Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Εἰ μὲν εὐλαβουμένη τὸν ἐν τυραννίδι βίον οὐ τολμᾷς εἰς Ἀκράγαντα πέμψαι Παυρόλαν, συγγνώμην ἔχω σοι καὶ ὡς γυναικὶ καὶ ὡς μητρὶ δεδοικυίᾳ περὶ ἀγαπητοῦ παιδός· εἰ δὲ ὡς μόνη καὶ οὐ μετ’ ἐμοῦ γεγεννηκυῖα μόνη καὶ ἔχειν δικαιοῖ; αὐτόν, ἀγνωμόνως κρίνεις τὰ περὶ γονέων. κατὰ μὲν γὰρ τὸν ἀποτομώ- τατον λόγον πατρὸς ἂν εἴη παῖς μᾶλλον ἢ μητρός, κατὰ δὲ τὸν εὐγνωμονέστερον ἑκατέρων ἴσως. εἰ δὲ τὸ μεταδοῦναί ποτε καὶ τῷ γεγεννηκότι τοῦ υἱοῦ σεαυτῆς ἐλάττωσιν ἡγῇ, τί δοκεῖς τὸν μηδὲ μέρους ἀξιούμενον; κοινωνικώτερον δὴ ποιοῦσα πέμψον αὐτὸν ὡς ἐμέ, οὐ διὰ μακρᾶς ἥξοντα πρὸς σέ, ἀλλὰ θᾶττον καὶ μεθ’ ὅσων δεῖ Φαλάριδος καὶ Ἐρυθείας παῖδα, ἵνα, εἰ καὶ μὴ μετ’ ἐμοῦ, μετ’ ἀλλήλων γοῦν ἐν ἀφθονίᾳ πλούτου βιοτεύητε.