει παραβάλλοιτο. κατ’ οὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γιγνομένην ὑγρὸν ἔσται καὶ θερμόν. εἰ δ’ ἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμόν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσι ξηρὸν καὶ ψυχρὸν ἀποφῆναι, ξηρὸν μὲν ὡς πρὸς τὸν χειμῶνα, ψυχρὸν δ’ ὡς πρὸς τὸ θέρος. ἅπαντ’ οὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμόν. Ἀλλ’ οὐδὲ κατ’ αὐτοὺς ἐκείνους οἷόν τ’ ἐστὶν ἐν ἑνὶ καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας. οὔκουν οὔτε θέρει παραβάλλειν οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ σκοπεῖσθαι δίκαιον. οὐδὲ γὰρ οὐδὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρόν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατός τε καὶ ψυχρότατος, ἀλλὰ τοῦτο μὲν ἄλλως αὐτῷ συμβέβηκεν· ὅτι δὲ πλεονεκτεῖ κατ’ αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦθ’ ὑγρὸς καὶ ψυχρὸς εἶναι λέγεται. κατὰ ταὐτὰ δὲ καὶ τὸ θέρος, ὅτι κἀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ καὶ δίκαιον ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, ἀλλὰ μὴ πρὸς ἄλλην τινὰ παραβαλλομένην ἢ θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσον ἁπασῶν τῶν
12
ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ οὔθ’ ὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ μήθ’ ὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ μήθ’ ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ καὶ διὰ τοῦτ’ ὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους· "ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες". Ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν ἢ τὸ θέρος θερμόν, ἧττον δ’ ἢ ὁ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς οὔτε ψυχρόν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακόν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν Ἀφορισμοῖς εἰπών· "ὁκόταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή". καὶ τοῦτό γ’ ἐστὶ τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἡ ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρόν, οὐ γάρ ἐστι ψυχρόν αὐτὸ καθ’ αὑτὸ θεωρούμενον, ὥσπερ ὁ χειμών, ἀλλὰ τῷ θέρει παραβαλλόμενον ἐκείνου ψυχρότερον. οὐ μὴν οὐδ’ ὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλ’ ἐν τούτῳ δὴ καὶ μάλιστα διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαν τε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν. ὑγρότητος δὲ καὶ ξηρότητος οὐκ ἀκριβῶς μέν ἐστι μέσον, ὡς τὸ ἔαρ, ἀλλ’ ἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κἀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γ’ ὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐδὲ τὸ φθινόπωρον ἁπλῶς οὕτω ῥητέον, ὡς ἐκεῖνοι λέγουσι,
13
ψυχρόν τ’ εἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρόν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον. Ὥστ’ εἴπερ τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι σπουδάζουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα. καίτοι γ’, εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρόν, οὐκ ἦν ἀναγκαῖον εὐθέως ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι κράσεών εἰσιν ἀμέτρων, ἤδη καὶ πάσας ἀναγκαῖον εἰς τὰς τέτταρας ὥρας νενεμῆσθαι. ἀλλ’ εἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ καὶ κατὰ τὸ βέλτιον, οὐ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γίγνεσθαι, μίαν δ’ ἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον· οἱ δὲ τοὐναντίον ἐπιδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλ’ ἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ ψυχρόν, αὖθις δὲ τὸ θερμόν, καὶ νῦν μέν, εἰ τύχοι, τὸ ξηρόν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω ἢ θερμὸν καὶ ὑγρὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὴν θερμὴν καὶ ὑγράν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσι καὶ λοιμώδεσι καταστάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ Ἱπποκράτης
14
ἐμνημόνευσε λέγων· "ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου". τοῦτο γὰρ ἴδιόν ἐστιν ὑγρᾶς καὶ θερμῆς καταστάσεως ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δ’ ἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ἢ ὕοι μὲν ἀλλ’ ἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἷόν τε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆρ’ οὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν ᾧ, φησίν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου; καὶ μὴν ἄνθρακας ἐν τούτῳ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δ’ ἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν· "ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ ὅλου. ἐγίνοντο δὲ μᾶλλον νότῳ καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες. ἐγκαταλαμβανόμενοι δ’ ἐθερμαίνοντο καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλύκταιναι ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον". Ἀλλ’ ἐνταῦθα μὲν ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης ἧττον τὸ κακόν. εἰ δὲ δύο ἢ τρεῖς ὑπαλλαχθεῖεν ἢ καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμόν, οἷον ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτα μὲν ἃ περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγενομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δ’ αὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι πρῶτον μέν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι· δεύτερον δ’ ὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν ὁ Ἱπποκράτης τῆς
15
διηγήσεως ὧδε· "ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος". εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶτ’ αὖθις ἐπὶ τέλει τὸν σύμπαντα λόγον εἰς ἓν κεφάλαιον ἀγαγὼν οὕτω φησί· "γενομένου δὲ τοῦ ἔτεος ὅλου νοτίου καὶ ὑγροῦ καὶ μαλακοῦ" τάδε καὶ τάδε συνέπεσεν, ἃ σύμπαντα μὲν γράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν. ἔνεστι δὲ τῷ βουλομένῳ λαβόντι τὸ τρίτον τῶν Ἐπιδημιῶν ἀναγιγνώσκειν τὰ κατὰ μέρος εἰς ἓν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις ὁ Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδίπως λέγων· "ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον"· ποτὲ δὲ πάλιν ὡδί· "καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται", καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖς μὲν βραχίων καὶ πῆχυς ὅλος ἀπερρύη, πολλοῖς δὲ μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἀλλὰ καὶ σαρκῶν καὶ ὀστῶν καὶ νεύρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, ὃ μὴ σηπεδόνος ἔκγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ ξηροῦ τι σήπεσθαι πέφυκεν οὔθ’ ὑπὸ ψυχροῦ. μάθοις δ’ ἄν, εἰ θεάσαιο τά τε κρέα καὶ τἆλλα σύμπαντα τὰ πρὸς τῶν ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσί, τὰ δ’ ἅλμῃ, τὰ δ’ ὄξει, τὰ δ’ ἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δ’ ἂν καὶ ὡς ἐν τῷ βορρᾷ, ξηρῷ καὶ ψυχρῷ 
16
τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλείστου διαμένει πάντα· σήπεται δ’ ἑτοίμως ἐν νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ὁ ἄνεμος ὑγρὸς καὶ θερμός. Ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτόν ἐστιν οὔθ’ ὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτον. οἱ δὲ καὶ τοιοῦτον εἶναί φασιν αὐτὸ καὶ διὰ τοῦθ’ ὑπάρχειν ὑγιεινόν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσα τε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτό, τῷ λόγῳ δ’ ἐξευρεῖν, ὡς διὰ τοῦτ’ ἐστὶν ὑγιεινόν, διότι μηδὲν ἐπικρατεῖ τῶν τεττάρων. εἰ δέ γ’ ἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ ἢ τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνων τ’ ἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν νοσωδέστατον. ἀλλ’ ἡ τῆς τῶν τεττάρων κράσεως ἰσομοιρία τῆς τ’ εὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖς τε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφήνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δ’ αὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων καὶ φαρμάκων ἁπάντων τε τῶν ὄντων εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.

Ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως λογισμοὶ σφαλέντες τῆς ἀληθείας εἰς τὰς ἰάσεις βλάπτουσι καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, ἢ μηδ’ ὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ’ ἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, ἢ πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν ἐπιχειρεῖν τε θεωρίᾳ φυσικῇ πρὸ

17
τοῦ τὸν λογισμόν, ᾧ μέλλοιμεν εὑρίσκειν αὐτήν, ἀσκῆσαι πρεπόντως εἰς τὰ τοιαῦτ’ ἀναγκαῖον ἀπάγειν σοφίσματα, καὶ περί τε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι μάρτυρά τε καλεῖν Ἀριστοτέλην παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν· οἱ δ’ οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς ἀλλ’ ὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτόν ἐστιν ἢ οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν ἢ ἐπικτήτῳ τε καὶ ἀλλοτρίῳ διῆλθεν Ἀριστοτέλης· οἱ δὲ καὶ τούτου παρακούουσιν. ἔτι δὲ πρὸς τούτοις ὁ μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ ὁ Θεόφραστος, εἰς ὅ τι χρὴ βλέποντας ἢ εὔκρατον ἢ δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν· οἱ δ’ οὐδὲ τοῦτο γιγνώσκουσιν, ἀλλ’ ὅταν ἀκούσωσί που λεγόντων αὐτῶν ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῷον ἢ τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμήν, οὔθ’ ὅπως εἴρηται ταῦτα συνιᾶσιν ἐμπλήκτως τε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας ὥσπερ ταὐτὸν ὂν ἀλλ’ οὐ μακρῷ διαφέρον ἢ τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν ἢ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτόν ἐστιν οὔθ’ ὁμοίως ὑγρὰ καὶ θερμὴ ζῴου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται. Τί δὴ τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίγνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατά τε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν ἤδη καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς, ἀλλ’ οἰηθῆναι τὸ θερμὸν
18
λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δ’ ὡς ἐν τῇ πρὸς τοὐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν ἐν ἴσῳ τῷ θερμοτέραν, ἐπιλανθάνονται τοῦδε. καὶ μὴν οὕτω τὰ ζῷα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς τε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων τὰ ζῷα καὶ τῶν φυτῶν ἐστιν ὑγρότερα καὶ θερμότερα. καὶ μὲν δὴ καὶ τῶν ζῴων αὐτῶν ἀλλήλοις κατ’ εἴδη παραβαλλομένων, ξηρότερον μὲν κύων, ὑγρότερον δ’ ἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δ’ ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸν ζῷον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχει, ὑγρὸν δ’ ὡς πρὸς μέλιτταν· οὕτω δὲ καὶ θερμὸν μὲν ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δ’ ὡς πρὸς λέοντα· καὶ θαυμαστὸν οὐδέν, εἰ τὰ πρὸς ἕτερόν τι λεγόμενα τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτ’ ἄτοπον, εἰ ταὐτὸν σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρόν, ἀλλ’ εἰ καὶ πρὸς ταὐτόν· οὐδὲ γὰρ ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς ὁ αὐτὸς ἄνθρωπος, ἄτοπον, ἀλλ’ εἰ πρὸς τὸν αὐτόν· εἰ δὲ πρὸς ἄλλον μὲν δεξιός, πρὸς ἄλλον δ’ ἀριστερός, οὐδέν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς καὶ ψυχρὸς ἅμα καὶ θερμός, ἀλλ’ οὐ πρὸς ταὐτό. πρὸς μὲν γὰρ ἄνθρωπον ξηρός, ὑγρὸς δὲ πρὸς μύρμηκα, καὶ πρὸς
19
μὲν ἄνθρωπον θερμός, ψυχρὸς δὲ πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν ὡς ζῶν· εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν· οὐ θερμὸς δ’ ὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δ’ ὡς ἐν ζῴων γένει καθ’ ἕτερον τρόπον, ὥσπερ αὖ καὶ ὅσα κατ’ εἶδος ζῴου. κύων γὰρ ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν ὑγρός, ὡς δ’ ἐν ζῴων γένει ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ’ εἶδος ὁδὶ μὲν ξηρός, ὁδὶ δ’ ὑγρός, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.

Λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν τῷ δευτέρῳ Περὶ διαγνώσεως σφυγμῶν· ἀνάγκη δ’, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρόν, ὃ πρὸς μηδὲν ἕτερον λέγεται, μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρί τε καὶ γῇ, καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ καὶ περὶ θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν· οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν ἀλλ’ ἢ τὰ στοιχεῖα μόνα. ὅ τι δ’ ἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων κέκραται καὶ διὰ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον οὐκέθ’ ἁπλῶς θερμὸν ἢ ψυχρὸν ὡς ἄμικτόν τε καὶ εἰλικρινές, ἀλλ’ ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ δ’ ἐλάττονος, ἢ τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ θερμοῦ μετέχον ἕκαστον τῶν ἄλλων ἢ θερμὸν ἢ ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, τὸ μὲν ἁπλῶς λεγόντων ἡμῶν ἄμικτόν τε καὶ εἰλικρινές, ἕτερον δὲ μικτὸν μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον. οὕτω μὲν οὖν ὑγρὸν αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ οἶνος ἔλαιόν τε καὶ μέλι καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι καὶ ὄνυχες καὶ ὁπλαὶ

20
καὶ κέρατα καὶ τρίχες καὶ λίθοι καὶ ξύλα καὶ ψάμμος καὶ κέραμος ἐλάττονα μὲν ὑγροῦ μοῖραν ἔχει, πλείονα δὲ ξηροῦ καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν καὶ σκώληξ ὑγρὸν ὡς ζῷα καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δ’ ὑγρότερος ἢ ἁπλῶς ὡς σκώληξ ἢ τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ. Αὐτὸ δὲ δὴ τοῦτο τί ποτ’ ἐστίν, ὅταν οὕτω λέγωμεν, ὡς σκώληξ ὑγρός, ὡς ἄνθρωπος θερμός, ὡς κύων ψυχρός, εἰ μή τις ἀκριβῶς ἀκούσειέ τε καὶ νοήσειεν, ἅπαντα συγκεχύσθαι τὸν λόγον ἀνάγκη. τὸ δ’ ἀκριβῶς ἐστιν, ὃ κἀν τῷ δευτέρῳ Περὶ διαγνώσεως τῶν σφυγμῶν λέγεται, τὸ κατὰ γένος ἢ εἶδος ὀνομάζεσθαι τηνικαῦθ’ ἕκαστον οὐ θερμὸν μόνον ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἀλλὰ καὶ μέγα καὶ μικρὸν καὶ ταχὺ καὶ βραδὺ καὶ τῶν τοιούτων ἕκαστον, ὅταν ὑπὲρ τὸ σύμμετρόν τε καὶ μέσον ᾖ, οἷον ζῷον θερμόν, ὅταν ὑπὲρ τὸ μέσον ᾖ τῇ κράσει ζῷον, ἢ ἵππος θερμός, ὅταν ὑπὲρ τὸν μέσον ἵππον ᾖ. τὰ μέσα δ’ ἐν ἑκάστῳ γένει τε καὶ εἴδει τὰ σύμμετρά ἐστιν· ἴσον γὰρ ἀπέχει τῶν ἄκρων ἐν ἐκείνῳ τῷ γένει τε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῷον, ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν ἐστι τῇ κράσει καθ’ ὅλον τὸ γένος τῶν ζῴων ὁ ἄνθρωπος· ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ’ ὡς ἐν ἀνθρώποις κατ’ εἶδος ὁ καλούμενος εὔσαρκος· οὗτος δ’ ἐστίν, ὃν οὔτε παχὺν οὔτε λεπτὸν ἔχομεν εἰπεῖν οὔτε θερμὸν οὔτε ψυχρὸν οὔτ’ ἄλλῳ τινὶ τῶν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δ’ ἂν ὑπὲρ τοῦτον ᾖ, πάντως οὗτος ἢ θερμότερός ἐστιν ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρότερος. 
21
ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς ὁ τοιοῦτος, πῇ δ’ οὐχ ἁπλῶς· ἁπλῶς μέν, ὅτι θερμὸς ἢ ψυχρὸς ἢ ξηρὸς ἢ ὑγρὸς εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῷον ξηρὸν ἁπλῶς μέν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος, εἰ τύχοι, μύρμηκι, καθ’ ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳ τε καὶ μέσῳ τῇ κράσει τῶν ζῴων ἁπάντων, ὅ τί ποτ’ ἂν ᾖ τοῦτο, παραβάλλεται. Πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων ἢ ἓν ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν ὡς πρὸς ἐκεῖνο λέγομεν ἢ τῷ μέσῳ, καθ’ ὅπερ ἂν εἶδος ἢ γένος ᾖ τὸ λεγόμενον, οἷον εἶδος μὲν ἵππον καὶ βοῦν καὶ κύνα καὶ πλάτανον καὶ κυπάριττον καὶ συκῆν, γένος δὲ ζῷον ἢ φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, ἃ δὴ καὶ τὰς ἀμίκτους τε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας ὀνομάζεσθαί τε στοιχεῖα· καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτων μετ’ ὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν ἢ ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς παραβάλλων ἢ ὡς πρὸς τὸ τυχὸν ὁτιοῦν· οἷον ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ἢ ψυχρὸν ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας ἄνευ τοῦ προσθεῖναι λέοντος ἢ κυνὸς ἢ ἀνθρώπου, δῆλον, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, ᾧ παραβάλλων
22
αὐτὸ ξηρὸν εἶναί φησιν. ἂν δέ γ’ εἴπῃ τὸ τοῦ λέοντος ὀστοῦν [ἢ τοῦ ἀνθρώπου ἢ τοῦ κυνὸς] ξηρὸν εἶναι, δῆλον, ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζῴων ὀστοῖς τῷ μέσῳ παραβάλλει. καὶ χρὴ κἀνταῦθά τι νοῆσαι, πάντων τῶν ζῴων τῶν μὲν μᾶλλον τῶν δ’ ἧττον ἐχόντων ὀστᾶ ξηρά, μέσον εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζῴων, οἷον ἀνθρώπων, εἰ τύχοι, καὶ τούτῳ τἆλλα παραβαλλόμενα τὰ μὲν ξηρά, τὰ δ’ οὐ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κἀν τοῖς ἀνθρώποις αὐτοῖς πάλιν ὁ μέν τις ξηρόν, ὁ δ’ ὑγρὸν ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις. Ὅτι δ’ ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστί τὸ σύμμετρόν τε καὶ κατ’ ἐκεῖνο τὸ γένος ἢ εἶδος εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κἂν παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτό, καὶ δὴ καὶ τούτων οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν ἢ θερμήν, ἐρωτᾶν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων ἀφωρισμένως ἑνί, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι τὸν Θεόφραστον, ἢ κατὰ γένος ὁτιοῦν ἢ εἶδος· [ἢ γὰρ ὡς ἄνθρωπον ἢ ὡς ζῷον ἢ ὡς οὐσίαν ἁπλῶς]. τὸ γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστου τῶν τοιούτων ὀνομάτων, ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις, ἀλλ’ ἐν αὐτοῖς τοῖς πρώτοις, ἃ δὴ καὶ στοιχεῖα προσαγορεύομεν, ὥστε τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων λεγομένου τῶν δύο μόνων ἡμᾶς χρῄζειν εἰς τὴν περὶ κράσεων πραγματείαν ἢ πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας ἢ πρὸς τὸ σύμμετρον ὁμογενές.
