Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐδὲν ἔψευσαι τῶν ἐπ’ ἐμοὶ διαβολῶν· καὶ γὰρ αὐτὸς πάνθ’ ὅσα κατηγορεῖς ἐν Συρακουσίοις ὁμολογῶ. ἀλλ’ εἰ τὸν αὐτὸν τρόπον ἐγώ τε τοῦ τιμωρεῖσθαι τοὺς εἰς ἐμαυτὸν ἁμαρτάνοντας ἐφειδόμην, καὶ ὑμεῖς τοῦ προπετῶς οὕτως κἀμοὶ καὶ ἑαυτοῖς ἐπιβουλεύειν, οὐδεὶς ἂν οὔτε ἐμοῦ κατηγόρησεν ὡς ἔκθεσμα δρῶντος, οὔθ’ ὑμᾶς ὡς ἀνίατα πάσχοντας ᾠκτίζετο.

Οὐ πείθονταί σοι Καμαριναῖοι τὸν πρὸς ἐμὲ πόλεμον ἐξενεγκεῖν σφόδρα πολλὰ ἑκάστης ἐκκλησίας πείθοντι· καλῶς γὰρ ἴσασι πόλεμον ἔργοις οὐ λόγοις δημηγόρων κατορθούμενον. ὥστε, εἰ βούλει πολεμεῖν αὐτούς, τὰ ἀποτελέσματα δεῖξον τῇ γνώμῃ συνοίσοντα. ἂν μέντοι μηδ’ οὕτως ὑπακούσωσι, μεταβαλλόμενος τἀναντία παραίνει, καὶ τάχ’ ἂν τούτῳ περιγένοιο τῷ τρόπῳ ὧν βεβούλησαι. δυοῖν γὰρ θάτερον ἐν τῷ παρόντι, ἢ τὴν γνώμην ἀσύμφορον ἢ τὸν συμβουλεύοντα οὐδενὸς ἄξιον ἡγοῦνται. ἐγὼ μὲν γὰρ οἴομαι ἑκάτερα. εὖ μέντοι

ἴσθι καὶ τόδε, ὡς οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς ἀδικίας, ἀλλὰ ἔργοις, ὧν οἱ πειραθέντες οὐκ εἰσαῦθις ἐπεβούλευσαν. ταῦτ’ εἰδότες Καμαριναῖοι οὐ βούλονται πεῖραν λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζόμενος γὰρ αὐτοῖς ἡδίων ἔδοξα.

Πολλὰ καὶ δεινὰ βεβούλευσαι κατ’ ἐμοῦ, Κλεόδικε, παρὰ τὴν ὑπάρχουσαν δύναμιν. πόθεν γὰρ σοὶ τὸ ἐλπίσαι κακῶς ποιήσειν Φάλαριν, χαριουμένῳ τῇ τοῦ Θρᾳκὸς τοῦ βυρσοδέψου θυγατριδῇ, Αὐτάνδρου δὲ γυναικί, τοῦ τὸν δεσπότην ἑαυτοῦ κτείναντος, ἐξ ὧν οὕτω πλουτῆσαι, αὐτῷ συνέβη, καίπερ τοῖς τῆς φύσεως νόμοις ἐνυβρικότι; οὐ μὴν εἰς τοῦτό γε προαχθήσομαι τῆς ὀργῆς, ὥστε τὰ σοὶ πεπραγμένα λόγῳ διεξελθεῖν. ἐὰν γάρ σε ἄξιον ἀμύνης ἡγησώμεθα, οὐκ ἐν λόγοις βουλησόμεθα μόνον, ἀλλ’ ἐν ἔργοις δυνησόμεθα, ἅπερ εἰς ἡμᾶς ὠρέχθης ἐξαμαρτάνειν, εἰς κεφαλὴν σοί τε καὶ τῷ σῷ γένει τρέψαι.