Fragmenta

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Ἤρατο Πὰν Ἀχῶς τᾶς γείτονος, ἤρατο δ’ Ἀχὼ
  2. σκιρτατᾶ Σατύρω, Σάτυρος δ’ ἐπεμήνατο Λύδᾳ.
  3. ὡς Ἀχὼ τὸν Πᾶνα, τόσον Σάτυρος φλέγεν Ἀχώ,
  4. καὶ Λύδα Σατυρίσκον· Ἔρως δ’ ἐσμύχετ’ ἀμοιβᾷ.
  5. ὅσσον γὰρ τήνων τις ἐμίσεε τὸν φιλέοντα,
  6. τόσσον ὁμῶς φιλέων ἠχθαίρετο, πάσχε δ’ ἃ ποίει.
  7. ταῦτα λέγω πᾶσιν τὰ διδάγματα τοῖς ἀνεράστοις·
  8. στέργετε τὼς φιλέοντας, ἵν’ ἢν φιλέητε φιλῆσθε.