23
Ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸν σῶμα καὶ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι κατὰ πολλοὺς τρόπους. ἀλλ’ ὅταν μὲν ἑνὶ τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι ταὐτόν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς ἢ ὁμοειδές, ἐνταῦθ’ ἤδη συγχεῖσθαί τε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους. ὁ γὰρ αὐτὸς ἄνθρωπος ὑγρὸς ἅμα καὶ θερμὸς εἶναι δύναται καὶ ξηρὸς καὶ ψυχρός, ξηρὸς μὲν καὶ ψυχρὸς ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ καὶ θερμὸς ὡς πρὸς ἄλλο τι ἢ ζῷον ἢ φυτὸν ἢ οὐσίαν ἡντινοῦν, οἷον ὡς πρὸς μὲν ζῷον, εἰ τύχοι, μέλιττάν τε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν ἐλαίαν ἢ συκῆν ἢ δάφνην, πρὸς οὐσίαν δέ τιν’ ἑτέραν, ἣ μήτε ζῷόν ἐστι μήτε φυτόν, οἷον λίθον ἢ σίδηρον ἢ χαλκόν. ἐν τούτοις δὲ τὸ μὲν πρὸς ἄνθρωπον παραβάλλειν πρὸς ὁμοειδές ἐστι παραβάλλειν, τὸ δὲ πρὸς μέλιτταν ἢ μύρμηκα πρὸς ὁμογενές, ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω τοῦ ζῴου τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦν 〈πρὸς〉 ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας ἡ τοιαύτη σύμπασα παραβολή, τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν, ὡς, ἐπειδὰν μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέγηται καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δ’ ἀπολείπεται τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν· ἐπειδὰν δ’ ἤτοι φυτὸν εὔκρατον
24
ἢ ζῷον ὁτιοῦν εἴπωμεν, οὐκέθ’ ἁπλῶς ἀλλήλοις ἐν τῇ τοιαύτῃ λέξει τἀναντία παραβάλλομεν, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ φύσιν ἢ τὴν τοῦ ζῴου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν μὲν εὔκρατον. εἰ τύχοι, λέγοντες, ὅταν, οἵᾳ μάλιστα πρέπει τὴν φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις ᾖ, κύνα δ’ αὖ καὶ σῦν καὶ ἵππον καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὲ δὴ τοῦτο τὸ τῆς οἰκείας φύσεως ἔχειν ἄριστα ταῖς ἐνεργείαις κρίνεται. καὶ γὰρ καὶ φυτὸν καὶ ζῷον ὁτιοῦν ἄριστα διακεῖσθαι τηνικαῦτά φαμεν, ὅταν ἐνεργῄσῃ κάλλιστα. συκῆς μὲν γὰρ ἀρετὴ βέλτιστά τε καὶ πλεῖστα τελεσφορεῖν σῦκα· κατὰ ταὐτὰ δὲ καὶ τῆς ἀμπέλου τὸ πλείστας τε καὶ καλλίστας ἐκφέρειν σταφυλάς, ἵππου δὲ τὸ θεῖν ὠκύτατα καὶ κυνὸς εἰς μὲν θήρας τε καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς δὲ τοὺς οἰκείους πρᾳότατον. Ἅπαντ’ οὖν ταῦτα, τά τε ζῷα λέγω καὶ τὰ φυτά, τὴν ἀρίστην τε καὶ μέσην ἐν τῷ σφετέρῳ γένει κρᾶσιν ἔχειν ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης ἀκριβὴς ᾖ τῶν ἐναντίων, ἀλλ’ ὅταν ἡ κατὰ δύναμιν αὐτοῖς ὑπάρχῃ συμμετρία. τοιοῦτον δέ τι καὶ τὴν δικαιοσύνην εἶναί φαμεν, οὐ σταθμῷ καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ προσήκοντί γε καὶ κατ’ ἀξίαν ἐξετάζουσαν. ἰσότης οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις ζῴοις τε καὶ φυτοῖς ἐστιν, οὐχ ἡ κατὰ τὸν τῶν κερασθέντων στοιχείων ὄγκον, ἀλλ’ ἡ τῇ φύσει τοῦ τε ζῴου καὶ τοῦ φυτοῦ πρέπουσα. πρέπει δ’ ἔσθ’ ὅτε τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν
25
χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον καὶ λέοντα καὶ μέλιτταν καὶ κύνα. πρὸς δὴ τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ κύων ἢ ὁτιοῦν ἄλλο τῶν πάντων, οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενά τε καὶ κρινόμενα καθ’ ἕνα τρόπον ἀποκρινάμενον ἀνέγκλητον εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, ἢ πάσας ἐπέρχεσθαι τὰς διαφορὰς ἢ περὶ τίνος ἤρετο πυθόμενον ἐκείνην μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζῴοις πυνθάνοιτο, τίνος εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων τῶν ζῴων τῇ κράσει βλέποντα τὴν ἀπόκρισιν ποιητέον· εἰ δ’ ἁπλῶς τε καὶ ὡς πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τἀναντία τῶν ἐν αὐτῷ πρὸς ἄλληλα καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐνεργείας ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν στοιχείων. εἰ δ’ ἀφωρισμένως τῷδέ τινι παραβάλλων ἤρετο, πρὸς ἐκεῖνο μόνον αὐτὸ παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος ἢ τοῦδέ τινος τοῦ κυνὸς ἐρωτηθείημεν ὁποία τις ἡ κρᾶσίς ἐστιν, οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις ξηρᾶς καὶ θερμῆς κράσεως εἶναι τὸν Δίωνα, ῥᾷστον αὐτῷ, προχειρισαμένῳ τοῦτο μὲν τῶν θερμοτέρων τε καὶ ξηροτέρων ἐκείνου τὴν κρᾶσιν ἀνθρώπων ὁντινοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς ἐκεῖνον ἀποφῆναι τὸν Δίωνα, τοῦτο δ’ ἄλλο τι φυτὸν ἢ ζῷον, οἷον, εἰ τύχοι, λέοντά τε καὶ κύνα, καὶ τούτων ὑγρότερόν τινα καὶ ψυχρότερον ἀποδεῖξαι τὸν Δίωνα. Χρὴ τοίνυν, ὅστις μήθ’ ἑαυτὸν ἐξαπατῆσαι βούλεται 
26
