Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐχ ὑπὸ σοῦ πολλὰ νομίζω χρήματα αἰτεῖσθαι, μὰ τοὺς θεούς, ἀλλ’ ἐμαυτὸν ἐνδεέστερον εὑρίσκω ἢ δεῖ χρηστότητι παιδὸς ὑπηρετεῖν. εἴη μέντοι σε εἰς ὅσα φῂς ἀναλίσκειν, καὶ οὕτω διδοὺς τῶν ληψομένων φίλων ἀπορήσεις θᾶττον ἢ παρὰ τοῦ πατρὸς αἰτούμενος. ὅτῳ γὰρ ἂν προηγῆται τὸ λαμπρῶς χαρίζεσθαι, ἕπεται τὸ μετὰ μεγαλοφροσύνης ἀξίως κτᾶσθαι· ὅταν δὲ ἅπαξ τὸ δρᾶν πρόθυμον παρῇ τισί, τὸ κατορθοῦν ἕτοιμον αἱ τύχαι παρέχονται. μὴ δὴ καταιδούμενός με τοιούτοις παρρησιάζου λόγοις ὡς οὐκ ἀσμένως ὀλίγα διδόντα υἱῷ, δι’ ὃν τὰ πάντα περιεποιησάμην. τοσοῦτον γὰρ ἀπέχω τοῦ μέμφεσθαί σε τῆς πρὸς τοὺς ἑταίρους ἐκτενείας, ὥσθ’ ὑπερφυῶς ἡδόμενος ἄξια παραινῶ σοι διανοεῖσθαι τῆς τοσαύτης φιλανθρω- πίας, ἵνα μὴ μόνον πρὸς τὸ παρὸν ᾖς μεγαλόφρων, συμπαραμενούσης δέ σοι τῆς αὐτῆς τύχης ἐσαεὶ φυ- λάττῃς τὸ βούλημα. καὶ δίδομεν οὖν ἀσμένως, ὦ γενναῖε Παυρόλα, καὶ λαμβάνομεν χάριν παρὰ σοῦ τὸν τρόπον τῆς δαπάνης οὕτως εὔελπιν καὶ χρηστὸν ὄντα.