Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὰ μὲν παρὰ πατρὸς εἰς υἱὸν ἔσχηκας δίκαια, Παυρόλα, τὰ δ’ ἐκ σοῦ πατρὶ δυνάμενος οὐκ ἀντιπαρέχων ἁμαρτάνεις· πυνθάνομαι γάρ σε παιδείας, ὃ πολλάκις ἐμεμψάμην, οὐκ ἐπιμελεῖσθαι. ἄλλην δὲ χάριν οὐκ ἐπιζητῶ λαβεῖν παρὰ σοῦ ταύτης ὑστερήσας. ἴσθι δέ, ὅτι καὶ τὸ παιδείας συμφέρον ἂν χαρίσασθαι βουληθῇς, οὐχ ὁ ληψόμενος τὴν χάριν ἀλλ’ ὁ δώσων μᾶλλον καθέξει.

Πολύκλειτον, ὡς πυνθάνομαι, τὸν ἰατρὸν ὑμεῖς μέμφεσθε ὡς προδότην Ἀκραγαντίνων γεγονότα, ὅτι με κάμνοντα παραλαβών, δυνάμενος ἀποκτεῖναι, χαλεπωτάτης ἐξήρπασε νόσου, καὶ τὸν ἔπαινον αὐτοῦ τῆς δικαιοσύνης κατηγορίαν ἀδικίας ποιεῖσθε, καὶ τοῦθ’ ὁμολογοῦντες οὐκ αἰσχύνεσθε. ἐγὼ δὲ θαυμάζω τῆς τέχνης αὐτοῦ τὸν τρόπον μᾶλλον, ὅτι με θνήσκοντα πιστευθεὶς οὐχ ὡς τύραννον ἀνῄρηκεν, ἀλλ’ ὡς νοσοῦντα εὐνοήσας σέσωκεν. καὶ διὰ μὲν τὴν ὑμετέραν μέμψιν οὐδ’ ὁτιοῦν πέπονθε κακόν, διὰ δὲ τὴν ἐμὴν εὐχαριστίαν ὅμοια τοῖς πρώτοις Σικελιωτῶν πεπλούτηκεν. οἶδα γοῦν, ὅτι διὰ τὴν δόσιν τῶν χαριστηρίων πάντες εὔχεσθε προδόται μᾶλλον Ἀκραγαντίνων ἢ τυραννοκτόνοι Φαλάριδος ἀκουσθῆναι.