μήθ’ ὑπ’ ἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν οὐσιῶν ἀρξάμενον οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι καὶ πρῶτον μὲν αὐτὸ δὴ τοῦτ’ ἐπ’ αὐτῶν διορίσασθαι, τὸ μηδὲ ταύτας, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα μέσον ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ τῶν ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, ἃ δὴ καὶ πρῶτα πάντων ἐστὶ στοιχεῖα. ἴσον δ’ ἀφέξει δηλονότι τῶν ἄκρων, ἐξ ἴσου κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν ἢ ἐλλείπουσαν τῆσδε θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν εἶναι φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ καὶ τῶν ἐναντίων στοιχείων ἐξέτασιν ἐπ’ αὐτῆς ποιούμενοι. καὶ δὴ καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν αὐτὴν ἢ θερμὴν ἢ ψυχρὰν ἢ ξηρὰν ἢ ὑγρὰν ὑπάρχειν. ἐπειδὰν δὲ τῇ μέσῃ κράσει παραβάλλωμεν, οὐχ ἁπλῶς, ἀλλ’ ὅτι πρὸς τὸ σύμμετρον ὁμογενὲς οὕτως ἔχει. γένος δ’ ἦν αὐτῶν ἡ οὐσία. πάντα γὰρ ὑπὸ ταύτην πέπτωκεν ὡς ἀνωτάτω τι γένος, ἔμψυχά τε καὶ ἄψυχα, καὶ κοινόν ἐστιν ἥδε καὶ ἀνθρώπου καὶ κυνὸς καὶ πλατάνου καὶ συκῆς καὶ λίθου καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων ἁπάντων γένος. ὑπ’ αὐτῇ δ’ ἐστὶν ἕτερα γένη πολλά, τὸ μὲν ζῷον ὄρνιθός τε καὶ ἰχθύος, τὸ δὲ φυτὸν δένδρου τε καὶ βοτάνης, ἀετοῦ δὲ καὶ κόρακος ὄρνις, καὶ λάβρακος καὶ φυκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ τὸ μὲν δένδρον ἐλαίας τε καὶ συκῆς γένος, ἡ βοτάνη δ’ ἀναγαλλίδος τε καὶ παιωνίας. ἔσχατα δὲ γένη ταῦτα καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κόραξ καὶ φυκὶς καὶ συκῆ καὶ ἀναγαλλίς· οὕτω δὲ καὶ ἄνθρωπος καὶ βοῦς καὶ
27
κύων. ἄνωθεν μὲν κατιόντων ἔσχατα γένη ταῦτα καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κάτωθεν δ’ ἀνιόντων ἀπὸ τῶν ἀτόμων οὐσιῶν πρῶτα. καὶ δέδεικται δι’ ἑτέρου γράμματος, ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα σύμπαντα τὰ μεταξὺ τῶν ἀτόμων τε καὶ τῶν πρώτων γενῶν εἴδη θ’ ἅμα καὶ γένη προσαγορεύουσιν.

Ὁπότ’ οὖν διῄρηται τὰ σημαινόμενα καὶ ὧς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόν τι καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἐπιδέδεικται, ζητητέον ἐφεξῆς αὐτῶν τὰ γνωρίσματα. καίτοι κἀνταῦθα χρὴ πρότερον ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν μελλόντων ἐξ ἀνάγκης εἰς τὸν ἐφεξῆς λόγον ἐξαπλῶσαί τέ τι πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς ἀναγιγνώσκουσι τόδε τὸ γράμμα νοηθῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπόντες οὕτως ἐπανίωμεν ἐπὶ τὸ πρᾶγμα. Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν ὅτι μὲν οὐχ ἕν τι σημαίνει παρὰ τοῖς Ἕλλησιν, ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν· ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δ’ αὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ λευκὸν ὄνομα κατά τε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατά τε τοῦ δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ θερμὸν ὄνομα κατά τε τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον,ἀλλὰ καὶ κατὰ τοῦ σώματος, ὃ τὴν θερμότητα δέδεκται.

28
τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν σῶμα χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν τοῖς Περὶ τῶν στοιχείων λόγοις δέδεικται. θερμότης μὲν οὖν ποιότης, ἡ δ’ αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ λευκότης καὶ λευκόν. αὐτὸ δὲ τὸ σῶμα τὸ θερμὸν ἓν τοῦτο μόνον ὄνομα κέκτηται τὸ θερμόν, ὥσπερ τὸ λευκόν. οὐ μὴν οὔτε θερμότης οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν ὀνομάζεται τό τε σῶμα αὐτὸ καὶ ἡ ποιότης· οὐ μὴν καὶ ψυχρότης ἢ ξηρότης ἢ ὑγρότης ἔτι καλεῖται τὸ σῶμα καθάπερ ἡ ἐν αὐτῷ ποιότης. Τούτων οὖν οὕτως ἐχόντων εὔλογον, ἐπειδὰν μὲν ἤτοι θερμότητά τις ἢ ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίγνεσθαι σόφισμα· μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ ποιότητες δηλοῦνται· θερμὸν δ’ εἰπόντος ἢ ψυχρόν, ἐπειδὴ καὶ ἡ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον αὐτὴν ὀνομάζεται, πρόχειρον γίγνεσθαι τῷ κακουργεῖν ἐθέλοντι τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν’ ἔχῃ σοφίζεσθαι. τοιοῦτον γάρ τι δρῶσι καὶ οἱ πρὸς τὸν ἀφορισμὸν ἀντιλέγοντες, ἐν ᾧ φησιν Ἱπποκράτης· "τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν". οὐ γὰρ σῶμά τι θερμὸν ἔμφυτον τῷ ζῴῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες οὐδὲ ζητήσαντες, ὅ τί ποτ’ ἐστὶ τοῦτο, κατὰ τῆς ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα δεξάμενοι τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καὶ φαίνεται καίτοι
29
σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.

