Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Μάλιστα μὲν ἀμφοτέρους τοὺς γονέας, ὦ παῖ, στέργειν σοι προσήκει καὶ περὶ πλείστου ποιεῖσθαι· τοῦτο γὰρ καὶ σεμνὸν καὶ ἄλλως εὐσεβὲς υἱῷ, μεμνῆσθαι τῆς τῶν γεγεννηκότων καὶ τοσαῦτ’ εὐηργετηκότων χάριτος. ἐπεί τοι πατρὸς ἀμέλησον μᾶλλον ἢ μητρός· οὐ γὰρ ἀπὸ τῶν ἴσων καὶ ὁμοίων τὰ πατρὸς ἂν εἴη δίκαια πρὸς τέκνων αὔξησιν καὶ τὰ μητρός, ἀλλ’ ἣ μὲν γὰρ σὺν τῷ κυῆσαι καὶ γεννῆσαι καὶ τιθηνῆσαι μυρίους ἄλλους ἀνήντλησε πόνους, ὃ δ’ ἐκτραφέντος ὑπὸ τῆς τεκούσης καὶ τελειωθέντος ἀπολαύσεως μετέχειν

ἀξιοῖ, δυσκόλου πειραθεὶς οὐδενός.

(2) ἰδιαίτερον δὲ τῶν ἄλλων ἡ σὴ μήτηρ διὰ τὰς ἐμὰς φυγὰς περὶ τῆς σῆς κεκοπίακε τελειώσεως, τὰς ὑπὲρ ἀμφοῖν μόνη φροντίδας ὑποστᾶσα, ὥστε καὶ σὺ τὰς εἰς ἑκατέρους τοὺς γονέας εὐχαριστίας μιᾷ μητρὶ τῇ πάντα πονησάσῃ ἀπόδος. πεπληρώσεται γάρ σοι καὶ τὰ πρὸς τὸν πατέρα δίκαια διὰ τῶν εἰς τὴν μητέρα φιλανθρώπων· οὐδὲν γὰρ ἀπαιτήσω πλεῖον εἰς ἐμαυτόν, ἂν εἰς ταύτην εὐσεβήσῃς, μᾶλλον δὲ καὶ προσειληφέναι παρὰ σοῦ πολὺ μέρος εὐεργεσίας ὁμολογήσω. πρέποι δ’ ἄν σοι μητρὶ περὶ πολλῶν χάριν ἀποδόντι μεγάλης εὐεργεσίας ἀρχὴν ποιήσασθαι πρὸς πατέρα.