Fragmenta

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Ἀλφειὸς μετὰ Πῖσαν ἐπὴν κατὰ πόντον ὁδεύῃ,
  2. ἔρχεται εἰς Ἀρέθοισαν ἄγων κοτινηφόρον ὕδωρ,
  3. ἕδνα φέρων καλὰ φύλλα καὶ ἄνθεα καὶ κόνιν ἱράν,
  4. καὶ βαθὺς ἐμβαίνει τοῖς κύμασι, τὰν δὲ θάλασσαν
  5. νέρθεν ὑποτροχάει, κοὐ μίγνυται ὕδασιν ὕδωρ,
  6. ἁ δ’ οὐκ οἶδε θάλασσα διερχομένω ποταμοῖο.
  7. κῶρος λινοθέτας κακομάχανος αἰνὰ διδάσκων
  8. καὶ ποταμὸν διὰ φίλτρον Ἔρως ἐδίδαξε κολυμβῆν.