Nemean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἄπορα γὰρ λόγον Αἰακοῦ
  2. παίδων τὸν ἅπαντά μοι διελθεῖν.
  3. Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων
  4. κάρυξ ἑτοῖμος ἔβαν
  5. Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος,
  6. ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
  7. οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,
  8. Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς
  9. πρόπολον ἔμμεναι. εἰ δέ τοι
  10. μάτρῳ μʼ ἔτι Καλλικλεῖ κελεύεις
  11. στάλαν θέμεν Παρίου λίθου λευκοτέραν·
  12. ὁ χρυσὸς ἑψόμενος
  13. αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
  14. ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
  15. φῶτα· κεῖνος ἀμφʼ Ἀχέροντι ναιετάων ἐμὰν
  16. γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα
  17. ἵνʼ ἐν ἀγῶνι βαρυκτύπου
  18. θάλησε Κορινθίοις σελίνοις·
  19. τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
  20. σὸς ἄεισέν ποτε, παῖ.