Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Πολλὴν χάριν οἶδα τοῖς ἐπισχοῦσιν ἡμᾶς ἀνέμοις καὶ τὴν ἐν Βυζαντίῳ διατριβὴν βιασαμένοις, καίτοι τὸ πρῶτον ἠχθόμην αὐτοῖς ἐπειγόμενος. ἀλλὰ γὰρ ἀξίᾳ πρόφασις καὶ χρονιωτέρας μονῆς ἐφάνη Ξενοφῶν ὁ Σωκράτους γνώριμος. οὗτος γὰρ ὁ Ξενοφῶν εἷς τῶν ἐπ’ Ἀρταξέρξην στρατευσαμένων Ἑλλήνων, Κύρῳ δὲ

συμμάχων ἐστί. καὶ τὸ μὲν πρῶτον μετά τινος τῶν στρατηγῶν ἦν οὐδὲν πολυπραγμονῶν ὅ τι μὴ στρατιώτην ἐχρῆν, καίπερ εἷς ὢν τῶν Κύρῳ τιμίων· ὡς δὲ Κῦρός τε ἀπέθανεν ἐν τῇ πρώτῃ μάχῃ καὶ οἱ στρατηγοὶ τῶν Ἑλλήνων παρασπονδηθέντες ἀπετμήθησαν τὰς κεφαλάς, ᾑρέθη στρατηγὸς ἀνδρείας τε ἕνεκα καὶ τῆς ἄλλης σοφίας, δοκῶν ἄριστα ἂν διαπράξασθαι τὴν τοῖς Ἕλλησι. καὶ οὐκ ἔψευσεν αὐτοὺς τῆς ἐλπίδος, ἀλλὰ διὰ μέσης πολεμίας γῆς ὀλίγην στατιὰν ἄγων περιεσώσατο, ἑκάστης ἡμέρας τοῖς βασιλέως στρατηγοῖς παραστρατοπεδευόμενος.

(2) θαυμαστὰ μὲν οὖν καὶ ταῦτα, πολὺ δὲ τούτων θαυμαστότερόν τε καὶ μείζων ὅπερ αὐτὸς ἐγὼ νῦν ἐθεασάμην. πεπονημένοι γὰρ οἱ Ἑλλήνες πολυχρονίῳ καὶ χαλεπῇ στρατείᾳ καὶ μηδὲν ἄλλο ηὑρημένοι τῶν κινδύνων ἆθλον πλὴν τῆς σωτηρίας, δεξαμένων αὐτοὺς κατὰ φόβον τῶν Βυζαντίων, ἔγνωσαν διαρπάσαι τὴν πόλιν, καὶ πολὺς τάραχος αἰφνιδίως κατέσχε τοὺς Bυζαντίους. ἐπεὶ δὲ ὡπλίζοντό τε οἱ ξένοι καὶ ὁ σαλπιγκτὴς ἐσήμηνεν ἐγὼ μὲν ἀσπίδα καὶ λόγχην ἁρπάσας ἔδραμον ἐπὶ τὸ τεῖχος, οὗ καὶ τῶν ἐφήβων τινὰς συνεστηκότας ἑώρων. ἦν δὲ ἡ φυλακὴ τῶν τειχῶν οὐδὲν ὠφέλιμος πολεμίων κατεχόντων τὴν πόλιν, ἀλλ’ ὅμως ῥᾷον ἐνομίζομεν ἀμυνεῖσθαι πλεονεκτοῦντες τῷ τόπῳ ἢ ἀπολεῖσθαί γε βραδύτερον.

(3) κἀν τούτῳ ταραττομένων τῶν Ἑλλήνων ἑωρῶμεν κομήτην ἄνδρα, καλὸν πάνυ καὶ πρᾷον ἰδέσθαι, διεξιόντα δι’ αὐτῶν καὶ παύοντα τῆς ὁρμῆς ἕκαστον· οὗτος δὲ ἦν ὁ Ξενοφῶν. ὡς δὲ ἐκ τῶν ἐναντίων παρεκάλουν αὐτὸν οἱ στρατιῶται ἕνα ὄντα πολλοῖς τείθεσθαι καὶ ἀναπαῦσαί ποτε αὐτοὺς τῆς ταλαιπώρου καὶ χαλεπῆς ἄλης, « ἀνάγετε οὖν ἐπὶ πόδα » ἔφη « καὶ βουλεύσασθε οὐ γὰρ δέος μὴ διαφύγῃ βουλευομένους τὸ πρᾶγμα ἐφ ’ ὑμῖν κείμενον. » ὡς δὲ τοῦτό γε αὐτῷ ἀπειθεῖν ἠδέσθησαν, εἰς μέσον καταστὰς ὁ Ξενοφῶν θαυμαστοὺς λόγους διέθετο, ὡς τὸ τέλος αὐτῶν ἐδήλωσεν· οὐ γὰρ ἡμῖν γε σαφῶς ἐξηκούοντο. τοὺς γοῦν πρὸ μικροῦ διαρπάζειν ἐγνωκότας τὴν πόλιν μετρίους κατὰ τὴν ἀγορὰν ἑωρῶμεν ὠνουμένους τὰ ἐπιτήδεια, ὡς τῶν ἄλλων Βυζαντίων ἕκαστον, καὶ μηδὲν ἔτι ἐκείνου τοῦ ἀδίκου καὶ ἁρπακτοῦ ἄρεος πνέοντας.

