Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τοῦ πένθους τίνα ἄν τις ἄλλην ἱκανωτέραν ὑμῖν παράκλησιν εἰσενέγκοιτο, ὦ παῖδες, ἢ τὴν ἀρετὴν τοῦ γονέως, ἐφ’ ᾧ γε τὸ πένθος φέρεσθε; οὐ γὰρ δακρύεσθαι τὰ Στησιχόρου πρέπον, ἀλλ’ ὑμνεῖσθαι. καὶ καθόλου μὲν οὐκ ἂν ἐβουλόμην ὑμᾶς οὔτε θρήνους οὔτε αἰκισμοὺς προσέσθαι σωμάτων, οὐχ ὅτι οὐ κοινὰ ταῦτα πάθη καὶ κατηναγκασμένα παρέπεται πᾶσιν, ἀλλ’ ὅτι τὰ τοιαῦτα ἀνθρώποις ἐστὶν ἁρμοστὰ δυστήνοις, ὧν οὐχ ἡ τελευτὴ τὰς ὀλοφύρσεις προσηκούσας ἀλλ’ ὁ βίος ἔχει, οὐ Στησιχόρῳ, ζήσαντι μὲν ἔτη τοσαῦτα σὺν ταῖς ἁγιωτάταις θεαῖς [ἐν χοροῖς καὶ μέλεσι Μουσῶν,] ὀνομασθησομένῳ δὲ ἐπὶ τιμαῖς καὶ στεφάνοις.

(2) ὁμολογουμένως γὰρ οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις μείζων **· ἡ γὰρ ἀθάνατος τοῦ θεοῦ μοῖρα ἡ πρὸς τὸ πᾶν ἰοῦσα αὕτη καὶ οὐχ ἑτέρα τις ἔμοιγε εἶναι δοκεῖ. ὥστε, ὦ παῖδες μεγάλου καὶ ὑπερφυοῦς πατρός, φρονεῖτε μὲν ἄξια τοῦ τεκνώσαντο; (οὐ γὰρ μικρὸς ὑμῖν ἀγὼν μὴ πολὺ καταδεεστέρους ἐκείνου ὑμᾶς γενέσθαι), πενθεῖτε δὲ μηδαμῶς εὐτυχῆ μοῖραν ἥρωος οὐχ ἑνὶ μακαρισθησομένην χρόνῳ, παντὶ δὲ αἰῶνι, μηδὲ τῶν τιμῶν, ἃς ψηφίζονται ὡς ἐπὶ θεῷ Ἱμεραῖοι, τὸ λαμπρότατον ὑφαιρεῖσθε, τὴν δόξαν. οὐ γὰρ ἐκεῖνός γε, ὃν ἡμεῖς ἴσμεν, ἠχθέσθη θανάτου προθεσμίᾳ συναιρούμενος, οὐδὲ τῶν ἡρώων τοὺς γενναιοτάτους, ἐπεὶ ὑπὲρ δόξης ἔθνησκον, ἐν τοῖς καλλίστοις ποιήμασιν ὑμνήσας, ἅπερ ὑμῖν κτήματα μὲν τοῦ παντός ἐστιν ἄξια, παραδείγματα δὲ βίου σωφρονέστατα, αὐτός, ὁπόθ’ ἧκεν ἡ μοῖρα πρὸς τὸ πέρας, ἀπτοήτως ἔθνησκεν.

(3) εὖ γὰρ ἴστε, ὦ παῖδες, οὐ γὰρ ὑφ’ ἡμῖν γενόμενος ἐχθροῖς οὖσιν ἔδεισεν, οὐδὲ ὡς δεινόν τι πείσεσθαι μέλλων ἐπεκλάσθη. πολὺ δὲ γενναιότερος

αἰχμάλωτος ἡμῖν ἦν ἢ ἀντίπαλος. ἡττήθη γοῦν τὰ πικρὰ τῆς τυραννίδος ὑπὸ σοφίας, οὐδ’ ὁτιοῦν ἔχοντός μου δρᾶσαι κατ’ αὐτοῦ δεινόν· ὃ γὰρ ἔδρων, ἐχαριζόμην. ἐγὼ δὲ μυρίοις πόνοις προθυμηθεὶς ἑλεῖν, ἀφ’ οὗ περιεγενόμην αὐτοῦ, οὐδὲν ἔσχον ἕτερον αἱρεθεὶς ὑπὸ τούτου μᾶλλον ἢ χάριν εἰδέναι, κἂν εὐεργεσίας παρ’ ἡμῶν ἐθελήσῃ λαμβάνειν. ἐφ’ ᾧ οὐδ’ ὀφείλεσθαι χάριν ἐμαυτῷ νομίζω, περιποιησάμενος εἰς δώδεκα μάλιστα αὐτὸν ἔτη (τοσαῦτα γάρ ἐστιν ἃ προσβεβίωκεν), ἐγὼ δὲ ὀφείλειν, ὅτι καὶ τὰ ἄλλα προσεπέρρωσεν ἡμᾶς καὶ θανάτου καταφρονῆσαι μόνος ἀνθρώπων ἔπεισεν.