Ἀλλ’ ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται, ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου καὶ ἀμίκτου ποιότητος, θερμότητός τε καὶ ψυχρότητος καὶ ξηρότητος καὶ ὑγρότητος, ὅσα ταύτας ἐδέξατο σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέως τε καὶ ἀκριβῶς ἐστι. ταυτὶ μὲν οὖν μοι νόει τὰ τῶν γιγνομένων τε καὶ φθειρομένων ἁπάντων στοιχεῖα, τὰ δ’ ἄλλα σώματα τά τε τῶν ζῴων καὶ τὰ τῶν φυτῶν καὶ τὰ τῶν ἀψύχων ἁπάντων, οἷον χαλκοῦ καὶ σιδήρου καὶ λίθων καὶ ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ αὐτῶν οὔτ’ ἄκρως θερμὸν οὔτ’ ἄκρως ψυχρὸν οὔτ’ ἄκρως ξηρὸν οὔτ’ ἄκρως ὑγρόν ἐστιν, ἀλλ’ ἤτοι μέσον ἀκριβῶς ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, ἢ θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν, ὡς μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ μᾶλλον ξηρὸν ἢ ὑγρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ ἑκατέραν τῶν ἀντιθέσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται· θατέρου δὲ πλεονεκτήσαντος ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἢ κατ’ ἀμφοτέρας, οὐκέτ’ εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον ἢ ψυχρόν, ὃ μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται. κατὰ ταὐτὰ

30
δὲ καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν, ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν. εἰ δ’ ἐξ ἑκατέρας τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν ἢ θερμὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ξηρὸν ἢ ψυχρὸν ἅμα καὶ ὑγρὸν ὀνομασθήσεται τὸ σῶμα. Ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν εἴπομεν, οἱ πλεῖστοι γιγνώσκουσιν ἰατροί τε καὶ φιλόσοφοι. τὰς δ’ ἄλλας τέτταρας τὰς ἐξ ἡμίσεος τούτων γιγνομένας οὐκ οἶδ’ ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’ ὅτι γε δυνατὸν ἐπικρατοῦντος τοῦ θερμοῦ μηδὲν μᾶλλον ὑγρὰν ἢ ξηρὰν εἶναι τὴν κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι κἀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δέ, κἂν εἰ μηδὲν προείρητο, συλλογίσασθαι, συγχωρησάντων γ’ ἅπαξ αὐτῶν ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμήν, ἑτέραν δὲ ξηρὰν καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν τὴν θερμήν, ἀλλ’ ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτήν, ἐγχωρήσει δηλονότι καὶ μέσην· ἐγγυτέρω γάρ ἐστιν ἡ μέση τῆς ξηρᾶς κράσεως ἤπερ ἡ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ’ ἧς ἐστιν ἰσχυρότερον τὸ ψυχρόν· οὐ μὴν οὔθ’ ὑγρὰν οὔτε ξηρὰν ἀναγκαῖον εἶναι τὴν αὐτήν, ἀλλ’ ἐγχωρεῖ καὶ μέσην γενέσθαι· πάλιν γὰρ κἀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν ἐστιν ὑγρὰν εἶναι τὴν ψυχράν, ἀλλ’ ἐγχωρεῖ καὶ ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει· ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς ἤπερ ἡ ξηρά. ὡς οὖν αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν, ἡ μὲν θερμὴ μόνον, ἡ δὲ ψυχρά, κατὰ τὸν αὐτὸν 
31
τρόπον ἄλλαι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ἡ μὲν ξηρὰ μόνον, ἡ δ’ ὑγρά, συμμέτρως ἐχόντων πρὸς ἄλληλα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κἀνταῦθα φήσομεν, ὡς, εἴπερ οὐκ ἔστιν ἀναγκαῖον, εἴ τίς ἐστι ξηρὰ κρᾶσις, εὐθὺς ταύτην εἶναι καὶ θερμήν, ἀλλ’ ἐνδέχεται καὶ ψυχρὰν ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί τινα μήτε θερμήν, ἀλλ’ εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν οὔτε ψυχρὰν ὑπάρχειν, ἀλλ’ ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν. Εἰ τοίνυν οὐκ ἀναγκαῖον οὔτε τῇ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι οὔτ’ ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ἢ ὑγρὰν γενέσθαι καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι θερμὴν ἢ ψυχράν. ὥστ’ εἶναι καὶ ταύτας τέτταρας ἑτέρας ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροί τε καὶ φιλόσοφοι παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκράτων ἕξεων καὶ τῶν κατ’ ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτων. ἡ μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει πλεονεκτοῦσαν, ἡ δ’ ἐξ ὑπεναντίου τῇδε δύσκρατος ἀμφοτέρας μοχθηράς. ἐν μέσῳ δ’ ἑκατέρων ἐστὶν ἡ κατὰ μὲν τὴν ἑτέραν εὔκρατος ὑπάρχουσα, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος, ἥτις ἐξ ἡμίσεος μὲν εὔκρατος, ἐξ ἡμίσεος δὲ δύσκρατος οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτου τε καὶ δυσκράτου. καὶ εἴπερ ἔχει ταῦθ’ οὕτως, ὥσπερ οὖν ἔχει, θαρρούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν κράσεων διαφοράς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ
32
τὰς ὀκτώ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν καὶ ξηρὰν καὶ ψυχρὰν καὶ θερμήν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν καὶ ξηρὰν ἅμα καὶ θερμὴν καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν καὶ ψυχρὰν ἅμα καὶ ξηράν.

​Ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ μᾶλλόν τε καὶ ἧττον πάμπολυ κατά τε τὰς ἁπλῶς λεγομένας κράσεις ἐπί τε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ καθ’ ἓν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ τῶν καθ’ ἕκαστον γένος εὐκράτων τε καὶ μέσων φύσεων. ἐκείναις γὰρ τὰς ἄλλας παραβάλλων ῥᾳδίως ἐξευρήσει τὸ πλεονάζον ἢ λεῖπον ἐν ἑκάστῃ. περὶ πρώτων οὖν ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτων τε καὶ δυσκράτων, ἃς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζῴων μόνον ἢ φυτῶν, ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κἀνταῦθα τό γε τοσοῦτον χρὴ διαστείλασθαι περὶ τῶν ὀνομάτων, ὡς θερμὴ κρᾶσις ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δ’ ἄλλη, καὶ ὡς δυνάμει ταῦτ’ εἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν ἃ λέγεται, ῥᾷστον δ’ αὐτοῖς γενέσθαι φυσικήν τιν’ ἐπιτηδειότητα κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι κἄπειτα μεταβῶμεν ἐπὶ τὰ φυτὰ καὶ τὰ ζῷα. τελέως γὰρ ἂν οὕτως ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν. Ἐπειδὴ τοίνυν τὸ μέσον ἐν ἅπαντι γένει καὶ μάλιστα κατὰ τὰς συμπάσας οὐσίας ἐκ τῆς τῶν ἄκρων μίξεως γίγνεται, χρὴ καὶ τὴν νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾷστον. ἀπὸ γὰρ

33
τοῦ θερμοτάτου πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον ἤτοι πυρὸς ἤ τινος ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον καταντῶντες ἁπάντων ὧν ἴσμεν, οἷον ἤτοι κρύσταλλον ἢ χιόνα, νοήσαντές τι διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει τοῦ τε καίοντος καὶ τοῦ νεκροῦντος διὰ ψῦξιν. οὔκουν οὐδὲ χαλεπὸν ἔτι τοῦ κραθέντος οὕτως ἁψαμένους ἔχειν τὸ μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν ἀντιθέσει καὶ μεμνῆσθαι τούτου καὶ κρίνειν ἅπαντα τἆλλα καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν γῆν ἢ τέφραν ἤ τι τοιοῦτον ἕτερον ἀκριβῶς αὐχμηρὸν ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ τὸ μέσον ἐργάσῃ σῶμα τῆς κατὰ τὸ ξηρόν τε καὶ ὑγρόν ἀντιθέσεως. οὔκουν οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν ὄψει θ’ ἅμα καὶ ἁφῇ τὸ τοιοῦτον σῶμα διαγνόντα παραθέσθαι τῇ μνήμῃ καὶ τούτῳ κανόνι τε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων ἢ πλεοναζόντων ὑγρῶν τε καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς ἄκρον ἤτοι θερμότητος ἢ ψύξεως ἄγοιτο τουτὶ τὸ μέσον ὑγροῦ καὶ ξηροῦ σῶμα, φαντασίαν ἐνίοτε παρέξει ψευδῆ καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον ἢ δεῖ, τηκόμενόν τε καὶ ῥέον ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει· ψυχόμενον δὲ περαιτέρω τοῦ προσήκοντος ἵσταταί τε καὶ πήγνυται καὶ ἀκίνητον γίγνεται καὶ σκληρὸν ἁπτομένῳ φαίνεται κἀκ τούτου
34
φαντασίαν προβάλλει ψευδῆ ξηρότητος. εἰ δ’ ὥσπερ ἴσον ὑγροῦ καὶ ξηροῦ μετέσχεν, οὕτω καὶ θερμότητος καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν οὔτε μαλακὸν ἁπτομένῳ φανεῖται τὸ τοιοῦτον σῶμα. Τὸ μὲν οὖν ὅλα δι’ ὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἀδύνατον ἀνθρώπῳ. γῆ γὰρ ὑγρῷ φυραθεῖσα μέμικται μέν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται πᾶσα παντί, παράθεσις μήν ἐστι τὸ τοιοῦτον κατὰ σμικρὰ καὶ οὐ δι’ ὅλων κρᾶσις, ἀλλὰ τὸ δι’ ὅλων ἄμφω κεράσαι θεοῦ καὶ φύσεως ἔργον, ἔτι δὲ μᾶλλον, εἰ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὅλα δι’ ὅλων ἀλλήλοις κεραννύοιτο. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως τοῦτό γε μόνης ἢ θεοῦ τοὖργον, ἀλλὰ καὶ ἡμέτερόν ἐστιν. οὐδὲν γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι πηλὸν ἐκ τῆς τοιαύτης μίξεως, ὡσαύτως δὲ καὶ θερμοῦ καὶ ψυχροῦ, καί σοι φανεῖται τὸ τοιοῦτον σῶμα καὶ τῇ θερμότητι μὲν εὔκρατον, ἀλλὰ καὶ σκληρότητος καὶ μαλακότητος ἐν τῷ μέσῳ. Τοιοῦτον δ’ ἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ καὶ σκληροῦ καὶ μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν, ὄργανον ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ τῶν ζῴων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσομοιρίας
35
οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ δι’ ὅλων ἀλλήλοις κερασθέντων, ὅπερ οὐκέτ’ οὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός ἐστιν, ἀλλὰ φύσεως τοὖργον. ὅσα μὲν οὖν σκληρότερα τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ καὶ χόνδροι καὶ κέρατα καὶ τρίχες ὄνυχές τε καὶ σύνδεσμοι καὶ ὁπλαὶ καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν· ὅσα δὲ μαλακώτερα, καθάπερ αἷμα καὶ φλέγμα καὶ πιμελὴ καὶ στέαρ καὶ μυελὸς ἐγκέφαλός τε καὶ νωτιαῖος, ὑγροῦ πλέον ἐν τούτοις ἐστὶν ἢ ξηροῦ· καὶ μὲν δὴ καὶ ὅσῳ τὸ πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει σκληρότητι τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον. ἔοικε δέ πως ὁ λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν ἐφάπτεσθαι καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐ ζῴων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν ὁ ἄνθρωπος, ἅμα δ’ ὡς τῶν ἐν αὐτῷ μορίων τὸ τῆς χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς ὑπερβολάς. Ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον ἐπισκεψώμεθα, τίς ἄριστα κέκραται πάντων ἄνθρωπος, ὃν καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων τε καὶ τῶν ἄλλων ζῴων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας θερμοὺς καὶ ψυχροὺς καὶ ξηροὺς καὶ ὑγροὺς ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι μέσον χρὴ φαίνεσθαι τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς ἀνθρώπους τε καὶ ζῷα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας κοινὰ γνωρίσματα προείρηται· τὰ δ’ ὡς ἐν ζῴων εἴδεσιν ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει δ’ ἀνθρώπῳ μὲν 
36
εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳ θ’ ἅμα καὶ ἀλκιμωτάτῳ, λέοντι δ’ ἀλκιμωτάτῳ μόνον, ὥσπερ γε καὶ προβάτῳ πρᾳοτάτῳ. καὶ μέν γε καὶ ὡς τὰς τοῦ σώματος ἐνεργείας οἰκείας εἶναι προσήκει τῷ τῆς ψυχῆς ἤθει, δέδεικται μὲν καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ ζῴων μορίων, δέδεικται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν ἧττον. ἡ μὲν δὴ μέθοδος αὕτη. Τὸ δ’ ἀσκῆσαι γνωρίζειν ἑτοίμως ἐν ἑκάστῳ γένει ζῴου καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον οὐ τοῦ τυχόντος ἀνδρός, ἀλλ’ ἐσχάτως ἐστὶ φιλοπόνου καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ πολλῆς γνώσεως ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται καὶ γραφεῖς ἀνδριαντοποιοί τε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσι καὶ πλάττουσι καθ’ ἕκαστον εἶδος, οἷον ἄνθρωπον εὐμορφότατον ἢ ἵππον ἢ βοῦν ἢ λέοντα, τὸ μέσον ἐν ἐκείνῳ τῷ γένει σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται Πολυκλείτου κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων ἀκριβῆ τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιούτου τυχών. ἐστὶ μὲν οὖν ἐπὶ πλέον, ὃν νῦν ἡμεῖς ζητοῦμεν, ἢ ὁ κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκεν ὁ οὕτως εὔσαρκος ἄνθρωπος, ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης τῇ τῶν τεττάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα θειοτέραν ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως εὔκρατον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει· τὸ γὰρ ἐν εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔκγονον. εὐθὺς δ’ ὑπάρχει τῷ τοιούτῳ σώματι καὶ ταῖς ἐνεργείαις ἄριστα διακεῖσθαι καὶ σκληρότητός τε καὶ μαλακότητος ἔχειν μετρίως
37
θερμότητός τε καὶ ψυχρότητος. καὶ ταῦθ’ ὑπάρχει [ἅπαντα] τῷ δέρματι καὶ τούτου μάλιστα τῷ τῆς χειρὸς ἐντός, ὅταν γε μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷος τοῖς ἐρέττουσί τε καὶ σκάπτουσι γίγνεται. διττῆς γὰρ ἕνεκα χρείας τῶν χειρῶν γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ μὲν εἰς τὴν τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δ’ εἰς τὴν τῆς ἀντιλήψεως ἰσχὺν ἐπιτηδειότεραι. Καὶ δὴ καὶ τὸ δέρμα τὸ μέσον οὐ μόνον ἁπάντων τῶν τοῦ ἀνθρώπου μορίων, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας ἁπάντων τῶν ἐν γενέσει τε καὶ φθορᾷ σωμάτων οὐ τὸ τετυλωμένον ἐστὶ καὶ σκληρὸν καὶ λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, ᾧ δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν οὖν σκληρότητός τε καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν ἁπάντων τῶν μορίων, ἱκανῶς ἐναργές· ὅτι δὲ καὶ θερμότητός τε καὶ ψυχρότητος, ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα καταμάθοις. ἔστι γὰρ οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέσον ὑπάρχον νεύρου τε καὶ σαρκός, ὡς εἰ καὶ κραθέντων ἀμφοῖν ἐγένετο. ἀλλὰ νεῦρον μὲν ἅπαν ἄναιμόν τε καὶ ψυχρόν, σὰρξ δὲ πολύαιμός τε καὶ θερμή· μέσον δ’ ἀμφοῖν τὸ δέρμα μήτ’ ἄναιμον τὸ πάμπαν ὡς τὸ νεῦρον, ἀλλὰ μηδὲ πολύαιμον ὡς ἡ σὰρξ γενόμενον. εἰ δὴ τοῦτο κανόνα τε καὶ οἷον κριτήριον ἁπάντων τῶν τοῦ ζῴου μορίων προστησάμενος ἐξετάζοις τε καὶ παραβάλλοις αὐτῷ τἆλλα, τὰς ὀκτὼ διαφορὰς εὑρήσεις τῶν δυσκρασιῶν ἐν αὐτοῖς. Καὶ δὴ καὶ κατὰ μέρος δίειμί σοι περὶ πάντων ἐφεξῆς.
38
φλέγμα μέν ἐστιν ὑγρότατον καὶ ψυχρότατον, αἷμα δὲ θερμότατον, ἀλλ’ οὐχ οὕτως ὑγρὸν ὡς τὸ φλέγμα. θρὶξ δὲ ψυχρότατον καὶ ξηρότατον· ἧττον δ’ αὐτῆς ὀστοῦν ψυχρόν τ’ ἐστὶ καὶ ξηρὸν καὶ τοῦδε χόνδρος ἧττον ξηρός, ἐφεξῆς δὲ χόνδρῳ σύνδεσμος, ἔπειτα τένων, εἶθ’ ὑμὴν καὶ ἀρτηρία καὶ φλέψ, αὐτὰ δηλονότι τὰ σώματα τῶν ἀγγείων, εἶθ’ ὅσα νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα κατὰ τὴν τοῦ δέρματος ὑπάρχει φύσιν ἐν τῇ καθ’ ὑγρότητά τε καὶ ξηρότητα μεσότητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν οὐκ ἔστι μέσον θερμοῦ καὶ ψυχροῦ τὸ νεῦρον τὸ μαλακόν, ἀλλὰ τοσοῦτον ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος. οὕτω δὲ καὶ τἆλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα τοσούτῳ ψυχρότερα δέρματος ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ γε χιτῶνες αὐτοὶ τῶν ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω καὶ φλεβός, ἄναιμοί τ’ εἰσὶ καὶ ψυχροὶ φύσει. τῇ γειτνιάσει δὲ τοῦ αἵματος θερμαίνονταί τε καὶ εἰς μέσην ἀφικνοῦνται κατάστασιν κράσεως. τὸ δ’ αἷμα πάλιν αὐτὸ παρὰ τῆς καρδίας ἔχει τὴν θερμασίαν. φύσει γὰρ ἐκεῖνο τὸ σπλάγχνον ἁπάντων ἐστὶ τῶν τοῦ ζῴου μορίων ἐναιμότατόν θ’ ἅμα καὶ θερμότατον, ἐφεξῆς δ’ αὐτῷ τὸ ἧπαρ. ἀλλ’ ἡ μὲν καρδία βραχὺ δέρματος ἀποδεῖ σκληρότητι, τὸ δ’ ἧπαρ πολύ. καὶ τοίνυν καὶ ὑγροτέρα τοσούτῳ δέρματός ἐστιν ὅσῳ μαλακωτέρα. καὶ μὲν δὴ καὶ ἡ σὰρξ ὑγροτέρα δέρματος, ἀλλ’ αὕτη μὲν καὶ θερμοτέρα. νωτιαῖος δ’ ὑγρότερος μέν, ἀλλὰ καὶ ψυχρότερος, καὶ τοῦδε μᾶλλον ἐγκέφαλος ὑγρότερος, ἔτι δὲ τοῦδε μᾶλλον ἡ πιμελή, καὶ ἡ πῆξις αὐτῆς διὰ τὴν τῶν ὑμένων γειτνίασιν· ἐλαίῳ γὰρ ἔοικε παχεῖ καὶ διὰ τοῦτο πήγνυται ψυχροῖς καὶ ἀναίμοις ὁμιλοῦσα μορίοις. οὔτε δ’ ἥπατι περιπήγνυσθαι
39
πιμελὴν οὔτ’ ἀρτηρίαις καὶ φλεψὶν οὔτε καρδίᾳ δυνατόν, ἀλλ’ οὐδ’ ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως τοῖς πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται καὶ διὰ τοῦθ’ ἧττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ’ ὑγρὰ πιμελῆς ἐστι καὶ ἡ τοῦ πνεύμονος σάρξ, οὐδὲ γὰρ αὕτη χεῖται θερμαινομένη. πολὺ δ’ ἔτι μᾶλλον ἡ τοῦ σπληνός τε καὶ τῶν νεφρῶν σὰρξ ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις ἐν τῷ μετὰ ταῦτα λόγῳ διέξειμι καὶ μὲν δὴ καὶ ὅσα λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.