(4) αὕτη δὲ ἡ ὄψις ἐπίδειξις ἦν τῆς Ξενοφῶντος ψυχῆς, ὅπως καὶ φρονεῖν καὶ λέγειν ἐδύνατο. οὐ μὴν ἔγωγε ἡσυχίᾳ τὸν ἄνδρα παρελθεῖν ὑπέμεινα, καὶ ταῦτα ὁμοίως Βυζαντίοις εὖ πεπονθὼς ὑπ’ αὐτοῦ (ἐπεὶ διὰ τοὺς ἀνέμους καὶ αὐτὸς εἷς ἦν τῶν διαρπασθησομένων), ἀλλ’  ἐγνώρισα αὐτῷ ἐμαυτόν. ὃ δὲ καὶ τῆς σῆς πρὸς Σωκράτη φιλίας ἀνεμιμνήσκετο κἀμὲ φιλοσοφεῖν παρίστατο, καὶ τἄλλα οὐ στρατιωτικῶς, μὰ Δί ’ ἀλλὰ καὶ πάνυ φιλανθρώπως διελέγετο. νῦν δὲ εἰς Θρᾴκην ἄγει τὸ στράτευμα· Σεύθης γὰρ ὁ τῶν Θρᾳκῶν βασιλεὺς πρός τινας ὁμόρους πολεμῶν μετεπέμψατο, ἐντελῇ μισθὸν αὐτοῖς ὑποσχόμενος, οἳ δὲ ὑπήκουσαν. οὐ γὰρ ἄποροι διαλυθῆναι βούλονται, ἀλλὰ καὶ κτήσασθαί τι ἐκ τῶν πόνων, ἕως γ’ ἔτι

στράτευμά εἰσιν.

(5) ἴσθι δή, πολύ με νῦν προθυμότερον εἰς Ἀθήνας πλεύσεσθαι φιλοσοφήσοντα· μέμνησαι γὰρ δήπου, ὅτι προτρέπων με συνεχῶς ἐπὶ φιλοσοφίαν καὶ θαυμαστὰ διεξιὼν περὶ τῶν καθ’ ὁτιοῦν σπουδασάντων περὶ αὐτὴν μέρος τἄλλα μὲν εἶχες πειθόμενον, ἐκεῖνο δὲ καὶ πάνυ φοβούμενον. ἐδόκει γάρ μοι τὰ μὲν λοιπὰ ὄντως σπουδαιοτέρους ποιεῖν ὅσων ἐφάψαιτο (καὶ γὰρ τὸ σῶφρον καὶ τὸ δίκαιον οὐκ ἄλλοθεν ἀρύεσθαι τοὺς ἀνθρώπους ἢ ἐκ φιλοσοφίας ᾤμην), τὸ δὲ πρακτικὸν καὶ σφόδρα λύειν τῆς ψυχῆς καὶ μαλθάσσειν ἐπὶ τὸ ἥσυχον. ἀπραγμοσύνη γὰρ ἦν καὶ ἠρεμία τὰ θαυμαστά, ὥς μοι ἔλεγες, ἐγκώμια φιλοσόφων.

(6) δεινὸν οὖν μοι κατεφαίνετο, εἰ φιλοσοφήσας τἄλλα μὲν ἀμείνων ἔσομαι, θαρραλέος δ’ οὐκέτι οὔτε στρατιώτης εἶναι δυνήσομαι οὔτε ἀριστεύς, εἰ δέοι, ἀλλὰ μεθήσω ταῦτα πάντα ὥσπερ ἐπιλήσμονί τινι ἐπῳθῇ παντὸς ἔργου λαμπροτέρου κηληθεὶς τῇ φιλοσοφίᾳ. ἠγνόουν δ’ ἄρα, ὅτι καὶ πρὸς ἀνδρείαν εἰσὶν ἀμείνους οἱ φιλοσοφήσαντες, καὶ μόλις γε αὐτὸ παρὰ Ξενοφῶντος ἔμαθον, οὐκ ἐπειδὴ διελέχθη μοι περὶ αὐτοῦ, ἀλλ’ ἐπεὶ τοιοῦτος ὢν ἐφάνη, ὁποῖός ἐστι. μάλιστα γὰρ δὴ μετασχὼν τῶν Σωκράτους λόγων ἀρκεῖ καὶ στρατεύματα καὶ πόλεις σώζειν, καὶ οὐδὲν αὐτὸν ἐποίησε φιλοσοφία αὑτῷ τε καὶ τοῖς φίλοις ἀχρειότερον.

(7) ἡσυχία μὲν οὖν ποιητικωτέρα τάχα εὐδαιμονίας· ἤδη μέντοι καὶ πράξει καλῶς ἕκαστα ὁ καλῶς ἠρεμεῖν δυνάμενος, ἐπεὶ καὶ μείζων ἂν εἴη τοῦ πολεμοῦντος ὁ πλεονεξίαν καὶ ἐπιθυμίαν καὶ τἄλλα πάθη χειρούμενος, ὧν καὶ οἱ νικῶντες τοὺς πολέμους ἡττῶνται. κἀγὼ οὖν ἐλπίζω φιλοσοφήσας τά τε ἄλλα κρείττων ἔσεσθαι καὶ οὐχ ἧττον ἀνδρεῖος, ἀλλ’ ἧττον θρασύς. ταῦτα μὲν οὖν οὐχ ἱκανὰ μόνον, ἀλλὰ καὶ τοῦ ἱκανοῦ πέρα. γίνωσκε δέ με ἤδη πρὸς τῷ πλεῖν ὄντα· καὶ γὰρ δὴ γέγονε καὶ τὰ τῶν ἀνέμων αἰσιώτερα.