Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀπεδωκέ μοι Λῦσις τὴν ἐπιστολὴν τρίτην ἡμέραν ἤδη περὶ Βυζάντιον διατρίβοντι, δι’ ἧς τὴν σαυτοῦ σύγχυσιν καὶ πάσης τῆς οἰκίας ἐδήλους μοι. ἄλλος μὲν οῦν, οῦν, ὅσοις ἔνεστι παραμυθήσασθαί σε, ταῦτ’ ἂν διεξῄει καὶ τὰς ἐκ τῆς ἀποδημίας ἐλπίδας ἐξηριθμεῖτο καὶ ἐπὶ ταύταις ἀντίρροπον λύπης εὐφροσύνην καθἰστατο· ἐγὼ δὲ τοῦτ’ αὐτὸ ἀξιῷ παρ’ ὑμῶν γενέσθαι, ὅπως ἆθλόν μοι τῆς ἐλπιζομένης ἀρετῆς καταστήσητε τὸ μακαρίους ὑμᾶς ποιῆσαι γονεῖς, ἀλλὰ μὴ τὸ παραμυθίαν ἐκ τῆς ἐμῆς παιδείας προσδέχεσθαι, μὴ λυπούμενοι δὲ εὐτυχίαν. ἄμεινον δὲ ὥσπερ ἀθλοφόρῳ μείζονά μοι προθεῖναι τὰ ἆθλα, ἵνα κρείττων ἐπ’ αὐτὰ ἀγωνιστὴς γένωμαι. οὕτως οὖν διάκεισο, ὦ πάτερ, καὶ παραμυθοῦ τὴν μητέρα, εἴπερ ἄρα ἐκείνην μὲν ἐν τοῖς παρηγορουμένοις, σὲ δὲ ἐν τοῖς παρηγοροῦσι τετάχθαι προσήκει.

Θράσων ἐμπορεύεται μὲν τὸν Πόντον, χρηστὸς δὲ μᾶλλον ἢ κατὰ τὴν ἐπιτήδευσιν εἶναί μοι δοκεῖ. καὶ νῦν ἐν Βυζαντίῳ γενόμενος ἔχω τινὰ αὐτῷ χάριν· θεάσασθαι γάρ μοι βουλομένῳ τὰ περὶ τὴν χώραν ἄξια θέας ὄντα ἡγεμὼν τῆς ὁδοῦ ἐγένετο καὶ τἄλλα ἐπεμελήθη, ὅπως μὴ πονηρά τις ἡμῖν ἡ ὁδὸς καὶ κυνηγετικὴ γένοιτο, ἀλλὰ ὀχημάτων τε χάριν καὶ τῆς ἄλλης παρασκευῆς ἁβροτέρα. τοῦτον ὡς ὑμᾶς πλέοντα ᾠήθην ταύτῃ τῇ μαρτυρίᾳ συμπαραπέμψαι δεῖν, ἵνα ἀντιτύχῃ τῶν αὐτῶν. θέας μὲν οὖν οὐδὲν οἶμαι χρήζει κατεστρατευμένος ἐκ πολλοῦ χρόνου τὸν Πόντον, εἰς δὲ τὴν οἰκίαν δῆλον ὡς κατὰ τὸ σεαυτοῦ ἦθος ὑποδέξῃ προθύμως αὐτόν. ἐγὼ δὲ ὥρμημαι μὲν ἐκπλεῖν, ἀνέμου δὲ οὐκ ἐπιτυγχάνω.